Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSPKRATIKER

ANAXIMANDRE.

1. Thalès - 3. Anaximène

 

 

 

ANAXIMANDROS

 

 

 

ANAXIMANDROS

 

1. DIOG, II, 1-2

(1) ᾿Αναξίμανδρος Πραξιάδου Μιλήσιος. Οὗτος ἔφασκεν ἀρχὴν καὶ στοιχεῖον τὸ ἄπειρον, οὐ διορίζων ἀέρα ἢ ὕδωρ ἢ ἄλλο τι. Καὶ τὰ μὲν μέρη μεταβάλλειν, τὸ δὲ πᾶν ἀμετάβλητον εἶναι. Μέσην τε τὴν γῆν κεῖσθαι κέντρου τάξιν ἐπέχουσαν, οὖσαν σφαιροειδῆ (τήν τε σελήνην ψευδοφαῆ καὶ ἀπὸ ἡλίου φωτίζεσθαι, ἀλλὰ καὶ τὸν ἥλιον οὐκ ἐλάττονα τῆς γῆς καὶ καθαρώτατον πῦρ. ; dies Exc. betrifft Anaxagoras c 46 A 77).

Εὗρεν δὲ καὶ γνώμονα πρῶτος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθήρων ἐν Λακεδαίμονι (vgl. 3 A 14a) , καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῆι ἱστορίαι (fr. 27; FHG III, 581), τροπάς τε καὶ ἰσημερίας σημαίνοντα καὶ ὡροσκοπεῖα κατεσκεύασε. (2) Καὶ γῆς καὶ θαλάσσης περίμετρον πρῶτος ἔγραψεν, ἀλλὰ καὶ σφαῖραν κατεσκεύασε. Vgl. A. 6.

Τῶν δὲ ἀρεσκόντων αὐτῶι πεποίηται κεφαλαιώδη τὴν ἔκθεσιν, ἧι που περιέτυχεν καὶ ᾿Απολλόδωρος ὁ ᾿Αθηναῖος· ὃς καί φησιν αὐτὸν ἐν τοῖς Χρονικοῖς (f. 17 Jac.) τῶι δευτέρωι ἔτει τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος ἐτῶν εἶναι ἑξήκοντα τεττάρων καὶ μετ᾿ ὀλίγον τελευτῆσαι (ἀκμάσαντά πη μάλιστα κατὰ Πολυκράτη τὸν Σάμου τύραννον; gehört zu Pythagoras, vgl. c. 4.8).

Τούτου φασὶν ἄιδοντος καταγελάσαι τὰ παιδάρια, τὸν δὲ μαθόντα φάναι ᾿βέλτιον οὖν ἡμῖν ἀιστέον διὰ τὰ παιδάρια᾿.

Γέγονε δὲ καὶ ἄλλος ᾿Αναξίμανδρος ἱστορικὸς καὶ αὐτὸς Μιλήσιος τῆι ᾿Ιάδι γεγραφώς (45 C 6).

 

2. SUIDAS,

 

᾿Αναξίμανδρος Πραξιάδου Μιλήσιος φιλόσοφος συγγενὴς καὶ μαθητὴς καὶ διάδοχος θάλητος. Πρῶτος δὲ ἰσημερίαν εὗρε καὶ τροπὰς καὶ ὡρολογεῖα, καὶ τὴν γῆν ἐν μεσαιτάτωι κεῖσθαι. Γνώμονά τε εἰσήγαγε καὶ ὅλως γεωμετρίας ὑποτύπωσιν ἔδειξεν. Ἔγραψε Περὶ φύσεως, Γῆς περίοδον καὶ Περὶ τῶν ἀπλανῶν καὶ Σφαῖραν καὶ ἄλλα τινά. (z. Teil aus Diog.)

 

3. AEL, V. H. III, 17

 

Καὶ ᾿Αναξίμανδρος δὲ ἡγήσατο τῆς ἐς ᾿Απολλωνίαν ἐκ Μιλήτου ἀποικίας.

 

4. EUS, P. E. X, 14, 11

 

Θαλοῦ δὲ γίνεται ἀκουστὴς ᾿Αναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος. Οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν τε ἡλίου καὶ χρόνων καὶ ὡρῶν καὶ ἰσημερίας. (vgl. HERODOT II, 109: πόλον μὲν γὰρ καὶ γνώμονα καὶ τὰ δυώδεκα μέρεα τῆς ἡμέρης παρὰ Βαβυλωνίων ἔμαθον οἱ ῞Ελληνες).

 

5. PLIN., N. H. II, 31

 

Obliquitatem eius (sc. zodiaci) intellexisse, hoc est rerum foris aperuisse, Anaximandros Milesius traditur primus olympiade quinquagesima octava, signa deinde in eo Cleostratus, et prima arietis ac sagittari (70 B 2), sphaeram ipsam ante multo Atlas.

 

5a. CIC, de div. I, 50, 112

 

Ab Anaximandro physico moniti Lacedaemonii sunt, ut urbem et tecta linquerent armatique in agro excubarent, quod terrae motus instaret, tum cum et urbs tota corruit et monte Taygeto extrema montis quasi puppis avolsa est.

 

6. AGATHEMER. (aus Eratosthenes) I, 1

 

᾿Αναξίμανδρος ὁ Μιλήσιος ἀκουστὴς Θαλέω πρῶτος ἐτόλμησε τὴν οἰκουμένην ἐν πίνακι γράψαι· μεθ᾿ ὃν ῾Εκαταῖος ὁ Μιλήσιος ἀνὴρ πολυπλανὴς διηκρίβωσεν, ὥστε θαυμασθῆναι τὸ πρᾶγμα.

 

 

STRABO, I, p. 7

 

Τοὺς πρώτους μεθ᾿ ῞Ομηρον δύο φησὶν ᾿Ερατοσθένης, ᾿Αναξίμανδρόν τε Θαλοῦ γεγονότα γνώριμον καὶ πολίτην καὶ ῾Εκαταῖον τὸν Μιλήσιον τὸν μὲν οὖν ἐκδοῦναι πρῶτον γεωγραφικὸν πίνακα, τὸν δὲ ῾Εκαταῖον καταλιπεῖν γράμμα πιστούμενον ἐκείνου εἶναι ἐκ τῆς ἄλλης αὐτοῦ γραφῆς.

 

7. THEMIST, or. 36, p. 317

 

Ἐθάρρησε πρῶτος ὧν ἴσμεν ῾Ελλήνων λόγον ἐξενεγκεῖν περὶ φύσεως συγγεγραμμένον.

 

 8.  DIOG. VIII, 70

 

Διόδωρος δ᾿ ὁ ᾿Εφέσιος περὶ ᾿Αναξιμάνδρου γράφων φησίν, ὅτι τοῦτον ἐζηλώκει τραγικὸν ἀσκῶν τῦφον καὶ σεμνὴν ἀναλαβὼν ἐσθῆτα.

 

9.  SIMPLIC, phys. 24, 13

 

Τῶν δὲ ἓν καὶ κινούμενον καὶ ἄπειρον λεγόντων ᾿Αναξίμανδρος μὲν Πραξιάδου Μιλήσιος Θαλοῦ γενόμενος διάδοχος καὶ μαθητὴς ἀρχήν τε καὶ στοιχεῖον εἴρηκε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοῦτο τοὔνομα κομίσας τῆς ἀρχῆς. Λέγει δ᾿ αὐτὴν μήτε ὕδωρ μήτε ἄλλο τι τῶν καλουμένων εἶναι στοιχείων, ἀλλ᾿ ἑτέραν τινὰ φύσιν ἄπειρον, ἐξ ἧς ἅπαντας γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους· ἐξ ὧν δὲ ἡ γένεσίς ἐστι τοῖς οὖσι, καὶ τὴν φθορὰν εἰς ταῦτα γίνεσθαι κατὰ τὸ χρεών· διδόναι γὰρ αὐτὰ δίκην καὶ τίσιν ἀλλήλοις τῆς ἀδικίας κατὰ τὴν τοῦ χρόνου τάξιν, ποιητικωτέροις οὕτως ὀνόμασιν αὐτὰ λέγων. Δῆλον δὲ ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν τῶν τεττάρων στοιχείων οὗτος θεασάμενος οὐκ ἠξίωσεν ἕν τι τούτων ὑποκείμενον ποιῆσαι, ἀλλά τι ἄλλο παρὰ ταῦτα οὗτος δὲ οὐκ ἀλλοιουμένου τοῦ στοιχείου τὴν γένεσιν ποιεῖ, ἀλλ᾿ ἀποκρινομένων τῶν ἐναντίων διὰ τῆς ἀιδίου κινήσεως. Διὸ καὶ τοῖς περὶ ᾿Αναξαγόραν τοῦτον ὁ ᾿Αριστοτέλης συνέταξεν.

 

154, 14

 

Ἐναντιότητες δέ εἰσι θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, καὶ τὰ ἄλλα.

 

Vgl. ARISTOT, Phys. A, 4; p. 187a 20

 

Οἱ δ᾿ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνεσθαι, ὥσπερ ᾿Αναξίμανδρός φησι καὶ ὅσοι δ᾿ ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ ᾿Εμπεδοκλῆς καὶ ᾿Αναξαγόρας· ἐκ τοῦ μείγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τἆλλα.

 

9a. SIPL. Phys. 154, 14

 

Καὶ Θεόφραστος δὲ τὸν ᾿Αναξαγόραν εἰς τὸν ᾿Αναξίμανδρον συνωθῶν καὶ οὕτως ἐκλαμβάνει τὰ ὑπὸ ᾿Αναξαγόρου λεγόμενα, ὡς δύνασθαι μίαν αὐτὸν φύσιν λέγειν τὸ ὑποκείμενον· γράφει δὲ οὕτως ἐν τῆι Φυσικῆι ἱστορίαι (fr. 4; D. 479)· ᾿οὕτω μὲν οὖν λαμβανόντων δόξειεν ἂν ποιεῖν τὰς μὲν ὑλικὰς ἀρχὰς ἀπείρους, ὥσπερ εἴρηται, τὴν δὲ τῆς κινήσεως καὶ τῆς γενέσεως αἰτίαν μίαν. Εἰ δέ τις τὴν μίξιν τῶν ἁπάντων ὑπολάβοι μίαν εἶναι φύσιν ἀόριστον καὶ κατ᾿ εἶδος καὶ κατὰ μέγεθος, ὅπερ ἂν δόξειε βούλεσθαι λέγειν, συμβαίνει δύο τὰς ἀρχὰς αὐτῶι λέγειν τήν τε τοῦ ἀπείρου φύσιν καὶ τὸν νοῦν, ὥστε πάντως φαίνεται τὰ σωματικὰ στοιχεῖα παραπλησίως ποιῶν ᾿Αναξιμάνδρωι.᾿

 

10. [PLUT.] Strom. 2 Dox. 579; aus Theophrast)

 

Μεθ᾿ ὃν [Thales] ᾿Αναξίμανδρον Θάλητος ἑταῖρον γενόμενον τὸ ἄπειρον φάναι τὴν πᾶσαν αἰτίαν ἔχειν τῆς τοῦ παντὸς γενέσεώς τε καὶ φθορᾶς, ἐξ οὗ δή φησι τούς τε οὐρανοὺς ἀποκεκρίσθαι καὶ καθόλου τοὺς ἅπαντας ἀπείρους ὄντας κόσμους. Ἀπεφήνατο δὲ τὴν φθορὰν γίνεσθαι καὶ πολὺ πρότερον τὴν γένεσιν ἐξ ἀπείρου αἰῶνος ἀνακυκλουμένων πάντων αὐτῶν. Ὑπάρχειν δέ φησι τῶι μὲν σχήματι τὴν γῆν κυλινδροειδῆ, ἔχειν δὲ τοσοῦτον βάθος ὅσον ἂν εἴη τρίτον πρὸς τὸ πλάτος. Φησὶ δὲ τὸ ἐκ τοῦ ἀιδίου γόνιμον θερμοῦ τε καὶ ψυχροῦ κατὰ τὴν γένεσιν τοῦδε τοῦ κόσμου ἀποκριθῆναι καί τινα ἐκ τούτου φλογὸς σφαῖραν περιφυῆναι τῶι περὶ τὴν γῆν ἀέρι ὡς τῶι δένδρωι φλοιόν· ἧστινος πορραγείσης καὶ εἴς τινας ἀποκλεισθείσης κύκλους ὑποστῆναι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. Ἔτι φησίν, ὅτι κατ᾿ ἀρχὰς ἐξ ἀλλοειδῶν ζώιων ὁ ἄνθρωπος ἐγεννήθη, ἐκ τοῦ τὰ μὲν ἄλλα δι᾿ ἑαυτῶν ταχὺ νέμεσθαι, μόνον δὲ τὸν ἄνθρωπον πολυχρονίου δεῖσθαι τιθηνήσεως· διὸ καὶ κατ᾿ ἀρχὰς οὐκ ἄν ποτε τοιοῦτον ὄντα διασωθῆναι. Ἂν ποτε τοιοῦτον ὄντα διασωθῆναι. Ταῦτα μὲν οὖν ὁ ᾿Αναξίμανδρος.

 

11. HIPPOL, Refut. I, 6, 1–7 (D.559)

 

(1) Θαλοῦ τοίνυν ᾿Αναξίμανδρος γίνεται ἀκροατής. ᾿Αναξίμανδρος Πραξιάδου Μιλήσιος· οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύσιν τινὰ τοῦ ἀπείρου, ἐξ ἧς γίνεσθαι τοὺς οὐρανοὺς καὶ τὸν ἐν αὐτοῖς κόσμον. Ταύτην δ᾿ ἀίδιον εἶναι καὶ ἀγήρω, ἣν καὶ πάντας περιέχειν τοὺς κόσμους. Λέγει δὲ χρόνον ὡς ὡρισμένης τῆς γενέσεως καὶ τῆς οὐσίας καὶ τῆς φθορᾶς. (2) Οὗτος μὲν ἀρχὴν καὶ στοιχεῖον εἴρηκε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοὔνομα καλέσας τῆς ἀρχῆς. Πρὸς δὲ τούτωι κίνησιν ἀίδιον εἶναι, ἐν ἧι συμβαίνει γίνεσθαι τοὺς οὐρανούς. (3) Τὴν δὲ γῆν εἶναι μετέωρον ὑπὸ μηδενὸς κρατουμένην, μένουσαν δὲ διὰ τὴν ὁμοίαν πάντων ἀπόστασιν. Τὸ δὲ σχῆμα αὐτῆς γυρόν, στρογγύλον, κίονι λίθωι παραπλήσιον· τῶν δὲ ἐπιπέδων ὧι μὲν ἐπιβεβήκαμεν, ὃ δὲ ἀντίθετον ὑπάρχει. (4) Τὰ δὲ ἄστρα γίνεσθαι κύκλον πυρός, ἀποκριθέντα τοῦ κατὰ τὸν κόσμον πυρός, περιληφθέντα δ᾿ ὑπὸ ἀέρος. Ἐκπνοὰς δ᾿ ὑπάρξαι πόρους τινὰς αὐλώδεις, καθ᾿ οὓς φαίνεται τὰ ἄστρα· διὸ καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι. (5) Τὴν δὲ σελήνην ποτὲ μὲν πληρουμένην φαίνεσθαι, ποτὲ δὲ μειουμένην παρὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. Εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἑπτακαιεικοσαπλασίονα † † τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἥλιον, † † κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν † † ἀστέρων κύκλους· (6) τὰ δὲ ζῶια γίνεσθαι <ἐξ ὑγροῦ> ἐξατμιζομένου ὑπὸ τοῦ ἡλίου. Τὸν δὲ ἄνθρωπον ἑτέρωι ζώιωι γεγονέναι, τουτέστι ἰχθύι, παραπλήσιον κατ᾿ ἀρχάς. (7) Ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν τοῦ ἀέρος ἀποκρινομένων καὶ ὅταν ἀθροισθῶσι κινουμένων, ὑετοὺς δὲ ἐκ τῆς ἀτμίδος τῆς ἐκ γῆς ὑφ᾿ ἥλιον ἀναδιδομένης· ἀστραπὰς δέ, ὅταν ἄνεμος ἐμπίπτων διιστᾶι τὰς νεφέλας. Οὗτος ἐγένετο κατὰ ἔτος τρίτον τῆς τεσσαρακοστῆς δευτέρας ὀλυμπιάδος.

 

12. HERM, Irris. 10 (D. 653)

 

Ὁ πολίτης αὐτοῦ ᾿Αναξίμανδρος τοῦ ὑγροῦ πρεσβυτέραν ἀρχὴν εἶναι λέγει τὴν ἀίδιον κίνησιν καὶ ταύτηι τὰ μὲν γεννᾶσθαι τὰ δὲ φθείρεσθαι.

 

13.  CIC. Ac. pr. II, 37, 118

 

is enim infinitatem naturae dixit esse, e qua omnia gignerentur.

 

14   AET. de pl., 3, 3 (D. 277)

 

᾿Αναξίμανδρος δὲ Πραξιάδου Μιλήσιός φησι τῶν ὄντων ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι. Διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίγνεσθαι. Λέγει γοῦν διότι ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπηι ἡ γένεσις ἡ ὑφισταμένη. Ἁμαρτάνει δὲ οὗτος μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ἢ ὕδωρ ἢ γῆ ἢ ἄλλα τινὰ σώματα. Ἁμαρτάνει οὖν τὴν μὲν ὕλην ἀποφαινόμενος, τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν. Τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δὲ ἡ ὕλη εἶναι ἐνέργεια, ἐὰν μὴ τὸ ποιοῦν ὑποκέηται.

 

Vgl. Arist., Phys.III, 8; p. 208a 8

 

Οὔτε γὰρ ἵνα ἡ γένεσις μὴ ἐπιλείπηι, ἀναγκαῖον ἐνεργείαι ἄπειρον εἶναι σῶμα αἰσθητόν ...

 

15 . ARIST., Phys. III, 4; p. 203b 6

 

Ἅπαντα γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς, τοῦ δὲ ἀπείρου οὐκ ἔστιν ἀρχή· εἴη γὰρ ἂν αὐτοῦ πέρας. Ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ὡς ἀρχή τις οὖσα· τό τε γὰρ γενόμενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἐστὶ φθορᾶς. Διὸ καθάπερ λέγομεν, οὐ ταύτης ἀρχή, ἀλλ᾿ αὕτη τῶν ἄλλων εἶναι δοκεῖ καὶ περιέχειν ἅπαντα καὶ πάντα κυβερνᾶν, ὥς φασιν ὅσοι μὴ ποιοῦσι παρὰ τὸ ἄπειρον ἄλλας αἰτίας οἶον νοῦν (Anaxagoras) ἢ φιλίαν (Empedokles) . Καὶ τοῦτ᾿ εἶναι τὸ θεῖον· ἀθάνατον γὰρ καὶ ἀνώλεθρον, ὥς φησιν ὁ Αναξίμανδρος καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων. Τοῦ δ᾿ εἶναί τι ἄπειρον ἡ πίστις ἐκ πέντε μάλιστ᾿ ἂν συμβαίνοι σκοποῦσιν, ἔκ τε τοῦ χρόνου (οὗτος γὰρ ἄπειρος) καὶ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως (χρῶνται γὰρ οἱ μαθηματικοὶ τῶι ἀπείρωι), ἔτι τῶι οὕτως ἂν μόνως μὴ ὑπολείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γιγνόμενον. Ἔτι τῶι τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνειν, ὥστε ἀνάγκη μηδὲν εἶναι πέρας, εἰ ἀεὶ περαίνειν ἀνάγκη ἕτερον πρὸς ἕτερον. Μάλιστα δὲ καὶ κυριώτατον, ὃ τὴν κοινὴν ποιεῖ ἀπορίαν πᾶσιν· διὰ γὰρ τὸ ἐν τῆι νοήσει μὴ ὑπολείπειν καὶ ὁ ἀριθμὸς δοκεῖ ἄπειρος εἶναι καὶ τὰ μαθηματικὰ μεγέθη καὶ τὸ ἔξω τοῦ οὐρανοῦ· ἀπείρου δ᾿ ὄντος τοῦ ἔξω, καὶ σῶμα ἄπειρον εἶναι δοκεῖ καὶ κόσμοι.

 

16. ALEX., Metaph. 60, 8

 

Προσέθηκε δὲ τῆι ἱστορίαι καὶ τὴν ᾿Αναξιμάνδρου δόξαν, ὃς ἀρχὴν ἔθετο τὴν μεταξὺ φύσιν ἀέρος τε καὶ πυρός, ἢ ἀέρος τε καὶ ὕδατος· λέγεται γὰρ ἀμφοτέρως falsh aus Arist. de caelo III 3. 303b12; Metaph. I, 7; p. 988a 30 u. a. St. erschlossen; dagegen phys. A. 4. 187a12)

Οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ (ὂν) σῶμα τὸ ὑποκείμενον ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, τἆλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποιοῦντες... οἱ δὲ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνεσθαι, ὥσπερ ᾿Αναξίμανδρός φησι.

 

5. 204b 22

 

Ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν εἶναι ἐνδέχεται τὸ ἄπειρον σῶμα, οὔτε ὡς λέγουσί τινες (Anaximandrer, s. Simpl. z. d. St.) τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὗ ταῦτα γεννῶσιν, οὔθ᾿ ἁπλῶς. Εἰσὶ γάρ τινες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλ᾿ οὐκ ἀέρα ἢ ὕδωρ, ὡς μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν ἔχουσι γὰρ πρὸς ἄλληλα ἐναντίωσιν, οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δ᾿ ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα· νῦν δ᾿ ἕτερον εἶναί φασι, ἐξ οὗ ταῦτα. Vg.. Metaph. A 2 [46 A 61]

 

17.  AUGUSTIN, C. D. VIII, 2

 

Non enim ex una re sicut Thales ex umore, sed ex suis propriis principiis quasque res nasci putavit. quae rerum principia singularum esse credidit infinita, et innumerabiles mundos gignere et quaecumque in eis oriuntur eosque mundos modo dissolvi modo iterum gigni existimavit, quanta quisque aetate sua manere potuerit, nec ipse aliquid divinae menti in his rerum operibus tribuens.

 

SIMPL, de caelo comm., p. 615, 13

 

᾿Αναξίμανδρος δὲ Θαλοῦ πολίτης καὶ ἑταῖρος ... ἄπειρον δὲ πρῶτος ὑπέθετο, ἵνα ἔχηι χρῆσθαι πρὸς τὰς γενέσεις ἀφθόνως· καὶ κόσμους δὲ ἀπείρους οὗτος καὶ ἕκαστον τῶν κόσμων ἐξ ἀπείρου τοῦ τοιούτου στοιχείου ὑπέθετο ὡς δοκεῖ.

 

AËT, 7, 12 (D. 302)

 

᾿Αναξίμανδρος ἀπεφήνατο τοὺς ἀπείρους οὐρανοὺς θεούς.

 

CIC., d. nat. d. I, 10, 25

 

Anaximandri autem opinio est nativos esse deos longis intervallis orientis occidentisque, eosque innumerabilis esse mundos. sed nos deum nisi sempiternum intellegere qui possumus?

 

AËT, II, 1, 3 (D. 327)

 

᾿Αναξίμανδρος, ᾿Αναξιμένης, ᾿Αρχέλαος, Ξενοφάνης, Διογένης, Λεύκιππος, Δημόκριτος, ᾿Επίκουρος ἀπείρους κόσμους ἐν τῶι ἀπείρωι κατὰ πᾶσαν περιαγωγήν sc. γίνεσθαι καὶ φθείρεσθαι.

 

Ib, 8 (D. 329)

 

Τῶν ἀπείρους ἀποφηναμένων τοὺς κόσμους ᾿Αναξίμανδρος τὸ ἴσον αὐτοὺς ἀπέχειν ἀλλήλων.

 

4, 6 (D. 331)

 

᾿Αναξίμανδρος ... φθαρτὸν τὸν κόσμον.

 

SIMPL., phys.. 1121, 5

 

Οἱ μὲν γὰρ ἀπείρους τῶι πλήθει τοὺς κόσμους ὑποθέμενοι, ὡς οἱ περὶ ᾿Αναξίμανδρος καὶ Λεύκιππον καὶ Δημόκριτον καὶ ὕστερον οἱ περὶ ᾿Επίκουρον, γινομένους αὐτοὺς καὶ φθειρομένους ὑπέθεντο ἐπ᾿ ἄπειρον, ἄλλων μὲν ἀεὶ γινομένων ἄλλων δὲ φθειρομένων καὶ τὴν κίνησιν ἀίδιον ἔλεγον· ἄνευ γὰρ κινήσεως οὐκ ἔστι γένεσις ἢ φθορά.

 

18. AËT. II, 13, 7 (D. 342)

 

᾿Αναξίμανδρος (sc. τὰ ἄστρα εἶναι) πιλήματα ἀέρος τροχοειδῆ, πυρὸς ἔμπλεα, κατά τι μέρος ἀπὸ στομίων ἐκπνέοντα φλόγας.

 

15, 6 (D. 345)

 

᾿Αναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετ᾿ αὐτὸν δὲ τὴν σελήνην, ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλάνητας.

 

16, 5 (D. 345)

 

᾿Αναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ᾿ ὧν ἕκαστος (sc. ἀστήρ) βέβηκε, φέρεσθαι (sc. τοὺς ἀστέρας).

 

19. SIMPL, de caelo comm., 471, 1

 

Ταῦτα οὖν, φησίν (Aris. 291a, 29), ᾿ἐκ τῶν περὶ ἀστρολογίαν θεωρείσθω᾿. Καὶ γὰρ ἐκεῖ περὶ τῆς τάξεως τῶν πλανωμένων καὶ περὶ μεγεθῶν καὶ ἀποστημάτων ἀποδέδεικται ᾿Αναξιμάνδρου πρώτου τὸν περὶ μεγεθῶν καὶ ἀποστημάτων λόγον εὑρηκότος, ὡς Εὔδημος (fr. 95 Sp.) ἱστορεῖ τὴν τῆς θέσεως τάξιν εἰς τοὺς Πυθαγορείους πρώτους ἀναφέρων. Τὰ δὲ μεγέθη καὶ τὰ ἀποστήματα ἡλίου καὶ σελήνης μέχρι νῦν ἔγνωσται ἀπὸ τῶν ἐκλείψεων τὴν ἀφορμὴν τῆς καταλήψεως λαβόντα, καὶ εἰκὸς ἦν ταῦτα καὶ τὸν ᾿Αναξίμανδρον εὑρηκέναι, καὶ ῾Ερμοῦ δὲ καὶ ᾿Αφροδίτης ἀπὸ τῆς πρὸς τούτους μεταπαραβολῆς.

 

20. PLIN. H. N. XVIII, 213

 

Occasum matutinum Vergiliarum Hesiodus ... tradidit fieri, cum aequinoctium autumni conficeretur, Thales XXV. die ab aequinoctio (vgl. S. 9 n 18), Anaximander XXXI.

 

21.  AËT.  II, 20, 1 (D. 348)

 

᾿Αναξίμανδρος (sc. τὸν ἥλιον) κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείωι τροχῶι παραπλήσιον, τὴν ἁψῖδα ἔχοντα κοίλην, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ (B 4). Καὶ τοῦτ᾿ εἶναι τὸν ἥλιον.

 

21, 1 (D. 351)

 

᾿Αναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῆι γῆι, τὸν δὲ κύκλον, ἀφ᾿ οὖ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφ᾿ οὗ περιφέρεται, ἑπτακαιεικοσαπλασίω τῆς γῆς.

 

24, 2 (D. 354)

 

᾿Αναξίμανδρος (sc. γίγνεσθαι τὴν ἔκλειψιν ἡλίου) τοῦ στομίου τῆς τοῦ πυρὸς ἐκπνοῆς ἀποκλειομένου.

 

22.  25, 1 (D. 355)

 

᾿Αναξίμανδρος (sc. τὴν σελήνην) κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὅμοιον ἁρματείωι <τροχῶι> κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πυρὸς πλήρη καθάπερ τὸν τοῦ ἡλίου, κείμενον λοξόν, ὡς κἀκεῖνον, ἔχοντα μίαν ἐκπνοὴν οἷον πρηστῆρος αὐλόν. Ἐκλείπειν δὲ κατὰ τὰς τροπὰς τοῦ τροχοῦ.

 

28, 1 (D. 358)

 

᾿Αναξίμανδρος, Ξενοφάνης, Βήρωσος ἴδιον αὐτὴν ἔχειν φῶς.

 

29, 1 (D. 359)

 

᾿Αναξίμανδρος (sc. ἐκλείπειν τὴν σελήνην) τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.

 

23. III, 3, 1 (D. 367)

 

Περὶ βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τε καὶ τυφώνων. ᾿Αναξίμανδρος ἐκ τοῦ πνεύματος ταυτὶ πάντα συμβαίνειν· ὅταν γὰρ περιληφθὲν νέφει παχεῖ βιασάμενον ἐκπέσηι τῆι λεπτομερείαι καὶ κουφότητι, τόθ᾿ ἡ μὲν ῥῆξις τὸν ψόφον, ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.

 

SENEC, Nat.. Qu., II, 18

 

Anaximandrus omnia ad spiritum retulit. tonitrua, inquit, sunt nubis ictae sonus. quare inaequalia sunt? Quia et ipse spiritus inaequalis est. quare et sereno tonat? quia tunc quoque per crassum et scissum aera spiritus prosilit. at quare aliquando non fulgurat et tonat? Quia spiritus infirmior non valuit in flammam, in sonum valuit. quid est ergo ipsa fulguratio? Aeris diducentis se corruentisque iactatio languidum ignem nec exiturum aperiens. quid est fulmen? acrioris densiorisque spiritus cursus. (Folgt. Anaxagoras)

 

24.  AËT.III, 7, 1 (D. 374)

 

᾿Αναξίμανδρος ἄνεμον εἶναι ῥύσιν ἀέρος τῶν λεπτοτάτων ἐν αὐτῶι καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου κινουμένων ἢ τηκομένων.

 

25.  AËT III, 10, 2 (D. 376)

 

᾿Αναξίμανδρος λίθωι κίονι τὴν γῆν προσφερῆ (Β 5)· τῶν ἐπιπέδων † ...

 

26. ARISTOT, de caelo II, 13; p. 295b10

 

Εἰσὶ δέ τινες οἳ διὰ τὴν ὁμοιότητά φασιν αὐτὴν (sc. γῆν) μένειν, ὥσπερ τῶν ἀρχαίων ᾿Αναξίμανδρος. Μᾶλλον μὲν γὰρ οὐθὲν ἄνω ἢ κάτω ἢ εἰς τὰ πλάγια φέρεσθαι προσήκει τὸ ἐπὶ τοῦ μέσου ἱδρυμένον καὶ ὁμοίως πρὸς τὰ ἔσχατα ἔχον· ἅμα δ᾿ ἀδύνατον εἰς τἀναντία ποιεῖσθαι τὴν κίνησιν, ὥστ᾿ ἐξ ἀνάγκης μένειν.

 

27. ARIST, Meteor. II, 1; p. 353b6

 

Εἶναι γὰρ τὸ πρῶτον ὑγρὸν ἅπαντα τὸν περὶ τὴν γῆν τόπον, ὑπὸ δὲ τοῦ ἡλίου ξηραινόμενον τὸ μὲν διατμίσαν πνεύματα καὶ τροπὰς ἡλίου καὶ σελήνης φασὶ ποιεῖν, τὸ δὲ λειφθὲν θάλατταν εἶναι· διὸ καὶ ἐλάττω γίνεσθαι ξηραινομένην οἴονται καὶ τέλος ἔσεσθαί ποτε πᾶσαν ξηράν.

 

ALEX  z. d. St. 67,3

 

Οἱ μὲν γὰρ αὐτῶν ὑπόλειμμα λέγουσιν εἶναι τὴν θάλασσαν τῆς πρώτης ὑγρότητος· ὑγροῦ γὰρ ὄντος τοῦ περὶ τὴν γῆν τόπου κἄπειτα τὸ μέν τι τῆς ὑγρότητος ὑπὸ τοῦ ἡλίου ἐξατμίζεσθαι καὶ γίνεσθαι πνεύματά τε ἐξ αὐτοῦ καὶ τροπὰς ἡλίου τε καὶ σελήνης ὡς διὰ τὰς ἀτμίδας ταύτας καὶ τὰς ἀναθυμιάσεις κἀκείνων τὰς τροπὰς ποιουμένων, ἔνθα ἡ ταύτης αὐτοῖς χορηγία γίνεται, περὶ ταῦτα τρεπομένων· τὸ δέ τι αὐτῆς ὑπολειφθὲν ἐν τοῖς κοίλοις τῆς γῆς τόποις θάλασσαν εἶναι· διὸ καὶ ἐλάττω γίνεσθαι ξηραινομένην ἑκάστοτε ὑπὸ τοῦ ἡλίου καὶ τέλος ἔσεσθαί ποτε ξηράν· ταύτης τῆς δόξης ἐγένετο, ὡς ἱστορεῖ Θεόφραστος (Phys. opin. fr. 23 D. 494), ᾿Αναξίμανδρός τε καὶ Διογένης.

 

AËT, III, 16, 1 (D. 381)

 

᾿Αναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον, ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν.

 

28. AMMIAN XVII, 7, 12 (Erdleben)

 

Anaximander ait arescentem nimia aestuum siccitate aut post madores imbrium terram rimas pandere grandiores, quas penetrat supernus aer violentus et nimius, ac per eas vehementi spiritu quassatam cieri propriis sedibus. Qua de causa tremores huius modi vaporatis temporibus aut nimia aquarum caelestium superfusione contingunt. Ideoque Neptunum, umentis substantiae potestatem, Ennosigaeon et Sisicthona poetae veteres et theologi nuncuparunt.

 

29. AËT.IV, 3, 2 (D. 387 not.)

 

᾿Αναξιμένης δὲ καὶ ᾿Αναξίμανδρος καὶ ᾿Αναξαγόρας καὶ ᾿Αρχέλαος ἀερώδη τῆς ψυχῆς τὴν φύσιν εἰρήκασιν.

 

30. AËT. V, 19, 4 (D. 430)

 

᾿Αναξίμανδρος ἐν ὑγρῶι γεννηθῆναι τὰ πρῶτα ζῶια φλοιοῖς περιεχόμενα ἀκανθώδεσι, προβαινούσης δὲ τῆς ἡλικίας ἀποβαίνειν ἐπὶ τὸ ξηρότερον καὶ περιρρηγνυμένου τοῦ φλοιοῦ ἐπ᾿ ὀλίγον χρόνον μεταβιῶναι.

 

CENSOR. 4, 7

 

Anaximander Milesius videri sibi ex aqua terraque calefactis exortos esse sive pisces seu piscibus simillima animalia in his homines concrevisse fetusque ad pubertatem intus retentos tunc demum ruptis illis viros mulieresque qui iam se alere possent processisse.

 

PLUT., Symp.VIII, 8, 4; p. 730E

 

Οἱ δ᾿ ἀφ᾿ ῞Ελληνος τοῦ παλαιοῦ καὶ πατρογενείωι Ποσειδῶνι θύουσιν, ἐκ τῆς ὑγρᾶς τὸν ἄνθρωπον οὐσίας φῦναι δόξαντες ὡς καὶ Σᾧροι· διὸ καὶ σέβονται τὸν ἰχθῦν ὡς ὁμογενῆ καὶ σύντροφον ἐπιεικέστερον ᾿Αναξιμάνδρου φιλοσοφοῦντες· οὐ γὰρ ἐν τοῖς αὐτοῖς ἐκεῖνος ἰχθῦς καὶ ἀνθρώπους, ἀλλ᾿ ἐν ἰχθύσιν ἐγγενέσθαι τὸ πρῶτον ἀνθρώπους ἀποφαίνεται καὶ τραφέντας, ὥσπερ οἱ γαλεοί (vgl. de doll. anim. 33. 982 A), καὶ γενομένους ἱκανοὺς ἑαυτοῖς βοηθεῖν ἐκβῆναι τηνικαῦτα καὶ γῆς λαβέσθαι. Καθάπερ οὖν τὸ πῦρ τὴν ὕλην, ἐξ ἧς ἀνήφθη, μητέρα καὶ πατέρα οὖσαν ἤσθιεν, ὡς ὁ τὸν Κήυκος γάμον εἰς τὰ ῾Ησιόδου παρεμβαλὼν εἴρηκεν, οὕτως ὁ ᾿Αναξίμανδρος τῶν ἀνθρώπων πατέρα καὶ μητέρα κοινὸν ἀποφήνας τὸν ἰχθῦν διέβαλε πρὸς τὴν βρῶσιν.