THALES
1. THALES A. LEBEN UND LEHRE
1. LAERTIUS DIOGENES I, 22-44.
[22] ᾿Ην τοίνυν ὁ Θαλῆς, ὡς μὲν ῾Ηρόδοτος [I, 170] καὶ Δοῦρις [fr. 52, FHG II, 482] καὶ Δημόκριτός [f. 115a] φασι, πατρὸς μὲν ᾿Εξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ ᾿Αγήνορος. [Ἦν δὲ τῶν ἑπτὰ σοφῶν,] καθὰ καὶ Πλάτων [Protag. 343A] φησί· καὶ πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος ᾿Αθήνησι Δαμασίου [582], καθ᾿ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῆι τῶν ᾿Αρχόντων ἀναγραφῆι [fr. 1, FGH II, 362]. Ἐπολιτογραφήθη δὲ ἐν Μιλήτωι, ὅτε ἦλθε σὺν Νείλεωι ἐκπεσόντι Φοινίκης· ὡς δ᾿ οἱ πλείους φασίν, ἰθαγενὴς Μιλήσιος ἦν καὶ γένους λαμπροῦ. [23] Μετὰ δὲ τὰ πολιτικὰ τῆς φυσικῆς ἐγένετο θεωρίας. Καὶ κατά τινας μὲν σύγγραμμα κατέλιπεν οὐδέν· ἡ γὰρ εἰς αὐτὸν ἀναφερομένη Ναυτικὴ ἀστρολογία Φώκου λέγεται εἶναι τοῦ Σαμίου. [c. 69. Vgl 1 B 1] Καλλίμαχος δ᾿ αὐτὸν οἶδεν εὑρετὴν τῆς ἄρκτου τῆς μικρᾶς λέγων ἐν τοῖς ᾿Ιάμβοις [fr. 94; II, 259 Schneid. cfr. A 3a] οὕτως·
Καὶ τῆς ἁμάξης ἐλέγετο σταθμήσασυαι κατά τινας δὲ μόνα δύο συνέγραψε Περὶ τροπῆς καὶ ᾿Ισημερίας [B 3], τὰ ἄλλ᾿ ἀκατάληπτα εἶναι δοκιμάσας. Δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς φησιν Εὔδημος [fr. 94 Speng.] ἐν τῆι περὶ τῶν ᾿Αστρολογουμένων ἱστορίαι· ὅθεν αὐτὸν καὶ Ξενοφάνης [fr. 19] καὶ ῾Ηρόδοτος [Ι, 74] θαυμάζει. Μαρτυρεῖ δ᾿ αὐτῶι καὶ ῾Ηράκλειτος [fr. 38] καὶ Δημόκριτος [fr. 115a]. [24] Ἔνιοι δὲ καὶ αὐτὸν πρῶτον εἰπεῖν φασιν ἀθανάτους τὰς ψυχάς· ὧν ἐστι Χοιρίλος ὁ ποιητής [p. 182 Naeke]. Πρῶτος δὲ καὶ τὴν ἀπὸ τροπῆς ἐπὶ τροπὴν πάροδον εὗρεν, καὶ πρῶτος τὸ τοῦ ἡλίου μέγεθος <τοῦ ἡλιακοῦ κύκλου ὥσπερ καὶ τὸ τῆς σελήνης μέγεθος> τοῦ σεληναίου ἑπτακοσιοστὸν καὶ εἰκοστὸν μέρος ἀπεφήνατο κατά τινας. Πρῶτος δὲ καὶ τὴν ὑστάτην ἡμέραν τοῦ μηνὸς τριακάδα εἶπεν. Πρῶτος δὲ καὶ περὶ φύσεως διελέχθη, ὥς τινες. ᾿Αριστοτέλης [de anima A. 2 p. 405a19] δὲ καὶ ῾Ιππίας [79 B 7] φασὶν αὐτὸν καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς, τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. Παρά τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη [fr. 1; FHG III, 520] πρῶτον καταγράψαι κύκλου τὸ τρίγωνον ὀρθογώνιον καὶ θῦσαι βοῦν. [25] Οἱ δὲ Πυθαγόραν φασίν, ὧν ἐστιν ᾿Απολλόδωρος ὁ λογιστικός [vgl. Diog.VIII, 12]. [οὗτος προήγαγεν ἐπὶ πλεῖστον, ἅ φησι Καλλίμαχος ἐν τοῖς ᾿Ιάμβοις [fr. 83a, II 244 Shneid.] Εὔφορβον εὑρεῖν τὸν Φρύγα οἶον σκαληνὰ [καὶ] τρίγωνα καὶ ὅσα γραμμικῆς ἔχεται θεωρίας.] Δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἄριστα βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίαι ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. Καὶ αὐτὸς δέ φησιν, ὡς ῾Ηρακλείδης [Ponticus fr. 47 Voss] ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν. [26] Ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν· οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. Ὅτε καὶ ἐρωτηθέντα, διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεκνίαν εἰπεῖν. Καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι ἔλεγεν οὐδέπω καιρός, εἶτα ἐπειδὴ παρήβησεν ἐγκειμένης εἰπεῖν οὐκέτι καιρός. Φησὶν δὲ καὶ ῾Ιερώνυμος ὁ ῾Ρόδιος ἐν τῶι δευτέρωι Τῶν σποράδην ὑπομνημάτων [fr. 8 Hiller], ὅτι βουλόμενος δεῖξαι ·άιδιον εἶναι πλουτεῖν, φορᾶς ἐλαιῶν μελλούσης ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα. [27] Ἀρχὴν δὲ τῶν πάντων ὕδωρ ὑπεστήσατο, καὶ τὸν κόσμον ἔμψυχον καὶ δαιμόνων πλήρη. Τάς τε ὥρας τοῦ ἐνιαυτοῦ φασιν αὐτὸν εὑρεῖν καὶ εἰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας διελεῖν. Οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. Ὁ δὲ ῾Ιερώνυμος [fr. 21 Hill.] καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν. Συνεβίω δὲ καὶ Θρασυβούλωι τῶι Μιλησίων τυράννωι, καθά φησι Μινύης [FHG II, 335, 3]. Τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων. [28] Φασὶ γὰρ ᾿Ιωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἁλιέων. Ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβήτησις ἦν, ἕως οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως·
ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον
ἐρωτᾶις; Διδοῦσιν οὖν Θαλῆι· ὁ δὲ ἄλλωι καὶ ἄλλος ἄλλωι ἕως Σόλωνος· ὁ δὲ ἔφη σοφίαι πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. Ταῦτα δὴ ὁ Καλλίμαχος ἐν τοῖς ᾿Ιάμβοις ἄλλως ἱστορεῖ, παρὰ Μαιανδρίου [fr. 3; FHG II, 335] λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γάρ τινα ᾿Αρκάδα φιάλην καταλιπεῖν καὶ ἐπισκῆψαι „δοῦναι τῶν σοφῶν ὀνηΐστωι“ [feblt. Schenid. vgl. 95, II, 260] Ἐδόθη δὴ Θαλῆι καὶ κατὰ περίοδον πάλιν Θαλῆι· [29] ὁ δὲ τῶι Διδυμεῖ ᾿Απόλλωνι ἀπέστειλεν εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον [fr. 95; II, 260 Schn.].
Θαλῆς με τῶι μεδεῦντι Νείλεω δήμου Τὸ δὲ πεζὸν οὕτως ἔχει· ‘Θαλῆς ᾿Εξαμύου Μιλήσιος ᾿Απόλλωνι Δελφινίωι ῾Ελλήνων ἀριστεῖον δὶς λαβών’. Ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν ῎Ελευσις ἐν τῶι Περὶ ᾿Αχιλλέως [FGH II, 336, 3] καὶ ᾿Αλέξων ὁ Μύνδιος ἐν ἐνάτωι Μυθικῶν. Εὔδοξος δ᾿ ὁ Κνίδιος καὶ Εὐάνθης ὁ Μιλήσιός [FHG III, 2*] φασι τῶν Κροίσου τινὰ φίλων λαβεῖν παρὰ τοῦ βασιλέως ποτήριον χρυσοῦν, ὅπως δῶι τῶι σοφωτάτωι τῶν ῾Ελλήνων· τὸν δὲ δοῦναι Θαλῆι, καὶ περιελθεῖν εἰς Χίλωνα. [30] Ὃν πυνθάνεσθαι τοῦ Πυθίου, τίς αὑτοῦ σοφώτερος· καὶ τὸν ἀνειπεῖν Μύσωνα, περὶ οὗ λέξομεν. [Τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων /Protagoras 343a/ δ᾿ ἀντὶ Περιάνδρου.] Περὶ αὐτοῦ δὴ τάδε ἀνεῖπεν ὁ Πύθιος·
Οἰταῖόν τινά φημι Μύσων[α] ἐνὶ Χηνὶ
γενέσθαι Ὁ δὲ ἐρωτήσας ἦν ᾿Ανάχαρσις. Δαΐμαχος δ᾿ ὁ Πλατωνικὸς [fr. 6, FGH II 442] καὶ Κλέαρχος [fr. 44c; FHG II, 347] φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῶι καὶ οὕτω περιενεχθῆναι. ῎Ανδρων δ᾿ ἐν τῶι Τρίποδι [fr. 1; FHG II, 347] ᾿Αργείους ἆθλον ἀρετῆς τῶι σοφωτάτωι τῶν ῾Ελλήνων τρίποδα θεῖναι· κριθῆναι δὲ ᾿Αριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι. [31] Μέμνηται τοῦ ᾿Αριστοδήμου καὶ ᾿Αλκαῖος [fr. 49 Bergk] οὕτως·
Ὣς γὰρ δή ποτ᾿ ᾿Αριστόδαμόν φασ᾿ οὐκ
ἀπάλαμνον ἐν Σπάρται λόγον Ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλωι τῶι Μιλησίων τυράννωι πλοῖον ἔμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κώιαν θάλασσαν ναυαγήσαντος ὕστερον εὑρεθῆναι πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος [fr. 4; FHG IV, 473] δὲ περὶ τὴν ᾿Αθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι· [32] διὰ τί δέ, ἐν τῶι περὶ Βίαντος λέξομεν. Ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὖθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν τῆι ῾Ελένηι ἁρπασθέντα ὑπὸ ᾿Αλεξάνδρου ·ιφῆναι εἰς τὴν Κώιαν θάλασσαν πρὸς τῆς Λακαίνης, εἰπούσης ὅτι περιμάχητος ἔσται. Χρόνωι δὲ Λεβεδίων τινῶν αὐτόθι γρῖφον ὠνησαμένων καταληφθῆναι καὶ τὸν τρίποδα, μαχομένων δὲ πρὸς τοὺς ἁλιέας γενέσθαι τὴν ἄνοδον ἕως τῆς Κῶ· καὶ ὡς οὐδὲν ἤνυτον, τοῖς Μιλησίοις μητροπόλει οὔσηι μηνύουσιν. Οἱ δ᾿ ἐπειδὴ διαπρεσβευόμενοι ἠλογοῦντο, πρὸς τοὺς Κώιους πολεμοῦσι. Καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων ἐκπίπτει χρησμὸς δοῦναι τῶι σοφωτάτωι· καὶ ἀμφότεροι συνήινεσαν Θαλῆι. [33] Ὁ δὲ μετὰ τὴν περίοδον τῶι Διδυμεῖ τίθησιν ᾿Απόλλωνι. Κώιοις μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον·
οὐ πρότερον λήξει νεῖκος Μερόπων καὶ
᾿Ιώνων, Μιλησίοις δέ· ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾶις; καὶ ὡς προείρηται. Καὶ τόδε μὲν οὕτως. ῞Ερμιππος δ᾿ ἐν τοῖς Βίοις [fr. 12; FHG III, 39] εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. Ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῆι Τᾧχηι· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι ῞Ελλην καὶ οὐ βάρβαρος. [34] Λέγεται δ᾿ ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσηι, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῶι ἀνοιμώξαντι φάναι τὴν γραῦν· „σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι;“ οἶδε δ᾿ αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις [fr. 23 D.] ἐπαινεῖ αὐτὸν λέγων· οἷόν θ᾿ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα. Τὰ δὲ γεγραμμένα ὑπ᾿ αὐτοῦ φησι Λόβων ὁ ᾿Αργεῖος [FGH III 27**] εἰς ἔπη τείνειν διακόσια. Ἐπιγεγράφθαι δ᾿ αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε·
τόνδε Θαλῆν Μίλητος ᾿Ιὰς θρέψασ᾿
ἀνέδειξεν [35] Τῶν τε ἀιδομένων αὐτοῦ τάδε εἶναι·
Οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο
δόξαν· Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε· πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ. Κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ. Μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ. Τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει. Ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων. Σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα. Οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν· „σὺ οὖν“ ἔφη τις „διὰ τί οὐκ ἀποθνήισκεις“; „ὅτι“, ἔφη, „οὐδὲν διαφέρει“. [36] Πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, „ἡ νύξ“ ἔφη „μιᾶι ἡμέραι πρότερον“. Ἠρώτησέ τις αὐτόν, εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· „ἀλλ᾿ οὐδὲ διανοούμενος“ ἔφη. Πρὸς τὸν μοιχὸν ἐρόμενον, εἰ ὀμόσειε μὴ μεμοιχευκέναι, „οὐ χεῖρον“ ἔφη „μοιχείας ἐπιορκία“. Ἐρωτηθεὶς τί δύσκολον, ἔφη „τὸ ἑαυτὸν γνῶναι“· τί δὲ εὔκολον, „τὸ ἄλλωι ὑποθέσθαι“· τί ἥδιστον, „τὸ ἐπιτυγχάνειν“· τί τὸ θεῖον, „τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν“. Τί δὲ καινὸν εἴη τεθεαμένος, ἔφη· „γέροντα τύραννον“. Πῶς ἄν τις ἀτυχίαν ·ᾶιστα φέροι, „εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι“. Πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, „ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν“· [37] τίς εὐδαίμων, „ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος“. Φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι· μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. „Μὴ πλούτει“ φησί „κακῶς μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας“. „Οὓς ἂν ἐράνους εἰσενέγκηις“ φησί „τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων“. Τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ·ευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων. Φησὶ δ᾿ ᾿Απολλόδωρος ἐν τοῖς Χρονικοῖς [fr. 15 Iacoby] γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης [ἐνάτης ?] ὀλυμπιάδος. [38] Ἐτελεύτησε δ᾿ ἐτῶν ἑβδομήκοντα ὀκτώ [ἤ, ὡς Σωσικράτης [fr. 10; FGH IV, 501] φησίν, ἐνενήκοντα]· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος [-548/-5], γεγονότα κατὰ Κροῖσον, ὧι καὶ τὸν ῞Αλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ·εῖθρον παρατρέψαντα [546]. Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς ῾Ομωνύμοις, πέντε· ·ήτωρ Καλλατιανὸς κακόζηλος· ζωγράφος Σικυώνιος μεγαλοφυής· τρίτος ἀρχαῖος πάνυ κατὰ ῾Ησίοδον καὶ ῞Ομηρον καὶ Λυκοῦργον· [τέταρτος οὖ μέμνηται Δοῦρις ἐν τῶι Περὶ ζωγραφίας [fr. 77, PHG II, 487]: πέμπτος νεώτερος, ἄδοξος, οὖ μνημονεύει Διονύσιος ἐν Κριτικοῖς]. [39] Ὁ δ᾿ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. Καὶ αὐτοῦ ἐπιγέγραπται τῶι μνήματι [Anthologia Palatina VII, 84]:
Ἦ ὀλίγον τόδε σᾶμα τὸ δὲ κλέος
οὐρανόμακες Ἔστι καὶ παρ᾿ ἡμῖν ἐς αὐτὸν ἐν τῶι πρώτωι τῶν ᾿Επιγραμμάτων ἢ Παμμέτρωι τόδε τὸ ἐπίγραμμα [Anthologia Palatina VII, 85]·
Γυμνικὸν αὖ ποτ᾿ ἀγῶνα θεώμενον,
᾿Ηέλιε Ζεῦ, [40] Τούτου ἐστὶν τὸ Γνῶθι σαυτόν, ὅπερ ᾿Αντισθένης ἐν ταῖς Διαδοχαῖς [FHG III, 182*] Φημονόης εἶναί φησιν, ἐξιδιοποιήσασθαι δὲ αὐτὸ Χίλωνα.
2. SUIDAS [42-47 aus Hesychius Onomatologos, 37-40 aus A 1] Θαλῆς ᾿Εξαμύου καὶ Κλεοβουλίνης Μιλήσιος, ὡς δὲ ῾Ηρόδοτος [I, 171] Φοῖνιξ, γεγονὼς πρὸ Κροίσου ἐπὶ τῆς λε ὀλυμπιάδος [640-637], κατὰ δὲ Φλέγοντα γνωριζόμενος ἤδη ἐπὶ τῆς ζ [752-749]. Ἔγραψε περὶ μετεώρων ἐν ἔπεσι [vgl. B 1], Περὶ ἰσημερίας [B 4] καὶ ἄλλα πολλά. Ἐτελεύτησε δὲ γηραιὸς θεώμενος γυμνικὸν ἀγῶνα, πιληθεὶς δὲ ὑπὸ τοῦ ὄχλου καὶ ἐκλυθεὶς ὑπὸ τοῦ καύματος. Πρῶτος δὲ Θαλῆς τὸ τοῦ σοφοῦ ἔσχεν ὄνομα καὶ πρῶτος τὴν ψυχὴν εἶπεν ἀθάνατον ἐκλείψεις τε καὶ ἰσημερίας κατείληφεν. Ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ τὸ θρυλλούμενον ‘γνῶθι σαυτόν’. Τὸ γὰρ ‘ἐγγύα, πάρα δ᾿ ἄτα’ Χίλωνός ἐστι μᾶλλον ἰδιοποιησαμένου αὐτὸ καὶ τὸ ‘μηδὲν ἄγαν’. [vgl. Cedren. I, 275, 14] Θαλῆς ὁ φυσικὸς φιλόσοφος ἐπὶ Δαρείου [!] προειπὼν τὴν τοῦ ἡλίου ἔκλειψιν.
3. SCHOL. PLATONIS in Remp. 600A]
Θαλῆς ᾿Εξαμύου Μιλήσιος, Φοῖνιξ δὲ καθ᾿ ῾Ηρόδοτον. Οὗτος πρῶτος ὠνομάσθη σοφός. Εὗρε γὰρ τὸν ἥλιον ἐκλείπειν ἐξ ὑποδρομῆς σελήνης καὶ μικρὰν ἄρκτον αὐτὸς ἔγνω καὶ τὰς τροπὰς πρῶτος ῾Ελλήνων καὶ περὶ μεγέθους ἡλίου καὶ φύσεως. Ἀλλὰ καὶ ἄψυχα ψυχὴν ἔχειν ὁπωσοῦν ἐκ τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. Ἀρχὴν δὲ τῶν στοιχείων τὸ ὕδωρ. Τὸν δὲ κόσμον ἔμψυχον ἔφη καὶ δαιμόνων πλήρη. Ἐπαιδεύθη ἐν Αἰγύπτωι ὑπὸ τῶν ἱερέων. Τούτου τὸ „γνῶθι σαυτόν“. Ἐτελεύτησε δὲ μονήρης γηραιὸς γυμνικὸν ἀγῶνα θεώμενος ὑπὸ καύματος ἐκλυθείς.
4. HERODOT. I, 170
Χρηστὴ δὲ καὶ πρὶν ἢ διαφθαρῆναι ᾿Ιωνίην Θαλέω ἀνδρὸς Μιλησίου ἐγένετο [sc. ἡ γνώμη], τὸ ἀνέκαθεν γένος ἐόντος Φοίνικος, ὃς ἐκέλευε ἓν βουλευτήριον ῎Ιωνας ἐκτῆσθαι, τὸ δὲ εἶναι ἐν Τέωι [Τέων γὰρ μέσον εἶναι ᾿Ιωνίης], τὰς δὲ ἄλλας πόλιας οἰκεομένας μηδὲν ἧσσον νομίζεσθαι κατάπερ εἰ δῆμοι εἶεν. Vgl. I, 146 Μινύαι δὲ Ὀρχομένί σφι [den kolonisierenden Ioniern] ἀναμεμίχαται καὶ Καδμεῖοι.
5. I, 74
[Krieg zwischen Alyattes und Kyaxares] Διαφέρουσι δέ σφι ἐπ᾿ ἴσης τὸν πόλεμον τῶι ἕκτωι ἔτει συμβολῆς γενομένης συνήνεικε, ὥστε τῆς μάχης συνεστεώσης τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι. [Sonnenfinsternis 28. Mai 585] τὴν δὲ μεταλλαγὴν ταύτην τῆς ἡμέρης Θαλῆς ὁ Μιλήσιος τοῖσι ῎Ιωσι προηγόρευσε ἔσεσθαι, οὖρον προθέμενος ἐνιαυτὸν τοῦτον, ἐν τῶι δὴ καὶ ἐγένετο ἡ μεταβολή.
CLEM. STOM, I, 65 p. 354P.
Θαλῆν δὲ Εὔδημος [fr. 94 Sp.] ἐν ταῖς ᾿Αστρολογικαῖς ἱστορίαις τὴν γενομένην ἔκλειψιν τοῦ ἡλίου προειπεῖν φησι, καθ᾿ οὓς χρόνους συνῆψαν μάχην πρὸς ἀλλήλους Μῆδοί τε καὶ Λυδοὶ βασιλεύοντος Κυαξάρους μὲν τοῦ ᾿Αστυάγους πατρὸς Μήδων, ᾿Αλυάττου δὲ τοῦ Κροίσου Λυδῶν ... εἰσὶ δὲ οἱ χρόνοι ἀμφὶ τὴν ν ὀλυμπιάδα [580-77]. [das lezte aus Tatian 41 περὶ τῆς τῶν ἑπτά σοφῶν ἡλικίας ἀναγράφομεν· τοῦ γὰρ πρεσβθτάτου τῶν προειρημένων Θάλητος γενομένου περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα.
EUSEB, Chron.,
a] Sync.
Θαλῆς Μιλήσιος ἔκλειψιν ἡλίου σύμπασαν προεῖπεν. Arm. Ol. 49, 2 [583].
b. Ol. 50.[680-77] Cyrill. c. Iul. I, p. 13E.]
c. [Hieron]
Solis facta defectio, cum futuram eam Thales ante dixisset ... Alyattes et Astyages dimicaverunt.a. Abr. 1432 [585 a. Ch.]
CIC, De div. I, 49, 112
Primus defectionem solis, quae Astyage regnante facta est, praedixisse fertur.
PLIN, N. H. II, 53
Apud Graecos autem investigavit [sc. defectus rationem] primus omnium Thales Milesius olympiadis XLVIII anno quarto praedicto solis defectu, qui Alyatte rege factus est urbis conditae CLXX.
6. HEROD.I, 75
Ὡς δὲ ἀπίκετο ἐπὶ τὸν ῞Αλυν ποταμὸν ὁ Κροῖσος, τὸ ἐνθεῦτεν, ὡς μὲν ἐγὼ λέγω, κατὰ τὰς ἐούσας γεφύρας διεβίβασε τὸν στρατόν, ὡς δὲ ὁ πολλὸς λόγος ῾Ελλήνων, Θαλῆς οἱ ὁ Μιλήσιος διεβίβασε. Ἀπορέοντος γὰρ Κροίσου, ὅκως οἱ διαβήσεται τὸν ποταμὸν ὁ στρατός ..., λέγεται παρεόντα τὸν Θαλῆν ἐν τῶι στρατοπέδωι ποιῆσαι αὐτῶι τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ·έοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ·έειν, ποιῆσαι δὲ ὧδε· ἄνωθεν τοῦ στρατοπέδου ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν ἄγοντα μηνοειδέα, ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτου λάβοι, ταύτηι κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ·εέθρων, καὶ αὖτις παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαῖα ἐσβάλλοι. Ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ὁ ποταμός, ἀμφοτέρηι διαβατὸς ἐγένετο.
7. EUSEB, Chron.
a] bei Cyril., Contra Iul. I; p. 12
Τριακοστῆι πέμπτηι ὀλυμπιάδι [-640/-637] Θαλῆς Μιλήσιος πρῶτος φυσικὸς φιλόσοφος γενέσθαι λέγεται, παρατείνασθαι δὲ τὴν ζωὴν αὐτοῦ φασιν ἕως πεντηκοστῆς ὀγδόης ὀλ. [-548/-545].
b] Hieron, Ol. 35, 1 [640]
Thales Milesius Examyis filius primus physicus philosophus agnoscitur, quem aiunt vixisse usque ad LVIII olympiadem. ABULFARAGIUS p. 33 Pococke : tradit Cyrillus in libro suo quo respondet Iuliano ... fuisse Thaletem ante initium regni Nebuchadnesaris XXVIII annis. dicit autem Porphyrius floruisse Thaletem post Nebuchadnesarem CXXIII [XXIII ? ] annis.
8. ᾿Εκλογὴ ῾Ιστοριῶν Parisina [Cramer, An. Par. II, 263 vgl. Leo ad. Bekk. p. 36, 4] unter könig Hiskias J. 6 [um Ol. 10, 740]
Κατὰ τούτους τοὺς χρόνους Θαλῆς Μιλήσιος ἐν Τενέδωι ἀπέθανε καὶ Σίβυλλα ᾿Ερυθραία ἐγνωρίζετο.
CHRON. pasch. 214, 20 Bekk. unter Hiskias, J. 5 [Ol 10, 3]
Τούτωι τῶι ἔτει Θαλῆς ὁ Μιλήσιος φιλόσοφος ἐν Τενέδωι ἀπέθανεν.
9. PLATO, Theaet. 174A
Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾶιττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῶι προθυμοῖτο εἰδέναι, τὰ δ᾿ ὄπισθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν.
10. ARISTOT, Politica A, 11; p. 1259a 6
Πάντα γὰρ ὠφέλιμα ταῦτ᾿ ἐστὶ τοῖς τιμῶσι τὴν χρηματιστικήν, οἶον καὶ τὸ Θαλέω τοῦ Μιλησίου. Τοῦτο γάρ ἐστι κατανόημά τι χρηματιστικόν· ἀλλ᾿ ἐκείνωι μὲν διὰ τὴν σοφίαν προσάπτουσι, τυγχάνει δὲ καθόλου τι ὄν. Ὀνειδιζόντων γὰρ αὐτῶι διὰ τὴν πενίαν ὡς ἀνωφελοῦς τῆς φιλοσοφίας οὔσης, κατανοήσαντά φασιν αὐτὸν ἐλαιῶν φορὰν ἐσομένην ἐκ τῆς ἀστρολογίας, ἔτι χειμῶνος ὄντος εὐπορήσαντα χρημάτων ὀλίγων ἀρραβῶνας διαδοῦναι τῶν ἐλαιουργείων τῶν τ᾿ ἐν Μιλήτωι καὶ Χίωι πάντων, ὀλίγου μισθωσάμενον ἅτ᾿ οὐδενὸς ἐπιβάλλοντος. Ἐπειδὴ δ᾿ ὁ καιρὸς ἧκε, πολλῶν ζητουμένων ἅμα καὶ ἐξαίφνης, ἐκμισθοῦντα ὃν τρόπον ἠβούλετο, πολλὰ χρήματα συλλέξαντα ἐπιδεῖξαι, ὅτι ·άιδιόν ἐστι πλουτεῖν τοῖς φιλοσόφοις, ἂν βούλωνται, ἀλλ᾿ οὐ τοῦτ᾿ ἔστι περὶ ὃ σπουδάζουσιν. Vgl. S. 4, 4. Cic. div. I, 49, 111.
11. PROCL, In Eucl. 65, 3 Friedl. [ Eudémos, Γεωμετρικὴ ἱστορία. fr. 84 Speng.]
Ὥσπερ οὖν παρὰ τοῖς Φοίνιξιν διὰ τὰς ἐμπορείας καὶ τὰ συναλλάγματα τὴν ἀρχὴν ἔλαβεν ἡ τῶν ἀριθμῶν ἀκριβὴς γνῶσις, οὕτω δὴ καὶ παρ᾿ Αἰγυπτίοις ἡ γεωμετρία διὰ τὴν εἰρημένην αἰτίαν εὕρηται. Θαλῆς δὲ πρῶτον εἰς Αἴγυπτον ἐλθὼν μετήγαγεν εἰς τὴν ῾Ελλάδα τὴν θεωρίαν ταύτην καὶ πολλὰ μὲν αὐτὸς εὗρεν, πολλῶν δὲ τὰς ἀρχὰς τοῖς μετ᾿ αὐτὸν ὑφηγήσατο τοῖς μὲν καθολικώτερον ἐπιβάλλων, τοῖς δὲ αἰσθητικώτερον.
PLUT, Sol. 2
Καὶ Θαλῆν δέ φασιν ἐμπορίαι χρήσασθαι καὶ ῾Ιπποκράτην [c. 30] τὸν μαθηματικόν, καὶ Πλάτωνι τῆς ἀποδημίας ἐφόδιον ἐλαίου τινὸς ἐν Αἰγύπτωι διάθεσιν γενέσθαι.
De Is. et Osir. 34
Οἴονται δὲ καὶ ῞Ομηρον ὥσπερ Θαλῆ μαθόντα παρ᾿ Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι.
IOSEPH, c. Ap. I, 2
Ἀλλὰ μὴν καὶ τοὺς περὶ τῶν οὐρανίων τε καὶ θείων πρώτους παρ᾿ ῞Ελλησι φιλοσοφήσαντας οἶον Φερεκύδην τε τὸν Σύριον καὶ Πυθαγόραν καὶ Θάλητα πάντες συμφώνως ὁμολογοῦσιν Αἰγυπτίων καὶ Χαλδαίων γενομένους μαθητὰς ὀλίγα συγγράψαι καὶ ταῦτα τοῖς ῞Ελλησιν εἶναι δοκεῖ πάντων ἀρχαιότατα καὶ μόλις αὐτὰ πιστεύουσιν ὑπ᾿ ἐκείνων γεγράφθαι.
AËTIUS, De plac. I, 3, 1 [D. 276]
Φιλοσοφήσας ἐν Αἰγύπτωι ἦλθεν εἰς Μίλητον πρεσβύτερος.
IAMBL, V. Pyth. 12
Προετρέψατο εἰς Αἴγυπτον διαπλεῦσαι καὶ τοῖς ἐν Μέμφιδι καὶ Διοσπόλει μάλιστα συμβαλεῖν ἱερεῦσι· παρὰ γὰρ ἐκείνων καὶ ἑαυτὸν ἐφωδιάσθαι ταῦτα, δι᾿ ἃ σοφὸς παρὰ τοῖς πολλοῖς νομίζεται. LEHRE.
12. ARISTOT, Metaphysica A, 3; 983b 18
Τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ εἶναί φησιν [διὸ καὶ τὴν γῆν ἐφ᾿ ὕδατος ἀπεφαίνετο εἶναι], λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτωι ζῶν [τὸ δ᾿ ἐξ οὗ γίγνεται, τοῦτ᾿ ἐστὶν ἀρχὴ πάντων], διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν· τὸ δ᾿ ὕδωρ ἀρχὴ τῆς φύσεώς ἐστι τοῖς ὑγροῖς. Εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· ᾿Ωκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας [Ilias 14, 201] καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπ᾿ αὐτῶν Στύγα τῶν ποιητῶν [Ilias 15, 37 etc.]· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν.
13. SIMPL. Phys. 23, 21 [Theophrast's Phys. Opin. fr. 1. Doxogr. 475, 1]
Τῶν δὲ μίαν καὶ κινουμένην λεγόντων τὴν ἀρχήν, οὓς καὶ φυσικοὺς ἰδίως καλεῖ [Aristotelés], οἱ μὲν πεπερασμένην αὐτήν φασιν, ὥσπερ Θαλῆς μὲν ᾿Εξαμύου Μιλήσιος καὶ ῞Ιππων, ὃς δοκεῖ καὶ ἄθεος γεγονέναι, ὕδωρ ἔλεγον τὴν ἀρχὴν ἐκ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν εἰς τοῦτο προαχθέντες· καὶ γὰρ τὸ θερμὸν τῶι ὑγρῶι ζῆι καὶ τὰ νεκρούμενα ξηραίνεται καὶ τὰ σπέρματα πάντων ὑγρὰ καὶ ἡ τροφὴ πᾶσα χυλώδης· ἐξ οὗ δέ ἐστιν ἕκαστα, τούτωι καὶ τρέφεσθαι πέφυκε· τὸ δὲ ὕδωρ ἀρχὴ τῆς ὑγρᾶς φύσεώς ἐστι καὶ συνεκτικὸν πάντων· διὸ πάντων ἀρχὴν ὑπέλαβον εἶναι τὸ ὕδωρ καὶ τὴν γῆν ἐφ᾿ ὕδατος ἀπεφήναντο κεῖσθαι.
14 ARISTOT, de caelo B, 13; 294a28
Οἱ δ᾿ ἐφ᾿ ὕδατος κεῖσθαι [sc. τὴν γῆν]. Τοῦτον γὰρ ἀρχαιότατον παρειλήφαμεν τὸν λόγον, ὅν φασιν εἰπεῖν Θαλῆν τὸν Μιλήσιον ὡς διὰ τὸ πλωτὴν εἶναι μένουσαν ὥσπερ ξύλον ἤ τι τοιοῦτον ἕτερον [καὶ γὰρ τούτων ἐπ' ἀέρος μὲν οὐθὲν πέφυκε μένειν, ἀλλ' ἐφ' ὕδατος], ὥσπερ οὐ τὸν αὐτὸν λόγον ὄντα περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοῦ ὀχοῦντος τὴν γῆν.
15. SENECA, Natur. Quaest. III, 14
Thaletis inepta sententia est. ait enim terrarum orbem aqua sustineri et vehi more navigii mobilitateque eius fluctuare tunc cum dicitur tremere. non est ergo mirum, si abundat humor ad flumina profundenda, cum mundus in humore sit totus.
16. HEROD II, 20 [Ansichten der Griechen über die Nilschwelle]
Τῶν ἡ ἑτέρη μὲν λέγει τοὺς ἐτησίας ἀνέμους εἶναι αἰτίους πληθύειν τὸν ποταμὸν κωλύοντας ἐς θάλασσαν ἐκρέειν τὸν Νεῖλον ...
AËT. IV 1, 1
Θαλῆς τοὺς ἐτησίας ἀνέμους οἴεται πνέοντας τῆι Αἰγύπτωι ἀντιπροσώπους ἐπαίρειν τοῦ Νείλου τὸν ὄγκον διὰ τὸ τὰς ἐκροὰς αὐτοῦ τῆι παροιδήσει τοῦ ἀντιπαρήκοντος πελάγους ἀνακόπτεσθαι. Vgl. Dox. S. 384. 228
17. DERCYLLIDES, ap. Theón astr 198, 14 H.
Εὔδημος [fr. 94 Sp.] ἱστορεῖ ἐν ταῖς ᾿Αστρολογίαις, ὅτι Οἰνοπίδης [c. 29, 7] εὗρε πρῶτος τὴν τοῦ ζωιδιακοῦ λόξωσιν [l. διάζωσιν] καὶ τὴν τοῦ μεγάλου ἐνιαυτοῦ περίστασιν, Θαλῆς δὲ ἡλίου ἔκλειψιν καὶ τὴν κατὰ τὰς τροπὰς αὐτοῦ περίοδον, ὡς οὐκ ἴση ἀεὶ συμβαίνει.
18. PLIN, N. H. XVIII, 213
Occasum matutinum Vergiliarum Hesiodus [nam huius quoque nomine exstat Astrologia [c. 68 a] tradidit fieri, cum aequinoctium autumni conficeretur, Thales XXV. die ab aequinoctio. Vgl. S. 11, 1 ff. 16, 6.
19. APULEIUS, Flor. 18.
Thales Milesius ex septem illis sapientiae memoratis viris facile praecipuus [enim geometriae penes Graios primus repertor et naturae certissimus explorator et astrorum peritissimus contemplator] maximas res parvis lineis repperit: temporum ambitus ventorum flatus, stellarum meatus, tonitruum sonora miracula, siderum obliqua curricula, solis annua reverticula idem lunae vel nascentis incrementa vel senescentis dispendia vel delinquentis obstiticula. idem sane iam proclivi senectute divinam rationem de sole commentus est, quam equidem non didici modo, verum etiam experiundo comprobavi, quoties sol magnitudine sua circulum quem permeat metiatur. id a se recens inventum Th. memoratur edocuisse Mandrolytum Prienensem, qui nova et inopinata cognitione impendio delectatus optare iussit quantam vellet mercedem sibi pro tanto documento rependi: „satis“ inquit „mihi fuerit mercedis“ Thales sapiens, „si id quod a me didicisti cum proferre ad quosdam coeperis, tibi non adsciveris, sed eius inventi me potius quam alium repertorem praedicaris“.
20. PROCL. In Eucl. 157, 10 Friedl. [aus Eudem]
Τὸ μὲν οὖν διχοτομεῖσθαι τὸν κύκλον ὑπὸ τῆς διαμέτρου πρῶτον Θαλῆν ἐκεῖνον ἀποδεῖξαί φασιν.
250, 20
Τῶι μὲν οὖν Θαλῆι τῶι παλαιῶι πολλῶν τε ἄλλων εὑρέσεως ἕνεκα καὶ τοῦδε τοῦ θεωρήματος χάρις. Λέγεται γὰρ δὴ πρῶτος ἐκεῖνος ἐπιστῆσαι καὶ εἰπεῖν, ὡς ἄρα παντὸς ἰσοσκελοῦς αἱ πρὸς τῆι βάσει γωνίαι ἴσαι εἰσίν, ἀρχαϊκώτερον δὲ τὰς „ἴσας“ ὁμοίας προσειρηκέναι.
299, 1
Τοῦτο τοίνυν τὸ θεώρημα δείκνυσιν, ὅτι δύο εὐθειῶν ἀλλήλας τεμνουσῶν αἱ κατὰ κορυφὴν γωνίαι ἴσαι εἰσίν, εὑρημένον μέν, ὥς φησιν Εὔδημος, ὑπὸ Θαλοῦ πρώτου.
352, 14
Εὔδημος δὲ ἐν ταῖς Γεωμετρικαῖς ἱστορίαις [fr. 87] εἰς Θαλῆν τοῦτο ἀνάγει τὸ θεώρημα· [Identität der Dreiecke, wenn sie eine Seite und die beiden anliegende Winkel gleich haben]: τὴν γὰρ τῶν ἐν θαλάττηι πλοίων ἀπόστασιν δι᾿ οὗ τρόπου φασὶν αὐτὸν δεικνύναι, τούτωι προσχρῆσθαί φησιν ἀναγκαῖον.
21. PLIN, N. H. XXXVI, 82
Mensuram altitudinis earum deprehendere invenit Thales Milesius umbram metiendo qua hora par esse corpori solet. [Vgl. Hieronym. oben S. 4, 12].
PLUT, conv. 2; p. 147A
Τὴν βακτηρίαν στήσας ἐπὶ τῶι πέρατι τῆς σκιᾶς ἣν ἡ πυραμὶς ἐποίει, γενομένων τῆι ἐπαφῆι τῆς ἀκτῖνος δυεῖν τριγώνων ἔδειξας, ὃν ἡ σκιὰ πρὸς τὴν σκιὰν λόγον εἶχε, τὴν πυραμίδα πρὸς τὴν βακτηρίαν ἔχουσαν.
22. PLAT. legg. x 899b.
Ἄστρων δὴ πέρι πάντων καὶ σελήνης, ἐνιαυτῶν τε καὶ μηνῶν καὶ πασῶν ὡρῶν πέρι, τίνα ἄλλον λόγον ἐροῦμεν ἢ τὸν αὐτὸν τοῦτον, ὡς ἐπειδὴ ψυχὴ μὲν ἢ ψυχαὶ πάντων τούτων αἴτιαι ἐφάνησαν, ἀγαθαὶ δὲ πᾶσαν ἀρετήν, θεοὺς αὐτὰς εἶναι φήσομεν, εἴτε ἐν σώμασιν ἐνοῦσαι, ζῷα ὄντα, κοσμοῦσιν πάντα οὐρανόν, εἴτε ὅπῃ τε καὶ ὅπως; ἔσθ' ὅστις ταῦτα ὁμολογῶν ὑπομενεῖ μὴ θεῶν εἶναι πλήρη πάντα;
ARIST. De anima A, 5; 411a7
Καὶ ἐν τῶι ὅλωι δέ τινες αὐτὴν [sc. τὴν ψυχήν] μεμεῖχθαί φασιν, ὅθεν ἴσως καὶ Θαλῆς ὠιήθη πάντα πλήρη θεῶν εἶναι.
I, 2; 405a19
Ἔοικε δὲ καὶ Θαλῆς, ἐξ ὧν ἀπομνημονεύουσι, κινητικόν τι τὴν ψυχὴν ὑπολαβεῖν, εἴπερ τὸν λίθον [Magnetstein] ἔφη ψυχὴν ἔχειν ὅτι τὸν σίδηρον κινεῖ.
23. AËT I, 7, 11 [D. 301]
Θαλῆς νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἔμψυχον ἅμα καὶ δαιμόνων πλῆρες· διήκειν δὲ καὶ διὰ τοῦ στοιχειώδους ὑγροῦ δύναμιν θείαν κινητικὴν αὐτοῦ.
CIC. d. deor. n. 10,15
Thales enim Milesius qui primus de
talibus rebus quaesivit, aquam dixit esse initium rerum, deum autem
eam mentem, quae ex aqua cuncta fingeret. B. ANGEBLICHE FRAGMENTE 1. ΘΑΛΟΥ ΝΑΥΤΙΚΗ ΑΣΤΡΟΛΟΓΙΑ
DIOG. I, 23 [vgl. S. 3. 11]. SUID. [vgl. S. 6. 42]. SIMPL, Phys. 23, 29.
Θαλῆς δὲ πρῶτος παραδέδοται τὴν περὶ φύσεως ἱστορίαν τοῖς ῞Ελλησιν ἐκφῆναι, πολλῶν μὲν καὶ ἄλλων προγεγονότων, ὡς καὶ τῶι Θεοφράστωι [Phys. Opin. 1; D. 475] δοκεῖ, αὐτὸς δὲ πολὺ διενεγκὼν ἐκείνων ὡς ἀποκρῦψαι πάντας τοὺς πρὸ αὐτοῦ. Λέγεται δὲ ἐν γραφαῖς μηδὲν καταλιπεῖν πλὴν τῆς καλουμένης Ναυτικῆς ἀστρολογίας.
Plut. Pyt. oraculis 18, 402E
Πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους ὥσπερ ᾿Ορφεὺς [c. 66] καὶ ῾Ησίοδος [vgl. 68a] καὶ Παρμενίδης [c. 18, 15] καὶ Ξενοφάνης [c. 11, 18] καὶ ᾿Εμπεδοκλῆς [c. 21, 25] καὶ Θαλῆς.... οὐδ᾿ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ ᾿Αρίσταρχον καὶ Τιμόχαριν καὶ ᾿Αρίστυλλον καὶ ῞Ιππαρχον καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου καὶ ῾Ησιόδου καὶ Θαλοῦ γραφόντων, εἴ γε Θαλῆς ἐποίησεν ὡς ἀληθῶς εἰπεῖν <τὴν> εἰς αὐτὸν ἀναφερομένην ᾿Αστρολογίαν. Vgl. A 18-20.
2. ΠΕΡΙ ΑΡΧΩΝ ΑΒ
GAILEN. In Hipp. de hum. I, 1 [XVI 37 K]
Θαλῆς μὲν καίοπερ ἐκ τοῦ ὕδατός φησι συνεστάναι πάντα, ἀλλ᾿ ὅμως καὶ τοῦτο βούλεται [sc. μεταβάλλειν εἰς ἄλληλα τὰ στοιχεῖα]· ἄμεινον δὲ καὶ αὐτοῦ τὴν ῥῆσιν προσθεῖναι ἐκ τοῦ δευτέρου περὶ τῶν ἀρχῶν ἔχουσαν ὧδέ πως· ᾿τὰ μὲν οὖν πολυθρύλητα τέτταρα, ὧν τὸ πρῶτον εἶναι ὕδωρ φαμὲν καὶ ὡσανεὶ μόνον στοιχεῖον τίθεμεν, πρὸς σύγκρισίν τε καὶ πήγνυσιν καὶ σύστασιν τῶν ἐγκοσμίων πρὸς ἄλληλα συγκεράννυται. Πῶς δέ, ἤδη λέλεκται ἡμῖν ἐν τῶι πρώτωι.᾿
3. ΠΕΡΙ ΤΡΟΠΗΣ, ΠΕΡΙ ΙΣΗΜΕΡΙΑΣ
DIOG. I, 23 [9. 3, 17]
Κατά τινας δὲ μόνα δύο συνέγραψε Περὶ τροπῆς καὶ ᾿Ισημερίας, τὰ ἄλλ᾿ ἀκατάληπτα εἶναι δοκιμάσας. |