RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE DENYS D'HALICARNASSE

 

DENYS D'HALICARNASSE

 
EXAMEN CRITIQUE DES PLUS CÉLÈBRES ÉCRIVAINS DE LA GRÈCE,

PAR
DENYS D'HALICARNASSE;
TRADUIT EN FRANÇAIS POUR LA PREMIÈRE FOIS,
AVEC DES NOTES .

PAR E. GROS, Professeur au Collége royal de Saint-Louis.
TOME PREMIER.

PARIS.
BRUNOT—LABBE, ÉDITEUR,
LIBRAIRE DE L'UNIVERSITÉ ROYALES
QUAI DES AUGUSTINS N" 33.
1826.

MÉMOIRES DE DENYS D'HALICARNASSE SUR LES ANCIENS ORATEURS.

ΔΙΟΝΥΣΙΟΥ ἉΛΙΚΑΡΝΑΣΣΕΩΣ ΠΕΡΙ ΤΩΝ ἈΡΧΑΙΩΝ ῬΗΤΟΡΩΝ ὙΠΟΜΝΗΜΑΤΙΣΜΟΙ

 

LYSIAS

ΛΥΣΙΑΣ

traduction française

Pour la traduction française par chapitre, cliquer sur le chapitre
 

 




ΛΥΣΙΑΣ

Α'. Λυσίας ὁ Κεφάλου Συρακουσίων μὲν ἦν γονέων, ἐγεννήθη δὲ Ἀθήνησι μετοικοῦντι τῷ πατρὶ, καὶ συνεπαιδεύθη τοῖς ἐπιφανεστάτοις Ἀθηναίων. τη δὲ πεντεκαίδεκα γεγονὼς, εἰς Θουρίους ᾤχετο πλέων σὺν ἀδελφοῖς δυσίν, κοινωνήσων τῆς ἀποικίας, ἣν ἔστελλον Ἀθηναῖοί τε καὶ ἡ ἄλλη Ἑλλὰς δωδεκάτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ διετέλεσεν αὐτόθι πολιτευόμενος ἐν εὐπορίᾳ πολλῇ μέχρι τῆς συμφορᾶς  τῆς κατασχούσης Ἀθηναίους ἐν Σικελίᾳ. Μετ´ ἐκεῖνο δὲ τὸ πάθος στασιάσαντος τοῦ δήμου, ἐκπίπτει σὺν ἄλλοις τριακοσίοις ἀττικισμὸν ἐγκληθείς· καὶ παραγενόμενος αὖθις εἰς Ἀθήνας κατὰ ἄρχοντα Καλλίαν, ἕβδομον καὶ τετταρακοστὸν ἔτος ἔχων, ὡς ἄν τις εἰκάσειεν· ἐξ ἐκείνου τοῦ χρόνου διετέλεσε τὰς διατριβὰς ποιούμενος Ἀθήνησι. Πλείστους δὲ γράψας λόγους εἰς δικαστήριά τε καὶ βουλὰς, καὶ πρὸς ἐκκλησίας εὐθέτους, πρὸς δὲ τούτοις πανηγυρικούς, ἐρωτικούς, ἐπιστολικούς, τῶν μὲν ἔμπροσθεν γενομένων ῥητόρων, ἢ κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, ἠφάνισε τὰς δόξας· τῶν δὲ ἐπιγινομένων ο πολλοῖς τισι κατέλιπεν ὑπερβολὴν,  τ´ ἐν ἁπάσαις ταῖς ἰδέαις τῶν λόγων, καὶ μὰ Δί´ οὔ τοι γε ταῖς φαυλοτάταις εὐδοκιμῶν. Τίνι δὲ κέχρηται χαρακτῆρι λόγων, καὶ τίνας ἀρετὰς εἰσενήνεκται, τίνι τε κρείττων ἐστὶ τῶν μετ' αὐτὸν ἀκμασάντων, καὶ ποῖ καταδεέστερος, καὶ τί δεῖ λαμβάνειν παρ´ αὐτοῦ, νῦν ἤδη πειράσομαι λέγειν.

Β'. Καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ, καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας, ᾗ κέχρηται Πλάτων καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατ´ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης· ὡς ἔστι τεκμήριον τοῖς τε Ἀνδοκίδου λόγοις, καὶ τοῖς Κριτίου, καὶ ἄλλοις συχνοῖς. Κατὰ τοῦτο μὲν δὴ τὸ μέρος, ὅπέρ ἐστι πρῶτόν καὶ κυριώτατον ἐν λόγοις, λέγω δὲ τὸ καθαρεύειν τὴν διάλεκτον, οὐθεὶς τῶν μεταγενεστέρων αὐτὸν ὑπερεβάλετο, ἀλλ´ οὐδὲ μιμήσασθαι πολλοὶ δύναμιν ἔσχον ὅτι μὴ μόνος Ἰσοκράτης. Καθαρώτατος γὰρ δὴ τῶν ἄλλων μετὰ Λυσίαν ἐν τοῖς ὀνόμασιν οὗτος ἔμοιγε δοκεῖ γενέσθαι ὁ ἀνήρ. Μίαν μὲν δὴ ταύτην ἀρετὴν ἀξίαν ζήλου καὶ μιμήσεως εὑρίσκω παρὰ τῷ ῥήτορι, καὶ παρακελευσαίμην ἂν τοῖς βουλομένοις καθαρῶς γράφειν ἢ λέγειν, ἐκεῖνον τὸν ἄνδρα ποιεῖσθαι παράδειγμα ταύτης τῆς ἀρετῆς.

Γ'. τέραν δὲ καὶ οὐδὲν ἐλάττονα ταύτης, ἣν πολλοὶ μὲν ἐζήλωσαν τῶν κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, οὐδεὶς δὲ βεβαιότερον ἀπεδείξατο. Τίς δ´ ἔστιν αὕτη; ἡ διὰ τῶν κυρίων τε καὶ κοινῶν καὶ ἐν μέσῳ κειμένων ὀνομάτων ἐκφέρουσα τὰ νοούμενα. κιστα γὰρ ἄν τις εὕροι Λυσίαν τροπικῇ φράσει χρησάμενον. Καὶ οὐκ ἐπὶ τούτῳ μόνον ἐπαινεῖν ἄξιον, ἀλλ´ ὅτι καὶ σεμνὰ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις χρώμενος ὀνόμασι, καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς. Τοῖς δὲ προτέροις οὐχ αὕτη ἡ δόξα ἦν· ἀλλ' οἱ βουλόμενοι κόσμον τινὰ προσεῖναι τοῖς ὅλοις,  ἐξήλλαττον τὸν ἰδιώτην, καὶ κατέφευγον εἰς τὴν ποιητικὴν φράσιν, μεταβολαῖς τε πολλαῖς χρώμενοι, καὶ ὑπερβολαῖς, καὶ ταῖς ἄλλαις τροπικαῖς ἰδέαις, ὀνομάτων τε γλωττηματικῶν καὶ ξένων χρήσει, καὶ τῶν οὐκ εἰωθότων σχηματισμῶν τῇ διαλλαγῇ, καὶ τῇ ἄλλῃ καινολογίᾳ καταπληττόμενοι τὸν ἰδιώτην. Δηλοῖ δὲ τοῦτο Γοργίας τε ὁ Λεοντῖνος, ἐν πολλοῖς πάνυ φορτικήν τε καὶ ὑπέρογκον ποιῶν τὴν κατασκευὴν, καὶ οὐ πόρρω διθυράμβων ἔνια φθεγγόμενος· καὶ τῶν ἐκείνου συνουσιαστῶν οἱ περὶ Λικύμνιόν τε καὶ Πῶλον. ψατο δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ἡ ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἄρξαντος ἡνίκα Ἀθήναζε πρεσβεύων κατεπλήξατο τοὺς ἀκούοντας ἐν τῇ δημηγορίᾳ· ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεί τι θαυμαζομένη. Θουκυδίδης γοῦν ὁ δαιμονιώτατος τῶν συγγραφέων ἔν τε τῷ ἐπιταφίῳ καὶ ἐν ταῖς δημηγορίαις ποιητικῇ κατασκευῇ χρησάμενος ἐν πολλοῖς ἐξήλλαξε τὴν ἑρμηνείαν εἰς ὄγκον ἅμα καὶ κόσμον ὀνομάτων ἀηθέστερον. Λυσίας δὲ τοιοῦτον οὐδὲν ἤσκησεν ἔν γ´ οὖν τοῖς σπουδῇ γραφομένοις δικανικοῖς λόγοις καὶ συμβουλευτικοῖς ποιῆσαι, πλὴν εἴ τι μικρὸν ἐν τοῖς πανηγυρικοῖς· περὶ γὰρ δὴ τῶν ἐπιστολικῶν αὐτοῦ καὶ ἑταιρικῶν καὶ τῶν ἄλλων, οὓς μετὰ παιδιᾶς ἔγραψεν, οὐδὲν δέομαι λέγειν. μοίως δὲ τοῖς ἰδιώταις διαλέγεσθαι δοκῶν πλεῖστον ὅσον ἰδιώτου διαφέρει καὶ ἔστι ποιητὴς κράτιστος λόγων, λελυμένης ἐκ τοῦ μέτρου λέξεως ἰδίαν τινὰ [λόγων] εὑρηκὼς ἁρμονίαν,  ᾗ τὰ ὀνόματα κοσμεῖ τε καὶ ἡδύνει μηδὲν ἔχοντα ὀγκῶδες μηδὲ φορτικόν. Ταύτην δευτέραν τὴν ἀρετὴν κελεύω παρὰ τοῦ ῥήτορος τούτου λαμβάνειν, εἴ τινες ἀξιοῦσι τὸν αὐτὸν ἐκείνῳ διαλέγεσθαι τρόπον. γένοντο μὲν οὖν πολλοὶ τῆς προαιρέσεως ταύτης ζηλωταὶ, συγγραφεῖς τε καὶ ῥήτορες· ἔγγιστα δὲ αὐτῆς μετὰ Λυσίαν ἥψατο τῶν πρεσβυτέρων νέος ἐπακμάσας Ἰσοκράτης· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν προσωτέρῳ τούτων, σκοπῶν ἑτέρους ῥήτορας, ἰσχὺν καὶ δύναμιν τοσαύτην ἐν ὀνόμασι κυρίοις καὶ κοινοῖς ἀποδειξαμένους.

Δ'.  Τρίτην ἀρετὴν ἀποφαίνομαι περὶ τὸν ἄνδρα, τὴν σαφήνειαν, οὐ μόνον τὴν ἐν τοῖς ὀνόμασιν, ἀλλὰ καὶ τὴν ἐν τοῖς πράγμασιν. στι γάρ τις καὶ πραγματικὴ σαφήνεια, οὐ πολλοῖς γνώριμος. Τεκμαίρομαι δέ, ὅτι τῆς μὲν Θουκυδίδου λέξεως καὶ Δημοσθένους, οἳ δεινότατοι πράγματα ἐξειπεῖν ἐγένοντο, πολλὰ δυσείκαστά ἐστιν ἡμῖν καὶ ἀσαφῆ, καὶ δεόμενα ἐξηγητῶν. δὲ Λυσίου λέξις ἅπασά ἐστι φανερὰ καὶ σαφὴς καὶ τῷ πάνυ πόρρω δοκοῦντι πολιτικῶν ἀφεστάναι λόγων. Καὶ εἰ μὲν δι´ ἀσθένειαν δυνάμεως ἐγίνετο τὸ σαφές, οὐκ ἄξιον ἦν αὐτὸ ἀγαπᾶν· νῦν δὲ ὁ πλοῦτος τῶν κυρίων ὀνομάτων ἐκ πολλῆς αὐτῷ περιουσίας ἀποδείκνυται ταύτην τὴν ἀρετήν· ὥστε καὶ τὴν σαφήνειαν αὐτοῦ ζηλοῦν ἄξιον· καὶ μὴν τό γε βραχέως ἐκφέρειν τὰ νοήματα μετὰ τοῦ σαφοῦς, χαλεποῦ τοῦ πράγματος ὄντος φύσει, τοῦ συναγαγεῖν ἄμφω ταῦτα, καὶ κεράσαι μετρίως· ᾗ μάλιστα οὐδενὸς ἧττον τῶν ἄλλων ἀποδείκνυται Λυσίας, χρώμενος· ὥστε οὐδὲν τοῖς διὰ χειρὸς ἔχουσι τὸν ἄνδρα οὔτε ἀκαιρολογίας, οὔτε ἀσαφείας δόξαν λαβεῖν. Τούτου δὲ αἴτιον, ὅτι οὐ τοῖς ὀνόμασι δουλεύει τὰ πράγματα παρ´ αὐτῷ, τοῖς δὲ πράγμασιν ἀκολουθεῖ τὰ ὀνόματα. Τὸν δὲ κόσμον οὐκ ἐν τῷ διαλλάττειν τὸν ἰδιώτην, ἀλλ´ ἐν τῷ μιμήσασθαι λαμβάνει.

Ε'. Καὶ οὐκ ἐπὶ μὲν τῆς ἑρμηνείας τοιοῦτός ἐστιν, ἐν δὲ τοῖς πράγμασιν ἄκαιρός τις καὶ μακρός· συνέστραπται δὲ, εἴ τις καὶ ἄλλος, καὶ πεπύκνωται τοῖς νοήμασι. Καὶ τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε καὶ πολλὰ καὶ τῶν χρησίμων ἂν δόξειε παραλιπεῖν· οὐ μὰ Δί' ἀσθενείᾳ εὑρέσεως αὐτὸ ποιῶν, ἀλλὰ συμμετρήσει τοῦ χρόνου, πρὸς ὃν ἔδει γενέσθαι τοὺς λόγους. Βραχύς γε μὴν οὗτος, ὡς μὲν ἰδιώτῃ, δηλῶσαι βουλομένῳ τὰ πράγματα, ἀποχρῶν· ὡς δὲ ῥήτορι περιουσίαν δυνάμεως ἐνδείξασθαι ζητοῦντι, οὐχ ἱκανός. Μιμητέον δὴ καὶ τὴν βραχύτητα τὴν Λυσίου· μετριωτέρα γὰρ οὐκ ἂν εὑρεθείη παρ´ ἑτέρῳ ῥήτορι.

ΣΤΙΓΜΑ. Μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίᾳ πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον· ἐγὼ δ´ ἡγοῦμαι Λυσίαν. Καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ · λέγω δ´ ὡς ἐν ἀκμῇ κοινῇ βίου γενομένων ἀμφοῖν· καὶ εἰ μὴ τοῦτο δοθείη, τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι. Οὐ μέντοι διαβεβαιοῦμαί γε, ὁπότερος ἦρξε τῆς ἀρετῆς ταύτης, κατὰ τὸ παρόν· ἀλλ´ ὅτι Λυσίας μᾶλλον ἐν αὐτῇ διήνεγκεν, τοῦτο θαρρῶν ἂν ἀποφηναίμην. Τίς δ´ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις, καὶ παντὶ ἀληθεῖ ἀγῶνι. Ταύτην ὀλίγοι μὲν ἐμιμήσαντο· Δημοσθένης δὲ καὶ ὑπερεβάλετο· πλὴν οὐχ οὕτως εὐτελῶς, οὐδὲ ἀφελῶς ὥσπερ Λυσίας χρησάμενος αὐτῇ, ἀλλὰ περιέργως καὶ πικρῶς· λεγέσθω γάρ, ὡς ἐμοὶ φαίνεται· ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.

Ζ'. χει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις. Αὕτη δ´ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα τὰ λεγόμενα, Γίγνεται δ´ ἐκ τῆς τῶν παρακολουθούντων λήψεως. δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου λόγοις, οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος, ἢ βραδὺς τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται  γινόμενα τὰ δηλούμενα ὡς γινόμενα ὁρᾶν, καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ προσώποις ὁμιλεῖν. πιζητήσει τε οὐθέν εἰκὸς, τοὺς μὲν ἂνδρας αἰτοῦσα εἰ ταθείη, τοὺς δὲ διανοηθῆναι, τοὺς δὲ εἰπεῖν. Κράτιστος γὰρ δὴ πάντων ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι, καὶ τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι, πάθη τε, καὶ ἤθη, καὶ ἔργα.

Η'. ποδίδωμί τε οὖν αὐτῷ καὶ τὴν εὐπρεπεστάτην ἀρετήν, καλουμένην δὲ ὑπὸ πολλῶν ἠθοποιΐαν. πλῶς γὰρ οὐδὲν εὑρεῖν δύναμαι παρὰ τῷ ῥήτορι τούτῳ πρόσωπον, οὔτε ἀνηθοποίητον οὔτε ἄψυχον. Τριῶν τε ὄντων, ἐν οἷς καὶ περὶ ἃ τὴν ἀρετὴν εἶναι ταύτην συμβέβηκε, διανοίας τε καὶ λέξεως, καὶ τρίτης τῆς συνθέσεως, ἐν ἅπασι τούτοις αὐτὸν ἀποφαίνομαι κατορθοῦν. Οὐ γὰρ διανοουμένους μόνον ὑποτίθεται χρηστὰ καὶ ἐπιεικῆ καὶ μέτρια τοὺς λέγοντας, ὥστε εἰκόνας εἶναι δοκεῖν τῶν ἠθῶν τοὺς λόγους· ἀλλὰ καὶ τὴν λέξιν ἀποδίδωσι τοῖς ἤθεσιν οἰκείαν, ᾗ πέφυκεν αὐτὰ ἑαυτῶν κράτιστα δηλοῦσθαι, τὴν σαφῆ καὶ κυρίαν, καὶ κοινὴν, καὶ πᾶσιν ἀνθρώποις συνηθεστάτην· ὁ γὰρ ὄγκος καὶ τὸ ἐξ ἐπιτηδεύσεως ἅπαν, ἀνηθοποίητον. Καὶ συντίθησί γε αὐτὴν ἁπλῶς πάνυ καὶ ἀφελῶς, ὁρῶν ὅτι οὐκ ἐν τῇ περιόδῳ καὶ τοῖς ῥυθμοῖς, ἀλλ´ ἐν τῇ διαλελυμένῃ λέξει γίνεται τὸ ἦθος. Καθόλου δέ, ἵνα καὶ περὶ ταύτης εἴπω τῆς ἀρετῆς, οὐκ οἶδ´ εἴ τις ἄλλος ῥητόρων, τῶν γε τῇ ὁμοίᾳ κατασκευῇ χρησαμένων τοῦ λόγου, εἴτε ἥδιον συνέθηκεν, εἴτε πιθανώτερον. Δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτρ. Καὶ οὐ θαυμάσαιμ´ ἄν, εἰ πᾶσι μὲν τοῖς ἰδιώταις, οὐκ ὀλίγοις δὲ καὶ τῶν φιλολόγων, ὅσοι μὴ μεγάλας ἔχουσι τριβὰς περὶ λόγους, τοιαύτην τινὰ παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. στι δὲ παντὸς μᾶλλον ἔργου τεχνικοῦ κατεσκευασμένος. Πεποίηται γὰρ αὐτῷ τοῦτο τὸ ἀποίητον, καὶ δέδεται τὸ λελυμένον, καὶ ἐν αὐτῷ τ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι, τὸ δεινὸν ἔχει. Τὴν ἀλήθειαν οὖν τις ἐπιτηδεύων καὶ φύσεως μιμητὴς γίνεσθαι βουλόμενος, οὐκ ἂν ἁμαρτάνοι τῇ Λυσίου συνθέσει χρώμενος· τέραν γὰρ οὐκ ἂν εὕροι ταύτης ἀληθεστέραν.

Θ'.  Οἴομαι δὲ καὶ τὸ πρέπον ἔχειν τὴν Λυσίου λέξιν, οὐθενὸς ἧττον τῶν ἀρχαίων ῥητόρων, κρατίστην ἁπασῶν ἀρετὴν καὶ τελειοτάτην, ὁρῶν αὐτὴν πρός τε τὸν λέγοντα, καὶ πρὸς τοὺς ἀκούοντας, καὶ πρὸς τὸ πρᾶγμα· ἐν τούτοις γὰρ δὴ καὶ πρὸς ταῦτα τὸ πρέπον ἀρκούντως ἡρμοσμένην. Καὶ γὰρ ἡλικίᾳ, καὶ γένει, καὶ παιδείᾳ, καὶ ἐπιτηδεύματι, καὶ βίῳ, καὶ τοῖς ἄλλοις, ἐν οἷς διαφέρει προσώπων τὰ πρόσωπα, τὰς οἰκείας ἀποδίδωσι φωνὰς· πρός τε τὸν ἀκροατὴν συμμετρεῖται τὰ λεγόμενα οἰκείως, οὐ τὸν αὐτὸν τρόπον δικαστῇ καὶ ἐκκλησιαστῇ, καὶ πανηγυρίζοντι διαλεγόμενος ὄχλῳ· διαφοράς τε αὐτῷ λαμβάνει κατὰ τὰς ἰδέας τῶν πραγμάτων ἡ λέξις. ρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική· διηγουμένῳ δὲ, πιθανὴ καὶ ἀπερίεργος· ἀποδεικνύντι δὲ, στρογγύλη καὶ πυκνή· αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή· ἀνακεφαλαιουμένῳ δὲ, διαλελυμένη καὶ σύντομος. Ληπτέον δὴ καὶ τὸ πρέπον τῆς λέξεως  παρὰ Λυσίου.

Ι'. τι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα, καὶ πάνθ´ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν· δι´ ὄχλου γὰρ ἤδη τοῦτό γε· καὶ οὐδείς ἐστιν, ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν, ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. στε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος. Πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα, τοῦ χρόνου στοχαζόμενος, ἐάσω· μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην, καὶ μόνην τὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι· ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ, καὶ παρ´ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι, τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες· ὑπὲρ ὧν, ἂν ἐγχωρῇ, κατὰ τὸν οἰκεῖον διαλέξομαι τόπον. Τίς δ´ ἐστὶν ἥδε ἡ ἀρετή; τις πᾶσιν ἐπανθοῦσα τοῖς ὀνόμασι; καί τὶς ἡ χάρις; πρᾶγμα παντὸς κρεῖττον λόγου καὶ θαυμασιώτερον. Ἄριστον μὲν γάρ ἐστιν ὀφθῆναι, καὶ παντὶ ὁμοίως ἰδιώτῃ τε καὶ τεχνίτῃ φανερόν· χαλεπώτατον δὲ λόγῳ δηλωθῆναι, καὶ οὐδὲ τοῖς κράτιστα εἰπεῖν δυναμένοις εὔπορον.

Ια'. στε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, ἥτίς ποτ´ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον· λέγω δὲ, ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτ' ἐστίν ὃ καλοῦμεν ὥραν· ἐπὶ κινήσεως δὲ μελισμοῦ καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον· ἐπὶ συμμετρίας δὲ χρόνων τίς ἡ τάξις, καὶ τί τὸ εὔρυθμον· καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς ὁ λεγόμενος καιρὸς, καὶ ποῦ τὸ μέτριον. Αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται, καὶ οὐ λόγῳ. σθ´ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν τοῖς βουλομένοις ἀκούειν ἀκριβῶς ἁρμονίας, ὥστε μηδὲ τὴν ἐλαχίστην ἐν τοῖς διαστήμασι δίεσιν ἀγνοεῖν, τὴν ἀκοὴν ἐθίζειν, καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον· τοῦτο αὐγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν, καὶ τίς ἡ παρ´ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν, ὑποθείμην ἂν ἐπιτηδεύειν χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ, καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν. Ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε πείθομαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν, εἴτε πόνου καὶ τέχνης ἐργασίαν, εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας. Καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων, καὶ μὴ ῥᾴδιον ᾖ μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν, ὡς ἐπὶ ψῆφον ἐσχάτην. πειτα ἂν μὲν αἱ χάριτες αἱ τῆς λέξεως ἐπικοσμεῖν δοκῶσί μοι τὴν γραφήν, τῆς Λυσίου ψυχῆς αὐτὴν τίθεμαι, καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ. ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην ὁ τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτ´ οὐ Λυσίου ὁ λόγος, καὶ οὐκ ἔτι βιάζομαι τὴν ἄλογον αἴσθησιν, οὐδ´ ἐὰν πάνυ δεινὸς εἶναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος ὁ λόγος· τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους ξεως χαρακτῆρας· πολυειδὲς γὰρ τοῦτο· τὸ δ´ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως, Λυσίᾳ· τεκμηρίῳ γ´ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος, ἢ τῷ καθ´ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα, ᾧ πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων, καὶ πεπιστευμένων ὑπὸ τοῦ πλήθους ὡς εἰσὶν ἐν τοῖς πάνυ γνησίοις Λυσίου, καὶ τά γε ἄλλα οὐκ ἀτόπως ἔχοντας, ὅτι τὴν χάριν οὐ προσβάλλουσι τὴν Λυσιακὴν, οὐδὲ τὴν εὐστομίαν ἔχουσιν ἐκείνης τῆς λέξεως, ὑποπτεύσας τε καὶ βασανίσας, εὗρον οὐκ ὄντας Λυσίου. ν ἐστι καὶ ὁ περὶ τῆς Ἰφικράτους εἰκόνος· ὃν οἶδ´ ὅτι πολλοὶ καὶ χαρακτῆρα ἡγήσαιντο ἂν καὶ κανόνα τῆς ἐκείνου δυνάμεως. Οὗτος μέντοι ὁ λόγος, ὁ καὶ τοῖς ὀνόμασιν ἡρμηνεῦσθαι δοκῶν ἰσχυρῶς, καὶ τοῖς ἐνθυμήμασιν εὑρῆσθαι περιττῶς, καὶ ἄλλας πολλὰς ἀρετὰς ἔχων, ἄχαρίς ἐστι, καὶ πολλοῦ δεῖ τὸ Λυσιακὸν ἐπιφαίνειν στόμα μάλιστα δ´ ἐγένετό μοι καταφανὴς, ὅτι οὐχ ὑπ´ ἐκείνου τοῦ ῥήτορος ἐγράφη, τοὺς χρόνους ἀναλογισαμένῳ. Εἰ γὰρ ὀγδοηκονταετῆ γενόμενον θήσει τις τελευτῆσαι Λυσίαν ἐπὶ Νίκωνος ἢ ἐπὶ Ναυσινίκου ἄρχοντος, ἑπτὰ ἔτεσιν ὅλοις ἂν εἴη προτεροῦσα τῆς γραφῆς τοῦ ψηφίσματος ἡ τελευτὴ τοῦ ῥήτορος. Μετὰ γὰρ Ἀλκισθένην ἄρχοντα, ἐφ´ οὗ τὴν εἰρήνην Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι καὶ βασιλεὺς ὤμοσαν, ἀποδοὺς τὰ στρατεύματα Ἰφικράτης, ἰδιώτης γίνεται, καὶ τὸ περὶ τῆς εἰκόνος ἦν τότε, ἔτεσιν ἑπτὰ πρότερον τῆς γραφῆς τετελευτηκότος Λυσίου, πρὸ τοῦ συντάξασθαι τοῦτον τὸν ἀγῶνα Ἰφικράτει. μοίως δὲ καὶ τὴν ἀπολογίαν τοῦ ἀνδρὸς, καὶ αὐτὴν εἰς Λυσίαν ἀναφερομένην, οὔτε τοῖς πράγμασιν ἀτόπως ἔχουσαν, οὔτε τοῖς ὀνόμασιν ἀσθενῶς, δι´ ὑποψίας ἔλαβον, οὐκ ἐπανθούσης τῇ λέξει τῆς Λυσιακῆς χάριτος· καὶ παραθεὶς τοὺς χρόνους, οὐκ ὀλίγοις ἔτεσιν εὗρον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος, ἀλλὰ καὶ εἴκοσιν ὅλοις. ν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται, καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές. Οὗτος δὲ ὁ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. του μὲν οὖν εἰσι λόγοι ῥήτορος περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν· ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις ἔχοιμ´ ἂν εἰπεῖν. γὰρ αὐτὴ προαίρεσίς τε καὶ δύναμις ἐν ἀμφοτέροις, ὑπὲρ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι σκοπεῖν. Εἰκάζω δὲ Ἰφικράτους εἶναι αὐτούς· καὶ γὰρ τὰ πολέμια δεινὸς ὁ ἀνὴρ, καὶ ἐν λόγοις οὐκ εὐκαταφρόνητος· ἥ τε λέξις ἐν ἀμφοῖν πολὺ τὸ φορτικὸν καὶ στρατιωτικὸν ἔχει, καὶ οὐχ οὕτως ἐμφαίνει ῥητορικὴν ἀγχίνοιαν, ὡς στρατιωτικὴν αὐθάδειαν καὶ ἀλαζονείαν. λλ´ ὑπὲρ μὲν τούτων ἑτέρωθι δηλωθήσεται διὰ  πλειόνων.

Ιβ'. νιτέον δέ, ὅθεν ἐξέβημεν εἰς ταῦτα. Τὸ  κράτιστόν ἐστι τῶν Λυσίου ἔργων καὶ χαρακτηρικώτατον τῆς δυνάμεως, ἡ κοσμοῦσά τε καὶ ἀνθίζουσα τὴν λέξιν αὐτοῦ χάρις, ἣν οὔθ´ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὐθεὶς, οὔτε εἰς ἄκρον ἐμιμήσατο. Καὶ τὰ μὲν περὶ τὴν ἑρμηνείαν ἀγαθὰ τοῦ ῥήτορος, ταῦτα· συγκεφαλαιώσομαι γὰρ τὰ ῥηθέντα· τὸ καθαρὸν τῶν ὀνομάτων, ἡ ἀκρίβεια τῆς διαλέκτου, τὸ διὰ τῶν κυρίων καὶ μὴ τροπικῶν κατασκευῶν ἐκφέρειν τὰ νοήματα, ἡ σαφήνεια, ἡ συντομία, τὸ συστρέφειν τε καὶ στρογγυλίζειν τὰ νοήματα, τὸ ὑπὸ τὰς αἰσθήσεις ἄγειν τὰ δηλούμενα, τὸ μηδὲν ἄτοπον ὑποτίθεσθαι πρόσωπον μηδὲ ἀνηθοποίητον, ἡ τῆς συνθέσεως τῶν ὀνομάτων ἡδονὴ μιμουμένης τὸν ἰδιώτην, τὸ τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς πρέποντας ἐφαρμόττειν λόγους, ἡ πιθανότης καὶ ἡ χάρις, καὶ ὁ πάντα μετρῶν καιρός. Ταῦτα παρὰ Λυσίου λαμβάνων ἄν τις ὠφεληθείη. ψηλὴ δὲ καὶ μεγαλοπρεπὴς οὐκ ἔστιν ἡ Λυσίου λέξις, οὐδὲ καταπληκτικὴ μὰ Δία καὶ θαυμαστὴ, οὐδὲ τὸ πικρὸν ἢ τὸ δεινὸν ἢ τὸ φοβερὸν ἐπιφαίνουσα, οὐδὲ ἁφὰς ἔχει καὶ τόνους ἰσχυροὺς, οὐδὲ θυμοῦ καὶ πνεύματός ἐστι μεστὴ· οὔθ´, ὥσπερ ἐν τοῖς ἤθεσίν ἐστι πιθανή, οὕτως ἐν τοῖς πάθεσιν ἰσχυρὰ· οὐδ´ ὡς ἡδῦναι καὶ πεῖσαι καὶ χαριεντίσασθαι δύναται, οὕτω βιάσασθαί τε καὶ προσαναγκάσαι· ἀσφαλής τε μᾶλλόν  ἐστιν ἢ παρακεκινδυνευμένη, καὶ οὐκ ἐπὶ τοσοῦτον ἰσχὺν ἱκανὴ δηλῶσαι τέχνης, ἐφ´ ὅσον ἀλήθειαν εἰκάσαι φύσεως.

Ιγ'. Καὶ θαυμάζειν ἄξιον τί δή ποτε παθὼν ὁ Θεόφραστος τῶν φορτικῶν καὶ περιέργων αὐτὸν οἴεται ζηλωτὴν γενέσθαι λόγων, καὶ τὸ ποιητικὸν διώκειν μᾶλλον ἢ τὸ ἀληθινόν. ν γοῦν τοῖς Περὶ λέξεως γραφεῖσι, τῶν τε ἄλλων καταμέμφεται τῶν περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις, καὶ τὰ παραπλήσια τούτοις σχήματα διεσπουδακότων, καὶ δὴ καὶ τὸν Λυσίαν ἐν τούτοις κατηρίθμηκε, καὶ τὸν ὑπὲρ Νικίου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων λόγον, ὃν εἶπεν ἐπὶ Συρακουσίων αἰχμάλωτος ὤν, ὡς ὑπὸ τούτου γεγραμμένον τοῦ ῥήτορος παρατιθείς. Κωλύσει δ´ οὐδὲν ἴσως καὶ τὴν λέξιν αὐτὴν θεῖναι τὴν Θεοφράστου. στι δὲ ἥδε· - «  ντίθεσις δ´ ἐστὶ τριττῶς, ὅταν τῷ αὐτῷ τὰ ἐναντία, ἢ τῷ ἐναντίῳ τὰ αὐτὰ, ἢ τοῖς ἐναντίοις ἐναντία προσκατηγορηθῇ. Τοσαυταχῶς γὰρ ἐγχωρεῖ συζευχθῆναι. Τούτων δὲ τὸ μὲν ἴσον καὶ τὸ ὅμοιον, παιδιῶδες, καὶ καθαπερεὶ ποίημα· διὸ καὶ ἧττον ἁρμόττει τῇ σπουδῇ. Φαίνεται γὰρ ἀπρεπὲς, σπουδάζοντα τοῖς πράγμασι τοῖς ὀνόμασι παίζειν, καὶ τὸ πάθος τῇ λέξει περιαιρεῖν. κλύει γὰρ τὸν ἀκροατήν· οἷον ὡς ὁ Λυσίας ἐν τῇ τοῦ Νικίου ἀπολογίᾳ βουλόμενος ἔλεον ποιεῖν. Κλαίω τὸν ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον. κέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὅρκων ὑμᾶς ἀποφαίνοντες, ἀνακαλοῦντές συγγένειαν, εὐμένειαν. »  Ταῦτα γὰρ εἰ μὲν τῷ ὄντι Λυσίας ἔγραψε, δικαίως ἂν ἐπιτιμήσεως ἀξιοῖτο, χαριεντιζόμενος ἐν οὐ χαρίεντι καιρῷ. Εἰ δὲ ἑτέρου τινός ἐστιν ὁ λόγος, ὥςπερ ἔστιν, ὁ κατηγορῶν ἃ μὴ προσῆκε τοῦ ἀνδρὸς, μεμπτότερος. τι δὲ οὐκ ἔγραψε Λυσίας τὸν ὑπὲρ Νικίου λόγον, οὐδ´ ἔστιν οὔτε τῆς ψυχῆς οὔτε τῆς λέξεως ἐκείνης τὸ γράμμα, πολλοῖς πάνυ τεκμηρίοις ἀποδεῖξαι δυνάμενος, οὐκ ἔχω καιρὸν ἐν τῷ παρόντι λέγειν. δίαν δὲ περὶ τοῦ ῥήτορος πραγματείαν συνταττόμενος, ἐν ᾗ τά τε ἄλλα δηλωθήσεταί μοι, καὶ τίνες εἰσὶν αὐτοῦ λόγοι γνήσιοι, τὴν ἀκρίβειαν ἐν ἐκείνοις καὶ περὶ τοῦδε ἀποδοῦναι πειράσομαι τοῦ λόγου.

Ιδ'. Νυνὶ δὲ περὶ τῶν ἑξῆς διαλέξομαι, τίς ὁ πραγματικός ἐστι Λυσίου χαρακτήρ, ἐπειδὴ τὸν ὑπὲρ τῆς λέξεως ἀποδέδωκα. Τουτὶ γὰρ ἔτι λείπεται τὸ μέρος. Εὑρετικὸς γάρ ἐστι τῶν ἐν τοῖς πράγμασιν ἐνόντων λόγων ὁ ἀνήρ, οὐ μόνον ὧν ἅπαντες εὕροιμεν, ἀλλὰ καὶ ὧν μηθείς. Οὐδὲν γὰρ ἁπλῶς Λυσίας παραλείπει τῶν στοιχείων, ἐξ ὧν ὁμολογεῖ, οὐ τὰ πρόσωπα, οὐ τὰ πράγματα, οὐκ αὐτὰς τὰς πράξεις, οὐ τρόπους καὶ αἰτίας αὐτῶν, οὐ καιρούς, οὐ χρόνους, οὐ τόπους, οὐ τὰς ἑκάστου τούτων διαφορὰς, ἄχρι τῆς εἰς ἐλάχιστον τομῆς· ἀλλ´ ἐξ ἁπάσης θεωρίας, καὶ παντὸς μερισμοῦ, τὰς οἰκείας ἀφορμὰς ἐκλέγει. Δηλοῦσι δὲ μάλιστα τὴν δεινότητα τῆς εὑρέσ