DENYS D'HALICARNASSE
PAR
DENYS D'HALICARNASSE;
TRADUIT EN FRANÇAIS POUR LA PREMIÈRE FOIS,
AVEC DES NOTES .
PAR E. GROS, Professeur au Collège royal de Saint-Louis.
TOME TROISIÈME.
PARIS.
BRUNOT—LABBE, ÉDITEUR,
LIBRAIRE DE L'UNIVERSITÉ ROYALES
QUAI DES AUGUSTINS N" 33.
1826.
MÉMOIRES DE DENYS D'HALICARNASSE SUR LES ANCIENS ORATEURS.
ΔΙΟΝΥΣΙΟΥ ἉΛΙΚΑΡΝΑΣΣΕΩΣ ΠΕΡΙ ΤΩΝ ἈΡΧΑΙΩΝ ῬΗΤΟΡΩΝ ὙΠΟΜΝΗΜΑΤΙΣΜΟΙ
DÉMOSTHÈNE
ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΤΗΣ ΔΗΜΟΣΘΕΝΟΥΣ ΛΕΞΕΩΣ
Pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre
|
ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΤΗΣ ΔΗΜΟΣΘΕΝΟΥΣ ΛΕΞΕΩΣ « Ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἀφυστερίζοντά που, πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας, τῶν τ´ ἐπιχειρήσεων περιτεχνήσει, καὶ τῇ τῶν τιμωριῶν ἀτοπίᾳ. Καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων, ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει· τόλμα μὲν γὰρ ἀλόγιστος, ἀνδρία φιλέταιρος ἐνομίσθη· μέλλησις δὲ προμηθὴς, δειλία εὐπρεπής· τὸ δὲ σῶφρον, τοῦ ἀνάνδρου πρόσχημα· καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπίπαν ἀργόν· τὸ δ´ ἐμπλήκτως ὀξὺ, ἀνδρὸς μοίρᾳ προσετέθη· ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. Καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί· ὁ δὲ ἀντιλέγων αὐτῷ, ὕποπτος. Ἐπιβουλεύσας δέ τις, τυχών τε, ξυνετὸς· καὶ ὑπονοήσας, ἔτι δεινότερος· προβουλεύσας δέ, ὅπως μηδὲν αὐτῷ δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς, καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. Ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν, ἐπῃνεῖτο, καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον. Καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο, διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. Οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. Καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ καὶ νομίμῳ μᾶλλον ἐκρατύνοντο, ἢ τῷ κοινῇ τι παρανομῆσαι· τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα, ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προὔχοιεν, καὶ οὐ γενναιότητι. Ἀντιτιμωρήσασθαί τέ τινα, περὶ πλείονος ἦν, ἢ αὐτὸν μὴ προπαθεῖν. Καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι, ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν. » Ἡ μὲν οὖν ἐξηλλαγμένη καὶ περιττὴ καὶ ἐγκατάσκευος, καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη λέξις, ἧς ὅρος καὶ κανὼν ὁ Θουκυδίδης, ὃν οὐθεὶς οὔθ´ ὑπερεβάλετο τῶν ἐπιγινομένων, οὔτε ἐμιμήσατο, τοιαύτη τις ἦν. Β'. Ἡ δὲ ἑτέρα λέξις, ἡ λιτὴ καὶ ἀφελὴς, καὶ δοκοῦσα κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν λόγον καὶ ὁμοιότητα, πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς ἄνδρας προστάτας, συγγραφεῖς τε καὶ φιλοσόφους καὶ ῥήτορας. Καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες, καὶ οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι, καὶ οἱ τὰ φυσικὰ φιλοσοφήσαντες, καὶ οἱ τῶν ἠθικῶν διαλόγων ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν, ἔξω Πλάτωνος; καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς συνταττόμενοι λόγους, ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο τῆς προαιρέσεως. Ἐτελείωσε δ´ αὐτὴν καὶ εἰς ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ τοὺς αὐτοὺς χρόνους Γοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος. Τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ, καὶ τίς ἡ δύναμις, ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ, καὶ οὐδὲν δεῖ νῦν πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν· ἀρκέσει δὲ τοσοῦτο μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τὰς ἀκρότητας ἀμφοτέρας τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. Καὶ ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει, τοσoῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν Θουκυδίδου. Ἢ μὲν γὰρ, καταπλήξασθαι δύναται τὴν διάνοιαν· ἣ δὲ, ἡδῦναι. Καὶ ἣ μὲν, συστρέψαι καὶ συντεῖναι τὸν νοῦν· ἡ δὲ, ἀνεῖναι καὶ μαλάξαι. Καὶ εἰς πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι. Ἤδη τἄλλα. Καὶ τὸ μὲν βιάσασθαι, καὶ προσαναγκάσαι τι, τῆς Θουκυδίδου λέξεως ἴδιον· τὸ δ´ ἀπατῆσαι, καὶ κλέψαι τὰ πράγματα, τῆς Λυσίου. Καὶ ἡ μὲν νεωτεροποιία καὶ τολμηρὸν, τῆς τοῦ συγγραφέως οἰκεῖον ἰδέας· ἡ δ´ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον, τῆς τοῦ ῥήτορος. Ὅτι οὐκ ἐπιτηδεύσει φαίνεται *** ἀνεπιτήδευτον εἶναι θέλει. Κατεσκεύασται μὲν οὖν ἑκατέρα, καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν· ἡ δὲ ἐπὶ τὸ ἧττον. Παραδειγμάτων δὲ καὶ ταύτης τῆς λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. Δύο μὲν δὴ χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι κατὰ τὰς ἀγωγάς· καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, οὓς διεξῆλθον· δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι· καθ´ ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς. Γ'. Τρίτη λέξεως ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν· ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον, εἴτε Θρασύμαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος· εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. Οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες, καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι, ῥητόρων μὲν, Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο· φιλοσόφων δὲ, Πλάτων ὁ Σωκρατικός. Τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς, ἔξω Δημοσθένους, ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας, ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. Ἡ μὲν οὖν Θρασυμάχου λέξις ἡ λοιμὴ, τῆς ὄντως μεσότητος αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως, καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας δυνάμεως· ὡς οὐκ ἴσῃ βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς θήσω τῶν δημηγορικῶν λόγων τόδε· « Ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων, ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν, καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. Καὶ ἐπειδὴ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε *** τῆς πόλεως ἀκούειν· τὰς δὲ συμφορὰς *** αὐτοὺς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι, μηδὲ τῆς τύχης, ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὲ λέγειν. Ἢ γὰρ ἀναίσθητος, ἢ καρτερικώτατός ἐστιν, ὅστις ἐξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις, καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. Ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος· καὶ ἀντὶ μὲν εἰρήνης, ἐν πολέμῳ γενέσθαι, καὶ διὰ κινδύνων, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δ´ ἐπιοῦσαν δεδιόσιν· ἀντὶ δ´ ὁμονοίας, εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. Καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν· ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. Τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν εἰπεῖν, ὅτῳ γε λυπεῖσθαι ἐπὶ τοῖς παροῦσι καὶ νομίζειν εἴωθεν; Τι δῆτα ἔχειν τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; Πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε, προλέγων πεπονθότας πρὸς ἀλλήλους ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις, οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες· οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. Σκέψασθε γὰρ ἐξ ἀρχῆς ἃ ζητοῦσιν ἑκάτεροι. Πρῶτον μὲν, ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει, ῥᾴστη γνωσθῆναι, καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. Ὁπόσα μὲν οὖν ἐκείνων τῆς ἡμετέρας γνώμης ἐστίν ἀκούειν, ἀνάγκη λέγειν τῶν παλαιοτέρων· ὁπόσα δ´ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι. » Τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν, καὶ εὔκρατος, καὶ εἰς ἀμφοτέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον. Δ'. Ἡ δὲ Ἰσοκράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν *** ἀγῶνα μὲν οὔτ´ ἴδιον οὔτε δημόσιον οὐδένα *** νισαμένου, γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον· οὐθὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει, καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις, οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέχρηται· ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι, καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, τὴν ἁπλῆν φράσιν· τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε· καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα ὅτι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου· εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων, σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι, τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. Ἁμαρτάνει δὲ, ἐν οἷς ὡραΐζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα. Τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις, οὔτε μετριάζοντα οὔτ´ ἐν καιρῷ γινόμενα, καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς, καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν, δι´ εὐλαβείας μὲν λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων, δι´ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δ´ ἐκ παντὸς τρόπου τὴν περίοδον, οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν, ἀλλ´ ὑπαγωγικήν τινα καὶ πλατεῖαν, καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατ´ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην. Ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ καὶ ἀναληθεστέραν; ἀπαθῆ τε. Καὶ πανηγυρικὴν μᾶλλον ἢ ἐναγώνιον· τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.
Ε'. Ἡ δὲ δὴ Πλατωνικὴ
διάλεκτος, βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρων τῶν χαρακτήρων, τοῦ τε
ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον· πέφυκε δ´ οὐχ ὁμοίως πρὸς
ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής. Ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ
ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. Καθαρὰ γὰρ
ἀποχρώντως γίνεται καὶ διαυγής, ὥσπερ τὰ διαφανέστατα τῶν ναμάτων· ἀκριβής τε
καὶ λεπτὴ, παρ´ ἡντινοῦν ἑτέραν τῶν εἰς τὴν αὐτὴν διάλεκτον εἰργασμένων. Τήν τε
κοινότητα διώκει τῶν ὀνομάτων, καὶ τὴν σαφήνειαν ἀσκεῖ, πάσης ὑπεριδοῦσα
κατασκευῆς ἐπιθέτου. Ὃ τε πίνος αὐτῇ καὶ ὁ χνοῦς ὁ τῆς ἀρχαιότητος ἠρέμα καὶ
λεληθότως ἐπιτρέχει· χλοερόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι·
καὶ, ὥσπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων, αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται· καὶ
οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον, οὔτε τὸ κομψὸν θεατρικόν. Ὅταν δὲ εἰς
τὴν περιττολογίαν καὶ τὸ κάλλιιν εἰπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν
λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίνεται. Καὶ γὰρ ἀηδεστέρα τῆς ἑτέρας, καὶ κάκιον
ἑλληνίζουσα, καὶ παχυτέρα φαίνεται· μελαίνει τε τὸ σαφὲς, καὶ ζόφῳ ποιεῖ
παραπλήσιον· ἕλκει τε μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνό– Ϛ'. Μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου λέξεως, ᾗ κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς μηδ´ ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν· ἐπεὶ πολλὰ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ, καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπ´ αὐτοῦ· ἀλλ´ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον, ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν· καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει· μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ, καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι, κατεσκευασμένην δ´ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ. Ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ, ἢ βραχύ τι κομιδῇ, καὶ οὐκ ἄξιον κατηγορίας. Ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. Ταὐτὰ μέντοι καὶ οἱ κατ´ αὐτὸν ἐκεῖνον γενόμενοι, ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν· ὧν τὰ ὀνόματα οὐθὲν δέομαι λέγειν· καὶ αὐτὸς αὑτῷ· Τοῦτο γὰρ δὴ τὸ λαμπρότατον. ᾜσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας ἀπειροκαλίας, καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον· ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν, ἀληθὲς ὄν. Τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς διαλόγοις, ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δ´ ἐν αὐτοῖς, ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. Ὥστ´ οὐθὲν ἔξω τοῦ εἰκότος ἔμελλε πείσεσθαι, σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖ, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες. Ζ'. Παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς ἐρωτικοὺς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφ´ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον. Ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν μὲν ὥραν ἔχει, καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί· « Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; ΦΑΙΔΡ. Παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου. Πορεύομαι δὴ πρὸς περίπατον ἔξω τείχους. Συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ· » μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ λόγου, καὶ μετὰ τὴν ἀνάγνωσιν ἕως τινός. Εἶθ´, ὥσπερ ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς, ταράττει τὸ καθαρὸν τῆς φράσεως, ἐς ποιητικὴν ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδ´ ἀρξάμενος· « Ἄγετε δή, Μοῦσαι, εἴτε δι´ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, ξύμμοι λάβεσθε τοῦ μύθου. » Ὅτι δὲ ψόφοι ταῦτ´ εἰσὶ καὶ διθύραμβοι, κόμπον ὀνομάτων πολὺν, νοῦν δὲ ὀλίγον ἔχοντες, αὐτὸς ἐρεῖ. Διεξιὼν γάρ, ἀφ´ ἧς αἰτίας ἔρως ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος· « Ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία, πρὸς ἡδονὴν ἄγουσα κάλλους, καὶ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιάν λαβοῦσα, ἐρρωμένως ῥωσθεῖσα καὶ νικήσασα ἀγωγὴ, ἀπ´ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη. » Καὶ τοσαύτην ἐκμηκύνας περίφρασιν, ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι πράγματος, ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς αὐτὸς αὐτοῦ, καί φησι· « Σιγῇ τοίνυν μου ἄκουε. Τῷ ὄντι γὰρ θεῖος εἶναι ἔοικεν ὁ τόπος. Ὥστ´ ἂν ἄρα πολλάκις νυμφόληπτος γένωμαι, προἰόντος τοῦ λόγου, μὴ θαυμάσῃς· τὰ νῦν γὰρ οὐκέτι πόρρω διθυράμβων τινῶν φθέγγομαι. » πάλλων τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα ἂν δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους ἠγαπηκότες. Ἃ δ´ ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος αὖθις ὁ Σωκράτης εἴρηκεν, ἐνθένδε ἀρξάμενος· « Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· τῷ δ´ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μέρη κεκοσμημένη· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη· τῶν δ´ ἄλλων ὅσοι ἐν τῷ τῶν δώδεκα ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες, ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη. Πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος δι´ αὑτοῦ τὰ αὐτῶν· ἕπεται δ´ αἰεὶ ὁ θέλων τε καὶ δυνάμενος. Φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται. » Ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα, τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν, τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γ´ ἐμοὶ φαίνεται·
Ἀκτὶς ἀελίου, τί πολύσκοπε
Καὶ σοφίας ὁδόν, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας. Πολέμου δ´ εἰ σᾶμα φέρεις τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμπέδον ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος, ὀλοφύρομαι οὐδὲν ὅ,τι πάντων μέτα πείσομαι. Κἀνταῦθα οὐκ ἄκαιρος ἡ ἀλληγορία, ὡς παρὰ Πλάτωνι. Η'. Ἀλλὰ γάρ, ἵνα μὴ ὁ λόγος μοι προβῇ, Πλάτωνα μὲν ἐάσω, πορεύσομαι δ´ ἐπὶ τὸν Δημοσθένην, οὗ δὴ χάριν τούς τε χαρακτῆρας τῆς λέξεως οὓς ἡγούμην εἶναι κρατίστους, καὶ τοὺς δυναστεύσαντας ἐν αὐτοῖς, κατηριθμησάμην, οὐχ ἅπαντας. Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης, Ἰσαῖός τε, καὶ Ζωίλος, καὶ Ἀναξιμένης, καὶ οἱ κατὰ τοὺς αὐτοὺς γενόμενοι τούτοις χρόνους, οὐθὲν οὔτε καινὸν οὔτε περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων, καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις κατεσκεύασαν. Τοιαύτην δὴ καταλαβὼν τὴν πολιτικὴν λέξιν ὁ Δημοσθένης, οὕτω κεκινημένην ποικίλως, καὶ τηλικούτοις ἐπεισελθὼν ἀνδράσιν, ἑνὸς οὐθενὸς ἠξίωσε γενέσθαι ζηλωτὴς, οὔτε χαρακτῆρος, οὔτε ἀνδρός· ἡμιέργους τινὰς ἅπαντας οἰόμενος εἶναι καὶ ἀτελεῖς· ἐξ ἁπάντων δ´ αὐτῶν ὅσα κράτιστα καὶ χρησιμώτατα ἦν, ἐκλεγόμενος, συνύφαινε, καὶ μίαν ἐκ πολλῶν διάλεκτον ἀπετέλει, μεγαλοπρεπῆ, λιτήν· περιττὴν, ἀπέριττον· ἐξηλλαγμένην, συνήθη· πανηγυρικὴν, ἀληθινήν· αὐστηρὰν, ἱλαράν· σύντονον, ἀνειμένην· ἡδεῖαν, πικράν· ἠθικὴν, παθητικήν· οὐδὲν διαλλάττουσαν τοῦ μεμυθευμένου παρὰ τοῖς ἀρχαίοις ποιηταῖς Πρωτέως· ὃς ἅπασαν ἰδέαν μορφῆς ἀμογητὶ μετελάμβανεν· εἴτε θεὸς ἢ δαίμων τις ἐκεῖνος ἄρα ἦν, παρακρουόμενος ὄψεις τὰς ἀνθρωπίνας· εἴτε διαλέκτου ποικίλον τι χρῆμα ἐν ἀνδρὶ σοφῷ, πάσης ἀπατηλὸν ἀκοῆς· ὃ μᾶλλον ἄν τις εἰκάσειεν· ἐπειδὴ ταπεινὰς καὶ ἀσχήμονας ὄψεις οὔτε θεοῖς οὔτε δαίμοσι προσάπτειν ὅσιον. Ἐγὼ μὲν τοιαύτην τινὰ δόξαν ὑπὲρ τῆς Δημοσθένους λέξεως ἔχω, καὶ τὸν χαρακτῆρα τοῦτον ἀποδίδωμι αὐτῷ, τὸν ἐξ ἁπάσης μικτὸν ἰδέας. Θ'. Εἰ δὲ τὰ προσήκοντα ἔγνωκα, πάρεστι τῷ βουλομένῳ σκοπεῖν, ἐπ´ αὐτῶν ποιουμένῳ τῶν λόγων *** μάτων τὴν ἐξέτασιν. Ἃ μὲν οὖν παρὰ τὸν Θουκυδίδου χαρακτῆρα κατεσκεύασται τῷ ῥήτορι· « Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γινομένων, ὀλίγου δεῖν καθ´ ἑκάστην ἐκκλησίαν, περὶ ὧν Φίλιππος, ἀφ´ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας ἀδικεῖ, καὶ πάντων εὖ οἶδ´ ὅτι φησάντων γ´ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν, καὶ πράττειν ἅπασι προσήκειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως, καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένα ὁρῶ, ὥστε δέδοικα, μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δὲ ᾖ, εἰ καὶ λέγειν ἅπαντες ἐβούλοντο οἱ παριόντες, καὶ χειροτονεῖν ὑμεῖς, ἐξ ὧν ὡς φαυλότατα τὰ πράγματα ἤμελλεν ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι. » Κατὰ τί δὴ ταύτην ἡγοῦμαι τὴν λέξιν ἐοικέναι τῇ Θουκυδίδου; καθ´ ὃ κἀκείνην πείθομαι μάλιστα διαφέρειν τῶν ἄλλων. Τουτὶ δ´ ἔστι τὸ μὴ κατ´ εὐθεῖαν ἑρμηνείαν ἐξενηνέχθαι τὰ νοήματα, μηδ´ ὡς ἔστι τοῖς ἄλλοις σύνηθες, λέγειν ἁπλῶς καὶ ἀφελῶς· ἀλλὰ ἐξηλλάχθαι καὶ ἀπεστράφθαι τὴν διάλεκτον ἐκ τῶν ἐν ἔθει καὶ κατὰ φύσιν, εἰς τὰ μὴ συνήθη τοῖς πολλοῖς, μηδ´ ὡς ἡ φύσις ἀπαιτεῖ. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. Ἁπλῶς ἂν ὁ λόγος ἐστὶ καὶ κατ´ εὐθεῖαν ἑρμηνείαν ἐκφερόμενος, εἴ τις οὕτως κατεσκεύασεν αὐτόν· « Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων καθ´ ἑκάστην σχεδὸν ἐκκλησίαν, περὶ ὧν ἀδικεῖ Φίλιππος ἐς ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας, ἀφ´ οὗ τὴν εἰρήνην ἐποιήσατο. » Νυνὶ δὲ τό τε « Ὀλίγου δεῖν », παραληφθὲν ἀντὶ τοῦ Σχεδὸν· καὶ τὸ « Ἀδικεῖ Φίλιππος », διαιρεθὲν, καὶ διὰ μακροῦ τὴν ἀκολουθίαν κομισάμενον· καὶ τὸ « Οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας », δυναμένου καὶ χωρὶς ἀποφάσεως διὰ τῆς συμπλοκῆς τὸ πρᾶγμα δηλῶσαι, τοῦ συνήθους ἐξηλλαγμένην καὶ περίεργον πεποίηκε τὴν λέξιν. Ὁμοίως δὲ καὶ τὸ ἐπιλεγόμενον τούτῳ, εἰ μὲν ἁπλῶς καὶ ἀπεριέργως ἔδει ῥηθῆναι, τοῦτον ἂν δή που τὸν τρόπον ἀπη*** « Ἅπάντων λεγόντων, καὶ εἴ τινες τοῦτο μὴ ποιοῦσιν *** δεῖ καὶ λέγειν, καὶ πράττειν ταῦτα, ἐξ ὧν ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει. » Οὕτω δὲ ἐξενεχθέν· « Καὶ πάντων εὖ οἶδ´ ὅτι φησάντων γ´ ἄν » οὐ σῴζει τὴν εὐθεῖαν τῆς λέξεως ὁδόν. Τό τε γὰρ « Οἶδ´ ὅτι » χώραν οὐκ ἀναγκαίαν εἶχε· καὶ τὸ « Φησάντων γ´ ἂν », ἀντὶ τοῦ Φασκόντων παρειλημμένον, οὐ τὴν ἀφελῆ διάλεκτον, ἀλλὰ τὴν ἐξηλλαγμένην καὶ περίεργον ἐμφαίνει. Ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· « Εἶτ´ οἴεσθε, οἳ μὲν οὐδὲν ἂν αὐτὸν ἐδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντ' ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον, ἢ προλέγοντα βιάζεσθαι; » Ἐνταυθοῖ γὰρ οὐθὲν ἂν εἶχε περίεργον ἡ λέξις, οὐδὲ σκολιόν, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον· « Εἶτ´ οἴεσθε αὐτόν, οὓς μὲν ἑώρα μηδὲν δυναμένους αὐτῶν, αὐτὸν διαθεῖναι κάκιον, φυλαξαμένους δὲ ἂν ἴσως μὴ παθεῖν, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον, ἢ προλέγοντα βιάζεσθαι; » Ἐναλλαγείσης δὲ τῆς πτώσεως καὶ τῶν συνδέσμων πολλῶν εἰς βραχὺ συναχθέντων, οἶμαι, περίεργός τε καὶ ἀσυνήθης καὶ ἐξηλλαγμένη γέγονεν ἡ διάλεκτος. Ἔτι κἀκεῖνα τῆς αὐτῆς ἐστιν ἰδέας· « Νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδ´ ἐνεανιεύσατο τοιοῦτον οὐδέν. Ἐμοὶ δέ, ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν. μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν·, εἴτε καὶ φιλοτιμίαν· χορηγὸς ὑπέστην· οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν, ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων, μηδὲ τοῦ χοροῦ, μηδὲ τοῦ σώματος, τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου. » Τί δὴ πάλιν ἐστὶν ἐν τούτοις τὸ συνταράττον τὴν κατὰ φύσιν ἀπαγγελίαν; πρῶτον μὲν τό, πρὶν ἀπαρτίσαι τὸ ἡγούμενον, εἴτε νόημα χρὴ λέγειν, εἴτε κῶλον, ἕτερον παρεμβαλεῖν· καὶ μηδὲ τοῦ δευτέρου τέλος ἔχοντος, τὸ τρίτον ἐπιζεῦξαι· εἶτα τὴν τοῦ δευτέρου νοήματος ἀκολουθίαν ἐπὶ τῷ τρίτῳ τέλος εἰληφότι, θεῖναι· κἄπειτα ἐπὶ πᾶσιν, ὃ τοῦ πρώτου μέρος ἦν, διὰ μακροῦ, καὶ οὐ τῆς διανοίας, αὐτῷ προσδεχομένης ἀποδοῦναι. « Ἐμοὶ γὰρ ὃς » οὔπω τοῦτο τέλος ἔχει. « Εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν· » Ἕτερον τοῦτο κεχωρισμένον τοῦ προτέρου, ἀτελὲς καὶ αὐτό. « Μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν· » οὐδετέρου τοῦτο πάλιν τῶν προειρημένων μέρος, ἀλλ´ αὐτὸ καθ´ αὑτό· κεφαλαιώδης γάρ τίς ἐστιν ἀπόφασις. « Εἴτε φιλοτιμίαν »· τοῦτο δὲ τοῦ δευτέρου μέρος ἦν, τοῦ, « Εἴτε τις βούλεται νομίσαι μανίαν ». Τὸ δ´ ἐπὶ τούτοις λεγόμενον ἅπαν, τὸ «Χορηγὸς ὑπέστην », τοῦ πρώτου μέρος ἦν τοῦ, « Ἐμοὶ γὰρ ὅς ». Μυρία τοιαῦτά ἐστι παρὰ Δημοσθένει καὶ μάλιστα ἐν τοῖς κατὰ Φιλίππου λόγοις, μᾶλλον δὲ σπάνια μὴ οὕτως ἔχοντα· πλὴν ἑνὸς λόγου τοῦ περὶ Ἁλονήσου· πολλὰ δὲ καὶ ἐν τοῖς δικανικοῖς ἀγῶσι· τοῖς γε οὖν δημοσίοις· καὶ σχεδὸν ἔν τε τούτοις, καὶ ταῖς δημηγορίαις, ᾯπερ ἔφην ἂν διαγνοίης σημείῳ προχειροτάτῳ τὸν Δημοσθένους χαρακτῆρα. Τῷ δὲ ἧττον ἢ μᾶλλον αὐτοῖς κεχρῆσθαι τὸν ἄνδρα πρὸς τὰς φύσεις ἀποβλέποντα τῶν ὑποθέσεων, καὶ τὰς ἀξιώσεις τῶν προσώπων, πλανηθήσεταί τις· ὅπερ ἴσως οὐκ ἄλογον. Φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως ἡ Δημοσθένους, ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη χαρακτῆρα, εἴπωμεν. Ἀπαιτεῖ γὰρ ὁ λόγος. Οὐχὶ τῷ ποιῷ, μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν ἀμφότεροι· λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους, καὶ μὴ τὸ κοινὸν, ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. Ὁ μὲν γὰρ, ἀταμιεύτως τῇ κατασκευῇ κέχρηται· καὶ ἄγεται μᾶλλον ὑπ´ αὐτῆς, ἢ ἄγει· καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις ἁμαρτάνει. Καθ´ ὃ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς, ἀσαφῆ ποιεῖ τὴν λέξιν αὐτοῦ· τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶν, ἀηδῆ. Ὁ δὲ ῥήτωρ, τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα κα *** τὴν λέξιν μόνον, ὥσπερ ὁ συγγραφεύς, ἀλλὰ καὶ εἰς χρῆσιν. Ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν, οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ· τό τε δεινὸς εἶναι δοκεῖν, ἐφ´ ᾧ μάλιστα φαίνεται σπουδάζων, προσείληφε. Τοιαῦτα μὲν δή τινά ἐστιν, ἃ παρὰ τὸν ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ συνήθους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι, καὶ Θουκυδίδην τὸν ἐν αὐτῷ πείσαντα μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν. Ἃ δὲ παρὰ τὸν ἰσχνόν τε καὶ ἀκριβῆ χαρακτῆρα καὶ καθαρὸ |