|
ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE
|
ΒΙΟΙ ΤΩΝ ΔΕΚΑ ΡΗΤΟΡΩΝ
|
ΒΙΟΙ ΤΩΝ ΔΕΚΑ ΡΗΤΟΡΩΝ ΑΝΤΙΦΩΝ (832b) Ἀντιφῶν Σοφίλου μὲν ἦν πατρὸς τῶν δὲ δήμων Ῥαμνούσιος· (832c) μαθητεύσας δὲ τῷ πατρὶ (ἦν γὰρ σοφιστής, † ὧ καὶ Ἀλκιβιάδης † παρ´ αὐτὸν ἔτι παῖδα ὄντα φοιτῆσαι) καὶ δύναμιν λόγων κτησάμενος, ὥς τινες νομίζουσιν, ἀπ´ οἰκείας φύσεως, παρέπεμψε μὲν πολιτεύεσθαι, διατριβὴν δὲ συνέστησε καὶ Σωκράτει τῷ φιλοσόφῳ διεφέρετο τὴν ὑπὲρ τῶν λόγων διαφορὰν οὐ φιλονείκως ἀλλ´ ἐλεγκτικῶς, ὡς Ξενοφῶν ἱστόρηκεν ἐν τοῖς Ἀπομνημονεύμασι. Καί τινας λόγους τοῖς δεομένοις τῶν πολιτῶν συνέγραφεν εἰς τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας πρῶτος ἐπὶ τοῦτο (832d) τραπείς, ὥσπερ τινές φασι· τῶν γοῦν πρὸ αὐτοῦ γενομένων οὐδενὸς φέρεται δικανικὸς λόγος, ἀλλ´ οὐδὲ τῶν κατ´ αὐτόν, διὰ τὸ μηδέπω ἐν ἔθει τοῦ συγγράφειν εἶναι, οὐ Θεμιστοκλέους οὐκ Ἀριστείδου οὐ Περικλέους, καίτοι πολλὰς ἀφορμὰς καὶ ἀνάγκας παρασχόντων αὐτοῖς τῶν καιρῶν· καὶ γὰρ οὐ δι´ ἀσθένειαν ἀπελείποντο τοῦ συγγράφειν, ὡς δῆλον ἐκ τῶν εἰρημένων παρὰ τοῖς συγγραφεῦσι περὶ ἑνὸς ἑκάστου τῶν προειρημένων ἀνδρῶν. Ὅσους μέντοι ἔχομεν ἐπὶ τὸ παλαιότατον ἀναφέροντες (832e) ἀπομνημονεῦσαι τὴν ἰδέαν τῶν λόγων ταύτην μεταχειρισαμένους, τούτους εὕροι τις ἂν ἐπιβεβληκότας Ἀντιφῶντι πρεσβύτῃ ἤδη ὄντι, οἷον Ἀλκιβιάδην, Κριτίαν, Λυσίαν, Ἀρχῖνον. Πρῶτος δὲ καὶ ῥητορικὰς τέχνας ἐξήνεγκε, γενόμενος ἀγχίνους· διὸ καὶ Νέστωρ ἐπεκαλεῖτο. Καικίλιος ἐν τῷ περὶ αὐτοῦ συντάγματι Θουκυδίδου τοῦ συγγραφέως καθηγητὴν τεκμαίρεται γεγονέναι ἐξ ὧν ἐπαινεῖται παρ´ αὐτῷ ὁ Ἀντιφῶν. III. Ἔστι δ´ ἐν τοῖς λόγοις ἀκριβὴς καὶ πιθανὸς καὶ δεινὸς περὶ τὴν εὕρεσιν καὶ ἐν τοῖς ἀπόροις τεχνικὸς καὶ ἐπιχειρῶν ἐξ ἀδήλου καὶ ἐπὶ τοὺς νόμους καὶ 〈οὐ〉 τὰ πάθη τρέπων τοὺς λόγους τοῦ εὐπρεποῦς μάλιστα στοχαζόμενος. (832f) Γέγονε δὲ κατὰ τὰ Περσικὰ καὶ Γοργίαν τὸν σοφιστήν, ὀλίγῳ 〈ὢν〉 νεώτερος αὐτοῦ· καὶ παρατέτακεν ἕως καταλύσεως τῆς δημοκρατίας ὑπὸ τῶν τετρακοσίων γενομένης, ἣν αὐτὸς δοκεῖ συγκατασκευάσαι, ὁτὲ μὲν δυσὶ τριηραρχῶν ναυσὶν ὁτὲ δὲ στρατηγῶν, καὶ πολλαῖς μάχαις νικῶν, καὶ συμμαχίας μεγάλας αὐτοῖς προσαγόμενος, καὶ τοὺς ἀκμάζοντας ὁπλίζων, καὶ τριήρεις πληρῶν ἑξήκοντα, καὶ πρεσβεύων δ´ ἑκάστοτε ὑπὲρ αὐτῶν εἰς Λακεδαίμονα, ἡνίκα ἐτετείχιστο Ἠετιώνεια. (833a) IV. Μετὰ δὲ τὴν κατάλυσιν τῶν τετρακοσίων εἰσαγγελθεὶς σὺν Ἀρχεπτολέμῳ, ἑνὶ τῶν τετρακοσίων, ἑάλω, καὶ τοῖς περὶ τῶν προδοτῶν ἐπιτιμίοις ὑπαχθεὶς ἄταφος ἐρρίφη καὶ σὺν τοῖς ἐκγόνοις ἄτιμος ἐνεγράφη. Οἱ δ´ ὑπὸ τῶν τριάκοντα ἀνῃρῆσθαι αὐτὸν ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῷ ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγῳ· ἐγένετο γὰρ αὐτῷ θυγάτριον, οὗ Κάλλαισχρος ἐπεδικάσατο. Ὅτι δ´ ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, ἱστορεῖ καὶ Θεόπομπος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Φιλιππικῶν· (833b) ἀλλ´ οὗτός γ´ ἂν εἴη ἕτερος, Λυσιδωνίδου πατρός, 〈οὗ〉 καὶ Κρατῖνος ἐν Πυτίνῃ ὡς [οὐ] πονηροῦ μνημονεύει· πῶς 〈γὰρ〉 ἂν ὁ προτεθνεὼς 〈καὶ〉 ἀναιρεθεὶς ἐπὶ τῶν τετρακοσίων πάλιν ἐπὶ τῶν τριάκοντα εἴη; ἔστι δὲ καὶ ἄλλος λόγος περὶ τῆς τελευτῆς αὐτοῦ. Πρεσβευτὴν γὰρ ὄντα αὐτὸν εἰς Συρακούσας πλεῦσαι, ἡνίκα ἤκμαζεν ἡ τοῦ προτέρου Διονυσίου τυραννίς· γενομένης δὲ παρὰ πότον ζητήσεως, τίς ἄριστός ἐστι χαλκός, καὶ τῶν πολλῶν διαφερομένων, αὐτὸν εἰπεῖν ἄριστον εἶναι ἐξ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων πεποίηνται· τοῦτο δ´ ἀκούσαντα τὸν Διονύσιον καὶ ὑπονοήσαντα προτροπὴν εἰς ἐπίθεσιν εἶναι τὸ ῥηθὲν προστάξαι ἀναιρεθῆναι αὐτόν· (833c) οἱ δέ, ὅτι τὰς τραγῳδίας αὐτοῦ διέσυρε, χαλεπήναντα. V. Φέρονται δὲ τοῦ ῥήτορος λόγοι ἑξήκοντα, ὧν κατεψευσμένους φησὶ Καικίλιος εἶναι τοὺς εἰκοσιπέντε. Κεκωμῴδηται δ´ εἰς φιλαργυρίαν ὑπὸ Πλάτωνος ἐν Πεισάνδρῳ. Λέγεται δὲ τραγῳδίας συνθεῖναι καὶ ἰδίᾳ καὶ σὺν Διονυσίῳ τῷ τυράννῳ. Ἔτι δ´ ὢν πρὸς τῇ ποιήσει τέχνην ἀλυπίας συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν θεραπεία ὑπάρχει· ἐν Κορίνθῳ τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν προέγραψεν, ὅτι δύναται (833d) τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν· καὶ πυνθανόμενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας. Νομίζων δὲ τὴν τέχνην ἐλάττω ἢ καθ´ αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη. VI. Εἰσὶ δ´ οἳ καὶ τὸ Γλαύκου τοῦ Ῥηγίνου περὶ ποιητῶν βιβλίον εἰς Ἀντιφῶντα ἀναφέρουσιν. Ἐπαινεῖται δ´ αὐτοῦ μάλιστα ὁ περὶ Ἡρώδου, καὶ 〈ὁ〉 πρὸς Ἐρασίστρατον περὶ τῶν ταῶν, καὶ ὁ περὶ τῆς 〈εἰς〉αγγελίας, ὃν ὑπὲρ ἑαυτοῦ γέγραφε, καὶ ὁ πρὸς Δημοσθένη τὸν στρατηγὸν παρανόμων. Ἔγραψε δὲ καὶ κατὰ Ἱπποκράτους τοῦ [ἰατροῦ] στρατηγοῦ λόγον καὶ εἷλεν αὐτὸν ἐξ ἐρήμου. Ψήφισμα ἐπὶ Θεοπόμπου ἄρχοντος, ἐφ´ οὗ οἱ τετρακόσιοι (833e) κατελύθησαν, VII. [Ψήφισμα] καθ´ ὃ ἔδοξεν Ἀντιφῶντα κριθῆναι, ὃ Καικίλιος παρατέθειται· « Ἔδοξε τῇ βουλῇ μιᾷ καὶ εἰκοστῇ τῆς πρυτανείας· Δημόνικος Ἀλωπεκῆθεν ἐγραμμάτευε· Φιλόστρατος Παλληνεὺς ἐπεστάτει· Ἄνδρων εἶπε· περὶ τῶν ἀνδρῶν, οὓς ἀποφαίνουσιν οἱ στρατηγοὶ πρεσβευομένους εἰς Λακεδαίμονα ἐπὶ κακῷ τῆς πόλεως τῆς Ἀθηναίων καὶ [ἐκ] τοῦ στρατοπέδου πλεῖν ἐπὶ πολεμίας (833f) νεὼς καὶ πεζεῦσαι διὰ Δεκελείας, Ἀρχεπτόλεμον καὶ Ὀνομακλέα καὶ Ἀντιφῶντα συλλαβεῖν καὶ ἀποδοῦναι εἰς τὸ δικαστήριον, ὅπως δῶσι δίκην· παρασχόντων δ´ αὐτοὺς οἱ στρατηγοί, καὶ ἐκ τῆς βουλῆς οὕστινας ἂν δοκῇ τοῖς στρατηγοῖς προσελομένοις μέχρι δέκα, ὅπως ἂν περὶ παρόντων γένηται ἡ κρίσις. Προσκαλεσάσθωσαν δ´ αὐτοὺς οἱ θεσμοθέται ἐν τῇ αὔριον ἡμέρᾳ καὶ εἰσαγόντων, ἐπειδὰν αἱ κλήσεις ἐξήκωσιν εἰς τὸ δικαστήριον, περὶ προδοσίας κατηγορεῖν τοὺς ᾑρημένους συνηγόρους καὶ τοὺς στρατηγοὺς καὶ ἄλλους, ἄν τις βούληται· ὅτου δ´ ἂν καταψηφίσηται τὸ δικαστήριον, περὶ αὐτοῦ ποιεῖν κατὰ τὸν νόμον, ὃς κεῖται περὶ τῶν προδόντων. » (834a) Τούτῳ ὑπογέγραπται τῷ δόγματι ἡ καταδίκη. « Προδοσίας ὦφλον Ἀρχεπτόλεμος Ἱπποδάμου Ἀγρύληθεν παρών, Ἀντιφῶν Σοφίλου Ῥαμνούσιος παρών· τούτοιν ἐτιμήθη τοῖς ἕνδεκα παραδοθῆναι καὶ τὰ χρήματα δημόσια εἶναι καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον, καὶ τὼ οἰκία κατασκάψαι αὐτῶν καὶ ὅρους θεῖναι 〈ἐπὶ〉 τοῖν οἰκοπέδοιν, ἐπιγράψαντας ΑΡΧΕΠΤΟΛΕΜΟΥ ΚΑΙ ΑΝΤΙΦΩΝΤΟΣ ΤΟΙΝ ΠΡΟΔΟΤΑΙΝ. Τὼ δὲ δημάρχω ἀποφῆναι (834b) τὴν οὐσίαν αὐτοῖν καὶ μὴ ἐξεῖναι θάψαι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα Ἀθήνησι, μηδ´ ὅσης Ἀθηναῖοι κρατοῦσι· καὶ ἄτιμον εἶναι Ἀρχεπτόλεμον καὶ Ἀντιφῶντα καὶ γένος τὸ ἐκ τούτοιν, καὶ νόθους καὶ γνησίους· καὶ ἐάν 〈τις〉 ποιήσηταί τινα τῶν ἐξ Ἀρχεπτολέμου καὶ Ἀντιφῶντος, ἄτιμος ἔστω ὁ ποιησάμενος. Ταῦτα δὲ γράψαι ἐν στήλῃ χαλκῇ· 〈καὶ〉 ᾗπερ ἀν〈ά〉κ〈ειτ〉αι τὰ ψηφίσματα τὰ περὶ Φρυνίχου, καὶ τοῦτο θέσθαι. » I. Ἀνδοκίδης Λεωγόρου μὲν ἦν πατρὸς 〈τοῦ Ἀνδοκίδου〉 τοῦ θεμένου ποτὲ πρὸς Λακεδαιμονίους εἰρήνην Ἀθηναίοις, τῶν δήμων δὲ Κυδαθήναιος ἢ Θορεύς, γένους εὐπατριδῶν, ὡς δ´ Ἑλλάνικος καὶ ἀπὸ Ἑρμοῦ· (834c) καθήκει γὰρ εἰς αὐτὸν τὸ κηρύκων γένος· διὸ καὶ προεχειρίσθη ποτὲ μετὰ Γλαύκωνος σὺν ναυσὶν εἴκοσι Κερκυραίοις βοηθήσων, διαφερομένοις πρὸς Κορινθίους. II. Μετὰ δὲ ταῦτα αἰτιαθεὶς ἀσεβεῖν ὡς καὶ αὐτὸς τοὺς Ἑρμᾶς περικόψας καὶ εἰς τὰ τῆς Δήμητρος ἁμαρτὼν μυστήρια, [(διὰ τὸ πρότερον ἀκόλαστον ὄντα νύκτωρ κωμάσαντα θραῦσαί τι τῶν ἀγαλμάτων τοῦ θεοῦ καὶ εἰσαγγελθέντα, (834d) ἐπειδὴ οὐκ ἠβουλήθη ὃν ἐζήτουν οἱ κατήγοροι δοῦλον ἐκδοῦναι διαβληθῆναι καὶ πρὸς τὴν αἰτίαν τῆς δευτέρας γραφῆς ὕποπτον γενέσθαι, ἣν μετ´ οὐ πολὺν χρόνον τοῦ ἐπὶ Σικελίαν στόλου συνέβη γενέσθαι, Κορινθίων εἰσπεμψάντων Λεοντίνους τε καὶ Αἰγεσταίους ἄνδρας ἰδίᾳ μελλόντων βοηθεῖν αὐτοῖς τῶν Ἀθηναίων νύκτωρ τοὺς περὶ τὴν ἀγορὰν Ἑρμᾶς περιέκοψαν. Ὡς Κράτιππός φησιν) ..... προσαμαρτὼν μυστήρια] κριθεὶς ἐπὶ τούτοις ἀπέφυγεν ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας· σπουδὴν δὲ πᾶσαν 〈εἰς〉ενεγκάμενος ἐξεῦρε τοὺς περὶ τὰ ἱερὰ ἁμαρτόντας, ἐν οἷς καὶ τὸν αὑτοῦ πατέρα ἐμήνυσε. (834e) Καὶ τοὺς μὲν ἄλλους πάντας ἐλέγξας ἐποίησεν ἀπολέσθαι, τὸν δὲ πατέρα ἐρρύσατο, καίτοι δεδεμένον ἤδη, ὑποσχόμενος πολλὰ λυσιτελήσειν αὐτὸν τῇ πόλει. Καὶ οὐκ ἐψεύσατο· ἤλεγξε γὰρ ὁ Λεωγόρας πολλοὺς δημόσια χρήματα σφετεριζομένους καὶ ἄλλα τινὰ ἀδικοῦντας. Καὶ διὰ μὲν ταῦτα ἀφείθη τῆς αἰτίας· III. 〈Οὐκ〉 εὐδοκιμῶν δ´ ὁ Ἀνδοκίδης ἐπὶ τοῖς πολιτευομένοις ἐπέθετο ναυκληρίᾳ, καὶ τοῖς τε Κυπρίων βασιλεῦσι καὶ πολλοῖς ἄλλοις δοκίμοις ἐπεξενώθη. Ὅτε καὶ μίαν τῶν πολιτίδων, Ἀριστείδου θυγατέρα, ἀνεψιὰν οὖσαν αὐτῷ, λάθρα τῶν οἰκείων ἐξαγαγὼν ἔπεμψε δῶρον τῷ Κυπρίων βασιλεῖ. (834f) Μέλλων δ´ ἐπὶ τούτοις εἰς δικαστήριον εἰσάγεσθαι πάλιν αὐτὴν ἐξέκλεψεν ἀπὸ τῆς Κύπρου, καὶ ληφθεὶς ὑπὸ τοῦ βασιλέως ἐδέθη· διαδρὰς δ´ ἧκεν εἰς τὴν πόλιν, καθ´ ὃν χρόνον οἱ τετρακόσιοι διεῖπον τὰ πράγματα· IV. Δεθεὶς δ´ ὑπὸ τούτων καὶ διαφυγών, [αὖθις] ὁπότε κατελύθη ἡ ὀλιγαρχία, 〈αὖθις〉 ἐξέπεσε τῆς πόλεως, τῶν τριάκοντα τὴν ἀρχὴν παραλαβόντων. Οἰκήσας δὲ τὸν τῆς (835a) φυγῆς χρόνον ἐν Ἤλιδι, κατελθόντων τῶν περὶ Θρασύβουλον καὶ αὐτὸς ἧκεν εἰς τὴν πόλιν. Πεμφθεὶς δὲ περὶ τῆς εἰρήνης εἰς Λακεδαίμονα καὶ δόξας ἀδικεῖν ἔφυγε. V. Δηλοῖ δὲ περὶ πάντων ἐν τοῖς λόγοις οἷς συγγέγραφεν· οἱ μὲν γὰρ ἀπολογουμένου περὶ τῶν μυστηρίων εἰσίν, οἱ δὲ καθόδου δεομένου. Σῴζεται δ´ αὐτοῦ καὶ ὁ περὶ τῆς ἐνδείξεως λόγος καὶ ἀπολογία πρὸς Φαίακα καὶ περὶ τῆς εἰρήνης. Καὶ ἤκμακε μὲν κατὰ τοῦτον τὸν χρόνον ἅμα Σωκράτει τῷ φιλοσόφῳ· ἀρχὴ δ´ αὐτῷ τῆς γενέσεως ὀλυμπιὰς μὲν ἑβδομηκοστὴ ὀγδόη, ἄρχων δ´ Ἀθήνησι Θεογενίδης· ὥστ´ εἶναι πρεσβύτερον αὐτὸν Λυσίου ἔτεσί που ηʹ. (835b) Τούτου δ´ ἐπώνυμός ἐστι καὶ Ἑρμῆς ὁ Ἀνδοκίδου καλούμενος, ἀνάθημα μὲν ὢν φυλῆς Αἰγηίδος, ἐπικληθεὶς δ´ Ἀνδοκίδου διὰ τὸ πλησίον παροικῆσαι τὸν Ἀνδοκίδην. Καὶ αὐτὸς δ´ ἐχορήγησε κυκλίῳ χορῷ τῇ αὑτοῦ φυλῇ ἀγωνιζομένῃ διθυράμβῳ, καὶ νικήσας ἀνέθηκε τρίποδα ἐφ´ ὑψηλοῦ ἀντικρὺ τοῦ πωρίνου Σειληνοῦ. Ἔστι δ´ ἁπλοῦς καὶ ἀκατάσκευος ἐν τοῖς λόγοις, ἀφελής τε καὶ ἀσχημάτιστος. I. (835c) Λυσίας υἱὸς ἦν Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, Συρακουσίου μὲν γένος μεταναστάντος δ´ εἰς Ἀθήνας ἐπιθυμίᾳ τε τῆς πόλεως καὶ Περικλέους τοῦ Ξανθίππου πείσαντος αὐτόν, φίλον ὄντα καὶ ξένον, πλούτῳ διαφέροντα· ὡς δέ τινες, ἐκπεσόντα τῶν Συρακουσῶν, ἡνίκα ὑπὸ Γέλωνος ἐτυραννοῦντο. Γενόμενος Ἀθήνησιν ἐπὶ Φιλοκλέους ἄρχοντος τοῦ μετὰ Φρασικλῆ κατὰ τὸ δεύτερον ἔτος τῆς ὀγδοηκοστῆς [καὶ δευτέρας] ὀλυμπιάδος, τὸ μὲν πρῶτον συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις Ἀθηναίων· II. (835d) Ἐπεὶ δὲ τὴν εἰς Σύβαριν ἀποικίαν τὴν ὕστερον Θουρίους μετονομασθεῖσαν ἔστελλεν ἡ πόλις, ᾤχετο σὺν τῷ πρεσβυτάτῳ ἀδελφῷ Πολεμάρχῳ (ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι δύο, Εὐθύδημος καὶ Βράχυλλος), τοῦ πατρὸς ἤδη τετελευτηκότος, ὡς κοινωνήσων τοῦ κλήρου, ἔτη γεγονὼς πεντεκαίδεκα, ἐπὶ Πραξιτέλους ἄρχοντος, κἀκεῖ διέμεινε παιδευόμενος παρὰ Τισίᾳ καὶ Νικίᾳ τοῖς Συρακουσίοις, κτησάμενός τ´ οἰκίαν καὶ κλήρου τυχὼν ἐπολιτεύσατο ἕως Κλεοκρίτου τοῦ Ἀθήνησιν ἄρχοντος † ἔτη ἑξήκοντα τρία τῷ δ´ ἑξῆς † Καλλίᾳ ὀλυμπιάδι ἐνενηκοστῇ δευτέρᾳ (835e) τῶν κατὰ Σικελίαν συμβάντων Ἀθηναίοις καὶ κινήσεως γενομένης τῶν τ´ ἄλλων συμμάχων καὶ μάλιστα τῶν τὴν Ἰταλίαν οἰκούντων, αἰτιαθεὶς ἀττικίζειν ἐξέπεσε μετ´ ἄλλων τριῶν. Παραγενόμενος δ´ Ἀθήνησιν ἐπὶ Καλλίου τοῦ μετὰ Κλεόκριτον ἄρχοντος, ἤδη τῶν τετρακοσίων κατεχόντων τὴν πόλιν, διέτριβεν αὐτόθι. III. Τῆς δ´ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόντων τὴν πόλιν, ἐξέπεσεν ἑπτὰ ἔτη μείνας, ἀφαιρεθεὶς τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον·(835f) αὐτὸς δὲ διαδρὰς ἐκ τῆς οἰκίας ἀμφιθύρου οὔσης, ἐν ᾗ ἐφυλάσσετο ὡς ἀπολούμενος, διῆγεν ἐν Μεγάροις. Ἐπιθεμένων δὲ τῶν ἀπὸ Φυλῆς τῇ καθόδῳ, ἐπεὶ χρησιμώτατος ἁπάντων ὤφθη, χρήματά τε παρασχὼν δραχμὰς δισχιλίας καὶ ἀσπίδας διακοσίας πεμφθείς τε σὺν Ἑρμᾶνι ἐπικούρους ἐμισθώσατο τριακοσίους, δύο τ´ ἔπεισε τάλαντα δοῦναι Θρασυδαῖον τὸν Ἠλεῖον, ξένον αὐτῷ γεγονότα. IV. Ἐφ´ οἷς γράψαντος αὐτῷ Θρασυβούλου πολιτείαν μετὰ τὴν κάθοδον ἐπ´ ἀναρχίας τῆς πρὸ Εὐκλείδου, ὁ μὲν δῆμος ἐκύρωσε τὴν δωρεάν, ἀπενεγκαμένου δ´ Ἀρχίνου γραφὴν παρανόμων (836a) διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι, ἑάλω τὸ ψήφισμα· καὶ οὕτως ἀπελαθεὶς τῆς πολιτείας τὸν λοιπὸν ᾤκησε χρόνον ἰσοτελὴς ὤν, καὶ ἐτελεύτησεν αὐτόθι ὀγδοήκοντα τρία ἔτη βιούς, ἢ ὥς τινες ἓξ καὶ ἑβδομήκοντα, ἢ ὥς τινες ὑπὲρ ὀγδοήκοντα, ἰδὼν Δημοσθένη μειράκιον ὄντα. Γεννηθῆναι δέ φασιν ἐπὶ Φιλοκλέους ἄρχοντος. V. Φέρονται δ´ αὐτοῦ λόγοι τετρακόσιοι εἰκοσιπέντε· τούτων γνησίους φασὶν οἱ περὶ Διονύσιον καὶ Καικίλιον εἶναι διακοσίους τριάκοντα 〈καὶ τρεῖς〉, ἐν οἷς δὶς μόνον ἡττῆσθαι λέγεται. Ἔστι δ´ αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσματος, (836b) 〈ὃ〉 ἐγράψατο Ἀρχῖνος τὴν πολιτείαν αὐτοῦ περιελών, καὶ κατὰ τῶν τριάκοντα ἕτερος. Ἐγένετο δὲ πιθανώτατος καὶ βραχύτατος, [τοῖς ἰδιώταις] τοῖς πολλοῖς λόγους ἐκδούς. Εἰσὶ δ´ αὐτῷ καὶ τέχναι ῥητορικαὶ πεποιημέναι καὶ δημηγορίαι, ἐπιστολαί τε καὶ ἐγκώμια καὶ ἐπιτάφιοι καὶ ἐρωτικοὶ καὶ Σωκράτους ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν. Δοκεῖ δὲ κατὰ τὴν λέξιν εὔκολος εἶναι, δυσμίμητος ὤν. Δημοσθένης δ´ ἐν τῷ κατὰ Νεαίρας λόγῳ ἐραστὴν αὐτόν φησι γεγονέναι Μετανείρας, ὁμοδούλου τῇ Νεαίρᾳ· ὕστερον δ´ ἔγημε Βραχύλλου τοῦ ἀδελφοῦ θυγατέρα. VI. μνημονεύει δ´ αὐτοῦ καὶ Πλάτων ἐν τῷ (836c) Φαίδρῳ ὡς δεινοτάτου εἰπεῖν καὶ Ἰσοκράτους πρεσβυτέρου. Ἐποίησε δὲ καὶ εἰς αὐτὸν ἐπίγραμμα Φιλίσκος ὁ Ἰσοκράτους μὲν γνώριμος ἑταῖρος δὲ Λυσίου, δι´ οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, ὃ καὶ ἐκ τῶν ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται· ἔχει δ´ οὕτως·
« 〈Νῦν〉 ὦ Καλλιόπης θύγατερ,
πολυήγορε Φρόντι, VI. Συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον καὶ ἀμφοτέροις ἐνίκα· ἀναδεξαμένου δ´ Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀναλαβὼν τὴν τῆς προδοσίας αἰτίαν ἀπολογεῖται διὰ τοῦ Λυσίου λόγου· καὶ αὐτὸς μὲν ἀπελύθη, ὁ δὲ Τιμόθεος ἐζημιώθη πλείστοις χρήμασιν. Ἀνέγνω δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει λόγον μέγιστον, διαλλαγέντας τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον. I. Ἰσοκράτης Θεοδώρου μὲν ἦν παῖς τοῦ Ἐρχιέως τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ εὐπορήσαντος ἀπὸ τούτων, ὡς καὶ χορηγῆσαι καὶ παιδεῦσαι τοὺς υἱούς· ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι, Τελέσιππος καὶ Διόμνηστος· ἦν δὲ καὶ θυγάτριον· ὅθεν εἰς τοὺς αὐλοὺς κεκωμῴδηται ὑπ´ Ἀριστοφάνους καὶ Στράττιδος. (836f) Γενόμενος δὲ κατὰ τὴν ὀγδοηκοστὴν ἕκτην ὀλυμπιάδα Λυσιμάχου Μυρρινουσίου 〈ἄρχοντος, νεώτερος μὲν Λυσίου〉 δυσὶ καὶ εἴκοσιν ἔτεσι, πρεσβύτερος δὲ Πλάτωνος ἑπτά, II. Παῖς μὲν ὢν ἐπαιδεύετο οὐδενὸς ἧττον Ἀθηναίων, ἀκροώμενος Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ Θηραμένους τοῦ ῥήτορος· οὗ καὶ συλλαμβανομένου ὑπὸ τῶν τριάκοντα καὶ φυγόντος ἐπὶ τὴν Βουλαίαν Ἑστίαν, ἁπάντων καταπεπληγμένων, μόνος ἀνέστη βοηθήσων καὶ πολὺν χρόνον ἐσίγησε κατ´ ἀρχάς, (837a) ἔπειτα ὑπ´ αὐτοῦ παρῃτήθη, εἰπόντος ὀδυνηρότερον αὐτῷ συμβήσεσθαι, εἴ τις τῶν φίλων ἀπολαύσει τῆς συμφορᾶς· καὶ ἐκείνου τινὰς οὔσας τέχνας αὐτῷ φασι συμπραγματεύσασθαι, ἡνίκα ἐν τοῖς δικαστηρίοις ἐσυκοφαντεῖτο, αἵ εἰσιν ἐπιγεγραμμέναι Βότωνος. III. Ἐπεὶ δ´ ἠνδρώθη, τῶν μὲν πολιτικῶν πραγμάτων ἀπέσχετο ἰσχνόφωνός ὢν καὶ εὐλαβὴς τὸν τρόπον καὶ τὰ πατρῷα ἀποβεβληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ· ἄλλοις δὲ 〈οὔτε συνηγωνισμένος οὔτε〉 μεμαρτυρηκὼς φαίνεται, ἕνα δὲ μόνον εἰπὼν λόγον, τὸν περὶ τῆς ἀντιδόσεως. Διατριβὴν (837b) δὲ συστησάμενος ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν διανοηθεὶς ἐτράπετο, καὶ τόν τε Πανηγυρικὸν λόγον καί τινας ἄλλους τῶν συμβουλευτικῶν, οὓς μὲν αὐτὸς γράφων ἀνεγίνωσκεν οὓς δ´ ἑτέροις παρεσκεύαζεν, ἡγούμενος οὕτως ἐπὶ τὸ τὰ δέοντα φρονεῖν τοὺς Ἕλληνας προτρέψεσθαι. IV. Διαμαρτάνων δὲ τῆς προαιρέσεως τούτων μὲν ἀπέστη σχολῆς δ´ ἡγεῖτο, ὥς τινές φασι, πρῶτον ἐπὶ Χίου, μαθητὰς ἔχων ἐννέα· ὅτε καὶ ἰδὼν τὸν μισθὸν ἀριθμούμενον εἶπε δακρύσας ὡς « Ἐπέγνων ἐμαυτὸν νῦν τούτοις πεπραμένον ». Ὠμίλει δὲ τοῖς βουλομένοις, χωρίσας πρῶτος τοὺς ἐριστικοὺς λόγους τῶν πολιτικῶν, περὶ οὓς ἐσπούδασε. (837c) Καὶ ἀρχὰς δὲ καὶ περὶ τὴν Χίον κατέστησε καὶ τὴν αὐτὴν τῇ πατρίδι πολιτείαν· ἀργύριόν τε ὅσον οὐδεὶς σοφιστῶν εὐπόρησεν, ὡς καὶ τριηραρχῆσαι. V. Ἀκροαταὶ δ´ αὐτοῦ ἐγένοντο εἰς ἑκατόν, ἄλλοι τε πολλοὶ καὶ Τιμόθεος ὁ Κόνωνος, σὺν ᾧ καὶ πολλὰς πόλεις ἐπῆλθε, συντιθεὶς τὰς πρὸς Ἀθηναίους ὑπὸ Τιμοθέου πεμπομένας ἐπιστολάς· ὅθεν ἐδωρήσατο αὐτῷ τάλαντον τῶν ἀπὸ Σάμου περιγενομένων. Ἐμαθήτευσε δ´ αὐτῷ καὶ Θεόπομπος ὁ Χῖος καὶ Ἔφορος ὁ Κυμαῖος καὶ Ἀσκληπιάδης ὁ τὰ τραγῳδούμενα συγγράψας καὶ Θεοδέκτης ὁ Φασηλίτης ὁ τὰς τραγῳδίας ὕστερον γράψας, οὗ ἐστι τὸ μνῆμα ἐπὶ τὴν Κυαμῖτιν πορευομένοις κατὰ τὴν ἱερὰν ὁδὸν τὴν ἐπ´ Ἐλευσῖνα, τὰ νῦν κατερηρειμμένον· (837d) ἔνθα καὶ τοὺς ἐνδόξους τῶν ποιητῶν ἀνέστησε σὺν αὐτῷ, ὧν Ὅμηρος ὁ ποιητὴς σῴζεται μόνος· Λεώδαμός τ´ Ἀθηναῖος καὶ Λάκριτος † ὁ νομοθέτης Ἀθηναίοις· ὡς δέ τινές φασι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος. καὶ Δημοσθένη δ´ ἔτι ῥητορεύοντί φασι μετὰ σπουδῆς προσελθεῖν αὐτῷ, καὶ χιλίας μὲν ἃς [μόνας] εἰσεπράττετο οὐκ ἔχειν φάναι παρασχεῖν, διακοσίας δὲ 〈μόνας〉 δώσειν, ἐφ´ ᾧ τε τὸ πέμπτον μέρος ἐκμαθεῖν· (837e) τὸν δ´ ἀποκρίνασθαι ὡς « Οὐ τεμαχίζομεν, ὦ Δημόσθενες, τὴν πραγματείαν· ὥσπερ δὲ τοὺς καλοὺς ἰχθῦς ὅλους πωλοῦσιν, οὕτω κἀγώ σοι, εἰ βούλοιο μαθητεύειν, ὁλόκληρον ἀποδώσομαι τὴν τέχνην ». Ἐτελεύτα δ´ ἐπὶ Χαιρώνδου ἄρχοντος, ἀπαγγελθέντων τῶν περὶ Χαιρώνειαν ἐν τῇ Ἱπποκράτους παλαίστρᾳ πυθόμενος, ἐξαγαγὼν αὑτὸν τοῦ βίου τέτταρσιν ἡμέραις διὰ τοῦ σιτίων ἀποσχέσθαι, προειπὼν τρεῖς ἀρχὰς δραμάτων Εὐριπίδου « Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ » « Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολών » « Σιδώνιόν ποτ´ ἄστυ Κάδμος ἐκλιπών » (837f) ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βιοὺς ἢ ὥς τινες ἑκατόν, οὐχ ὑπομείνας τετράκις ἰδεῖν τὴν Ἑλλάδα καταδουλουμένην· πρὸ ἐνιαυτοῦ ἢ ὥς τινες πρὸ τεσσάρων τῶν τῆς τελευτῆς συγγράψας τὸν Παναθηναϊκόν. VII. Τὸν δὲ Πανηγυρικὸν ἔτεσι δέκα συνέθηκεν, οἱ δὲ δεκαπέντε λέγουσιν, ὃν μετενηνοχέναι ἐκ τοῦ Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου· τὸν δὲ περὶ τῆς ἀντιδόσεως δύο καὶ ὀγδοήκοντα ἔτη γεγονώς· τοὺς δὲ πρὸς Φίλιππον ὀλίγῳ πρότερον τοῦ θανάτου. (838a) Ἐγένετο δ´ αὐτῷ καὶ παῖς Ἀφαρεὺς πρεσβύτῃ ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲ τῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος. Εὐπόρησε 〈δ´〉 ἱκανῶς οὐ μόνον ἀργύριον εἰσπράττων τοὺς γνωρίμους, ἀλλὰ καὶ παρὰ Νικοκλέους τοῦ Κυπρίων βασιλέως, ὃς ἦν υἱὸς Εὐαγόρου, εἴκοσι τάλαντα λαβὼν ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος λόγου· VIII. Ἐφ´ οἷς φθονηθεὶς τρὶς προεβλήθη τριηραρχεῖν, καίτοι δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ὑποστὰς ἀνήλωσεν οὐκ ὀλίγα. πρὸς δὲ τὸν εἰπόντα πατέρα ὡς οὐδὲν ἀλλ´ ἢ ἀνδράποδον συμπέμψαι 〈αἰτεῖ〉 τῷ παιδίῳ « Τοιγαροῦν » ἔφη « ἄπιθι· δύο γὰρ ἀνθ´ ἑνὸς ἕξεις ἀνδράποδα. » (838b) Ἠγωνίσατο δὲ καὶ τὸν ἐπὶ Μαυσώλῳ τεθέντα ὑπ´ Ἀρτεμισίας ἀγῶνα· τὸ δ´ ἐγκώμιον οὐ σῴζεται. Ἐποίησε δὲ καὶ εἰς Ἑλένην ἐγκώμιον καὶ Ἀρεοπαγιτικόν IX. Ἐξελθεῖν δὲ τοῦ βίου οἱ μὲν ἐναταῖόν φασι σίτων ἀποσχόμενον, οἱ δὲ τεταρταῖον ἅμα ταῖς ταφαῖς τῶν ἐν Χαιρωνείᾳ πεσόντων. Συνέγραψε δ´ αὐτοῦ καὶ ὁ παῖς Ἀφαρεὺς λόγους. Ἐτάφη δὲ μετὰ τῆς συγγενείας πλησίον Κυνοσάργους ἐπὶ τοῦ λόφου 〈ἐν〉 ἀριστερᾷ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ Θεόδωρος καὶ ἡ μήτηρ † αὐτοῦ· ταύτης τ´ ἀδελφὴ τηθὶς τοῦ ῥήτορος Ἀνακὼ καὶ ὁ ποιητὸς υἱὸς Ἀφαρεὺς καὶ ὁ (838c) ἀνεψιὸς αὐτοῦ Σωκράτης †, μητρὸς Ἰσοκράτους ἀδελφῆς Ἀνακοῦς υἱὸς ὤν, ὅ τ´ ἀδελφὸς αὐτοῦ ὁμώνυμος τοῦ πατρὸς Θεόδωρος καὶ οἱ υἱωνοὶ 〈αὐτοῦ〉, τοῦ ποιηθέντος αὐτῷ παιδὸς Ἀφαρέως, [Ἀφαρεὺς καὶ ὁ τούτου πατὴρ Θεόδωρος] ἥ τε γυνὴ Πλαθάνη, μήτηρ δὲ τοῦ ποιητοῦ Ἀφαρέως. Ἐπὶ μὲν οὖν τούτων τράπεζαι ἐπῆσαν ἕξ, αἳ νῦν οὐ σῴζονται· X. Αὐτῷ δ´ Ἰσοκράτει ἐπὶ τοῦ μνήματος ἐπῆν κίων τριάκοντα πηχῶν, ἐφ´ οὗ σειρὴν πηχῶν ἑπτὰ συμβολικῶς, ὃς νῦν οὐ σῴζεται. (838d) Ἦν δὲ καὶ αὐτοῦ τράπεζα πλησίον ἔχουσα ποιητάς τε καὶ τοὺς διδασκάλους αὐτοῦ, ἐν οἷς καὶ Γοργίαν εἰς σφαῖραν ἀστρολογικὴν βλέποντα αὐτόν τε τὸν Ἰσοκράτην παρεστῶτα. Ἀνάκειται δ´ αὐτοῦ καὶ ἐν Ἐλευσῖνι εἰκὼν χαλκῆ ἔμπροσθεν τοῦ προστῴου ὑπὸ Τιμοθέου τοῦ Κόνωνος, καὶ ἐπιγέγραπται « Τιμόθεος φιλίας τε χάριν ξύνεσίν τε προτιμῶν Ἰσοκράτους εἰκὼ τήνδ´ ἀνέθηκε θεαῖς. Λεωχάρους ἔργον. » XI. Φέρονται δ´ αὐτοῦ λόγοι ἑξήκοντα, ὧν εἰσι γνήσιοι κατὰ μὲν Διονύσιον εἰκοσιπέντε κατὰ δὲ Καικίλιον εἰκοσιοκτώ, οἱ δ´ ἄλλοι κατεψευσμένοι. Εἶχε δ´ ἀλλοτρίως πρὸς ἐπίδειξιν, (838e) ὡς ἀφικομένων ποτὲ πρὸς αὐτὸν τριῶν ἐπὶ τὴν ἀκρόασιν τοὺς μὲν δύο κατασχεῖν τὸν δὲ τρίτον ἀπολῦσαι, φάμενος εἰς τὴν ἐπιοῦσαν ἥξειν· νῦν γὰρ αὐτῷ τὸ θέατρον εἶναι ἐν † ἀκρωτηρίῳ †. Εἰώθει δὲ καὶ πρὸς τοὺς γνωρίμους αὑτοῦ λέγειν, ὡς αὐτὸς μὲν δέκα μνῶν διδάσκοι, τῷ δ´ αὐτὸν διδάξοντι τόλμαν καὶ εὐφωνίαν δώσειν δεκακισχιλίας. XII. Καὶ πρὸς τὸν ἐρόμενον διὰ τί οὐκ ὢν αὐτὸς ἱκανὸς ἄλλους ποιεῖ, εἶπεν ὅτι καὶ αἱ ἀκόναι αὐταὶ μὲν τεμεῖν οὐ δύνανται τὸν δὲ σίδηρον τμητικὸν ποιοῦσιν. Εἰσὶ δ´ (838f) οἳ καὶ τέχνας αὐτὸν λέγουσι συγγεγραφέναι, οἱ δ´ οὐ μεθόδῳ ἀλλ´ ἀσκήσει χρήσασθαι. Πολίτην δ´ οὐδέποτ´ εἰσέπραξε μισθόν. Προσέταττε δὲ τοῖς γνωρίμοις εἰς τὰς ἐκκλησίας ἀπαντῶσιν ἀναφέρειν αὐτῷ τὰ εἰρημένα. Ἐλυπήθη δὲ καὶ οὐ μετρίως ἐπὶ τῷ Σωκράτους θανάτῳ καὶ μελανειμονῶν τῇ ὑστεραίᾳ προῆλθε. Πάλιν δ´ ἐρομένου τινὸς αὐτὸν τί ῥητορική, εἶπε « Τὰ μὲν μικρὰ μεγάλα τὰ δὲ μεγάλα μικρὰ ποιεῖν ». Ἑστιώμενος δέ ποτε παρὰ Νικοκρέοντι τῷ Κύπρου τυράννῳ, προτρεπομένων αὐτὸν τῶν παρόντων διαλεχθῆναι ἔφη « οἷς μὲν ἐγὼ δεινὸς οὐχ ὁ νῦν καιρός, οἷς δ´ ὁ νῦν καιρὸς οὐκ ἐγὼ δεινός ». Σοφοκλέα δὲ τὸν τραγικὸν θεασάμενος ἑπόμενον ἐρωτικῶς παιδὶ εἶπεν (839a) « Οὐ μόνον δεῖ, Σοφόκλεις, τὰς χεῖρας ἔχειν παρ´ αὑτῷ, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς ». Τοῦ δὲ Κυμαίου Ἐφόρου ἀπράκτου τῆς σχολῆς ἐξελθόντος καὶ πάλιν ὑπὸ τοῦ πατρὸς Δημοφίλου πεμφθέντος ἐπὶ δευτέρῳ μισθῷ, παίζων Δίφορον αὐτὸν ἐκάλει· ἐσπούδασε μέντοι ἱκανῶς περὶ τὸν ἄνδρα καὶ τὴν ὑπόθεσιν τῆς χρείας αὐτὸς ὑπεθήκατο.
XIII.
Ἐγένετο δὲ καὶ
πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ὑποπάστῳ παρειλκυσμένῳ ἐν τῇ κοίτῃ χρῆσθαι,
κρόκῳ διάβροχον ἔχοντα τὸ προσκεφάλαιον. (839b)
Καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηράσαντα δ´ ἑταίρᾳ συνεῖναι ᾗ ὄνομα ἦν Λαγίσκη,
ἐξ ἧς ἔσχε θυγάτριον ὃ γενόμενον ἐτῶν δώδεκα πρὸ γάμων ἐτελεύτησεν.
Ἔπειτα
Πλαθάνην τὴν Ἱππίου τοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν
Ἀφαρέα ὡς προείρηται ἐποιήσατο, ὃς καὶ εἰκόνα αὐτοῦ χαλκῆν ἀνέθηκε πρὸς τῷ
Ὀλυμπιείῳ ἐπὶ « Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδ´ ἀνέθηκε Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν. » XIV. (839c) Λέγεται δὲ καὶ κελητίσαι ἔτι παῖς ὤν· ἀνάκειται γὰρ ἐν ἀκροπόλει χαλκοῦς ἐν τῇ σφαιρίστρᾳ τῶν Ἀρρηφόρων κελητίζων ἔτι παῖς ὤν, ὡς εἶπόν τινες. Δύο δ´ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες· πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δ´ υἱὸν πέμψας Ἀφαρέα ἐνίκησε· δεύτερος δὲ Λυσιμάχου αὐτὸν προκαλεσαμένου περὶ τριηραρχίας εἰς ἀντίδοσιν· ἡττηθεὶς δὲ τὴν τριηραρχίαν ὑπέστη. Ἦν δ´ αὐτοῦ καὶ γραπτὴ εἰκὼν ἐν τῷ Πομπείῳ. XV. Ὁ δ´ Ἀφαρεὺς συνέγραψε μὲν λόγους οὐ πολλοὺς δέ, δικανικούς τε καὶ συμβουλευτικούς· ἐποίησε δὲ καὶ τραγῳδίας περὶ (839d) ἑπτὰ καὶ τριάκοντα, ὧν ἀντιλέγονται δύο. Ἀρξάμενος δ´ ἀπὸ Λυσιστράτου διδάσκειν ἄχρι Σωσιγένους ἐν ἔτεσιν εἰκοσιοκτὼ διδασκαλίας ἀστικὰς καθῆκεν ἓξ καὶ δὶς ἐνίκησε διὰ Διονυσίου, καθεὶς καὶ δι´ ἑτέρων ἑτέρας δύο Ληναϊκάς. Τῆς δὲ μητρὸς αὐτῶν Ἰσοκράτους καὶ Θεοδώρου καὶ τῆς ταύτης ἀδελφῆς Νακοῦς εἰκόνες ἀνέκειντο ἐν ἀκροπόλει· ὧν ἡ τῆς μητρὸς παρὰ τὴν Ὑγίειαν νῦν κεῖται μετεπιγεγραμμένη, ἡ δὲ Νακοῦς οὐ σῴζεται. Ἔσχε δὲ υἱούς, Ἀλέξανδρον μὲν ἐκ Κόννου, Σωσικλέα δ´ ἐκ Λυσίου. I. Ἰσαῖος Χαλκιδεὺς μὲν ἦν τὸ γένος, παραγενόμενος δ´ εἰς Ἀθήνας καὶ σχολάσας 〈μὲν Ἰσοκράτει ὥς φησιν Ἕρμιππος μάλιστα δ´ ἠκολούθει〉 Λυσίᾳ κατά τε τὴν τῶν ὀνομάτων ἁρμονίαν καὶ τὴν ἐν τοῖς πράγμασι δεινότητα, ὥστ´ εἰ μή τις ἔμπειρος πάνυ τοῦ χαρακτῆρος τῶν ἀνδρῶν εἴη, οὐκ ἂν διαγνοίη πολλοὺς τῶν λόγων ῥᾳδίως ὁποτέρου τῶν ῥητόρων εἰσίν. Ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἔστι τεκμήρασθαι ἐκ λόγων αὐτοῦ, καὶ μέχρι τῆς Φιλίππου ἀρχῆς παρέτεινε. II. (839f) Καθηγήσατο δὲ Δημοσθένους, ἀποστὰς τῆς σχολῆς, ἐπὶ δραχμαῖς μυρίαις· διὸ καὶ μάλιστα ἐπιφανὴς ἐγένετο. Αὐτὸς δὲ καὶ τοὺς ἐπιτροπικοὺς λόγους συνέταττε τῷ Δημοσθένει, ὥς τινες εἶπον. III. Καταλέλοιπε δὲ λόγους ἑξήκοντα τέσσαρας, ὧν εἰσι γνήσιοι πεντήκοντα, καὶ ἰδίας τέχνας. Πρῶτος δὲ καὶ σχηματίζειν ἤρξατο καὶ τρέπειν ἐπὶ τὸ πολιτικὸν τὴν διάνοιαν· ὃ μάλιστα μεμίμηται Δημοσθένης. Μνημονεύει δ´ αὐτοῦ Θεόπομπος ὁ κωμικὸς ἐν τῷ Θησεῖ . I. Αἰσχίνης Ἀτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν τριάκοντα συγκαταγαγόντος δὲ τὸν δῆμον, καὶ Γλαυκοθέας, τῶν δήμων Κοθωκίδης, οὔτε κατὰ γένος τῶν ἐπιφανῶν οὔτε κατὰ περιουσίαν χρημάτων. Νέος δ´ ὢν καὶ ἐρρωμένος τῷ σώματι περὶ τὰ γυμνάσια ἐπόνει· λαμπρόφωνος δ´ ὢν μετὰ ταῦτα τραγῳδίαν ἤσκησεν· ὡς δὲ Δημοσθένης φησίν, ὑπογραμματεύων αὶ τριταγωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς Διονυσίοις (840b) διετέλει, ἀναλαμβάνων ἐπὶ σχολῆς τὰς παλαιὰς τραγῳδίας, καὶ ἔτι παῖς ὢν ἐδίδασκε γράμματα σὺν τῷ πατρί, καὶ μειράκιον ὢν ἐστρατεύετο ἐν τοῖς 〈περι〉πόλοις. Ἀκροατὴς δὲ γενόμενος ὡς μέν τινες λέγουσιν Ἰσοκράτους καὶ Πλάτωνος, ὡς δὲ Καικίλιος Λεωδάμαντος, II. Καὶ πολιτευόμενος οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος τοῖς περὶ Δημοσθένη, ἐπρέσβευσεν ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς Φίλιππον ὑπὲρ τῆς εἰρήνης· ἐφ´ ᾗ κατηγορήθη ὑπὸ Δημοσθένους 〈ὡς〉 ἀνῃρημένου τοῦ Φωκέων ἔθνους, ἔτι δ´ ὡς πόλεμον ἐξάψας, ἡνίκα πυλαγόρας ᾑρέθη Ἀμφικτύοσι πρὸς Ἀμφισσεῖς 〈τὴν ἱερὰν γῆν〉 καὶ τὸν λιμένα ἐργαζομένους· ἐξ οὗ συνέβη τοὺς Ἀμφικτύονας Φιλίππῳ προσφυγεῖν, (840c) τὸν δ´ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λαβεῖν· ἀλλὰ συνειπόντος αὐτῷ Εὐβούλου τοῦ Σπινθάρου Προβαλλουσίου δημαγωγοῦντος τριάκοντα ψήφοις ἀπέφυγεν. Εἰσὶ δ´ οἵ φασι συγγράψαι μὲν τοὺς ῥήτορας τοὺς λόγους, ἐμποδὼν δὲ γενομένων τῶν περὶ Χαιρώνειαν, μηκέτι τὴν δίκην εἰσελθεῖν. III. Χρόνῳ δ´ ὕστερον, Φιλίππου μὲν τετελευτηκότος Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐγράψατο Κτησιφῶντα παρανόμων ἐπὶ ταῖς Δημοσθένους τιμαῖς· οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων ἔφυγεν εἰς τὴν Ῥόδον, χιλίας δραχμὰς ὑπὲρ τῆς ἥττης οὐ βουληθεὶς καταθέσθαι. (840d) Οἱ δ´ ἀτιμίας αὐτῷ προστιμηθῆναι λέγουσιν οὐ θέλοντι ἐξελθεῖν τῆς πόλεως, καὶ ἐλθεῖν εἰς Ἔφεσον ὡς Ἀλέξανδρον. IV. Τοῦ δὲ τελευτήσαντος, ταραχῆς οὔσης, ἀπάρας εἰς τὴν Ῥόδον ἐνταῦθα σχολὴν καταστησάμενος ἐδίδασκεν. Ἀνέγνω τε τοῖς Ῥοδίοις τὸν κατὰ Κτησιφῶντος λόγον ἐπιδεικνύμενος· θαυμαζόντων δὲ πάντων εἰ ταῦτ´ εἰπὼν ἡττήθη (840e) « οὐκ ἄν » ἔφη « ἐθαυμάζετε, Ῥόδιοι, εἰ πρὸς ταῦτα Δημοσθένους λέγοντος ἠκούσατε ». Σχολήν τ´ ἐκεῖ προσκατέλιπε, τὸ Ῥοδιακὸν διδασκαλεῖον κληθέν. V. Ἔπειτα πλεύσας εἰς Σάμον καὶ διατρίβων ἐπὶ τῆς νήσου ὀλίγον ὕστερον ἐτελεύτησεν. Ἐγένετο δ´ εὔφωνος, ὡς δῆλον ἔκ τε ὧν φησι Δημοσθένης καὶ ἐκ τοῦ Δημοχάρους λόγου. Φέρονται δ´ αὐτοῦ λόγοι τέσσαρες, ὅ τε κατὰ Τιμάρχου καὶ ὁ 〈περὶ〉 τῆς παραπρεσβείας καὶ ὁ κατὰ Κτησιφῶντος, οἳ καὶ μόνοι εἰσὶ γνήσιοι. Ὁ γὰρ ἐπιγραφόμενος Δηλιακὸς οὐκ ἔστιν Αἰσχίνου· ἀπεδείχθη μὲν γὰρ ἐπὶ τὴν κρίσιν 〈ἀγῶνος〉 τοῦ περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ συσταθεῖσαν συνήγορος· οὐ μὴν εἶπε τὸν λόγον· (840f) ἐχειροτονήθη γὰρ Ὑπερείδης ἀντ´ αὐτοῦ, ὥς φησι Δημοσθένης ἔσχε δὲ καὶ ἀδελφούς, ὥς φησιν αὐτός, Ἀφόβητον καὶ Φιλοχάρη. Ἀπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις, ἐφ´ ᾧ καὶ ἐστεφανώθη τὸ δεύτερον. Οἱ δ´ εἶπον μηδὲ μαθητεῦσαί τισι τὸν Αἰσχίνην, ἀλλ´ ἐκ τῆς ὑπογραμματείας ἀρθῆναι ἐν τοῖς δικαστηρίοις τότε διάγοντα· VI. Πρῶτον δ´ εἰπεῖν ἐν τῷ δήμῳ κατὰ Φιλίππου, εὐδοκιμήσαντά τε πρεσβευτὴν χειροτονηθῆναι πρὸς Ἀρκάδας· πρὸς οὓς ἀφικόμενος συστῆσαι τοὺς μυρίους ἐπὶ Φίλιππον. (841a) Ἐγράψατο δὲ καὶ Τίμαρχον ἑταιρήσεως· ὁ δ´ ἐκλιπὼν τὸν ἀγῶνα αὑτὸν ἀνήρτησεν, ὥς πού φησι Δημοσθένης. Ἐχειροτονήθη δὲ πρεσβευτὴς ὡς Φίλιππον μετὰ Κτησιφῶντος καὶ Δημοσθένους περὶ τῆς εἰρήνης, ἐν ᾗ ἄμεινον τοῦ Δημοσθένους ἠνέχθη· τὸ 〈δὲ〉 δεύτερον δέκατος ὤν, κυρώσας ὅρκοις τὴν εἰρήνην, κριθεὶς ἀπέφυγεν, ὡς προείρηται. I. Λυκοῦργος πατρὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκούργου,(841b) ὃν οἱ τριάκοντα τύραννοι ἀπέκτειναν, αἰτίου αὐτῷ τῆς ἀναιρέσεως γενομένου Ἀριστοδήμου Βατῆθεν, ὃς καὶ ἑλληνοταμίας γενόμενος ἔφυγεν ἐν τῇ δημοκρατίᾳ· τῶν δήμων δὲ Βουτάδης, γένους τοῦ τῶν Ἐτεοβουταδῶν. Ἀκροατὴς δὲ γενόμενος Πλάτωνος τοῦ φιλοσόφου, τὰ πρῶτα ἐφιλοσόφησεν· εἶτα καὶ Ἰσοκράτους τοῦ ῥήτορος γνώριμος γενόμενος II. Ἐπολιτεύσατο ἐπιφανῶς, καὶ λέγων καὶ πράττων καὶ δὴ πιστευσάμενος τὴν διοίκησιν τῶν χρημάτων· ταμίας γὰρ ἐγένετο ἐπὶ τρεῖς πενταετηρίδας ταλάντων μυρίων τετρακισχιλίων, ἢ ὥς τινες μυρίων ὀκτακισχιλίων ἑξακοσίων πεντήκοντα, καὶ ὁ τὰς τιμὰς αὐτῷ (841c) ψηφιζόμενος Στρατοκλῆς ὁ ῥήτωρ, τὸ μὲν πρῶτον αἱρεθεὶς αὐτός, ἔπειτα τῶν φίλων ἐπιγραψάμενός τινα αὐτὸς ἐποιεῖτο τὴν διοίκησιν διὰ τὸ φθάσαι νόμον εἰσενεγκεῖν, μὴ πλείω πέντε ἐτῶν διέπειν τὸν χειροτονηθέντα ἐπὶ τὰ δημόσια χρήματα. Ἀεί τ´ ἐφεστὼς τοῖς ἔργοις διετέλεσε καὶ θέρους καὶ χειμῶνος. Καὶ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν χειροτονηθεὶς πολλὰ τῆς πόλεως ἐπηνώρθωσε, III. Καὶ τριήρεις παρεσκεύασε τῷ δήμῳ τετρακοσίας, καὶ τὸ (841d) ἐν Λυκείῳ γυμνάσιον ἐποίησε καὶ ἐφύτευσε καὶ τὴν παλαίστραν ᾠκοδόμησε καὶ τὸ ἐν Διονύσου θέατρον ἐπιστατῶν ἐπετέλεσε. Πιστευσάμενος δ´ ἐν παρακαταθήκῃ παρὰ τῶν ἰδιωτῶν διακόσια πεντήκοντα τάλαντα ἐφύλαξε, πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ τῇ πόλει κατεσκεύασε καὶ Νίκας χρυσᾶς. Πολλὰ δ´ ἡμίεργα παραλαβὼν ἐξετέλεσε καὶ νεωσοίκους καὶ τὴν σκευοθήκην· καὶ τῷ σταδίῳ τῷ Παναθηναϊκῷ τὴν κρηπῖδα περιέθηκεν, ἐξεργασάμενος τοῦτό τε καὶ τὴν χαράδραν ὁμαλὴν ποιήσας, Δεινίου τινός, ὃς ἐκέκτητο τοῦτο τὸ χωρίον, ἀνέντος τῇ πόλει, προειπόντος αὐτὸ χαρίσασθαι Λυκούργῳ. IV. (841e) Ἔσχε δὲ καὶ τοῦ ἄστεος τὴν φυλακὴν καὶ τῶν κακούργων τὴν σύλληψιν, οὓς ἐξήλασεν ἅπαντας, ὡς καὶ τῶν σοφιστῶν ἐνίους λέγειν Λυκοῦργον οὐ μέλανι ἀλλὰ θανάτῳ χρίοντα τὸν κάλαμον κατὰ τῶν πονηρῶν, οὕτω συγγράφειν. Ὅθεν ἐξαιτηθέντα αὐτὸν ὑπ´ Ἀλεξάνδρου τοῦ βασιλέως ὁ δῆμος οὐ προήκατο. Καθ´ ὃν δὲ χρόνον ἐπολέμει Φίλιππος πρὸς Ἀθηναίους τὸν δεύτερον πόλεμον, ἐπρέσβευε μετὰ Πολυεύκτου καὶ Δημοσθένους εἴς τε Πελοπόννησον καί τινας ἑτέρας πόλεις. (841f) Διετέλεσέ τε τὸν ἅπαντα χρόνον εὐδοκιμῶν παρὰ τοῖς Ἀθηναίοις καὶ δίκαιος εἶναι νομιζόμενος, ὥστε καὶ ἐν τοῖς δικαστηρίοις τὸ φῆσαι Λυκοῦργον ἐδόκει βοήθημα εἶναι τῷ συναγορευομένῳ. V. Εἰσήνεγκε δὲ καὶ νόμους, τὸν μὲν περὶ τῶν κωμῳδῶν, ἀγῶνα τοῖς Χύτροις ἐπιτελεῖν ἐφάμιλλον ἐν τῷ θεάτρῳ καὶ τὸν νικήσαντα εἰς ἄστυ καταλέγεσθαι, πρότερον οὐκ ἐξόν, ἀναλαμβάνων τὸν ἀγῶνα ἐκλελοιπότα· τὸν δέ, ὡς χαλκᾶς εἰκόνας ἀναθεῖναι τῶν ποιητῶν, Αἰσχύλου Σοφοκλέους Εὐριπίδου, καὶ τὰς τραγῳδίας αὐτῶν ἐν κοινῷ γραψαμένους φυλάττειν καὶ τὸν τῆς πόλεως γραμματέα παραναγινώσκειν τοῖς ὑποκρινομένοις· οὐκ ἐξεῖναι γὰρ 〈παρ´〉 αὐτὰς ὑποκρίνεσθαι. Καὶ τρίτον, (842a) μηδενὶ ἐξεῖναι Ἀθηναίων μηδὲ τῶν οἰκούντων Ἀθήνησιν ἐλεύθερον σῶμα πρίασθαι ἐπὶ δουλείᾳ ἐκ τῶν ἁλισκομένων 〈μηδὲ δοῦλον〉 ἄνευ τῆς τοῦ προτέρου δεσπότου γνώμης. Ἔτι δέ, ὡς τοῦ Ποσειδῶνος ἀγῶνα ποιεῖν ἐν Πειραιεῖ κυκλίων χορῶν οὐκ ἔλαττον τριῶν, 〈καὶ〉 δίδοσθαι μὲν τοῖς νικῶσιν οὐκ ἔλαττον δέκα μνᾶς, τοῖς δὲ δευτέροις ὀκτώ, ἓξ δὲ τοῖς τρίτοις κριθεῖσιν. Ἔτι 〈δέ〉, ἐπὶ ζεύγους μὴ ἀπιέναι γυναῖκα Ἐλευσῖνάδε, ὅπως μὴ ἐλαττῶνται 〈αἱ δημοτικαὶ〉 ὑπὸ τῶν πλουσιῶν· εἰ δέ τις φωραθείη, ἀποτίνειν δραχμὰς ἑξακισχιλίας. Τῆς δὲ γυναικὸς αὐτοῦ μὴ πεισθείσης, τῶν συκοφαντῶν φωρασάντων, τάλαντον (842b) αὐτοῖς ἔδωκε· κατηγορούμενος δ´ ἐν ὑστέρῳ ἐν τῷ δήμῳ ἔφη « Ἀλλ´ οὖν ἐγὼ μὲν διδοὺς οὐ λαμβάνων ἑώραμαι ». VI. Τελώνου δέ ποτ´ ἐπιβαλόντος Ξενοκράτει τῷ φιλοσόφῳ τὰς χεῖρας καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἀπάγοντος, ἀπαντήσας ῥάβδῳ τε κατὰ τῆς κεφαλῆς τοῦ τελώνου κατήνεγκε, καὶ τὸν μὲν Ξενοκράτην ἀπέλυσε, τὸν δ´ ὡς οὐ τὰ πρέποντα δράσαντα εἰς τὸ δεσμωτήριον κατέκλεισεν· ἐπαινουμένου δ´ ἐπὶ τῇ πράξει, μεθ´ ἡμέρας τινὰς συντυχὼν ὁ Ξενοκράτης τοῖς παισὶ τοῦ Λυκούργου ἔφη « Ταχέως (842c) γε τῷ πατρὶ ὑμῶν ἀπέδωκα, ὦ παῖδες, τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ πολλῶν ἐπὶ τῷ βοηθῆσαί μοι ». Εἰσήνεγκε δὲ καὶ ψηφίσματα Εὐκλείδῃ τινὶ Ὀλυνθίῳ χρώμενος ἱκανωτάτῳ περὶ τὰ ψηφίσματα. VII. Εὔπορος δ´ ὢν ἱμάτιον ἓν καὶ ταὐτὸ ἐφόρει τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ ὑπεδέδετο ταῖς ἀναγκαίαις 〈μόνον〉 ἡμέραις. Ἐμελέτα δὲ καὶ νυκτὸς καὶ ἡμέρας, οὐκ εὖ πρὸς τὰ αὐτοσχέδια πεφυκώς, κλινιδίου δ´ αὐτῷ ὑποκειμένου, ἐφ´ ᾧ μόνον ἦν κώδιον καὶ προσκεφάλαιον, ὅπως ἐγείροιτο ῥᾳδίως καὶ μελετῴη. Ἐγκαλοῦντος δ´ αὐτῷ τινος ὅτι μισθοὺς σοφισταῖς δίδωσι (842d) περὶ λόγους διατρίβων, ἀλλ´ εἴ τις γ´ ἐπαγγέλλοιτο, ἔφη, τοὺς υἱοὺς ἀμείνους αὐτῷ ποιήσειν, οὐ χιλίας ἀλλὰ τὰ ἡμίση τῆς οὐσίας προΐεσθαι. VIII. Ἦν δὲ καὶ παρρησιαστὴς διὰ τὴν εὐγένειαν· Ἀθηναίων γέ τοί ποτε οὐκ ἀνεχομένων αὐτοῦ δημηγοροῦντος, ἀνέκραγεν ἐκβαλλόμενος « Ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία ». Πάλιν δὲ θεὸν ἀναγορευόντων Ἀλέξανδρον « Καὶ ποδαπὸς ἂν 〈εἴη〉 » εἶπεν « ὁ θεός, οὗ τὸ ἱερὸν ἐξιόντας δεήσει περιρραίνεσθαι; » IX. (842e) Ἀποθανόντος δ´ αὐτοῦ παρέδωκαν τοὺς παῖδας τοῖς ἕνδεκα, Μενεσαίχμου μὲν κατηγορήσαντος γραψαμένου δὲ Θρασυκλέους· Δημοσθένους δὲ καθ´ ὃν ἔφευγε χρόνον ἐπιστείλαντος τοῖς Ἀθηναίοις, ὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις, μετενόησαν καὶ ἀφῆκαν αὐτούς, Δημοκλέους τοῦ Θεοφράστου μαθητοῦ ὑπὲρ αὐτῶν ἀπολογησαμένου. Ἐτάφη δ´ αὐτὸς καὶ τῶν ἐκγόνων τινὲς δημοσίᾳ· καὶ ἔστιν αὐτῶν τὰ μνήματα ἄντικρυς τῆς Παιωνίας Ἀθηνᾶς ἐν τῷ Μελανθίου τοῦ φιλοσόφου κήπῳ, τράπεζαι πεποιημέναι, αὐτοῦ τε τοῦ Λυκούργου καὶ τῶν παίδων αὐτοῦ ἐπιγεγραμμέναι καὶ εἰς ἡμᾶς ἔτι σῳζόμεναι. X. Τὸ μέγιστον, (842f) χίλια διακόσια τάλαντα προσόδου τῇ πόλει κατέστησε, πρότερον ἑξήκοντα προσιόντων. Μέλλων δὲ τελευτήσειν εἰς τὸ μητρῷον καὶ τὸ βουλευτήριον ἐκέλευσεν αὑτὸν κομισθῆναι, βουλόμενος εὐθύνας δοῦναι τῶν πεπολιτευμένων· οὐδενὸς δὲ κατηγορῆσαι τολμήσαντος πλὴν Μενεσαίχμου, τὰς διαβολὰς ἀπολυσάμενος εἰς τὴν οἰκίαν ἀπεκομίσθη καὶ ἐτελεύτησεν, ἐπιεικὴς νομισθεὶς παρὰ πάντα τὸν 〈τοῦ〉 βίου χρόνον καὶ ἐν λόγοις ἐπαινεθείς, καὶ μηδένα ἀγῶνα ἁλούς, καίτοι πολλῶν κατηγορησάντων. XI. Ἔσχε δὲ τρεῖς παῖδας ἐκ Καλλιστοῦς τῆς Ἅβρωνος μὲν θυγατρός, Καλλίου δὲ τοῦ Ἅβρωνος Βατῆθεν ἀδελφῆς, τοῦ ταμιεύσαντος στρατιωτικῶν ἐπὶ Χαιρώνδου ἄρχοντος· (843a) περὶ δὲ τῆς κηδείας ταύτης λέγει ὁ Δείναρχος ἐν τῷ κατὰ Πιστίου. Κατέλιπε δὲ παῖδας Ἅβρωνα Λυκοῦργον Λυκόφρονα· ὧν ὁ Ἅβρων καὶ ὁ Λυκοῦργος ἄπαιδες μετήλλαξαν· ἀλλ´ ὅ γ´ Ἅβρων καὶ πολιτευσάμενος ἐπιφανῶς μετήλλαξε, Λυκόφρων δὲ γήμας Καλλιστομάχην Φιλίππου Αἰξωνέως ἐγέννησε Καλλιστώ. Ταύτην δὲ γήμας Κλεόμβροτος Δεινοκράτους Ἀχαρνεὺς ἐγέννησε Λυκόφρονα· τοῦτον δ´ ὁ πάππος εἰσεποιήσατο Λυκόφρων· οὗτος δ´ ἐτελεύτησεν ἄπαις· μετὰ δὲ τὴν Λυκόφρονος τελευτὴν ἔγημε (843b) τὴν Καλλιστὼ Σωκράτης καὶ ἔσχεν υἱὸν Σύμμαχον· τοῦ δ´ ἐγένετο Ἀριστώνυμος, τοῦ δὲ Χαρμίδης, τοῦ δὲ Φιλίππη· ταύτης δὲ καὶ Λυσάνδρου Μήδειος, ὁ καὶ ἐξηγητὴς ἐξ Εὐμολπιδῶν γενόμενος· τούτου δὲ καὶ Τιμοθέας τῆς Γλαύκου παῖδες Λαοδάμεια καὶ Μήδειος, ὃς τὴν ἱερωσύνην Ποσειδῶνος Ἐρεχθέως εἶχε, καὶ Φιλίππη, ἥτις ἱεράσατο τῆς Ἀθηνᾶς ὕστερον· πρότερον δ´ αὐτὴν γήμας Διοκλῆς ὁ Μελιτεὺς ἐγέννησε Διοκλέα τὸν ἐπὶ τοὺς ὁπλίτας στρατηγήσαντα· γήμας δ´ οὗτος Ἡδίστην Ἅβρωνος (843c) Φιλιππίδην καὶ Νικοστράτην ἐγέννησε· γήμας δὲ τὴν Νικοστράτην Θεμιστοκλῆς ὁ Θεοφράστου ὁ δᾳδοῦχος ἐγέννησε Θεόφραστον καὶ Διοκλέα· διετάξατο δὲ καὶ τὴν ἱερωσύνην τοῦ Ποσειδῶνος Ἐρεχθέως. XII. Φέρονται δὲ τοῦ ῥήτορος λόγοι δεκαπέντε. Ἐστεφανώθη δ´ ὑπὸ τοῦ δήμου πολλάκις καὶ εἰκόνων ἔτυχεν· ἀνάκειται δ´ αὐτοῦ χαλκῆ εἰκὼν ἐν Κεραμεικῷ κατὰ ψήφισμα ἐπ´ Ἀναξικράτους ἄρχοντος· ἐφ´ οὗ ἔλαβε καὶ σίτησιν ἐν πρυτανείῳ αὐτός τε [καὶ] ὁ Λυκοῦργος καὶ ὁ πρεσβύτατος αὐτοῦ τῶν ἐκγόνων κατὰ τὸ αὐτὸ ψήφισμα· ἀποθανόντος δὲ Λυκούργου ὁ πρεσβύτατος τῶν παίδων Λυκόφρων ἠμφισβήτησε τῆς δωρεᾶς. XIII. Εἶπε δὲ καὶ περὶ ἱερῶν πολλάκις. (843d) Γραψάμενος 〈δ´〉 Αὐτόλυκον τὸν Ἀρεοπαγίτην καὶ Λυσικλέα τὸν στρατηγὸν καὶ Δημάδη τὸν Δημέου καὶ Μενέσαιχμον ἄλλους τε πολλοὺς καὶ πάντας εἷλεν. Ἔκρινε δὲ καὶ Δίφιλον, ἐκ τῶν ἀργυρείων μετάλλων τοὺς μεσοκρινεῖς, οἳ ἐβάσταζον τὰ ὑπερκείμενα βάρη, ὑφελόντα καὶ ἐξ αὐτῶν πεπλουτηκότα παρὰ τοὺς νόμους· καὶ θανάτου ὄντος ἐπιτιμίου ἁλῶναι ἐποίησε, καὶ πεντήκοντα δραχμὰς ἐκ τῆς οὐσίας αὐτοῦ ἑκάστῳ τῶν πολιτῶν διένειμε, τῶν πάντων συναχθέντων (843e) ταλάντων ἑκατὸν ἑξήκοντα· ἤ, ὥς τινες, † μνᾶν. † 〈Ἐγράψατ〉ο δ´ εὐθύνας Ἀριστογείτονα καὶ Λεωκράτην καὶ Αὐτόλυκον δειλίας. Ἐπεκαλεῖτο δ´ ὁ Λυκοῦργος ἶβις 〈ὥς φησιν Ἀριστοφάνης· « Ἶβις〉 Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς » XIV. Κατῆγον δὲ τὸ γένος ἀπὸ Βούτου καὶ Ἐρεχθέως τοῦ Γῆς καὶ Ἡφαίστου, τὰ δ´ ἐγγυτάτω ἀπὸ Λυκομήδους καὶ Λυκούργου, οὓς ὁ δῆμος ταφαῖς ἐτίμησε δημοσίᾳ· καὶ ἔστιν αὕτη ἡ καταγωγὴ τοῦ γένους τῶν ἱερασαμένων τοῦ Ποσειδῶνος ἐν πίνακι τελείῳ, ὃς ἀνάκειται ἐν Ἐρεχθείῳ, γεγραμμένος ὑπ´ Ἰσμηνίου τοῦ Χαλκιδέως· καὶ εἰκόνες ξύλιναι τοῦ τε Λυκούργου καὶ τῶν υἱῶν αὐτοῦ, Ἅβρωνος (843f) Λυκούργου Λυκόφρονος, ἃς εἰργάσαντο Τίμαρχος καὶ Κηφισόδοτος, οἱ Πραξιτέλους υἱεῖς· τὸν δὲ πίνακα ἀνέθηκεν Ἅβρων ὁ παῖς αὐτοῦ, λαχὼν ἐκ τοῦ γένους τὴν ἱερωσύνην καὶ παραχωρήσας τῷ ἀδελφῷ Λυκόφρονι· καὶ διὰ τοῦτο πεποίηται ὁ Ἅβρων προσδιδοὺς αὐτῷ τὴν τρίαιναν. Πάντων δ´ ὧν διῴκησεν ἀναγραφὴν ποιησάμενος ἀνέθηκεν ἐν στήλῃ πρὸ τῆς ὑπ´ αὐτοῦ κατασκευασθείσης παλαίστρας, σκοπεῖν τοῖς βουλομένοις· οὐδεὶς μέντοι ἐδυνήθη ἐλέγξαι τὸν ἄνδρα νοσφισμοῦ. XV. Ἔγραψε δὲ καὶ Νεοπτόλεμον Ἀντικλέους στεφανῶσαι καὶ εἰκόνα ἀναθεῖναι, ὅτι ἐπηγγείλατο χρυσώσειν (844a) τὸν βωμὸν τοῦ Ἀπόλλωνος ἐν ἀγορᾷ κατὰ τὴν μαντείαν τοῦ θεοῦ. Ἐψηφίσατο δὲ καὶ Διοτίμῳ Διοπείθους Εὐωνυμεῖ τιμὰς ἐπὶ Κτησικλέους ἄρχοντος. I. Δημοσθένης Δημοσθένους καὶ Κλεοβούλης τῆς Γύλωνος θυγατρός, τῶν δὲ δήμων Παιανιεύς, καταλειφθεὶς ὑπὸ τοῦ (844b) πατρὸς ἐτῶν ἑπτὰ μετ´ ἀδελφῆς πενταέτιδος τὸν μὲν τῆς ὀρφανίας χρόνον παρὰ τῇ μητρὶ διῆγε, σχολάζων Ἰσοκράτει ὥς τινες ἔφασαν, ὡς δ´ οἱ πλεῖστοι Ἰσαίῳ τῷ Χαλκιδεῖ, ὃς ἦν Ἰσοκράτους μαθητής, διάγοντι ἐν Ἀθήναις, ζηλῶν Θουκυδίδην καὶ Πλάτωνα τὸν φιλόσοφον, ᾧ τινες εἶπον προηγουμένως αὐτὸν σχολάσαι. Ὡς δ´ Ἡγησίας ὁ Μάγνης φησίν, ἐδεήθη τοῦ παιδαγωγοῦ, ἵνα Καλλιστράτου Ἐμπέδου Ἀφιδναίου, ῥήτορος δοκίμου 〈τοῦ〉 καὶ ἱππαρχήσαντος καὶ ἀναθέντος τὸν βωμὸν τῷ Ἑρμῇ τῷ ἀγοραίῳ, μέλλοντος ἐν τῷ δήμῳ λέγειν, ἀκούσῃ· ἀκούσας δ´ ἐραστὴς ἐγένετο τῶν λόγων. (844c) Καὶ τούτου μὲν ἐπ´ ὀλίγον ἤκουσεν, ἕως ἐπεδήμει. Ἐπειδὴ δ´ ὁ μὲν ἔφυγεν εἰς Θρᾴκην ὁ δ´ ἐγεγόνει ἐξ ἐφήβων, τηνικαῦτα παρέβαλλεν Ἰσοκράτει καὶ Πλάτωνι· εἶτα καὶ Ἰσαῖον ἀναλαβὼν εἰς τὴν οἰκίαν τετραετῆ χρόνον αὑτὸν διεπόνησε, μιμούμενος αὐτοῦ τοὺς λόγους. Ὡς δὲ Κτησίβιός φησιν ἐν τῷ περὶ φιλοσοφίας, διὰ Καλλίου τοῦ Συρακουσίου πορίσας τοὺς Ζήθου τοῦ Ἀμφιπολίτου λόγους, διὰ δὲ Χαρικλέους τοῦ Καρυστίου τοὺς Ἀλκιδάμαντος, ἀνέλαβεν αὐτούς. II. Τελειωθεὶς δέ, ἐλάττω παρὰ τῶν ἐπιτρόπων παραλαβών, ἔκρινεν αὐτοὺς ἐπιτροπῆς ἐπὶ Τιμοκράτους ἄρχοντος, τρεῖς ὄντας, Ἄφοβον Θηριππίδην (844d) Δημοφῶντα ἢ Δημέαν· καὶ μάλιστα τοῦ πρώτου κατηγόρησεν ἀδελφοῦ τῆς μητρὸς ὄντος, δέκα τάλαντα τίμημα ἑκάστῃ τῶν δικῶν ἐπιγραψάμενος· καὶ εἷλεν αὐτούς· τῆς δὲ καταδίκης οὐδὲν ἐπράξατο, τοὺς μὲν 〈ἀφεὶς〉 ἀργυρίου τοὺς δὲ καὶ χάριτος. Ἀριστοφῶντος δ´ ἤδη τὴν προστασίαν διὰ γῆρας καταλιπόντος καὶ χορηγὸς ἐγένετο. Μειδίαν δὲ τὸν Ἀναγυράσι〈ον〉 πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα εἰς κρίσιν καταστήσας, λαβὼν τρισχιλίας ἀφῆκε τῆς δίκης. III. Λέγουσι δ´ αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἥμισυ τῆς κεφαλῆς ἐξυρημένον, ἵνα μὴ προέρχοιτο· καὶ ἐπὶ στενῆς (844e) κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη. Προβαίνοντα δὴ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵν´ ἐπανορθώσηται τὰ ἐλλείποντα· καὶ (844f) κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵν´, εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη· τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵν´ ὅλας περιόδους ἀπνεύστως λέγῃ. IV. Ἐπεὶ δὲ τῷ πολιτεύεσθαι προσῆλθεν, εἰς δύο διῃρημένων τῶν ἐν τῇ πόλει, καὶ τῶν μὲν φιλιππιζόντων τῶν δ´ ὑπὲρ τῆς ἐλευθερίας δημηγορούντων, τὴν τῶν ἀντιπολιτευομένων Φιλίππῳ τάξιν εἵλετο· καὶ 〈διὰ〉 παντὸς τοῦ χρόνου διετέλεσε συμβουλεύων τοῖς κινδυνεύουσιν ὑπὸ Φιλίππῳ γενέσθαι βοηθεῖν, συμπολιτευόμενος Ὑπερείδῃ (845a) Ναυσικλεῖ Πολυεύκτῳ Διοτίμῳ· διὸ καὶ συμμάχους τοῖς Ἀθηναίοις ἐποίησε Θηβαίους Εὐβοεῖς Κερκυραίους Κορινθίους Βοιωτούς, καὶ πολλοὺς ἄλλους πρὸς τούτοις. V. Ἐκπεσὼν δέ ποτ´ ἐπὶ τῆς ἐκκλησίας καὶ ἀθυμῶν ἐβάδιζεν οἴκοι· συντυχὼν δ´ αὐτῷ Εὔνομος ὁ Θριάσιος πρεσβύτης ἤδη ὢν προετρέψατο τὸν Δημοσθένη, μάλιστα δ´ ὁ ὑποκριτὴς Ἀνδρόνικος εἰπὼν ὡς οἱ μὲν λόγοι καλῶς ἔχοιεν λείποι δ´ αὐτῷ τὰ τῆς ὑποκρίσεως, ἀπεμνημόνευσέ (845b) τε τῶν ἐπὶ τῆς ἐκκλησίας ὑπ´ αὐτοῦ λελεγμένων· καὶ δὴ πιστεύσαντα τὸν Δημοσθένη παραδοῦναι αὑτὸν τῷ Ἀνδρονίκῳ. Ὅθεν ἐρομένου αὐτόν 〈τινος〉 τί πρῶτον ἐν ῥητορικῇ, εἶπεν « ὑπόκρισις »· καὶ τί δεύτερον « ὑπόκρισις »· καὶ τί τρίτον « ὑπόκρισις ». Προελθὼν δὲ πάλιν εἰς τὰς ἐκκλησίας, νεωτερικῶς τινα λέγων διεσύρετο, ὡς κωμῳδηθῆναι αὐτὸν ὑπ´ Ἀντιφάνους καὶ Τιμοκλέους « Μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα »· ὀμόσας δὲ τοῦτον τὸν τρόπον ἐν τῷ δήμῳ θόρυβον ἐκίνησεν. Ὤμνυε δὲ καὶ τὸν Ἀσκληπιόν, προπαροξύνων Ἀσκλήπιον· καὶ παρεδείκνυεν αὑτὸν ὀρθῶς λέγοντα· εἶναι γὰρ (845c) τὸν θεὸν ἤπιον· καὶ ἐπὶ τούτῳ πολλάκις ἐθορυβήθη. Σχολάσας δ´ Εὐβουλίδῃ τῷ διαλεκτικῷ Μιλησίῳ ἐπηνωρθώσατο πάντα. VI. Γενόμενος δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει καὶ ἀκούσας Λαμάχου τοῦ Τερειναίου Φιλίππου καὶ Ἀλεξάνδρου ἐγκώμιον ἀναγινώσκοντος Θηβαίων δὲ καὶ Ὀλυνθίων κατατρέχοντος, παραναστὰς ἀρχαίων ποιητῶν μαρτυρίας προηνέγκατο περὶ τῶν Θηβαίοις καὶ Ὀλυνθίοις καλῶς πραχθέντων, ὡς παύσασθαί τε τὸ λοιπὸν τὸν Λάμαχον καὶ φυγεῖν ἐκ τῆς πανηγύρεως. (845d) Φίλιππον δὲ πρὸς τοὺς ἀναφέροντας αὐτῷ τὰς κατ´ αὐτοῦ δημηγορίας εἰπεῖν ὅτι « Καὶ αὐτὸς ἂν ἀκούων λέγοντος Δημοσθένους ἐχειροτόνησα τὸν ἄνδρα πρὸς τὸν κατ´ ἐμοῦ πόλεμον ». Ἐκάλει δὲ τοὺς μὲν αὐτοῦ λόγους ὁμοίους τοῖς στρατιώταις διὰ τὴν πολεμικὴν δύναμιν, τοὺς δ´ Ἰσοκράτους τοῖς ἀθληταῖς· τέρψιν γὰρ παρέχειν αὐτοὺς θεατρικήν. Ἑπτὰ δὲ καὶ τριάκοντα ἔτη γεγονώς, λογιζομένοις ἀπὸ Δεξιθέου εἰς Καλλίμαχον, ἐφ´ οὗ παρ´ Ὀλυνθίων ἧκε πρεσβεία περὶ τῆς βοηθείας, ἐπεὶ ἐπιέζοντο ὑπὸ Φιλίππου τῷ πολέμῳ, ἔπεισεν (845e) ἐκπέμψαι τὴν βοήθειαν· τῷ δ´ ἑξῆς, ἐφ´ οὗ Πλάτων ἐτελεύτησε, Φίλιππος Ὀλυνθίους κατεστρέψατο. Ἔγνω δ´ αὐτὸν καὶ Ξενοφῶν ὁ Σωκρατικὸς ἢ ἀρχόμενον ἢ ἀκμάζοντα· τῷ μὲν γὰρ τὰ Ἑλληνικὰ ἐτελεῖτο τὰ περὶ τὴν ἐν Μαντινείᾳ μάχην, ἄρχοντα δὲ Χαρικλείδην· ὁ δὲ πρότερον ἐπὶ Τιμοκράτους εἷλε τοὺς ἐπιτρόπους. Φεύγοντος δ´ Αἰσχίνου μετὰ τὴν καταδίκην, ἵππῳ κατεδίωξεν αὐτόν· τοῦ δ´ οἰηθέντος αὐτὸν συλλαμβάνεσθαι καὶ προσπεσόντος καὶ συγκαλυψαμένου, ἀναστήσας αὐτὸν παρεμυθήσατο (845f) καὶ τάλαντον ἔδωκεν ἀργυρίου. VIII. Καὶ συνεβούλευσεδὲ τῷ δήμῳ ξενικὸν ἐν Θάσῳ τρέφειν, καὶ ἐπὶ τοῦτο τριηράρχης ἐξέπλευσε. Σιτώνης δὲ γενόμενος καὶ κατηγορηθεὶς κλοπῆς ἀφείθη. Φιλίππου δ´ Ἐλάτειαν καταλαβομένου καὶ αὐτὸς τοῖς ἐν Χαιρωνείᾳ μαχεσαμένοις συνεξῆλθεν· ὅθεν καὶ δοκεῖ τὴν τάξιν λιπεῖν, φεύγοντος δ´ αὐτοῦ βάτον ἐπιλαβέσθαι τῆς χλαμύδος, τὸν δ´ ἐπιστραφέντα εἰπεῖν « ζώγρει ». Εἶχε δὲ καὶ ἐπίσημον ἐπὶ τῆς ἀσπίδος « ἀγαθῇ τύχῃ ». Εἶπε μέντοι τὸν ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσι. Μετὰ δὲ ταῦτα πρὸς τὴν ἐπισκευὴν τῆς πόλεως τῇ ἐπιμελείᾳ προσελθὼν καὶ τῶν τειχῶν ἐπιμελητὴς χειροτονηθεὶς ἀπὸ τῆς ἰδίας οὐσίας εἰσήνεγκε τὸ ἀναλωθὲν ἀργύριον, μνᾶς ἑκατόν· (846a) ἐπέδωκε δὲ καὶ θεωροῖς μυρίας· τριήρους τ´ ἐπιβὰς περιέπλευσε τοὺς συμμάχους ἀργυρολογῶν. Ἐφ´ οἷς πολλάκις ἐστεφανώθη, πρότερον μὲν ὑπὸ Δημομελοῦς Ἀριστονίκου Ὑπερείδου χρυσῷ στεφάνῳ, τελευταῖον δ´ ὑπὸ Κτησιφῶντος· καὶ γραφέντος τοῦ ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, ἀπολογούμενος ἐνίκησεν, ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων τὸν διώκοντα μὴ μεταλαβεῖν. IX. Ὕστερον δ´ Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν στρατευομένου καὶ φυγόντος Ἁρπάλου μετὰ χρημάτων εἰς Ἀθήνας, τὸ μὲν πρῶτον ἐκώλυσεν αὐτὸν εἰσδεχθῆναι· ἐπειδὴ δ´ εἰσέπλευσε, λαβὼν Δαρεικοὺς χιλίους μετετάξατο· (846b) βουλομένων τ´ Ἀθηναίων Ἀντιπάτρῳ παραδοῦναι τὸν ἄνθρωπον ἀντεῖπεν, ἔγραψέ τ´ ἀποθέσθαι τὰ χρήματα εἰς ἀκρόπολιν μηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν εἰπόντα· φήσαντος δ´ Ἁρπάλου ἑπτακόσια 〈συγκατακομίσαι τάλαντα τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν, εὑρέθη τριακόσια〉 καὶ πεντήκοντα ἢ ὀλίγῳ πλείονα ὥς φησι Φιλόχορος· μετὰ δὲ ταῦτα φυγόντος Ἁρπάλου ἐκ τοῦ δεσμωτηρίου, ἐν ᾧ ἐφυλάσσετο, μέχρις ἂν ἀφίκηταί τις παρ´ Ἀλεξάνδρου, καὶ πορευθέντος εἰς Κρήτην ἢ ὡς ἔνιοι ἐπὶ Ταίναρον τῆς Λακωνικῆς, αἰτίαν ἔσχεν ὁ Δημοσθένης δωροδοκίας, (846c) ὡς διὰ τοῦτο μήτε τὸν ἀριθμὸν τῶν ἀνακομισθέντων μεμηνυκὼς μήτε τὴν τῶν φυλασσόντων ἀμέλειαν. Εἰσαχθεὶς δ´ εἰς δικαστήριον ὑπὸ Ὑπερείδου Πυθέου Μενεσαίχμου Ἱμεραίου Πατροκλέους, οἳ ἐποίησαν καταγνῶναι αὐτοῦ τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ ἁλοὺς ἔφυγε, πενταπλασίονα ἀποτῖσαι μὴ δυνάμενος (εἶχε δ´ αἰτίαν τριάκοντα τάλαντα λαβεῖν), ἢ ὡς ἔνιοι οὐχ ὑπομείνας τὴν κρίσιν. X. Μετὰ δὲ τοῦτον τὸν χρόνον τῶν Ἀθηναίων Πολύευκτον πεμψάντων πρεσβευτὴν πρὸς τὸ κοινὸν τῶν (846d) Ἀρκάδων, ὥστ´ ἀποστῆσαι αὐτοὺς τῆς τῶν Μακεδόνων συμμαχίας, καὶ τοῦ Πολυεύκτου πεῖσαι μὴ δυναμένου, ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισεν. Ἐφ´ ᾧ θαυμασθεὶς μετὰ χρόνον τινὰ κάθοδον εὕρατο, ψηφίσματος γραφέντος τριήρους ἀποσταλείσης. Τῶν δ´ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα 〈ταλάντοις κοσμ〉ῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος. XI. Ἀντιπάτρου δ´ εἰς Λάμειαν ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος, (846e) τῶν Ἀθηναίων εὐαγγέλια θυόντων, πρός τινα τῶν ἑταίρων Ἀγησίστρατον ἔφη οὐ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς ἄλλοις περὶ τῶν πραγμάτων· « Ἐπίσταμαι γάρ » εἰπεῖν « τοὺς Ἕλληνας στάδιον μὲν πολεμεῖν καὶ εἰδότας καὶ δυναμένους, δόλιχον δ´ οὐκέτι ». XII. Φάρσαλον δ´ ἑλόντος Ἀντιπάτρου καὶ πολιορκήσειν ἀπειλοῦντος Ἀθηναίους, εἰ μὴ τοὺς ῥήτορας ἐκδοίησαν, καταλιπὼν ὁ Δημοσθένης τὴν πόλιν ἔφυγε πρῶτον μὲν εἰς Αἴγιναν ἐπὶ τὸ Αἰάκειον καθεδούμενος, φοβηθεὶς δ´ εἰς Καλαυρίαν μετέστη. Ἐκδιδόναι δὲ τοὺς ῥήτορας τῶν Ἀθηναίων ψηφισαμένων (846f) κἀκεῖνον, καθέζετο ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ· ἐλθόντος δ´ ἐπ´ αὐτὸν Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικαλουμένου, ὃς παρέβαλεν Ἀναξιμένει τῷ ῥήτορι, καὶ πείθοντος αὐτὸν ἀναστῆναι ὡς φίλον Ἀντιπάτρῳ γενησόμενον, εἶπεν ὅτι « Οὔτε, ὅτε ἐτραγῴδεις, ἔπειθές με οὔτε νῦν πείσεις συμβουλεύων »· τοῦ δ´ ἐπιχειροῦντος βιάζεσθαι, ἐκώλυσαν αὐτὸν οἱ κατὰ τὴν πόλιν· καὶ Δημοσθένης ἔφη « οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαυρίαν, ἀλλ´ ὡς ἐλέγξων Μακεδόνας καὶ [κα]τὰ τῶν θεῶν βιασομένους »·
(847a)
αἰτήσας τε γραμματεῖον ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς
εἰκόνος αὐτοῦ ἐλεγεῖον, ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων « εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες, οὔποτ´ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. » Κεῖται δ´ 〈ἡ〉 εἰκὼν πλησίον τοῦ περισχοινίσματος καὶ τοῦ βωμοῦ τῶν δώδεκα θεῶν, ὑπὸ Πολυεύκτου πεποιημένη. Ὡς δ´ ἔνιοί φασι, τοῦτο εὑρέθη γεγραμμένον « Δημοσθένης Ἀντιπάτρῳ χαίρειν ». XIII. Ἀποθανεῖν δ´ αὐτὸν Φιλόχορος μέν φησι φάρμακον πιόντα· Σάτυρος δ´ ὁ συγγραφεὺς τὸν (847b) κάλαμον πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολήν, οὗ γευσάμενον ἀποθανεῖν· Ἐρατοσθένης δ´ ἐκ πολλοῦ δεδοικότα Μακεδόνας περὶ τῷ βραχίονι κρίκον περικεῖσθαι πεφαρμαγμένον. Εἰσὶ δ´ οἵ φασι συσχόντα αὐτὸν τὸ πνεῦμα ἀποθανεῖν· οἱ δ´ εἶπον τοῦ κατὰ τὴν σφραγῖδα φαρμάκου γευσάμενον. 〈Ἐβίω δ´ ὡς μὲν οἱ τὰ πλείω λέγουσιν ἔτη ἑβδομήκοντα, ὡς δ´ οἱ τὰ ἐλάττω ἑπτὰ καὶ ἑξήκοντα· ἐπολιτεύσατο〉 δὲ δύο καὶ εἴκοσιν. Ἡνίκα δὲ Φίλιππος ἐτεθνήκει, λαμπρὰν ἐσθῆτα προῆλθεν ἔχων, καίτοι τῆς θυγατρὸς αὐτοῦ νεωστὶ τετελευτηκυίας, ἐφηδόμενος τῷ τοῦ Μακεδόνος θανάτῳ. Συνήργησε καὶ (847c) Θηβαίοις πρὸς Ἀλέξανδρον πολεμοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας ἐπέρρωσεν ἀεί· διόπερ Θήβας κατασκάψας ἐξῄτει παρ´ Ἀθηναίων Ἀλέξανδρος αὐτόν, ἀπειλῶν, εἰ μὴ δοίησαν. Στρατευομένῳ δ´ αὐτῷ ἐπὶ Πέρσας καὶ αἰτοῦντι ναυτικὸν παρ´ Ἀθηναίων ἀντεῖπεν, ἄδηλον εἰπών, εἰ οὐ κατὰ τῶν παρασχόντων χρήσεται. XIV. Κατέλιπε δὲ δύο παῖδας ἐκ Σαμίας γυναικὸς τῶν εὐδοκίμων, Ἡλιοδώρου τινὸς θυγατρός· θυγατέρα 〈δὲ〉 μίαν ἔσχεν, ἣ παῖς ἔτι οὖσα πρὸ γάμου ἐτελεύτησεν· εἶχε δὲ καὶ ἀδελφήν, ἐξ ἧς καὶ Λάχου Λευκονοέως ἀδελφιδοῦς αὐτῷ Δημοχάρης ἐγένετο, ἀνὴρ καὶ κατὰ πόλεμον ἀγαθὸς καὶ κατὰ τοὺς πολιτικοὺς λόγους (847d) οὐδενὸς χείρων. Ἔστι δ´ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ εἰσιόντων πρὸς τὴν ἑστίαν 〈ἐν〉 δεξιᾷ ὁ πρῶτος περιεζωσμένος ἅμα τῷ ἱματίῳ καὶ ξίφος· οὕτω γὰρ δημηγορῆσαι λέγεται, ἡνίκα Ἀντίπατρος ἐξῄτει τοὺς ῥήτορας. Χρόνῳ δ´ ὕστερον Ἀθηναῖοι σίτησίν τ´ ἐν πρυτανείῳ τοῖς συγγενέσι τοῦ Δημοσθένους ἔδοσαν καὶ αὐτῷ τετελευτηκότι [καὶ] τὴν εἰκόνα ἀνέθεσαν ἐν ἀγορᾷ ἐπὶ Γοργίου ἄρχοντος, αἰτησαμένου αὐτῷ τὰς δωρεὰς τοῦ ἀδελφιδοῦ Δημοχάρους· ᾧ καὶ αὐτῷ πάλιν ὁ υἱὸς Λάχης Δημοχάρους Λευκονοεὺς ᾐτήσατο δωρεὰς ἐπὶ Πυθαράτου ἄρχοντος, (847e) δεκάτῳ ὕστερον ἔτει, εἰς τὴν τῆς εἰκόνος στάσιν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ αὐτῷ τε καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ καὶ προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι. Καὶ ἔστι τὰ ψηφίσματα ὑπὲρ ἀμφοτέρων ἀναγεγραμμένα, ἡ δ´ εἰκὼν τοῦ Δημοχάρους εἰς τὸ πρυτανεῖον μετεκομίσθη, περὶ ἧς προείρηται. XV. Φέρονται δ´ αὐτοῦ λόγοι γνήσιοι ἑξήκοντα πέντε. Φασὶ δέ τινες καὶ ἀσώτως αὐτὸν βιῶναι, γυναικείαις τ´ ἐσθῆσι χρώμενον καὶ κωμάζοντα ἑκάστοτε, ὅθεν Βάταλον ἐπικληθῆναι· οἱ δ´ ὑποκοριστικῶς ἀπὸ τοῦ (847f) ὀνόματος τῆς τροφοῦ λέγουσιν αὐτὸν οὕτω λελοιδορῆσθαι. Διογένης δ´ ὁ κύων θεασάμενος αὐτόν ποτ´ ἐν καπηλείῳ αἰσχυνόμενον καὶ ὑποχωροῦντα εἶπεν « Ὅσῳ μᾶλλον ὑποχωρεῖς, τοσούτῳ μᾶλλον ἐν τῷ καπηλείῳ ἔσῃ ». Ἔλεγε δ´ αὐτὸν παρασκώπτων ἐν μὲν τοῖς λόγοις Σκύθην εἶναι, ἐν δὲ ταῖς μάχαις ἀστικόν. Ἔλαβε καὶ παρ´ Ἐφιάλτου χρυσίον ἑνὸς τῶν δημαγωγῶν, ὃς πρεσβεύσας πρὸς βασιλέα χρήματα φέρων ἧκε λάθρα, ὅπως διανείμας τοῖς δημαγωγοῖς τὸν πρὸς Φίλιππον ἐξάψῃ πόλεμον· (848a) καὶ ἰδίᾳ αὐτὸν δωροδοκῆσαι παρὰ βασιλέως φασὶ δαρεικοὺς τρισχιλίους. Ἀναξίλαν δέ τινα Ὠρείτην, ξένον αὐτοῦ γεγονότα, συλλαβὼν ἐβασάνιζεν ὡς κατάσκοπον, οὐδὲν δ´ ἐξειπόντα ἐψηφίσατο τοῖς ἕνδεκα παραδοῦναι. XVI. Λέγειν δέ ποτε κωλυόμενος ὑπ´ Ἀθηναίων ἐν ἐκκλησίᾳ βραχὺ ἔφη βούλεσθαι πρὸς αὐτοὺς εἰπεῖν, τῶν δὲ σιωπησάντων « Νεανίας » εἶπε « θέρους ὥρᾳ ἐμισθώσατο ἐξ ἄστεος ὄνον Μέγαράδε· μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιάν· εἶργον δ´ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον οὐ τὴν (840b) σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν »· καὶ ταῦτ´ εἰπὼν ἀπῄει. Τῶν δ´ Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι τῷ λόγῳ, « εἶθ´ ὑπὲρ μὲν ὄνου σκιᾶς » ἔφη « βούλεσθε ἀκούειν, λέγοντος δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε; » Πώλου δέ ποτε τοῦ ὑποκριτοῦ πρὸς αὐτὸν εἰπόντος, ὅτι δυσὶν ἡμέραις ἀγωνισάμενος τάλαντον λάβοι μισθόν « ἐγὼ δ´ » εἶπε « πέντε τάλαντα μίαν ἡμέραν σιωπήσας ». Παραφθαρεὶς δὲ τὴν φωνὴν ἐν ἐκκλησίᾳ καὶ θορυβηθεὶς τοὺς ὑποκριτὰς ἔφη δεῖν κρίνειν ἐκ τῆς φωνῆς τοὺς δὲ ῥήτορας ἐκ τῆς γνώμης. (848c) ὀνειδίσαντος δ´ αὐτὸν Ἐπικλέους ὅτι ἀεὶ σκέπτοιτο « Αἰσχυνοίμην γὰρ 〈ἄν〉 » εἶπεν « εἰ τηλικούτῳ δήμῳ συμβουλεύων αὐτοσχεδιάζοιμι ». Ἱἱστοροῦσι δ´ ὡς οὐδὲ λύχνον ἔσβεσεν, ἄχρι πεντήκοντα ἐτῶν ἐγένετο, διακριβῶν τοὺς λόγους. Αὐτὸς δέ φησιν ὑδροποσίᾳ χρήσασθαι. Ἔγνω δ´ αὐτὸν καὶ Λυσίας ὁ ῥήτωρ καὶ Ἰσοκράτης εἶδε πολιτευόμενον ἄχρι τῆς ἐν Χαιρωνείᾳ μάχης, καί τινες τῶν Σωκρατικῶν φιλοσόφων. Τοὺς δὲ πλείστους λόγους εἶπεν αὐτοσχεδιάσας, εὖ πρὸς αὐτὸ πεφυκώς. (848d) Πρῶτος δ´ ἔγραψε στεφανωθῆναι αὐτὸν χρυσῷ στεφάνῳ Ἀριστόνικος Νικοφάνους Ἀναγυράσιος, ὑπωμόσατο δὲ Διώνδας. I. Ὑπερείδης Γλαυκίππου μὲν ἦν πατρὸς τοῦ Διονυσίου, τῶν δὲ δήμων Κολλυτεύς. Ἔσχε δ´ υἱὸν ὁμώνυμον τῷ πατρὶ Γλαύκιππον, ῥήτορα καὶ λόγους συγγράψαντα· οὗ πάλιν Ἀλφίνους ἐγένετο. Ἀκροατὴς δὲ Πλάτωνος γενόμενος τοῦ φιλοσόφου ἅμα Λυκούργου καὶ Ἰσοκράτους τοῦ (848e) ῥήτορος ἐπολιτεύσατο Ἀθήνησι, καθ´ ὃν χρόνον Ἀλέξανδρος τῶν Ἑλληνικῶν ἥπτετο πραγμάτων· καὶ περὶ τῶν στρατηγῶν ὧν ᾔτει παρ´ Ἀθηναίων ἀντεῖπε 〈...〉 καὶ περὶ τῶν τριήρων· συνεβούλευσε δὲ καὶ τὸ ἐπὶ Ταινάρῳ ξενικὸν μὴ διαλῦσαι, οὗ Χάρης ἡγεῖτο, εὐνόως πρὸς τὸν στρατηγὸν διακείμενος. Τὸ δὲ πρῶτον μισθοῦ δίκας ἔλεγε. Δόξας δὲ κεκοινωνηκέναι τῶν Περσικῶν χρημάτων Ἐφιάλτῃ τριήραρχός τε αἱρεθείς, ὅτε Βυζάντιον ἐπολιόρκει Φίλιππος, βοηθὸς Βυζαντίοις ἐκπεμφθεὶς κατὰ τὸν ἐνιαυτὸν τοῦτον ὑπέστη χορηγῆσαι, τῶν ἄλλων λειτουργίας (848f) πάσης ἀφειμένων. II. Ἔγραψε καὶ Δημοσθένει τιμάς, καὶ τοῦ ψηφίσματος ὑπὸ Διώνδα παρανόμων γραφέντος ἀπέφυγε. Φίλος δ´ ὢν τοῖς περὶ Δημοσθένη καὶ Λυσικλέα καὶ Λυκοῦργον οὐκ ἐνέμεινε μέχρι τέλους· ἀλλ´ ἐπεὶ Λυσικλῆς μὲν καὶ Λυκοῦργος ἐτεθνήκεσαν, Δημοσθένης δ´ ὡς παρ´ Ἁρπάλου δωροδοκήσας ἐκρίνετο, προχειρισθεὶς ἐξ ἁπάντων (μόνος γὰρ ἔμεινεν ἀδωροδόκητος) κατηγόρησεν αὐτοῦ. III. Κριθεὶς δ´ ὑπὸ τοῦ Ἀριστογείτονος παρανόμων ἐπὶ (849a) τῷ γράψαι μετὰ Χαιρώνειαν τοὺς μετοίκους πολίτας ποιήσασθαι τοὺς δὲ δούλους ἐλευθέρους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖκας εἰς τὸν Πειραιᾶ ἀποθέσθαι, ἀπέφυγεν. αἰτιωμένων δέ τινων αὐτὸν ὡς παριδόντα πολλοὺς νόμους ἐν τῷ ψηφίσματι « Ἐπεσκότει » ἔφη « μοι τὰ Μακεδόνων ὅπλα. Οὐκ ἐγὼ τὸ ψήφισμα ἔγραψα ἡ δ´ ἐν Χαιρωνείᾳ μάχη ». Μετὰ μέντοι τοῦτο νεκρῶν ἔδωκεν ἀναίρεσιν ὁ Φίλιππος φοβηθείς, πρότερον οὐ δοὺς τοῖς ἐλθοῦσιν ἐκ Λεβαδείας κήρυξιν. IV. Ὕστερον δὲ μετὰ τὰ περὶ Κραννῶνα συμβάντα ἐξαιτηθεὶς ὑπ´ Ἀντιπάτρου καὶ μέλλων ἐκδίδοσθαι ὑπὸ (849b) τοῦ δήμου ἔφυγεν ἐκ τῆς πόλεως εἰς Αἴγιναν ἅμα τοῖς κατεψηφισμένοις· καὶ συμβαλὼν Δημοσθένει καὶ περὶ τῆς διαφορᾶς ἀπολογησάμενος, ἀπαλλαγεὶς ἐκεῖθεν, ὑπ´ Ἀρχίου τοῦ Φυγαδοθήρου ἐπικληθέντος, Θουρίου μὲν τὸ γένος ὑποκριτοῦ δὲ τὰ πρῶτα τότε δὲ τῷ Ἀντιπάτρῳ βοηθοῦντος, ἐλήφθη πρὸς βίαν ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος ἐχόμενος 〈τοῦ〉 ἀγάλματος· καὶ ἀχθεὶς πρὸς Ἀντίπατρον εἰς Κόρινθον, ἔπειτα βασανιζόμενος, διέφαγε τὴν γλῶτταν, ὥστε μηδὲν ἐξειπεῖν τῶν τῆς πόλεως ἀπορρήτων δυνηθῆναι· καὶ οὕτως ἐτελεύτησε, Πυανεψιῶνος (849c) ἐνάτῃ ἱσταμένου. V. Ἕρμιππος δέ φησιν αὐτὸν γλωττοτομηθῆναι εἰς Μακεδονίαν ἐλθόντα καὶ ῥιφῆναι ἄταφον, Ἀλφίνουν δ´ ἀνεψιὸν ὄντα αὐτῷ ἤ, ὥς τινες, Γλαυκίππου τοῦ υἱοῦ τὸν υἱὸν διὰ Φιλοπείθους τινὸς ἰατροῦ λαβόντα ἐξουσίαν τοῦ σώματος καῦσαι αὐτὸν καὶ τὰ ὀστᾶ κομίσαι εἰς Ἀθήνας τοῖς προσήκουσι παρὰ τὰ Ἀθηναίων καὶ Μακεδόνων δόγματα· οὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδ´ ἐν τῇ οἰκείᾳ ταφῆναι. Οἱ δ´ ἐν Κλεωναῖς ἀποθανεῖν αὐτὸν λέγουσιν, ἀπαχθέντα μετὰ τῶν ἄλλων, ὅπου γλωττοτομηθῆναι καὶ διαφθαρῆναι ὃν προείρηται τρόπον· τοὺς δ´ οἰκείους τὰ ὀστᾶ λαβόντας θάψαι [τε] ἅμα τοῖς γονεῦσι πρὸ τῶν Ἱππάδων πυλῶν, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ τρίτῳ (849d) περὶ μνημάτων. VI. Νυνὶ δὲ κατερήρειπται τὸ μνῆμα καὶ ἔστιν ἄδηλον. Πάντων δὲ κατὰ τὴν δημηγορίαν διενεγκεῖν λέγεται· τέτακται δὲ ὑπ´ ἐνίων πρὸ Δημοσθένους. Φέρονται δ´ αὐτοῦ λόγοι ἑβδομήκοντα ἑπτά, ὧν γνήσιοί εἰσι πεντήκοντα δύο. VII. Ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ἐκβαλεῖν μὲν τὸν υἱὸν εἰσαγαγεῖν δὲ Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν, ἐν Πειραιεῖ δ´ ἔχειν Ἀρισταγόραν, ἐν Ἐλευσῖνι δ´ ἐν τοῖς ἰδίοις κτήμασι Φίλαν τὴν Θηβαίαν, (849e) εἴκοσι μνῶν λυτρωσάμενος. Ἐποιεῖτό τε τὸν περίπατον ἐν τῇ ἰχθυοπώλιδι ὁσημέραι ὡς εἰκός. 〈Καὶ〉 δὴ καὶ [δίκῃ] Φρύνῃ τῇ ἑταίρᾳ ἀσεβεῖν κρινομένῃ συνεξητάσθη· αὐτὸς γὰρ τοῦτο ἐν ἀρχῇ τοῦ λόγου δηλοῖ· μελλούσης δ´ αὐτῆς ἁλίσκεσθαι, παραγαγὼν εἰς μέσον καὶ περιρρήξας τὴν ἐσθῆτα ἐπέδειξε τὰ στέρνα τῆς γυναικός, καὶ τῶν δικαστῶν εἰς τὸ κάλλος ἀπιδόντων ἀφείθη. VIII. Συνετίθει δ´ ἡσυχῆ κατὰ τοῦ Δημοσθένους ἐγκλήματα, ὡς καὶ φωραθῆναι· νοσοῦντος γὰρ τοῦ Ὑπερείδου ἥκοντα εἰς τὴν οἰκίαν (849f) τὸν Δημοσθένη ὡς ἐπισκεψόμενον καταλαβεῖν κατέχοντα τὸ καθ´ αὑτοῦ βιβλίον· τούτου δ´ ἀγανακτοῦντος εἶπε « Φίλον μὲν ὄντα οὐδένα λυπήσει, ἐχθρὸν δὲ γενόμενον κωλύσει τι κατ´ ἐμοῦ πρᾶξαι ». Ἐψηφίσατο δὲ καὶ τιμὰς Ἰόλᾳ τῷ δο〈κοῦ〉ντι Ἀλεξάνδρῳ τὸ φάρμακον δοῦναι. Ἐκοινώνησε δὲ καὶ Λεωσθένει τοῦ Λαμιακοῦ πολέμου, καὶ ἐπὶ τοῖς πεσοῦσιν εἶπε τὸν ἐπιτάφιον θαυμασίως. IX. Φιλίππου δὲ πλεῖν ἐπ´ Εὐβοίας παρεσκευασμένου καὶ τῶν Ἀθηναίων εὐλαβῶς ἐχόντων, τεσσαράκοντα τριήρεις ἤθροισεν ἐξ ἐπιδόσεως καὶ πρῶτος ὑπὲρ αὑτοῦ καὶ τοῦ παιδὸς ἐπέδωκε δύο τριήρεις. (850a) Συστάντος δὲ πρὸς Δηλίους ἀμφισβητήματος, ποτέρους δεῖ προΐστασθαι τοῦ ἱεροῦ, αἱρεθέντος Αἰσχίνου συνειπεῖν, ἡ ἐξ Ἀρείου πάγου βουλὴ Ὑπερείδην ἐχειροτόνησεν· καὶ ἔστιν ὁ λόγος Δηλιακὸς ἐπιγεγραμμένοςπρέσβευσε δὲ καὶ πρὸς Ῥοδίους. ἡκόντων δὲ καὶ παρ´ Ἀντιπάτρου πρέσβεων, ἐπαινούντων τὸν Ἀντίπατρον ὡς χρηστόν, ἀπαντήσας αὐτοῖς εἶπεν « Οἶδα μὲν ὅτι χρηστὸς ὑπάρχει, ἀλλ´ ἡμεῖς γ´ οὐ δεόμεθα χρηστοῦ δεσπότου ». X. (850b) Λέγεται δ´ ἄνευ ὑποκρίσεως δημηγορῆσαι καὶ μόνον διηγεῖσθαι τὰ πραχθέντα καὶ τούτοις οὐκ ἐνοχλεῖν τοὺς δικαστάς. Ἐπέμφθη δὲ καὶ πρὸς Ἠλείους ἀπολογησόμενος ὑπὲρ Καλλίππου τοῦ ἀθλητοῦ, ἔχοντος αἰτίαν φθεῖραι τὸν ἀγῶνα, καὶ ἐνίκησε. Γραψάμενος δὲ καὶ τὴν Φωκίωνος δωρεάν, ἣν εἶπε Μειδίας Μειδίου Ἀναγυράσιος ἐπὶ Ξενίου ἄρχοντος, Γαμηλιῶνος ἑβδόμῃ φθίνοντος, ἡττήθη. I. Δείναρχος Σωκράτους ἢ Σωστράτου, ὡς μέν τινες ἐγχώριος, ὡς δέ τισι δοκεῖ Κορίνθιος, ἀφικόμενος εἰς (850c) Ἀθήνας ἔτι νέος, καθ´ ὃν χρόνον Ἀλέξανδρος ἐπὶ τὴν Ἀσίαν 〈ἐστρατεύετο〉, κατοικήσας αὐτόθι ἀκροατὴς μὲν ἐγένετο Θεοφράστου τοῦ διαδεξαμένου τὴν Ἀριστοτέλους διατριβήν, ὡμίλησε δὲ καὶ Δημητρίῳ τῷ Φαληρεῖ· μάλιστα δὲ 〈...〉 τῷ πολιτεύεσθαι μετὰ τὴν Ἀντιπάτρου τελευτήν, τῶν μὲν ἀνῃρημένων ῥητόρων τῶν δὲ πεφευγότων. II. Φίλος δὲ Κασάνδρῳ γενόμενος, ὡς ἐπὶ πλεῖστον προέκοψε χρήματα τῶν λόγων εἰσπραττόμενος, οὓς τοῖς δεομένοις συνέγραφεν· ἀντετάξατο δὲ πρὸς τοὺς ἐπιφανεστάτους τῶν ῥητόρων, οὐκ εἰς δῆμον παριών· οὐ γὰρ οἷός τ´ ἦν· ἀλλὰ τοῖς ἐναντιουμένοις λόγους συγγράφων· καὶ (850d) ἐπεὶ Ἅρπαλος διέδρα, πλείους λόγους συνέγραφε κατὰ τῶν αἰτίαν λαβόντων δωροδοκῆσαι, καὶ τούτους τοῖς κατηγόροις ἐξέδωκε. III. Χρόνῳ δ´ ὕστερον αἰτιαθεὶς εἰς λόγους παραγίνεσθαι Ἀντιπάτρῳ καὶ Κασάνδρῳ περὶ τὴν κατάληψιν τῆς Μουνυχίας, ἡνίκα ὑπ´ Ἀντιγόνου καὶ Δημητρίου ἐφρουρήθη ἐπ´ Ἀναξικράτους ἄρχοντος, ἐξαργυρισάμενος τὰ πλεῖστα τῆς οὐσίας ἔφυγεν εἰς Χαλκίδα. Διατρίψας δ´ ἐπὶ τῆς φυγῆς ὡς πεντεκαίδεκα ἔτη καὶ πολλὴν οὐσίαν κτησάμενος κατῆλθε, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον ἅμα τοῖς ἄλλοις φυγάσι. Καταλύσας δὲ παρὰ Προξένῳ ἑταίρῳ αὐτοῦ καί τι χρυσίον (850e) ἀπολέσας, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁράσεις ἀσθενής, 〈οὐ〉 βουλομένου τοῦ Προξένου ἀναζητεῖν, λαγχάνει αὐτῷ δίκην καὶ τότε πρῶτον εἶπεν ἐν δικαστηρίῳ. Σῴζεται δ´ αὐτοῦ καὶ ὁ λόγος.
IV.
Φέρονται δ´
αὐτοῦ καὶ λόγοι γνήσιοι ἑξήκοντα τέσσαρες· τούτων ἔνιοι παραλαμβάνονται ὡς
Ἀριστογείτονος.
Ζηλωτὴς δ´ ἐγένετο Ὑπερείδου ἢ ὥς τινες διὰ τὸ παθητικὸν
Δημοσθένους καὶ τὸ σφοδρόν· τῶν σχημάτων δ´ αὐτοῦ μιμητὴς ὑπάρχει. |