|
|
|
ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE
|
|
|
|
ΠΕΡΙ ΕΥΘΥΜΙΑΣ [464e] Πλούταρχος Πακκίῳ εὖ πράττειν. Ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν ᾗ παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. Ἅμα δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. Μήτε δὲ [464f] χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήθ´ ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρ´ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον, ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα θηρωμένης καλλιγραφίαν [465a] ἀλλὰ χρείας βοηθητικῆς ἐπιζητεῖν καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδ´ ὡς ἐκεῖνον « Εὐδαιμονίζων ς´ ὄχλος ἐξέπληξε » τῶν φυσικῶν παθῶν, ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει κάλτιος οὔτε δακτύλιος πολυτελὴς παρωνυχίας οὐδὲ διάδημα κεφαλαλγίας. Πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον [465b] εὐχάριστον ᾖ τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; Τί δὲ τοῦτ´ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ἀπὸ τῶν παρόντων; Ὥσπερ οὖν ὁ Ξενοφῶν παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους, οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμελεῖσθαι τοὺς νοῦν ἔχοντας, ἵν´ ἐκ πολλοῦ παρεσκευασμένοι [465c] μᾶλλον ὠφελῶσιν. Ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν, ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων. Ὁ μὲν οὖν εἰπὼν ὅτι « Δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ, » πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γινομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ « Μέν´, ὦ ταλαίπωρ´, ἀτρέμα σοῖς ἐν δεμνίοις. » καίτοι κακὸν μὲν ἀναισθησία σώματι φάρμακον ἀπονίας, [465d] οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. Ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας. Ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δ´ ὁ μὲν βορέας « Διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν » ὥς φησιν Ἡσίοδος, λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν· ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθ´ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος [465e] « Γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει » τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετ´ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. Ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον·
« Αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι [465f] καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός « Ἀλλ´ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης. » ὅθεν οὐδ´ Ἐπίκουρος οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπ´ ἀπραγμοσύνης [466a] ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. Ἀλλ´ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους· δεῖ δὲ μὴ πλήθει μηδ´ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται. Τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος ὑπομιμνήσκει λέγων
[466b]
« ᾬμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, εἶτα προσδιελθὼν ὡς καὶ τοὺς πλουσίους ὁρᾷ ταὐτὰ πάσχοντας τοῖς πένησιν
« Ἆρ´ ἐστί
» φησί « συγγενές τι λύπη καὶ βίος; ἀλλ´ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν [466c] ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες αὑτοῖς, οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα· ταῦτα δ´ ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδ´ ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς. Ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι καὶ παρελθόντες εὐθὺς βαρύνονται. « Δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο » καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον, [466d] « Φίλων δ´ ὅ τ´ ἐλθὼν λυπρὸς ὅ τ´ ἀπιὼν βαρύς » ὡς ὁ Ἴων φησίν. Εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης ἦλθεν ἡ ὑγίεια φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. Ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων τήμερον αὐτόπυρον ἐπ´ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως. Τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενόμενος ποιεῖ πρὸς ἕκαστον βίον. Ἀλέξανδρος Ἀναξάρχου (Vors A) περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε, καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, « Οὐκ ἄξιον » ἔφη « δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω [466e] κύριοι γεγόναμεν; » Κράτης δὲ πήραν ἔχων καὶ τριβώνιον παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τῷ βίῳ διετέλεσε. Καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει
« Γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων Ζεὺς Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος· ἀναστῆναι δ´ οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ παίζων καὶ καταγελῶν ἔλεγεν « Εἰ δ´ ἰχθῦν ἐπίπρασκες, —; » Καὶ Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς ἑταίροις, ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ [466f] μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὰ ἅρματα παραδίδωσιν. Ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξομοιοῦσιν αὑταῖς. Οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν, ἀλλὰ τὸ φρονεῖν ἅμα τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ ἥδιστον. [467a] | Διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλια μὴ χαλεπῶς χρωμένοις συμφέρηται·
Τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών· Κυβείᾳ γὰρ ὁ Πλάτων τὸν βίον ἀπείκασεν, ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. Τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφ´ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γινόμενα [467b] παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. Τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους, ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ δυστυχία, ταράττονται δ´ ὑπ´ ἀμφοτέρων, μᾶλλον δ´ ὑφ´ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους, οἱ δ´ ἀπαίδευτοι πολλάκις τὴν τύχην [467c] δεξιὰν παρισταμένην ἐπαριστέρως μεταλαμβάνοντες ἀσχημονοῦσιν. Οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις μέλι φέρει τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον αὑτοῖς λαμβάνουσι. Τοῦτ´ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας « Οὐδ´ οὕτως » ἔφη « κακῶς· » ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. Ἐφυγαδεύθη Διογένης· « Οὐδ´ οὕτως κακῶς »· ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν. [467d] Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν « Εὖγ´ » εἶπεν « ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνους´ ἡμᾶς. « Τί οὖν κωλύει μιμεῖσθαι τούτους; » Ἀρχὴν παραγγέλλων διήμαρτες; Ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. Ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; Ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. Πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας; « Οὐδὲ θερμὸν ὕδωρ τόσον γε τεύξει μαλθακὰ γυῖα » κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως « Πόνον ἡδὺν κάματόν τ´ εὐκάματον ». [467e] Ἀλλά τις ἀπήντηκεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; Ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. Διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. Οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; Τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε. Πενίᾳ δυσφορεῖς παρούσῃ; Καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι Βοιωτῶν ἢ Ἐπαμεινώνδας; Τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; « Ἀλλὰ διέφθαρταί μου τὸ γύναιον. » οὐκ ἀνέγνωκας οὖν τὸ ἐπίγραμμα τὸ ἐν Δελφοῖς [467f] « Ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μ´ ἀνέθηκεν, » οὐδ´ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; Ἀλλὰ τοῦτ´ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον· ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατ´ αὐτὸν φιλοσόφων [468a] ἱλαρώτατα ζῆν ἀκόλαστος οὖς´ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος « Ἐμὸν οὖν » ἔφη « ἁμάρτημα τοῦτ´ ἐστὶν ἢ ἐκείνης; » Εἰπόντος δὲ τοῦ Μητροκλέους « Ἐκείνης μὲν ἁμάρτημα σὸν δ´ ἀτύχημα » « Πῶς λέγεις; » εἶπεν « οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματ´ ἐστί; » « Πάνυ μὲν οὖν » ἔφη. « Τὰ δὲ διαπτώματ´ οὐχ ὧν διαπτώματα, καὶ ἀποτεύγματα; » Συνωμολόγησεν ὁ Μητροκλῆς. « Τὰ δ´ ἀποτεύγματ´ οὐχ ὧν ἀποτεύγματ´, ἀτυχήματα; » πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα τὴν τοῦ κυνικοῦ βλασφημίαν. [468b] Τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά. Βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές. Ὑφ´ ὧν οὐχ ἥκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροί « Πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ, » οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως. [468c] Ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται. Τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδ´ ἄλλως ῥᾴδιον· ἂν δ´ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανεῖ τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις, ὥσπερ κύνας ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους οἰόμενος περαίνειν † ἐπὶ λήσεις πολλὰ λυπηρὰ συνάγων ὥσπερ εἰς χωρίον κοῖλον καὶ [468d] ταπεινὸν ἐπιρρέοντα τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλάμενος κακῶν. Ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος, ὃ δὲ μεῖζόν ἐστιν, οὐδ´ αὑτῶν ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν ᾗ δεῖ, σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. [468e] ἀλλ´ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι καὶ δεδοικότες. Αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρ´ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφ´ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν· ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν [468f] γίγνεται καὶ πραότατος. Ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν. Ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλ´ ὅταν ἴδωμεν ἑτέρους τὰ αὐτὰ προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλ´ αὑτοὺς αἰτιώμεθα καὶ τὴν νόσον, οὕτως καὶ [469a] τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους τὰ αὐτὰ προσδεχομένους ἀλύπως καὶ ἱλαρῶς ὁρῶμεν. Ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. Νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες ταῖς ἀνθηραῖς καὶ ποώδεσι χροιαῖς παρηγοροῦμεν, τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. [469b] καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρ´ ἔστι μετενεγκεῖν
« Τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, Τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλ´ ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ κάκιστα τῶν ἰδίων συνάγεις ἐπὶ σαυτόν, οὐδέν τι τοῦ Χίου βελτίων γινόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ [469c] πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφ´ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν « Ἀγαθῶν » ἔφη « παρόντων κακὸν ζητοῦντα; » Καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ δυσχερῆ καὶ μοχθηρὰ τρέχουσιν. Ὁ δ´ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλ´ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγανακτεῖν « Οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται; » Συνομολογήσαντος δ´ ἐκείνου, « Τί οὖν » εἶπεν [469d] « οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα; » Μανικὸν γάρ ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλ´ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης καὶ τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας. « Καὶ τί » φήσαι τις ἂν « ἔχομεν, τί δ´ οὐκ ἔχομεν »; Ὁ μὲν δόξαν ὁ δ´ οἶκον ὁ δὲ γάμον, τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δ´ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. [469e] Δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλ´ ἔν τινι λόγῳ τίθεσθαι καὶ χάριν ἔχειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἥλιον ὁρῶμεν· οὐ πόλεμος οὐ στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. Εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν, ἀναμιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη καὶ κτήσασθαι δόξαν [469f] ἐν πόλει τηλικαύτῃ καὶ φίλους ἀγνῶτι καὶ ξένῳ, καὶ τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. Οὐ γὰρ τότε γίνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηθέν ἐστιν (οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν), οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων, [470a] ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν. Οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατὰ μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δ´ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας, αὑτῶν δὲ καὶ τῶν ἰδίων καταφρονοῦντες. Καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ [470b] μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθ´ αὑτόν, εἰ δὲ μὴ, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοὶ πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν. Οἷον εὐθὺς οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δ´ ἐλεύθεροι τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονουχὶ βροντᾶν καὶ ἀστράπτειν ἐθέλοντες. Εἶθ´ οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθ´ ἑαυτοὺς χάριν ἔχουσιν.
« Οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει « Θάσιος γὰρ ἦν ἐκεῖνος »· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους· ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων· ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλ´ ὕστερος ἀνηγορεύθη. Τοῦτο δ´ ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας [470d] ἐπὶ τὴν τύχην αὐτὸν ὑφ´ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; Ἀλλ´ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος « Εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός, » οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλ´ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον [ἐν] ὁδῷ πρόεισιν. Ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκλεγόμενον ἀντιπάλους, ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν φρονεῖν καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους, ἄν γε [470e] δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν. Ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν. Ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις [470f] « Μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν » λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις « Ὀβολοῦ τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις· » εἶτα ταῖς ἐλαίαις « Δύο χαλκῶν ἡ χοῖνιξ », εἶτα ταῖς ἐξωμίσι « Δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις. » οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθ´ ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδ´ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν [471a] « Λαμπρὰ τὰ καθ´ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος· οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν. » Οὐ μὴν ἀλλ´ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπ´ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς ἀλλοτρίοις ἀγαθοῖς, μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλ´ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν ἐντὸς γενοῦ, καὶ κατόψει πολλὰ δυσχερῆ [471b] καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. Ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δ´ ἡ γυνὴ μετ´ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ ξένων διατραπέντων « Ἑκάστῳ τι » ἔφη « ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν, ἄριστα πράττει. »
« Οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος. [471c] « Ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον »— ἔξωθεν οὗτος ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι « Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ » καί
« Ζηλῶ σε, γέρον, ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος. [471d] Οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτ´ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. Οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγῶ κυνηγετεῖν δυστυχής ἐστιν οὐδὲ τῷ γρίφοις καὶ σαγήναις ἐλάφους μὴ λαμβ |