|
t..ΥΓΙΕΙΝΑ ΠΑΡΑΓΓΕΛΜΑΤΑ
ΜΟΣΧΙΩΝ. Σὺ δὴ Γλαῦκον χθές, ὦ Ζεύξιππε,
τὸν ἰατρὸν ἀπετρίψω συμφιλοσοφεῖν ὑμῖν βουλόμενον.
ΖΕΥΞΙΠΠΟΣ. Οὔτ´ ἀπετριψάμην, ὦ φίλε Μοσχίων,
οὔτ´ ἐβούλετο συμφιλοσοφεῖν ἐκεῖνος, ἀλλ´
ἔφυγον καὶ ἐφοβήθην λαβὴν φιλομαχοῦντι παρασχεῖν.
ἐν μὲν γὰρ ἰατρικῇ καθ´ Ὅμηρον ὁ ἀνὴρ
πολλῶν ἀντάξιος ἄλλων,
οὐκ εὐμενὴς δὲ πρὸς φιλοσοφίαν, ἀλλ´ ἀεί τι τραχὺ
καὶ δύσκολον ἔχων ἐν τοῖς λόγοις. καὶ νῦν
ἐναντίος ἐφ´ ἡμᾶς ἐχώρει, βοῶν ἔτι πρόσωθεν οὐ
μικρὸν οὐδ´ ἐπιεικὲς ἔργον ἡμῖν σύγχυσιν ὅρων
τετολμῆσθαι διαλεχθεῖσι περὶ διαίτης ὑγιεινῆς.
« Χωρίς » γὰρ ἔφη τὰ φιλοσόφων καὶ ἰατρῶν
ὥσπερ τινῶν « Μυσῶν καὶ
Φρυγῶν ὁρίσματα, »
καί τινα τῶν οὐ μετὰ σπουδῆς, οὐ μὴν ἀχρήστως,
εἰρημένων παρ´ ἡμῶν διὰ στόματος ἔχων ἐσπάραττεν.
ΜΟΣΧΙΩΝ. Ἀλλὰ καὶ τούτων ἔγωγε καὶ τῶν
ἄλλων, ὦ Ζεύξιππε, πρόθυμος ἀκροατὴς ἡδέως
ἂν γενοίμην.
ΖΕΥΞΙΠΠΟΣ. Φιλόσοφος γὰρ εἶ τὴν φύσιν, ὦ
Μοσχίων, καὶ τῷ μὴ φιλιατροῦντι χαλεπαίνεις
φιλοσόφῳ, καὶ ἀγανακτεῖς εἰ μᾶλλον αὑτὸν οἴεται
προσήκειν γεωμετρίας καὶ διαλεκτικῆς καὶ μουσικῆς
ὁρᾶσθαι μεταποιούμενον ἢ ζητεῖν καὶ
μανθάνειν βουλόμενον
ὅττι τοι ἐν μεγάροισι κακόν τ´ ἀγαθόν τε τέτυκται
τῷ σώματι. καίτοι πλείους ἂν ἴδοις ἐκεῖ θεατάς,
ὅπου θεωρικόν τι νέμεται τοῖς συνιοῦσιν, ὥσπερ
Ἀθήνησι· τῶν ἐλευθερίων δὲ τεχνῶν ἰατρικὴ τὸ
μὲν γλαφυρὸν καὶ περιττὸν καὶ ἐπιτερπὲς οὐδεμιᾶς
ἐνδεέστερον ἔχει, θεωρικὸν δὲ μέγα τοῖς φιλομαθοῦσι
τὴν σωτηρίαν καὶ τὴν ὑγίειαν ἐπιδίδωσιν.
ὥστ´ οὐ παράβασιν ὅρων ἐπικαλεῖν δεῖ τοῖς περὶ
ὑγιεινῶν διαλεγομένοις φιλοσόφοις, ἀλλ´ εἰ μὴ
παντάπασιν ἀνελόντες οἴονται δεῖν τοὺς ὅρους
ὥσπερ ἐν μιᾷ χώρᾳ κοινῶς ἐμφιλοκαλεῖν, ἅμα
τὸ ἡδὺ τῷ λόγῳ καὶ τὸ ἀναγκαῖον διώκοντες.
ΜΟΣΧΙΩΝ. Ἀλλὰ Γλαῦκον μὲν ἐῶμεν, ὦ Ζεύξιππε,
ὑπὸ σεμνότητος αὐτοτελῆ βουλόμενον εἶναι
καὶ ἀπροσδεῆ φιλοσοφίας, σὺ δὲ τοὺς λόγους
ἡμῖν δίελθε πάντας· εἰ δὲ βούλει, πρώτους ἐκείνους
ὧν ἔφης οὐ πάνυ μετὰ σπουδῆς εἰρημένων ἐπιλαμβάνεσθαι
τὸν Γλαῦκον.
ΖΕΥΞΙΠΠΟΣ. Ἔφη τοίνυν ὁ ἑταῖρος ἡμῶν
ἀκοῦσαί τινος λέγοντος ὡς τὸ τὰς χεῖρας ἀεὶ
θερμὰς ἔχειν καὶ μὴ περιορᾶν ψυχομένας οὐ
μικρὸν εἴη πρὸς ὑγίειαν, καὶ τοὐναντίον ἡ τῶν
ἄκρων περίψυξις εἰς τὰ μέσα συνελαύνουσα τὸ
θερμὸν ὥσπερ τινὰ συνήθειαν ἢ μελέτην ἐμποιεῖ
πυρετοῦ· τὸ δ´ ἔξω στρέφοντα μετὰ τῆς θερμότητος
ἕλκειν ἐπὶ πάντα καὶ διανέμειν τὴν ὕλην ὑγιεινόν.
ἂν μὲν οὖν ἐνεργοῦντές τι ταῖς χερσὶ καὶ χρώμενοι
τυγχάνωμεν, αὐτὴν τὴν κίνησιν ἐπάγειν ἐνταῦθα
καὶ συνέχειν τὸ θερμόν· ἔργων δὲ τοιούτων σχολὴν
ἄγοντας ἥκιστα δεῖν προσδέχεσθαι τοῖς ἄκροις
τὸ ψυχρόν.
Ἓν μὲν οὖν τοῦτο τῶν γελασθέντων ἦν·
δεύτερον δ´ οἶμαι τὸ περὶ τὰς τροφὰς ἃς προσφέρετε
τοῖς κάμνουσιν. ἅπτεσθαι γὰρ αὐτῶν διὰ
χρόνου παρῄνει καὶ γεύεσθαι, συνεθίζοντας αὑτοὺς
ἐν τῷ ὑγιαίνειν καὶ μὴ τρέμοντας ὥσπερ τὰ
παιδάρια μηδὲ μισοῦντας ἐκείνην τὴν δίαιταν,
ἀλλὰ ποιουμένους ἀτρέμα χειροήθη ταῖς ὀρέξεσι
καὶ σύντροφον, ὅπως ἐν τῷ νοσεῖν μὴ δυσχεραίνωμεν
ὡς φάρμακα τὰ σιτία μηδ´ ἀσχάλλωμεν
ἁπλοῦν τι καὶ ἄνοψον καὶ ἄκνισον λαμβάνοντες.
ὅθεν οὐδ´ ἀλούτους ποτὲ φευκτέον ἐλθεῖν ἐπὶ
τροφὴν οὐδ´ ὕδωρ πιεῖν οἴνου παρόντος οὐδὲ
θερμὸν ἐν θέρει, χιόνος παρακειμένης, τὰς μὲν
ἐπιδεικτικὰς καὶ σοφιστικὰς χαίρειν ἐῶντας ἀποσχέσεις
τῶν τοιούτων καὶ μεγαλαυχίας ἐπὶ ταῖς
ἀποσχέσεσιν, αὐτοὺς δὲ καθ´ ἑαυτοὺς σιωπῇ τήν
τε ὄρεξιν ἅμα τοῦ συμφέροντος ὑπήκοον ἐθίζοντας
εἶναι μετ´ εὐκολίας, καὶ τῆς ψυχῆς ἀφαιροῦντας
πόρρωθεν ἔτι τὴν περὶ ταῦτα μικρολογίαν ἐν ταῖς
νόσοις καὶ τὸ ἐπιθρηνεῖν, ἀνοδυρομένης ὡς ἐξ
ἡδονῶν μεγάλων καὶ ἀγαπητῶν εἰς ἀγεννῆ καὶ
ταπεινὴν ἀπελήλαται δίαιταν.
Εὖ γὰρ εἰρημένον τὸ
« Ἑλοῦ βίον τὸν ἄριστον,
ἡδὺν δ´ αὐτὸν ἡ συνήθεια ποιήσει,
» καὶ κατὰ
μέρος ὡς ἕκαστα πειρωμένῳ χρήσιμόν ἐστι,
μάλιστα δὲ τῶν περὶ τὸ σῶμα διαιτημάτων, ἐν
τοῖς ὑγιεινοτάτοις ἐπάγοντα τὴν συνήθειαν, εὐμενῆ
καὶ γνώριμα τῇ φύσει καὶ οἰκεῖα παρασκευάζειν,
μεμνημένον ἃ πάσχουσιν ἔνιοι καὶ ποιοῦσιν ἐν
ταῖς ἀρρωστίαις, χαλεπαίνοντες καὶ δυσανασχετοῦντες
ὕδατος θερμοῦ προσφερομένου καὶ
ῥοφήματος ἢ ἄρτου, μιαρὰ μὲν ταῦτα καὶ ἀηδῆ
μιαροὺς δὲ καὶ χαλεποὺς τοὺς ἀναγκάζοντας
ἀποκαλοῦντες. πολλοὺς δὲ καὶ λουτρὸν ἀπώλεσεν,
οὐδὲν ἐν ἀρχῇ μέγα κακὸν ἔχοντας ἀλλ´ ἢ τὸ μὴ
δύνασθαι μηδ´ ὑπομένειν γεύσασθαι τροφῆς ἀλούτους·
ὧν καὶ Τίτος ἦν ὁ αὐτοκράτωρ, ὥς φασιν
οἱ νοσηλεύσαντες.
Ἔτι τοίνυν ἐλέχθη τοιοῦτον, ὡς ἀεὶ μὲν
ὑγιεινότερα σώματι τὰ εὐτελέστερα, μάλιστα δὲ
φυλακτέον πλησμονὰς καὶ μέθας καὶ ἡδυπαθείας
ἑορτήν τινα μέλλουσαν ἢ φίλων ὑποδοχὴν ἐν
χερσὶν ἔχοντας ἢ προσδοκῶντας ἑστίασιν βασιλικὴν
καὶ ἡγεμονικὴν καὶ συμπεριφορὰν ἀπαραίτητον,
οἷον ἐπιόντος ἀνέμου καὶ κύματος εὐσταλὲς τὸ
σῶμα καὶ κοῦφον ἐν εὐδίᾳ παρασκευάζοντας.
ἔργον γάρ ἐστιν ἐν συνουσίαις καὶ φιλοφροσύναις
αὑτὸν ἐπὶ τῶν μετρίων καὶ τῶν συνήθων φυλάξαι
μὴ πᾶσι μετ´ ἀηδίας δεινῆς ἐπαχθῆ φανέντα καὶ
φορτικόν. ἵν´ οὖν μὴ πῦρ ἐπὶ πυρί, ὥς φασι,
πλησμονή τις ἐπὶ πλησμονῇ καὶ ἄκρατος ἐπ´
ἀκράτῳ γένηται, τὸ παιχθὲν ἀστείως ὑπὸ Φιλίππου
μετὰ σπουδῆς μιμητέον· ἦν δὲ τοιοῦτον. ἄνθρωπος
αὐτὸν ἐπὶ χώρας ὡς σὺν ὀλίγοις ὄντα δειπνῆσαι
παρεκάλεσεν, εἶθ´ ὁρῶν πολλοὺς ἄγοντα παρεσκευασμένων
οὐ πολλῶν ἐταράττετο. συναισθόμενος
οὖν ὁ Φίλιππος ὑπέπεμπε τῶν φίλων ἑκάστῳ
κελεύων πλακοῦντι καταλιπεῖν χώραν, οἱ δὲ
πειθόμενοι καὶ προσδοκῶντες ἐφείδοντο τῶν παρκειμένων.
ἤρκεσεν οὖν ἅπασι τὸ δεῖπνον. οὕτω δὴ
προπαρασκευαστέον αὑτοὺς τῶν ἀναγκαίων συμπεριφορῶν,
καὶ ὄψῳ καὶ πέμματι καὶ νὴ Δία
μέθῃ χώραν φυλάττοντας ἐν τῷ σώματι, καὶ
πρόσφατον ἐπὶ ταῦτα καὶ βουλομένην τὴν ὄρεξιν
ἄγοντας.
Ἂν δὲ τοιαῦταί τινες ἄφνω βαρεῖς ὄντας
ἡμᾶς καὶ διακειμένους φαύλως ἀνάγκαι καταλάβωσιν
ἡγεμόνων καλούντων ἢ ξένων ἐπιφανέντων ὑπ´
αἰδοῦς βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ
συμπίνειν, ἐνταῦθα μάλιστα δεῖ παρατετάχθαι πρὸς
« Τὴν μέγα σινομένην ἄνδρας αἰδῶ
» καὶ δυσωπίαν,
τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντος
κρεῖσσον δέ μοι νῦν πρός ς´ ἀπέχθεσθαι, ξένε,
ἢ μαλθακισθένθ´ ὕστερον μέγα στένειν.
τὸ γὰρ ἀγροικίας φοβηθέντα δόξαν εἰς πλευρῖτιν ἢ
φρενῖτιν ἐμβάλλειν ἑαυτὸν ἀγροίκου τινὸς ὡς ἀληθῶς
ἐστι καὶ νοῦν οὐκ ἔχοντος οὐδὲ λόγον ἄνευ
κύλικος καὶ κνίσης ἀνθρώποις ἐπιστάμενον ὁμιλεῖν.
ἥ τε γὰρ παραίτησις ἂν τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον
ἔχῃ, οὐχ ἧττον ἔσται κεχαρισμένη τῆς συμπεριφορᾶς·
ἄν τέ τις παρέχων ἑστίασιν ὥσπερ θυσίαν
ἄγευστον αὐτὸς ἀπέχηται, παρά τε τῇ κύλικι καὶ
τῇ τραπέζῃ μετὰ προθυμίας καὶ φιλοφροσύνης ἅμα
τι παίζων καὶ λέγων εἰς ἑαυτόν, ἡδίων φανεῖται
τοῦ συμμεθυσκομένου καὶ συνοψοφαγοῦντος. ἐμνήσθη
δὲ τῶν μὲν παλαιῶν Ἀλεξάνδρου μετὰ πότον
πολὺν αἰσχυνθέντος ἀντειπεῖν Μηδίῳ παρακαλοῦντι,
καὶ καταβαλόντος αὖθις ἐξ ἀρχῆς αὑτὸν εἰς
ἄκρατον ἀφ´ οὗ διεφθάρη, τῶν δὲ καθ´ ἡμᾶς
Ῥήγλου τοῦ παγκρατιαστοῦ. καλοῦντος γὰρ ἐπὶ
τὸ λουτρὸν ἅμ´ ἡμέρᾳ Τίτου Καίσαρος ἧκε καὶ
συνελούσατο, καὶ πιὼν ἅπαξ, ὥς φασιν, ἀποπληξίας
καταλαβούσης εὐθὺς ἀπέθανε.
Ταῦθ´ ἡμῖν ὁ Γλαῦκος ἐν γέλωτι προύφερεν ὡς
παιδαγωγικά· τῶν δ´ ἄλλων οὐ πάνυ πρόθυμος ἦν
ἀκούειν, οὐδ´ ἡμεῖς ἐκείνῳ διηγεῖσθαι. σὺ δ´ ἐπισκόπει
τῶν λεχθέντων ἕκαστον.
Πρῶτος μὲν ὁ Σωκράτης παρακελευόμενος
φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας
ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων ὅσα πίνειν
μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν,
ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ
ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ
οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά.
τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ
τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν
ἀναγκαίων ἀπολαύειν ἢ τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ
κινεῖν ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους.
ὥσπερ γὰρ αὖ τῷ Σωκράτει γυμνάσιον ἦν οὐκ
ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ
τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται·
τὸ δ´ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον
ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν
τοῖς μάλιστα. φυλακτέον δὲ τῆς περὶ ταῦτα
φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν
καὶ φιλοτιμίαν· καὶ γὰρ αὗται πολλάκις
συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν ἔνια καὶ
πίνειν μὴ διψῶντας, ἀνελευθέρους κομιδῇ καὶ
φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς ἄτοπόν
ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι
παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν
ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ.
ταῦτα γὰρ δήπου προάγεται πολλάκις χρῆσθαι
τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης
τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν
μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις
διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω
δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς
γυναῖκας ἐνδόξους πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν
ὅτε καὶ καλαῖς καὶ ἀγαπώσαις συναναπαυόμενοι
τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον
ἢ Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν
ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ
παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς
κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα
γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ
τὴν δόξαν.
Ἔστι δὲ μέγα καὶ θαυμαστόν, ἂν ὅσον ἡ φύσις
δεομένη δέχεται τῶν ἡδονῶν προσιέμενοι τῷ
σώματι, μᾶλλον δ´ ἂν τὰ πολλὰ παρὰ τὰς ὀρέξεις
αὐτῷ διαμαχόμενοι καὶ ἀναβαλλόμενοι καὶ μόλις
πάνυ ταῖς ἀναγκαίαις χρηματίζοντες ἤ, ὥς φησιν
ὁ Πλάτων, καὶ δάκνοντος καὶ κατατείνοντος ἐνδιδόντες
ἀβλαβεῖς ἀπαλλάττωμεν. τὰς δ´ ἀνάπαλιν
ἐκ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα κατιούσας ἐπιθυμίας
καὶ καταβιαζομένας τοῖς ἐκείνης ὑπηρετεῖν καὶ
συνεξανίστασθαι πάθεσιν οὐδεμία μηχανὴ τὸ μὴ
σφοδροτάτας βλάβας καὶ μεγίστας ἐφ´ ἡδοναῖς
ἀσθενέσι καὶ ἀμαυραῖς ἐναπολιπεῖν. ἥκιστα δὲ
ψυχῆς ἐπιθυμίᾳ σῶμα πρὸς ἡδονὰς κινητέον· ἡ
γὰρ ἀρχὴ παρὰ φύσιν γίγνεται. καὶ καθάπερ αἱ
τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον
οὐδ´ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλ´
ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας
τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει
καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ
αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. ὅταν οὖν
τι τῶν σπανίων ἀπολαυσμάτων ἢ ἐνδόξων παραγένηται,
φιλοτιμητέον ταῖς ἀποσχέσεσι μᾶλλον ἢ
ταῖς ἀπολαύσεσι, μεμνημένους ὅτι καθάπερ ὁ
Σιμωνίδης ἔλεγε μηδέποτ´ αὐτῷ μεταμελῆσαι
σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις, οὕτως ἡμῖν
οὔτ´ ὄψον παρωσαμένοις μετεμέλησεν οὔθ´ ὕδωρ
ἀντὶ Φαλερίνου πιοῦσιν, ἀλλὰ τοὐναντίον· οὐ μόνον
οὐ προσβιαστέον ἐστὶ τὴν φύσιν, ἀλλὰ κἂν δεομένῃ
προσφέρηταί τι τῶν τοιούτων, ἐπὶ τὰ λιτὰ καὶ
συνήθη πολλάκις ἀποτρεπτέον ἔθους ἕνεκα καὶ
μελέτης τὴν ὄρεξιν.
εἴπερ γὰρ ἀδικεῖν χρή,
φησὶν ὁ Θηβαῖος οὐκ ὀρθῶς λέγων,
τυραννίδος πέρι
κάλλιστον ἀδικεῖν·
ἡμεῖς δὲ βέλτιον ὡς, εἴπερ φιλοδοξεῖν πρὸς τὰ τοιαῦτα,
ἐγκρατείᾳ κάλλιστον ὑπὲρ ὑγιείας. οὐ μὴν
ἀλλὰ καὶ μικρολογία καὶ γλισχρότης ἐνίους ἀναγκάζει
πιέζοντας οἴκοι τὰς ἐπιθυμίας καὶ κατισχναίνοντας
ἐμπίπλασθαι παρ´ ἑτέροις τῶν πολυτελῶν καὶ
ἀπολαύειν, καθάπερ ἐκ πολεμίας ἀφειδῶς ἐπισιτιζομένους·
εἶτα κακῶς διατεθέντες ἀπίασιν, εἰς τὴν
ὑστεραίαν ἐφόδιον τῆς ἀπληστίας τὴν ἀπεψίαν ἔχοντες.
ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν
οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας
ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει
μὴ πρὸ φακῆς λοπάδ´ αὔξων
αἰεὶ ἐς στάσιν ἄμμε βάλῃς·
αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω
« Μὴ πρὸ φακῆς
λοπάδ´ αὔξων αἰεὶ
» μηδὲ πάντως ὑπερβαίνων τὴν
καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν
ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς
ἐμβάλλειν καὶ διαρροίας. τὰ γὰρ εὐτελῆ
κρατεῖ τὴν ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων,
ὀψοποιῶν δὲ τέχναι καὶ δημιουργῶν καὶ
τὰ πανοῦργα ταῦτ´ ὀψάρια χὑποτρίμματα
κατὰ τὸν κωμικὸν ἀεὶ τοὺς ὅρους τῆς ἡδονῆς μετατίθησιν
εἰς τοὔμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον.
οὐκ οἶδα δ´ ὅντινα τρόπον, ἡμῶν τὰς γυναῖκας
ὅσαι φίλτρα μηχανῶνται καὶ γοητείας ἐπὶ τοὺς
ἄνδρας βδελυττομένων καὶ δυσχεραινόντων, μισθωτοῖς
τε καὶ δούλοις προϊέμεθα τὰ σιτία καὶ τὰ ὄψα
μονονοὺ μαγγανεύειν καὶ φαρμάττειν. εἰ τοίνυν
καὶ πικρότερον φανεῖται τὸ τοῦ Ἀρκεσιλάου πρὸς
τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἰρημένον,
« Μηδὲν
διαφέρειν ὄπισθέν τινα ἢ ἔμπροσθεν εἶναι κίναιδον, »
οὐκ ἀνάρμοστόν ἐστι τοῖς ὑποκειμένοις. τί γὰρ ὡς
ἀληθῶς διαφέρει σατύρια προσάγοντα κινεῖν καὶ
παροξύνειν τὸ ἀκόλαστον ἐπὶ τὰς ἡδονάς, ἢ τὴν
γεῦσιν ὀσμαῖς καὶ καρυκείαις ἐρεθίζειν ὥσπερ τὰ
ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν;
Ἄλλοτε μὲν οὖν πρὸς τὰς ἡδονὰς λεκτέον
ἴσως, τὸ καλὸν καὶ σεμνὸν ἐφ´ ἑαυτοῦ τῆς ἐγκρατείας
οἷόν ἐστι δεικνύοντας· ὁ δὲ νῦν λόγος ὑπὲρ
πολλῶν ἡδονῶν καὶ μεγάλων ἐστίν. οὔτε γὰρ πράξεις
οὔτ´ ἐλπίδας οὔτ´ ἀποδημίας οὔτε διαγωγὰς αἱ
νόσοι τοσαύτας ὅσας ἡδονὰς ἡμῶν ἀφαιροῦνται καὶ
διαφθείρουσιν. ὅθεν ἥκιστα λυσιτελεῖ καταφρονεῖν
τῆς ὑγιείας τοῖς μάλιστα τὴν ἡδονὴν διώκουσι.
καὶ γὰρ φιλοσοφεῖν ἀρρωστίαι πολλοῖς παρέχουσι
καὶ στρατηγεῖν νὴ Δία καὶ βασιλεύειν, ἡδοναὶ δὲ
σωματικαὶ καὶ ἀπολαύσεις ἔνιαι μὲν οὐδ´ ὅλως
γένεσιν ἐν νόσῳ λαμβάνουσιν, αἱ δὲ λαμβάνουσαι
βραχὺ τὸ οἰκεῖον καὶ οὐ καθαρὸν ἀλλὰ συμπεφυρμένον
πολλῷ τῷ ἀλλοτρίῳ καὶ μεμωλωπισμένον
ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος ἀναφέρουσιν. οὐ
γὰρ
ἐν πλησμοναῖς Κύπρις,
ἀλλὰ μᾶλλον ἐν εὐδίᾳ σαρκὸς καὶ γαλήνῃ καὶ
Κύπρις εἰς ἡδονὴν τελευτᾷ καὶ βρῶσις καὶ πόσις·
ἡ δ´ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν
ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι.
κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι
τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ· ἀληθέστερον
δ´ ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι
καὶ προσηνέστατον· ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ
πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν
οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ
δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι σώματι πᾶν
ἡδὺ ποιεῖ καὶ « Ἁρπαλέον,
» ὡς Ὅμηρος ἔφη, καὶ
πρόσφορον.
Ἐπεὶ δ´ ὥσπερ ὁ Δημάδης πολεμικοὺς ἀκαίρως
τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε
χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων, οὕτω
καὶ ἡμεῖς οὐδέποτε μεμνήμεθα λιτῆς διαίτης καὶ
σώφρονος ἄνευ κλύσεων καὶ καταπλασμάτων·
ἔν τε τούτοις γενόμενοι πιέζομεν σφόδρα τὰς
ἁμαρτίας, ἐναπερειδόμενοι τῇ μνήμῃ καί, καθάπερ
οἱ πολλοὶ νῦν μὲν ἀέρας νῦν δὲ χώρας ἐπιμεμφόμενοι
νοσώδεις ἀποδημίας δεδιέναι λέγουσι, ἐξαιρούμενοι
τῆς αἰτίας τὴν ἀκρασίαν καὶ φιληδονίαν·
ἀλλ´ ὥσπερ ὁ Λυσίμαχος ἐν Γέταις συσχεθεὶς
δίψῃ καὶ παραδοὺς ἑαυτὸν μετὰ τοῦ στρατεύματος
αἰχμάλωτον εἶτα πιὼν ὕδωρ ψυχρόν,
« Ὦ θεοί, »
εἶπεν, « ὡς βραχείας ἡδονῆς ἕνεκα μεγάλην
εὐδαιμονίαν ἀπεβαλόμην,
» οὕτως ἀνοιστέον ἐν
ταῖς ἀρρωστίαις πρὸς αὑτοὺς ὡς διὰ ψυχροποσίαν
ἢ λουτρὸν ἄκαιρον ἢ συμπεριφορὰν πολλὰς μὲν
αὑτῶν διεφθείραμεν ἡδονάς, καλὰς δὲ πράξεις
ἐπιτερπεῖς τε διαγωγὰς ἀπωλέσαμεν. ὁ γὰρ ἐκ
τῶν τοιούτων ἀναλογισμῶν δηγμὸς αἱμάσσει τὴν
μνήμην, ὥστε οἷον οὐλὴν παραμένουσαν ἐν τῷ
ὑγιαίνειν εὐλαβεστέρους ποιεῖν περὶ τὴν δίαιταν.
οὐδὲ γὰρ ἄγαν τὸ ὑγιαῖνον σῶμα φύσει μεγάλας
ἐπιθυμίας οὐδὲ δυσπειθεῖς οὐδ´ ἀσυνήθεις οὐδὲ
δυσεκβιάστους, ἀλλὰ δεῖ θαρρεῖν πρὸς τὰς ὀρέξεις
ἐκφερομένας καὶ ἐπιπηδώσας ταῖς ἀπολαύσεσιν,
ὡς ἐλαφρὸν καὶ παιδικὸν ἐχούσας τὸ μεμψιμοιροῦν
καὶ κλαυθμυριζόμενον, εἶτα παυομένας ἀρθείσης
τῆς τραπέζης καὶ μηδὲν ἐγκαλούσας μηδ´ ἀδικουμένας,
ἀλλὰ τοὐναντίον καθαρὰς καὶ ἱλαρὰς καὶ
οὐ βαρείας οὐδὲ ναυτιώδεις περιμενούσας τὴν
αὔριον. ὥσπερ ἀμέλει καὶ Τιμόθεος εἶπε τῇ
προτεραίᾳ δεδειπνηκὼς ἐν Ἀκαδημείᾳ παρὰ Πλάτωνι
μουσικὸν καὶ λιτὸν δεῖπνον, ὡς οἱ παρὰ
Πλάτωνι δειπνήσαντες καὶ εἰς αὔριον ἡδέως
γίγνονται. λέγεται δὲ καὶ Ἀλέξανδρος εἰπεῖν
τοὺς τῆς Ἄδας ὀψοποιοὺς ἀποπεμψάμενος ὡς
ἔχει βελτίονας ἄγειν ἀεὶ σὺν αὑτῷ, πρὸς μὲν τὸ
ἄριστον τὴν νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον τὴν
ὀλιγαριστίαν.
Οὐκ ἀγνοῶ δ´ ὅτι καὶ διὰ κόπους πυρέττουσιν
ἄνθρωποι καὶ δι´ ἐγκαύσεις καὶ διὰ περιψύξεις.
ἀλλ´ ὥσπερ αἱ τῶν ἀνθέων ὀσμαὶ καθ´ ἑαυτὰς
ἀσθενεῖς εἰσι, μιχθεῖσαι δὲ τῷ ἐλαίῳ ῥώμην
ἴσχουσι καὶ τόνον, οὕτω ταῖς ἔξωθεν αἰτίαις καὶ
ἀρχαῖς οἷον οὐσίαν καὶ σῶμα παρέχει τὸ πλῆθος
ὑποκείμενον. ἄνευ δὲ τούτου, τούτων χαλεπὸν
οὐδέν, ἀλλ´ ἐξαμαυροῦνται καὶ διαχέονται ῥᾳδίως,
αἵματος λεπτοῦ καὶ πνεύματος καθαροῦ δεχομένου
τὴν κίνησιν· ἐν δὲ πλήθει καὶ περιττώματι οἷον
ἰλὺς ἀναταραττομένη μιαρὰ ποιεῖ πάντα καὶ
δυσχερῆ καὶ δυσαπάλλακτα. διὸ δεῖ μὴ καθάπερ
οἱ ἀγαστοὶ ναύκληροι πολλὰ δι´ ἀπληστίαν
ἐμβαλόμενοι, τοὐντεῦθεν ἤδη διατελοῦσιν ἀντλοῦντες
καὶ ὑπεξερῶντες τὴν θάλατταν, οὕτως
ἐμπλήσαντας τὸ σῶμα καὶ βαρύναντας ὑποκαθαίρειν
αὖθις καὶ ὑποκλύζειν, ἀλλὰ διατηρεῖν εὐσταλές,
ὅπως, κἂν πιεσθῇ ποτε, φελλοῦ δίκην ὑπὸ κουφότητος
ἀναφέρηται.
Μάλιστα δὲ προφυλακτέον ἐν ταῖς προπαθείαις
καὶ προαισθήσεσιν. οὐ γὰρ ἅπασαι κατὰ
τὸν Ἡσίοδον ἐπιφοιτῶσιν αἱ νόσοι
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς,
ἀλλ´ αἱ πλεῖσται καθάπερ προαγγέλους καὶ προδρόμους
καὶ κήρυκας ἔχουσιν ἀπεψίας καὶ δυσκινησίας.
« Βαρύτητες καὶ κόποι,
» φησὶν Ἱπποκράτης,
« αὐτόματοι νοῦσον φράζουσι,
» διὰ πλῆθος
ὡς ἔοικεν ἐντὸς διάτασιν καὶ σφήνωσιν τοῦ περὶ
τὰ νεῦρα πνεύματος ἔχοντος. ἀλλ´ ὅμως αὐτοῦ
μονονουχὶ τοῦ σώματος ἀντιτείνοντος καὶ κατασπῶντος
ἐπὶ τὸ κλινίδιον καὶ τὴν ἡσυχίαν οἱ μὲν
ὑπὸ λαιμαργίας καὶ φιληδονίας ἐμβάλλουσιν ἑαυτοὺς
ἐπὶ τὰ βαλανεῖα καὶ σπεύδουσιν ἐπὶ τὰς
προπόσεις, ὥσπερ εἰς πολιορκίαν ἐπισιτιζόμενοι
καὶ δεδιότες μὴ φθάσῃ καταλαβὼν αὐτοὺς ὁ
πυρετὸς ἀναρίστους, οἱ δὲ κομψότεροι ταύτῃ μὲν
οὐχ ἁλίσκονται, πάνυ δ´ ἀβελτέρως αἰσχυνόμενοι
κραιπάλην ἢ ἀπεψίαν ὁμολογεῖν καὶ διημερεύειν
ἐν ἱματίοις, ἑτέρων εἰς τὸ γυμνάσιον βαδιζόντων
καὶ παρακαλούντων, ἀναστάντες συναποδύονται
καὶ ταὐτὰ πράττουσι τοῖς ὑγιαίνουσι. τοὺς δὲ
πλείους ἀκρασίᾳ καὶ μαλακίᾳ συνήγορον ἔχουσα
παροιμίαν ἐλπὶς ἀναπείθει καὶ προάγεται βαδίζειν
ἀναστάντας ἰταμῶς ἐπὶ τὴν συνήθειαν, ὡς οἴνῳ
δὴ τὸν οἶνον κραιπάλῃ δὲ τὴν κραιπάλην ἐξελῶντας
καὶ διαφορήσοντας. πρὸς μὲν οὖν ταύτην τὴν
ἐλπίδα τὴν τοῦ Κάτωνος εὐλάβειαν ἀντιτακτέον
ἥν φησιν ἐκεῖνος ὁ ἀνὴρ
« Τὰ μὲν μεγάλα μικρὰ
ποιεῖν τὰ δὲ μικρὰ παντελῶς ἀναιρεῖν,
» καὶ ὅτι
κρεῖττον ἔνδειαν ὑπομεῖναι διὰ κενῆς καὶ ἡσυχίαν
ἢ διακυβεῦσαι πρὸς λουτρὸν ὠσαμένους καὶ
δεῖπνον. εἰ μὲν γὰρ ἔστι τι, βλάψει τὸ μὴ φυλάξασθαι
μηδ´ ἐπισχεῖν· εἰ δὲ μηδέν, οὐ βλάψει
τὸ συσταλῆναι τῷ σώματι καὶ γενέσθαι καθαρώτερον.
ὁ δὲ παιδαριώδης ἐκεῖνος καὶ τοῖς φίλοις
δεδιὼς καὶ τοῖς οἰκέταις φανερὸς γενέσθαι διακείμενος
ἐκ πλησμονῆς ἢ κραιπάλης ἀηδῶς, αἰσχυνόμενος
ἀπεψίαν ὁμολογῆσαι τήμερον, αὔριον
ὁμολογήσει κατάρροιαν ἢ πυρετὸν ἢ στρόφον·
αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις,
πολὺ δ´ αἴσχιον ἀπεψίαν καὶ βαρύτητα καὶ
πλησμονὴν σώματος εἰς βαλανεῖον ἑλκομένου
καθάπερ εἰς θάλατταν σαθροῦ πλοίου καὶ μὴ
στέγοντος. ὥσπερ γὰρ ἀμέλει πλέοντες ἔνιοι
χειμῶνος ὄντος αἰδοῦνται διατρίβειν ἐπ´ ἀκτῆς,
εἶτ´ ἀναχθέντες αἴσχιστα διάκεινται βοῶντες καὶ
ναυτιῶντες, οὕτως ἐν ὑποψίᾳ καὶ προπαθείᾳ
σώματος ἀγεννὲς ἡγούμενοι μίαν ἡμέραν ἐν κλίνῃ
διάγειν καὶ μὴ παραθέσθαι τράπεζαν, αἴσχιστα
πολλὰς ἡμέρας κεῖνται καθαιρόμενοι καὶ καταπλαττόμενοι
καὶ θωπεύοντες ἰατροὺς καὶ θεραπεύοντες,
οἶνον αἰτοῦντες ἢ ψυχρὸν ὕδωρ, ἄτοπα
καὶ ἀγεννῆ πολλὰ ποιεῖν καὶ φθέγγεσθαι διὰ τὸν
πόνον καὶ τὸν φόβον ὑπομένοντες.
Καὶ μὴν τούς γε διὰ τὰς ἡδονὰς μὴ κρατοῦντας
ἑαυτῶν ἀλλ´ ἐγκλίνοντας ἢ φερομένους ὑπὸ τῶν
ἐπιθυμιῶν καλῶς ἔχει διδάσκειν καὶ ἀναμιμνῄσκειν
ὅτι πλεῖστον ἐκ τοῦ σώματος αἱ ἡδοναὶ λαμβάνουσι·
καὶ καθάπερ οἱ Λάκωνες ὄξος καὶ ἅλας
διδόντες τῷ μαγείρῳ τὰ λοιπὰ κελεύουσιν ἐν τῷ
ἱερείῳ ζητεῖν, οὕτως ἐν τῷ σώματι τοῦ προσφερομένου
τὰ κάλλιστα τῶν ἡδυσμάτων ἐστίν, ἄνπερ
ὑγιαίνοντι καὶ καθαρῷ προσφέρηται. γλυκὺ μὲν
γὰρ ἢ πολυτελὲς ἔξω καὶ καθ´ αὑτὸ τῶν τοιούτων
ἕκαστόν ἐστιν, ἡδὺ δὲ πέφυκεν ἐν τῷ ἡδομένῳ
καὶ μετὰ τοῦ ἡδομένου γίγνεσθαι κατὰ φύσιν
ἔχοντος· ἐν δὲ δυσαρέστοις καὶ κραιπαλῶσι καὶ
φαύλως διακειμένοις πάντα τὴν αὑτῶν χάριν καὶ
ὥραν ἀπόλλυσι. διὸ δεῖ μὴ σκοπεῖν τὸν ἰχθὺν
εἰ πρόσφατος, μηδὲ τὸν ἄρτον εἰ καθαρός, μηδὲ
τὸ βαλανεῖον εἰ θερμόν, μηδὲ τὴν ἑταίραν εἰ
εὔμορφος, ἀλλ´ αὑτὸν εἰ μὴ ναυτιώδης μηδὲ
θολερὸς μηδ´ ἕωλος μηδὲ τεταραγμένος. εἰ δὲ
μή, καθάπερ εἰς οἰκίαν πενθοῦσαν ἐμβαλόντες
ἐπίκωμοι μεθύοντες οὐ φιλοφροσύνην παρέσχον
οὐδ´ ἡδονὴν ἀλλὰ κλαυθμοὺς καὶ ὀδυρμοὺς
ἐποίησαν, οὕτω καὶ ἀφροδίσια καὶ ὄψα καὶ
βαλανεῖα καὶ οἶνος ἐν σώματι κακῶς καὶ παρὰ
φύσιν ἔχοντι μιγνύμενα τοῖς μὴ καθεστῶσι καὶ
διεφθορόσι φλέγμα καὶ χολὴν κινεῖ καὶ ταράττει
καὶ προσεξίστησιν, ἡδὺ δ´ οὐδὲν ἀξιολόγως οὐδ´
ἀπολαυστικὸν οὐδὲν οἷον προσεδοκήσαμεν ἀποδίδωσιν.
Ἡ μὲν οὖν ἀκριβὴς σφόδρα καὶ δι´ ὄνυχος
λεγομένη δίαιτα τό τε σῶμα κομιδῇ ψοφοδεὲς παρέχεται
καὶ σφαλερόν, αὐτῆς τε τῆς ψυχῆς τὸ γαῦρον
κολούει πάντα πράγματα καὶ πᾶσαν οὐχ ἧττον
ἐν ἡδοναῖς καὶ πόνοις διατριβὴν καὶ πρᾶξιν ὑφορωμένης
καὶ πρὸς μηδὲν ἰταμῶς καὶ θαρραλέως
βαδιζούσης. δεῖ δ´ ὥσπερ ἱστίον τὸ σῶμα μήτε συστέλλειν
εὐδίας οὔσης καὶ πιέζειν σφόδρα, μήτ´
ἀνειμένως χρῆσθαί τε καὶ καταφρονεῖν ἐν ὑποψίᾳ
γενόμενον. ἀλλ´ ἐνδιδόναι καὶ ποιεῖν ἐλαφρὸν
ὥσπερ εἴρηται, καὶ μὴ περιμένειν ἀπεψίας καὶ διαρροίας
μηδὲ θερμασίας μηδὲ νάρκας, ὑφ´ ὧν ἔνιοι
μόλις ὥσπερ ὑπ´ ἀγγέλων ἢ κλητόρων, πυρετοῦ
περὶ θύρας ὄντος ἤδη, θορυβούμενοι συστέλλουσιν
ἑαυτούς, ἀλλὰ πόρρωθεν ἐξευλαβεῖσθαι
πρὸ χείματος, ὥστ´ ἀνὰ ποντίαν ἄκραν
βορέα πνέοντος.
Ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς
καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ
« Συσὶν ἐπὶ φορυτῷ
μαργαινούσαις,
» ὡς ἔφη Δημόκριτος, ἐπιμελῶς
προσέχειν, σημεῖα ποιουμένους πνευμάτων καὶ
ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους
καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν,
μηδ´ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου
καὶ μέλλοντος. ὅθεν οὐ περὶ τροφὴν μόνον
οὐδὲ γυμνάσια δεῖ φυλάττειν τὸ σῶμα μὴ παρὰ τὸ
εἰωθὸς ἅπτεται τούτων ὀκνηρῶς καὶ ἀπροθύμως ἢ
πάλιν διψῶδές ἐστι καὶ πειναλέον ὡς οὐ πέφυκεν,
ἀλλὰ καὶ τῶν ὕπνων τὸ μὴ συνεχὲς μηδὲ λεῖον
ἀλλ´ ἀνωμαλίας ἔχον καὶ διασπασμοὺς εὐλαβεῖσθαι,
καὶ τῶν ἐνυπνίων τὴν ἀτοπίαν, ἄνπερ ὦσι μὴ
νόμιμοι μηδὲ συνήθεις αἱ φαντασίαι, πλῆθος ἢ
πάχος ὑγρῶν ἢ πνεύματος ταραχὴν ἐντὸς κατηγοροῦσαν.
ἤδη δὲ καὶ τὰ τῆς ψυχῆς κινήματα τὸ
σῶμα μηνύει πρὸς νόσον ἐπισφαλῶς ἔχειν. ἄλογοι
γὰρ ἴσχουσιν ἀθυμίαι καὶ φόβοι πολλάκις ἀπ´
οὐδενὸς φανεροῦ, τὰς ἐλπίδας ἄφνω κατασβεννύουσαι·
γίγνονται δὲ καὶ ταῖς ὀργαῖς ἐπίχολοι καὶ
ὀξεῖς καὶ μικρόλυποι, καὶ δακρυρροοῦσι καὶ ἀδημονοῦσιν
ὅταν ἀτμοὶ πονηροὶ καὶ ἀναθυμιάσεις
πικραὶ συνιστάμεναι
« Ταῖς τῆς ψυχῆς,
» ὥς φησιν
ὁ Πλάτων, ἀνακραθῶσι
« περιόδοις. » διὸ δεῖ
σκοπεῖν οἷς ἂν ταῦτα συμπίπτῃ καὶ μνημονεύειν,
ἂν μηδὲν ᾖ πνευματικόν, ὅτι σωματικόν ἐστιν
αἴτιον ὑποστολῆς τινος ἢ κατακράσεως δεόμενον.
Χρήσιμον δὲ πάνυ καὶ τὸ τοὺς φίλους ἐπισκεπτόμενον
ἀσθενοῦντας ἐκπυνθάνεσθαι τὰς αἰτίας,
μὴ σοφιστικῶς μηδὲ περιέργως ἐνστάσεις καὶ
παρεμπτώσεις καὶ κοινότητας λαλοῦντα καὶ παρεπιδεικνύμενον
ἰατρικῶν ὀνομάτων καὶ γραμμάτων
ἐμπειρίαν, ἀλλὰ ταυτὶ τὰ φαῦλα καὶ κοινὰ μὴ
παρέργως ἀκούοντα, πλῆθος ἡλίωσιν κόπον ἀγρυπνίαν,
μάλιστα δὲ δίαιταν ᾗ χρώμενος ἐπύρεξεν.
εἶθ´ ὥσπερ ὁ Πλάτων ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν
εἰώθει λέγειν ἀπιών
« Μή που ἄρα καὶ ἐγὼ
τοιοῦτος; » Οὕτω τὰ περὶ αὑτὸν ἐν τοῖς πλησίον
εὖ τίθεσθαι, καὶ φυλάττεσθαι καὶ μνημοννεύειν ὅπως
οὐ περιπεσεῖται τοῖς αὐτοῖς οὐδ´ αὐτὸς εἰς τὴν
κλίνην καταπεσὼν ὑμνήσει ποθῶν τὴν πολυτίμητον
ὑγίειαν, ἀλλ´ ἑτέρου πάσχοντος ἐνσημανεῖται πρὸς
ἑαυτὸν ὡς ἄξιον πολλοῦ τὸ ὑγιαίνειν καὶ δεῖ τοῦτο
διατηρεῖν αὑτῷ προσέχοντα καὶ φειδόμενον. οὐ
χεῖρον δὲ καὶ τὴν ἑαυτῶν παρεπισκοπεῖν δίαιταν·
ἂν γὰρ ἐν πόσεσι καὶ προσφοραῖς ἤ τισι πόνοις
καὶ ἀταξίαις ἑτέραις τυγχάνωμεν γεγονότες, τὸ δὲ
σῶμα μηδεμίαν ὑποψίαν παρέχῃ μηδὲ προαίσθησιν,
ὅμως αὑτοὺς δεῖ φυλάττεσθαι καὶ προκαταλαμβάνειν
ἐκ μὲν ἀφροδισίων καὶ κόπων ὄντας
ἀναπαύσει καὶ ἡσυχίᾳ, μετὰ δ´ οἴνωσιν καὶ συμπεριφορὰν
ὑδροποσίᾳ, μάλιστα δὲ τροφαῖς κεχρημένους
ἐμβριθέσι καὶ κρεώδεσιν ἢ ποικίλαις ὀλιγοσιτεῖν
καὶ μηδὲν ὑπολείπειν περιττώματος πλῆθος ἐν τῷ
σώματι. καὶ γὰρ αὐτὰ ταῦτα δι´ αὑτὰ πολλῶν
αἴτια νόσων ἐστί, καὶ προστίθησι ταῖς ἄλλαις
αἰτίαις ὕλην καὶ δύναμιν. ὅθεν ἄριστα λέλεκται
« Τροφῆς ἀκορίην καὶ πόνων ἀοκνίην καὶ σπέρματος
οὐσίης συντήρησιν ὑγιεινότατα εἶναι.
» καὶ γὰρ ἡ
περὶ τὰς συνουσίας ἀκρασία τῷ μάλιστα τὴν δύναμιν
ἐκλύειν ὑφ´ ἧς ἡ τροφὴ διαπονεῖται, πλέον
περίττωμα ποιεῖ καὶ πλῆθος.
Αὖθις οὖν ἀναλαβόντες ἐξ ἀρχῆς περὶ ἑκάστου,
πρῶτον δὲ περὶ γυμνασίων φιλολόγοις ἁρμοζόντων
λέγωμεν ὅτι ὥσπερ ὁ φήσας μηδὲν γράφειν
παραθαλαττίοις περὶ ὁλκάδων ἐδίδαξε τὴν χρείαν,
οὕτω καὶ φιλολόγοις φαίη τις ἂν μὴ γράφειν περὶ
γυμνασίων. ἡ γὰρ καθ´ ἡμέραν τοῦ λόγου χρεία
διὰ φωνῆς περαινομένη θαυμαστὸν οἷόν ἐστι γυμνάσιον
οὐ μόνον πρὸς ὑγίειαν ἀλλὰ καὶ πρὸς ἰσχύν,
οὐ παλαιστικὴν οὐδὲ σαρκοῦσαν καὶ πυκνοῦσαν τὰ
ἐκτὸς ὥσπερ οἰκοδομήματος, ἀλλὰ τοῖς ζωτικωτάτοις
καὶ κυριωτάτοις μέρεσι ῥώμην ἐνδιάθετον
καὶ τόνον ἀληθινὸν ἐμποιοῦσαν. ὅτι μὲν γὰρ ἰσχὺν
ἐνδίδωσι τὸ πνεῦμα, δηλοῦσιν οἱ ἀλεῖπται, τοὺς
ἀθλητὰς κελεύοντες ἀντερείδειν ταῖς τρίψεσι καὶ
παρεγκόπτειν τείνοντας ἀεὶ τὰ πλαττόμενα μέρη
καὶ ψηλαφώμεν |