|
|||||
ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE
|
|||||
ΠΕΡΙ ΦΘΟΝΟΥ ΚΑΙ ΜΙΣΟΥΣ.
Victor BÉTOLAUD, Oeuvres complètes de Plutarque - Oeuvres morales, t. II , Paris, Hachette, 1870. |
|||||
[1] - - - Οὕτω δὴ καὶ δοκεῖ μηθὲν τοῦ μίσους διαφέρειν ἀλλ´ ὁ αὐτὸς εἶναι. Καθόλου μὲν γὰρ ὥσπερ πολυάγκιστρον ἡ κακία τοῖς ἐξηρτημένοις αὐτῆς πάθεσι κινουμένη δεῦρο κἀκεῖσε πολλὰς πρὸς ἄλληλα συναφὰς καὶ περιπλοκὰς ἐνδίδωσι, ταῦτα δ´ ὥσπερ νοσήματα συμπαθεῖ ταῖς ἀλλήλων φλεγμοναῖς. Ὁ γὰρ εὐτυχῶν ὁμοίως καὶ τὸν μισοῦντα λυπεῖ καὶ τὸν φθονοῦντα. Διὸ καὶ τὴν εὔνοιαν ἀμφοτέροις νομίζομεν ἀντικεῖσθαι, βούλησιν οὖσαν ἀγαθῶν τοῖς πλησίον, καὶ τὸ μισεῖν τῷ φθονεῖν ταὐτὸν εἶναι, ὅτι τὴν ἐναντίαν τῷ φιλεῖν ἔχει προαίρεσιν. Ἐπεὶ δ´ οὐχ οὕτω ταὐτὸν αἱ ὁμοιότητες ὡς ἕτερον αἱ διαφοραὶ ποιοῦσι, κατὰ ταύτας τὸ ζητούμενον μεταδιώξωμεν, ἀπὸ τῆς γενέσεως ἀρξάμενοι τῶν παθῶν. [2] Γεννᾶται τοίνυν τὸ μῖσος ἐκ φαντασίας τοῦ ὅτι πονηρὸς ἢ κοινῶς ἢ πρὸς αὐτόν ἐστιν ὁ μισούμενος | (καὶ γὰρ ἀδικεῖσθαι δόξαντες αὐτοὶ πεφύκασι μισεῖν καὶ τοὺς ἄλλως ἀδικητικοὺς ἢ πονηροὺς προβάλλονται καὶ δυσχεραίνουσι)· φθονοῦσι δ´ ἁπλῶς τοῖς εὖ πράττειν δοκοῦσιν. Ὅθεν ἔοικεν ὁ μὲν φθόνος ἀόριστος εἶναι, καθάπερ ὀφθαλμία πρὸς ἅπαν τὸ λαμπρὸν ἐκταρασσόμενος, τὸ δὲ μῖσος ὥρισται, καθ´ ὑποκειμένων ἀεί τινων ἀπερειδόμενον προσώπων. [3] Δεύτερον δὲ τὸ μισεῖν γίνεται καὶ πρὸς ἄλογα ζῷα (καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δ´ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτ´ ὄψιν ὑπέμεινεν· οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τι γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται)· τὸ μέντοι φθονεῖν πρὸς μόνον ἄνθρωπον ἀνθρώπῳ γίνεται. [4] Ἐν τοῖς θηρίοις φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα (τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδ´ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα)· μισοῦσι δ´ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστους τινὰς πολέμους ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες, ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖν διακρινόμενον. Εἰκὸς δὲ καὶ τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναι τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν. Ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης. [5] Ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίνεται δικαίως (οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ τούτῳ δὲ φθονοῦνται)· μισοῦνται δὲ πολλοὶ δικαίως, {ὡς} οὓς ἀξιομισήτους καλοῦμεν, ὥστε καὶ τοῖς ἄλλοις ἐγκαλοῦμεν, ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. Μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι, φθονεῖν δ´ οὐδενὶ λέγουσι. Καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δ´ ὄντα καὶ πρᾶον, ἐπαινούντων τινῶν ὁ συνάρχων « Καὶ πῶς » ἔφη « χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι; » καὶ τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ δι´ ἑνὸς ἔφρασεν· « Ἔχθιστος δ´ Ἀχιλῆι μάλιστ´ ἦν ἠδ´ Ὀδυσῆι ». Ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. {Καὶ} φθονεῖν δ´ ἀρνοῦνται· κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὅ τι ἂν τύχωσιν ἄλλο {τῷ φθόνῳ} τοῦ πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες ὡς μόνον τοῦτο τῶν τῆς ψυχῆς νοσημάτων ἀπόρρητον. [6] Ἀνάγκη τοίνυν τὰ πάθη ταῦτα τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι, ὅθεν καὶ ἐπιτείνεσθαι πέφυκεν ἀλλήλοις. Μισοῦμέν γε μᾶλλον τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοῖς μᾶλλον ἐπ´ ἀρετῇ προϊέναι δοκοῦσι. Διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι. Καθάπερ γὰρ αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων. Καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ μῖσος. Τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειν μήτ´ ἀποκρίνεσθαι πυνθανομένοις, μὴ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλ´ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς παραχύτας ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος. Αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν. Οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων. Ἀλλ´ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυφῆς γένηται, καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτως πολὺ τῶν εὐτυχημάτων ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος· τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις. Ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδέν´ εἶχε, μισοῦντας δὲ πολλούς, ὑφ´ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν. Ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δ´ αὖ ἔχθρας οὐκ ἀναιρεῖ. Μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δ´ οὐδεὶς τῷ δυστυχοῦντι, ἀλλὰ καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθ´ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθ´ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν. Ὥστε καὶ ταύτῃ μεγάλην εἶναι τῶν παθῶν διαφοράν, ὡς τὸ μὲν μῖσος οὔτ´ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει. [7] Ἔτι τοίνυν μᾶλλον ἢ οὕτως ἀπὸ τῶν ἐναντίων τὸ αὐτὸ σκοπῶμεν. Λύουσι γὰρ ἔχθρας καὶ μῖσος ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες ἢ τρίτον εὖ παθόντες· « ἡ γὰρ τελευταία χάρις », ὡς Θουκυδίδης φησί, « Κἂν ἐλάττων ᾖ, καιρὸν ἔχουσα δύναται μεῖζον ἔγκλημα λῦσαι. » Τούτων δὲ τὸ μὲν πρῶτον οὐ λύει τὸν φθόνον (πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι), τὰ δὲ λοιπὰ καὶ παροξύνει· τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι, κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δ´ εὐτυχίας, ἀγαθὰ δ´ ἀμφότερα. Διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, δι´ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται. [8] Ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν. Ἔστι δὲ μισοῦντος μὲν προαίρεσις κακῶς ποιῆσαι κατὰ δύναμιν (οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι), τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι. Πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ δυστυχῆσαι, βαρύνονται δ´ εὐτυχοῦντας· καὶ κολούουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δ´ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν, ἀλλ´ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται. |
|||||
|
|