RETOUR À L'ENTRÉE DU SITE

 

ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE

 

 

ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΠΡΟΣ ΑΠΟΛΛΩΝΙΟΝ

 

ΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΚΑΚΙΑΣ.

TOME I
ΥΓΙΕΙΝΑ ΠΑΡΑΓΓΕΛΜΑΤΑ

 

 

traduction française

 

ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΠΡΟΣ ΑΠΟΛΛΩΝΙΟΝ

[101f] Καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος καὶ διαφερόντως τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς [102a]  καὶ φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. Τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένῳ τό τε σῶμα καὶ τὴν ψυχὴν ὑπὸ τῆς παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δ´ ἦν ἀναγκαῖον· οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλ´ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν περιχρίστων ἐπιθέσεως αὐτὸ δι´ αὑτοῦ λαβεῖν πέψιν.

Ἐπειδὴ οὖν καὶ χρόνος ὁ πάντα πεπαίνειν [102b] εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν.

« Ψυχῆς » γὰρ « νοσούσης εἰσὶν ἰατροὶ λόγοι, ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ. »

Κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην

Ἄλλο δέ γ´ ἐπ´ ἄλλῃ φάρμακον κεῖται νόσῳ·
λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα.

[102c] Πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων·

« Διὰ λύπην γάρ, » φασί, « καὶ μανίαν γίγνεσθαι πολλοῖσι καὶ νοσήματ´ οὐκ ἰάσιμα, αὑτούς τ´ ἀνῃρήκασι διὰ λύπην τινές. »

Τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφ´ ἡμῖν. Οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν· ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι [102d]  καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. Τὸ δὲ πέρα τοῦ μέτρου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. Διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. « Μὴ γὰρ νοσοῖμεν » φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ, « Νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτ´ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτ´ ἀποσπῷτο. » Τὸ γὰρ ἀνώδυνον τοῦτ´ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ· τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα [102e] τοιοῦτον ἐνταῦθα δὲ ψυχήν.

Οὔτ´ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δ´ ἐκλελυμένον καὶ γυναικοπρεπές. Εὐλόγιστος δ´ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι. Τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας [102f]  ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως.

Τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο,

Μηδ´ εὐτύχημα μηδὲν ὧδ´ ἔστω μέγα,
ὅ ς´ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν,
μηδ´ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν,
ἀλλ´ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν
σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρί.

Πεπαιδευμένων δ´ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρός [103a] τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. Τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν. Καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς. Οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον.

[103b] « Οὐκ ἔστιν » γὰρ « ὅστις πάντ´ ἀνὴρ εὐδαιμονεῖ »

καὶ νὴ Δία

Τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν.

Ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δ´ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. Εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι,

Οὐκ ἐπὶ πᾶσίν ς´ ἐφύτευς´ ἀγαθοῖς,
[103c] Ἀγάμεμνον, Ἀτρεύς.
Δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
θνητὸς γὰρ ἔφυς. Κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμεν´ ἔσται

καὶ τὸ ὑπὸ Μενάνδρου ῥηθέν

Εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος,
ὅτ´ ἔτικτεν ἡ μήτηρ ς´, ἐφ´ ᾧ τε διατελεῖν
πράττων ἃ βούλει καὶ διευτυχῶν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ ς´ ἐψευσμένος,
ἄτοπόν τε πεποίηκ´. Εἰ δ´ ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφ´ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
[103d] τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
Τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
Καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
Σὺ δ´ οὔθ´ ὑπερβάλλοντα, τρόφιμ´, ἀπώλεσας
[103e] ἀγαθά, τὰ νυνί τ´ ἐστὶ μέτριά σοι κακά.
Ὥστ´ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν φέρε.

Ἀλλ´ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας [103f] ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδ´ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς. Ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς·

« Τροχοῦ » γὰρ « περιστείχοντος ἄλλοθ´ ἡτέρα ἁψὶς ὕπερθε γίγνετ´ ἄλλοθ´ ἡτέρα. »

Κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. Χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις [104a] πρὸς τοὐναντίον. Ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθ´ ἁπλῶς τὰ κατὰ τὸν βίον, ἅπερ

Οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ´ ὑπαλύξαι

τὸ παράπαν ἀλλά

Ταρτάρου πυθμὴν πιέζει ς´ ἀφανοῦς σφυρηλάτοις
ἀνάγκαις

ὥς φησι Πίνδαρος. Ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου

Ὁ δ´ ὄλβος οὐ βέβαιος ἀλλ´ ἐφήμερος

καὶ ὅτι

Μίκρ´ ἄττα τὰ σφάλλοντα, καὶ μί´ ἡμέρα
τὰ μὲν καθεῖλεν ὑψόθεν τὰ δ´ ἦρ´ ἄνω

[104b] τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτὸν βέλτιον δ´ ἔχειν ἄν, εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου.

Κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
γένει βροτῶν τε. Τοῖς μὲν αὔξεται βίος,
τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.

Ὁ δὲ Πίνδαρος ἐν ἄλλοις

Τί δέ τις; Τί δ´ οὔ τις; Σκιᾶς ὄναρ
ἄνθρωπος

ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. Τί γὰρ σκιᾶς ἀσθενέστερον; Τὸ δὲ ταύτης ὄναρ οὐδ´ [104c] ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. Τούτοις δ´ ἑπόμενος καὶ ὁ Κράντωρ παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησί· « Ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. Ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. Καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπό γ´ ἡμῶν εἰς τοῦτ´ ἀφῖκται διαφθορᾶς. Ἤ τ´ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτ´ ἀπ´ ἀρχῆς ἠκολούθηκεν οὐδ´ ἐφ´ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα· τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι τε καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. »

[104d] Τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; Ἵν´ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. « Ἄσκοπος γὰρ ἡ τύχη, » φησὶν ὁ Θεόφραστος, « καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν. » Ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθ´ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν· ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών,

Οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
Οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
ὄφρ´ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ´ ὀρώρῃ·
ἀλλ´ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέουσι,
[104e] καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ

καί

τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
οἷον ἐπ´ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε

καὶ ἐν ἄλλοις

« Τυδείδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
Οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
Φύλλα τὰ μέν τ´ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ´ ὕλη
τηλεθόωσα φύει, ἔαρος δ´ ἐπιγίγνεται ὥρη·
ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δ´ ἀπολήγει. »

[104f] Ταύτῃ δ´ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω,

Βροτῶν ἕνεκα πτολεμίζειν
δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκή.

[105a] Σιμωνίδης δ´ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι.

Φίλιππος δ´ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφ´ ἕνα καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δ´ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ [105b] Δαρδανεῖς ἐνίκησε, τρίτου δ´ ὅτι ἄρρεν αὐτῷ
παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας « Ὦ δαῖμον, » εἶπε, « μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα, » εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη.

Θηραμένης δ´ ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν ᾗ μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ, « Ὦ τύχη, » εἶπεν, « εἰς τίνα με καιρὸν ἄρα φυλάττεις; » Μετ´ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.

Ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν [105c] ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί·

Ἀλλ´ ἄγε δὴ κατ´ ἄρ´ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ´ ἔμπης
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.
Ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ´ ἀκηδέες εἰσί.
Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.
ᾯ μέν κ´ ἀμμείξας δώῃ Ζεὺς τερπικέραυνος,
[105d] ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δ´ἐσθλῷ·
ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
φοιτᾷ δ´ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.

Ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε·

Ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ´ ἀφελοῦσα
[105e] ἐσκέδας´· ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.
Μούνη δ´ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.
Ἄλλα δὲ μυρία λυγρὰ κατ´ ἀνθρώπους ἀλάληται.
Πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα.
Νοῦσοι δ´ ἀνθρώποισιν ἐφ´ ἡμέρῃ αἱ δ´ ἐπὶ νυκτὶ
αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

[105f] Ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει·

Εἰ τὰ δάκρυ´ ἡμῖν τῶν κακῶν ἦν φάρμακον,
ἀεί θ´ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο,
ἠλλαττόμεσθ´ ἂν δάκρυα, δόντες χρυσίον.
Νῦν δ´ οὐ προσέχει τὰ πράγματ´ οὐδ´ ἀποβλέπει
εἰς ταῦτα, δέσποτ´, ἀλλὰ τὴν αὐτὴν ὁδόν,
ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται.
Τί οὖν πλέον ποιοῦμεν; Οὐδέν· ἡ λύπη δ´ ἔχει
[106a] ὥσπερ τὰ δένδρα ταῦτα καρπὸν τὰ δάκρυα.

Ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπαθοῦσαν Δίκτυς φησί·

Δοκεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων
καὶ παῖδ´ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
Παῦσαι· βλέπουσα δ´ εἰς τὰ τῶν πέλας κακὰ
ῥᾴων γένοι´ ἄν, εἰ λογίζεσθαι θέλοις
ὅσοι τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν,
ὅσοι τε γηράσκουσιν ὀρφανοὶ τέκνων,
τούς τ´ ἐκ μέγιστον ὀλβίας τυραννίδος
[106b] τὸ μηδὲν ὄντας. Ταῦτά σε σκοπεῖν χρεών.

Κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.

Ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν.

Ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ καὶ Ἀντίμαχος ὁ ποιητής. Ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην [106c] Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. Ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον τὴν δόξαν τοῦ λελυπημένου μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν.

Ὁ δ´ Αἰσχύλος καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε·

Ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί,
ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν.

Τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών·

[106d] Ὦ θάνατε, παιὰν ἰατρὸς μόλοις.
« Λιμὴν » γὰρ ὄντως « Ἀίδας ἀνιᾶν. »

Μέγα γάρ ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν

Τίς δ´ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;

Καὶ

Ἅιδην δ´ ἔχων βοηθὸν οὐ τρέμω σκιάς.

Τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ ἐν τῷ τεθνάναι; Τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυῆ πάλιν οὐκ οἶδ´ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. Τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν [106e] κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται; Πότε γὰρ ἐν ἡμῖν αὐτοῖς οὐκ ἔστιν ὁ θάνατος; Καί, ᾗ φησιν Ἡράκλειτος, « Ταὐτό γ´ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. » Ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθ´ ἓν παρ´ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης [106f] πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς ἐγέννησε τοὺς πατέρας, εἶθ´ ἡμᾶς, εἶτ´ ἄλλους ἐπ´ ἄλλοις ἀνακυκλήσει. Καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτ´ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν. Ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν Ἅιδην ἄγει. Καὶ μήποτε τοῦδ´ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρ´ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως; Διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο [107a] ἡμῶν οἱ προπάτορες. Ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν.

Οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τό τ´ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν. Τοῦτο γὰρ ἦν ἄμεινον· εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. Ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρ´ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. Ὁ γοῦν Σιμωνίδης,

[107b] « Ἄνθρώπων, » φησίν, « ὀλίγον μὲν κάρτος, ἄπρακτοι
δὲ μεληδόνες,
αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ.
Ὁ δ´ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος·
κείνου γὰρ ἴσον λάχον μέρος οἵ τ´ ἀγαθοί
ὅστις τε κακός. »

Πίνδαρος δέ·

Ἓν παρ´ ἐσθλὸν σύνδυο πήματα δαίονται βροτοῖς
ἀθάνατοι. Τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ
φέρειν.

Σοφοκλῆς δέ·

Σὺ δ´ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις,
Εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;

Εὐριπίδης δέ·

Τὰ θνητὰ πράγματ´ οἶσθά γ´ ἣν ἔχει φύσιν;
[107c] Δοκῶ μὲν οὔ· πόθεν γάρ; Ἀλλ´ ἄκουέ μου.
Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται.
Τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.

Τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι δι´ ἀμαθίαν;

[107d] Ὁ δὲ Σωκράτης παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατ´ οὐδὲν δὲ τούτων κακὸν εἶναι. Καὶ καθ´ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ. Εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. Ἀλλὰ μήν γ´ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; Αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος ἐπ´ αὐτοῦ λέγων·

Νήγρετος ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.

[107e] Ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει·

Ἔνθ´ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο

καί·

Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,

ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν· τὰ γὰρ δίδυμα τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. Πάλιν τέ πού φησι τὸν θάνατον εἶναι « Χάλκεον ὕπνον, » τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. Οὐκ ἀμούσως δ´ ἔδοξεν ἀποφήνασθαι οὐδ´ ὁ εἰπὼν « Τὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια »· προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὁ ὕπνος. Πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ [107f] μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, « Οὐδέν, » ἔφη· « ὁ γὰρ ἀδελφὸς τὸν ἀδελφὸν προλαμβάνει. »

Εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδ´ οὕτως ἐστὶ κακόν· μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν. Τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφ´ ὧν κατασπώμενος ὁ νοῦς τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι [108a] καὶ μακάριον. « Μυρίας μὲν γὰρ ἡμῖν, » φησὶν ὁ Πλάτων, « ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφήν· ἔτι δ´ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπ´ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτ´ οὐδέν. Καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι· διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι [108b] γίγνονται· τὰ δὲ χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα. Τὸ δ´ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπ´ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπ´ αὐτοῦ καθορᾶν τἀληθές. Ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα· [108c]  καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δ´ οὔ. Εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι· τότε γὰρ αὐτὴ καθ´ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δ´ οὔ. Καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπ´ αὐτοῦ, [108d] ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. Καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα, δι´ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες· τοῦτο δ´ ἐστὶ τὸ ἀληθές. Μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. »

Ὥστ´ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν· μήποτε γὰρ καὶ τῶν ἀγαθῶν ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων. Διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης πρὸς [108e] τοὺς δικαστὰς τοιαῦτ´ ἔφη· « Τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. Οἶδε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδ´ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὂν τῶν ἀγαθῶν, δεδίασι δ´ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν. » Οὐκ ἀπᾴδειν δ´ ἔοικε τούτων οὐδ´ ὁ εἰπών·

Μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,

ἀλλὰ καὶ κακῶν τῶν μεγίστων.

Λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον. Πολλοὺς γὰρ παρειλήφαμεν δι´ εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς. Ὧν τοὺς μὲν ἄλλους φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω· μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων καὶ πᾶσι διὰ στόματος.

[108f] Πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι. Φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν ὁ καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὥρας ἐπειγούσης, τούτους ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δ´ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ κατεύξασθαι τὸ κράτιστον αὐτοῖς παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτ´ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς εὐσεβείας ἀμοιβὴν δωρησαμένης.

[109a] Καὶ περὶ Ἀγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ Ἀπόλλωνος μισθόν, τὸν δ´ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην ἡμέραν ἀποδώσειν, ἐν τοσούτῳ δ´ εὐωχεῖσθαι παρακελεύσασθαι· τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι.

Λέγεται δὲ καὶ αὐτῷ Πινδάρῳ ἐπισκήψαντι τοῖς παρὰ τῶν Βοιωτῶν πεμφθεῖσιν εἰς θεοῦ [109b] πυθέσθαι « Τί ἄριστόν ἐστιν ἀνθρώποις » ἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδ´ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν· εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετ´ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον. Καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δ´ ὀλίγου χρόνου τελευτῆσαι.

Τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. Εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς τοῦ Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτ&