RETOUR À L'ENTRÉE DU SITE

 

ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE

 

 

ΠΕΡΙ ΤΟΥ ΕΑΥΤΟΝ ΕΠΑΙΝΕΙΝ ΑΝΕΠΙΦΘΟΝΩΣ

 

 

traduction française

 

ΠΕΡΙ ΤΟΥ ΕΑΥΤΟΝ ΕΠΑΙΝΕΙΝ ΑΝΕΠΙΦΘΟΝΩΣ

[739a] Τὸ περὶ ἑαυτοῦ λέγειν ὥς τι ὄντος ἢ δυναμένου πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι [739b] πάντες καὶ ἀνελεύθερον, ἔργῳ δ´ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων. Ὁ γοῦν Εὐριπίδης εἰπών

« Εἰ δ´ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι,
οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο·
νῦν δ´, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος
λαβεῖν ἀμισθί, πᾶς τις ἥδεται λέγων
τά τ´ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει »

φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ [καὶ] τῷ συγκαταπλέκειν τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. [739c] Ὁμοίως ὁ Πίνδαρος φήσας

« Καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν μανίαις ὑποκρέκειν » 

οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν; ἀλλὰ καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. ᾟ καὶ τὸν Τιμόθεον ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα

« Μακάριος ἦσθα, Τιμόθεος, εὖτε κᾶρυξ εἶπε·

« Νικᾷ Τιμόθεος Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν »  »

εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην. [739d] Αὐτῷ μὲν γὰρ ὁ παρ´ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν εἴρηκεν, ἑτέροις δ´ ὁ περὶ αὑτοῦ λυπηρότατον. Πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπ´ ἄλλων ἐπαινῶνται· δεύτερον δ´ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρ´ ἑτέρων, 〈αὐτοὺς〉 αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ τιμῇ τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες.

[739e] Οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης περιαυτολογίας πρὸς οὐδεμίαν αὑτοῦ δόξαν ἢ χάριν, ἀλλὰ καιροῦ καὶ πράξεως ἀπαιτούσης ὡς περὶ ἄλλου τι λεχθῆναι καὶ περὶ αὑτοῦ τῶν ἀληθῶν· μάλιστα δ´ ὅταν ᾖ, τὰ πεπραγμένα καὶ προσόντα χρηστὰ [τὸ] μὴ φεισάμενον εἰπεῖν [ἢ] διαπράξασθαί τι τῶν ὁμοίων. Καλὸν γὰρ ὁ τοιοῦτος ἔπαινος ἐκφέρει καρπόν, ὥσπερ ἀπὸ σπέρματος πλειόνων ἑτέρων ἀπ´ αὐτοῦ καὶ κρειττόνων φυομένων ἐπαίνων. Καὶ γὰρ τὴν δόξαν ὁ πολιτικὸς ἀνὴρ οὐχ ὥς τινα μισθὸν ἢ παραμυθίαν τῆς ἀρετῆς ἀπαιτεῖ [739f] καὶ ἀγαπᾷ ταῖς πράξεσι παροῦσαν, ἀλλ´ ὅτι τὸ πιστεύεσθαι καὶ δοκεῖν χρηστὸν εἶναι πλειόνων καὶ καλλιόνων πράξεων ἀφορμὰς δίδωσι. Πειθομένους γὰρ ἅμα καὶ φιλοῦντας ἡδὺ καὶ ῥᾴδιον ὠφελεῖν, πρὸς δ´ ὑποψίαν καὶ διαβολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ, φεύγοντας εὖ παθεῖν προσβιαζόμενον.

Εἰ δὲ καὶ δι´ ἑτέρας αἰτίας ὁ πολιτικὸς ἂν αὑτὸν ἐπαινέσειε, [740a] [τίνες εἰσὶν αὗται] σκεπτέον, ὅπως ἐξευλαβούμενοι τὸ κενὸν καὶ δυσχεραινόμενον, εἴ τι χρήσιμον ἔχει, μὴ παραλίπωμεν.

Ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων· καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. Ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν, οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρ´ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες ἀσχημονοῦσιν. [740b] Ὅταν δὲ μηδ´ ἁπλῶς καὶ καθ´ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλ´ ἁμιλλώμενοι πρὸς ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι. Τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι, τὴν δ´ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδ´ ἑτέρων ὑπομένειν ἐπαινούντων αὑτόν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις ἀξίοις οὖσιν· ἂν δ´ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, [740c] ἀλλ´ ἄντικρυς ἐλέγχοντες καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. Ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον.

Αὑτὸν δ´ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς·

« Καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων. » 

Οὐ γὰρ μόνον ἀλαζονείαν καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τὸ λέγειν τι τηνικαῦτα περὶ αὑτοῦ σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης καὶ χειρουμένης τὸν φθόνον. [740d] Οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλ´ ἐπαίρονται καὶ γάνυνται καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὡς ἐπιμαρτυρεῖ τὰ γινόμενα. Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλ´ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν, Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, [740e] ὅτι τὴν Λακωνικὴν διεπόρθησε καὶ Μεσσήνην ᾤκισε καὶ συνέστησεν Ἀρκαδίαν ἀκόντων ἐκείνων, οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπ´ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. Ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ

« Ἡμεῖς τοι πατέρων μέγ´ ἀμείνονες εὐχόμεθ´ εἶναι »

μεμνημένους τοῦ

« Ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο,
τί πτώσσεις; τί δ´ ὀπιπεύεις πολέμοιο γεφύρας; »

οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλ´ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος [740f] ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώμονα τῆς αἰτίας διδούσης.

Ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δ´ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, δι´ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον [741a] | καὶ συνέθυσαν. Ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλ´ ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δ´ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος.

Οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ δυστυχοῦσι μᾶλλον ἁρμόζει μεγαλαυχία καὶ κόμπος ἢ εὐτυχοῦσιν. Οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπολαύειν χαριζόμενοι τῷ φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως τὸ ἐλεεινὸν καὶ συνεπιθρηνοῦν τοῖς ἀβουλήτοις καὶ ταπεινούμενον. Ὥσπερ οὖν τοὺς ἐν τῷ περιπατεῖν ἐπαιρομένους καὶ [741b] ὑψαυχενοῦντας ἀνοήτους ἡγούμεθα καὶ κενούς, ἂν δὲ πυκτεύοντες ἢ μαχόμενοι διεγείρωσι καὶ ἀνάγωσιν ἑαυτούς, ἐπαινοῦμεν, οὕτως ἀνὴρ ὑπὸ τύχης σφαλλόμενος ἑαυτὸν εἰς ὀρθὸν καθιστὰς καὶ ἀντίπαλον

« Πύκτης ὅπως εἰς χεῖρας » ,

ἐκ τοῦ ταπεινοῦ καὶ οἰκτροῦ τῇ μεγαλαυχίᾳ μεταφέρων εἰς τὸ γαῦρον καὶ ὑψηλόν, οὐκ ἐπαχθὴς οὐδὲ θρασὺς ἀλλὰ μέγας εἶναι δοκεῖ καὶ ἀήττητος. Ὥς που καὶ τὸν Πάτροκλον ὁ ποιητὴς μέτριον καὶ ἀνεπίφθονον ἐν τῷ κατορθοῦν ἐν δὲ τῷ τελευτᾶν μεγαλήγορον πεποίηκε λέγοντα

« Τοιοῦτοι δ´ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν. »

[741c] Καὶ Φωκίων τἄλλα πρᾶος ἦν, μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον καὶ δυσανασχετοῦντα

« Τί λέγεις »  εἶπεν « οὗτος; οὐκ ἀγαπᾷς ἀποθνῄσκων μετὰ Φωκίωνος; »

Ἔτι τοίνυν οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἀδικουμένῳ τῷ πολιτικῷ δέδοται τὸ λέγειν τι περὶ αὑτοῦ πρὸς τοὺς ἀγνωμονοῦντας. Ὥσπερ ὁ Ἀχιλλεὺς ἄλλως μὲν ὑφίετο τῷ θείῳ τῆς δόξης καὶ μέτριος ἦν λέγων

« Αἴ κέ ποθι Ζεύς
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι, »

ὑβρισθεὶς δὲ παρ´ ἀξίαν καὶ προπηλακισθεὶς ἐφίησι τὴν [741d]  μεγαλαυχίαν τῇ ὀργῇ

« Δώδεκα γὰρ σὺν νηυσὶ πόλεις ἀλάπαξ´ ἀνθρώπων »

καί

« Οὐ γὰρ ἐμῆς κόρυθος λεύσουσι μέτωπον
ἐγγύθι λαμπομένης. »

Δέχεται γὰρ ἡ παρρησία, μέρος οὖσα τῆς δικαιολογίας, τὴν μεγαληγορίαν. Ἀμέλει δὲ καὶ Θεμιστοκλῆς οὐδὲν ἐπὶ τῶν πράξεων εἰπὼν οὐδὲ ποιήσας ἐπαχθές, ὁπηνίκα τοὺς Ἀθηναίους ἑώρα μεστοὺς ὄντας αὐτοῦ καὶ περιορῶντας, οὐκ ἐφείδετο λέγειν

« Τί, ὦ μακάριοι, κοπιᾶτε πολλάκις ὑπὸ τῶν αὐτῶν εὖ πάσχοντες; » 

καὶ ὅτι

« Χειμαζόμενοι μὲν [741e] ὥσπερ ὑπὸ δένδρον ὑποφεύγετε, γενομένης δ´ εὐδίας τίλλετε παρεξιόντες. »

Οὗτοι μὲν οὖν ἄλλως ἀδικούμενοι τῶν κατωρθωμένων ἐμέμνηντο πρὸς τοὺς ἀγνωμονοῦντας· ὁ δ´ ἐπ´ αὐτοῖς ψεγόμενος οἷς κατώρθωκε καὶ παντάπασι συγγνωστός ἐστι καὶ ἄμεμπτος ἐγκωμιάζων τὰ πεπραγμένα· δοκεῖ γὰρ οὐκ ὀνειδίζειν ἀλλ´ ἀπολογεῖσθαι. Τοῦτο γοῦν λαμπρὰν τῷ Δημοσθένει παρρησίαν ἐδίδου καὶ τὸν κόρον ἀφῄρει τῶν ἐπαίνων, οἷς παρὰ πάντα τὸν λόγον ὁμοῦ τι τὸν ὑπὲρ τοῦ στεφάνου κέχρηται, σεμνυνόμενος οἷς ἐνεκαλεῖτο περὶ τοῦ πολέμου πρεσβεύμασι καὶ ψηφίσμασιν.

Οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ τῆς ἀντιθέσεως, [741f] ὅταν, ἐφ´ ᾧ τις ἐγκαλεῖται, τούτου τοὐναντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον. Ὡς ὁ Λυκοῦργος ἐν Ἀθήναις ἐπὶ τῷ πεπεικέναι τὸν συκοφάντην ἀργυρίου λοιδορούμενος

« Εἶτ´ »  ἔφη « ποῖός τις ὑμῖν δοκῶ εἶναι πολίτης, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρ´ ὑμῖν διδοὺς μᾶλλον ἀδίκως ἢ λαμβάνων εἴλημμαι; » 

καὶ ὁ Κικέρων, τοῦ Μετέλλου πρὸς αὐτὸν εἰπόντος [742a] ὅτι πλείονας ἀνῄρηκε καταμαρτυρήσας ἢ συνηγορήσας σέσωκε,

« Τίς δ´ »  εἶπεν « οὔ φησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως ἢ δεινότητος; »

καὶ τὰ Δημοσθένους τοιαῦτα ·

« Τίς δ´ οὐκ ἂν ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόντων λόγῳ μόνον αἰσχύνειν ἐπεχείρησα; » 

καί 

« Τί ἂν οἴεσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότε μου περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις; »

καὶ ὅλως ὁ περὶ τοῦ στεφάνου λόγος εὐφυεστάταις ἀντιθέσεσι ταῖς λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους.

Οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ λόγῳ καταμαθεῖν, [742b] ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον, οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ Θηβαίοις, ὅσα δὲ Βυζαντίους ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν, αὑτῷ δὲ τῆς διακονίας μετεῖναι φάσκων. Λανθάνει γὰρ οὕτως ὁ ἀκροατὴς τοῖς ἰδίοις ἐπαίνοις συνυποδυόμενον τὸν τοῦ λέγοντος ἡδέως προσδεχόμενος, καὶ χαίρει μὲν ἐφ´ οἷς κατώρθωσε λεγομένοις, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ ἀγαπᾶν δι´ ὃν κατώρθωσεν. Ὅθεν καὶ Ἐπαμεινώνδας Μενεκλείδου ποτὲ χλευάζοντος αὐτὸν ὡς μεῖζον τοῦ Ἀγαμέμνονος [742c] φρονοῦντα

« δι´ ὑμᾶς γ´, »  εἶπεν « ὦ ἄνδρες Θηβαῖοι, μεθ´ ὧν μόνων ἐν ἡμέρᾳ μιᾷ κατέλυσα τὴν Λακεδαιμονίων ἀρχήν. »

Ἐπεὶ δὲ τῷ μὲν ἑαυτὸν ἐπαινοῦντι πολεμοῦσιν οἱ πολλοὶ σφόδρα καὶ ἄχθονται, τῷ δ´ ἕτερον οὐχ ὁμοίως, ἀλλὰ καὶ χαίρουσι πολλάκις καὶ συνεπιμαρτυροῦσι προθύμως, εἰώθασιν ἔνιοι τοὺς ταὐτὰ προαιρουμένους καὶ πράττοντας αὐτοῖς καὶ ὅλως ὁμοιοτρόπους ἐπαινοῦντες ἐν καιρῷ συνοικειοῦν καὶ συνεπιστρέφειν πρὸς ἑαυτοὺς τὸν ἀκροατήν· ἐπιγινώσκει γὰρ εὐθὺς ἐν τῷ λέγοντι, κἂν περὶ ἄλλου λέγηται, δι´ ὁμοιότητα τὴν ἀρετὴν τῶν αὐτῶν ἀξίαν ἐπαίνων οὖσαν. [742d] Ὡς γὰρ ὁ λοιδορῶν ἕτερον οἷς αὐτὸς ἔνοχός ἐστιν οὐ λανθάνει λοιδορῶν μᾶλλον ἑαυτὸν ἢ ἐκεῖνον, οὕτως οἱ ἀγαθοὶ τοὺς ἀγαθοὺς τιμῶντες ἀναμιμνήσκουσιν αὑτῶν τοὺς συνειδότας· ὥστ´ εὐθὺς ἐπιφωνεῖν

« Σὺ γὰρ οὐ τοιοῦτος; » 

Ἀλέξανδρος μὲν οὖν Ἡρακλέα τιμῶν καὶ πάλιν Ἀλέξανδρον Ἀνδρόκοττος ἑαυτοὺς εἰς τὸ τιμᾶσθαι προῆγον ἀπὸ τῶν ὁμοίων, Διονύσιος δὲ τὸν Γέλωνα διασύρων καὶ γέλωτα τῆς Σικελίας ἀποκαλῶν ἐλάνθανεν ὑπὸ φθόνου καθαιρῶν τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς περὶ αὑτὸν δυνάμεως.

Ταῦτα μὲν οὖν καὶ ἄλλως ἐπίστασθαι καὶ παραφυλάττειν τῷ πολιτικῷ προσήκει. Τοὺς δ´ ἀναγκασθέντας [742e] ἐπαινεῖν αὑτοὺς ἐλαφροτέρους παρέχει καὶ τὸ μὴ πάντα προσποιεῖν ἑαυτοῖς, ἀλλ´ ὥσπερ φορτίου τῆς δόξης τὸ μὲν εἰς τὴν τύχην τὸ δ´ εἰς τὸν θεὸν ἀποτίθεσθαι. Διὸ καλῶς μὲν ὁ Ἀχιλλεύς

« Ἐπεὶ δὴ τόνδ´ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, »

καλῶς δὲ Τιμολέων, ἐν Συρακούσαις Αὐτοματίας βωμὸν ἱδρυσάμενος ἐπὶ ταῖς πράξεσι καὶ τὴν οἰκίαν Ἀγαθῷ Δαίμονι καθιερώσας· ἄριστα δὲ Πύθων ὁ Αἴνιος, ἐπειδὴ Κότυν ἀποκτείνας ἧκεν εἰς Ἀθήνας καὶ τῶν δημαγωγῶν διαμιλλωμένων τοῖς ἐγκωμίοις αὐτοῦ πρὸς τὸν δῆμον ᾔσθετο βασκαίνοντας ἐνίους καὶ βαρυνομένους, παρελθών

« Ταῦτ´, »  [742f]  εἶπεν « ἄνδρες Ἀθηναῖοι, θεός τις ἔπραξεν, ἡμεῖς δὲ τὰς χεῖρας ἐχρήσαμεν. » 

ἀφῄρει δὲ καὶ Σύλλας τὸν φθόνον ἀεὶ τὴν Τύχην ἐπαινῶν, καὶ τέλος Ἐπαφρόδιτον ἑαυτὸν ἀνηγόρευσε. Μᾶλλον γὰρ εὐτυχίας ἢ ἀρετῆς ἡττᾶσθαι βούλονται, τὸ μὲν ἀλλότριον ἀγαθὸν ἡγούμενοι τὸ δ´ οἰκεῖον ἔλλειμμα καὶ παρ´ αὑτοὺς γενόμενον. [743a] Οὐχ ἥκιστα γοῦν λέγουσιν ἀρέσαι Λοκροῖς τὴν Ζαλεύκου νομοθεσίαν, ὅτι τὴν Ἀθηνᾶν ἔφασκεν αὑτῷ φοιτῶσαν εἰς ὄψιν ἑκάστοτε τοὺς νόμους ὑφηγεῖσθαι καὶ διδάσκειν αὑτοῦ δὲ μηδὲν εἶναι διανόημα μηδὲ βούλευμα τῶν εἰσφερομένων.

Ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ παρηγορήματα μηχανᾶσθαι· πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων, εἴ τις ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος. [743b] Οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν, οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδ´ ἐφ´ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλ´ ἐπαινεῖν ὡς χρὴ διδάσκων. Τὸ γὰρ

« Οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ· ἀλλ´ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις ὅπλα καὶ ἵππους καὶ συμμάχους » 

τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι. Καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον· ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι [743c] τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος ἀπολέλοιπεν· ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατ´ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον ἢ τῆς ἀρετῆς ἐγκώμια λέγοντας, τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι δι´ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε.

Τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος· καὶ στρατηγῷ θαυμαζομένῳ δι´ ἐμπειρίαν πολεμικὴν ἢ [743d] δι´ εὐτυχίαν περὶ πραότητός τι καὶ δικαιοσύνης αὐτοῦ παρρησιάσασθαι· καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν

« οὔ τίς τοι θεός εἰμι· τί μ´ ἀθανάτοισιν ἐίσκεις;

ἀλλ´ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον. » 

Ὁ γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τὸ ἀληθὲς ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ μὴ προσδεχομένων.

Διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας [743e] ἀλλὰ Φιλαδέλφους ἢ Φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεοφιλεῖς
οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες. Ὥσπερ αὖ καὶ τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τῆς σοφίας ἐπιγραφομένους τοὔνομα χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν ἀνεπίφθονον καὶ μέτριον λέγουσιν. Οἱ δὲ ῥητορικοὶ σοφισταὶ τὸ « θείως »  καὶ τὸ « δαιμονίως »  ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι καὶ τὸ « μετρίως »  καὶ τὸ « ἀνθρωπίνως »  προσαπολλύουσι.

Καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι [743f] τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδ´ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν. Ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς

« Ἀντικρὺ χρόα τε ῥήξει— »  « ἢ οὐχ ἅλις »  φησίν « ὅττι μάχης ἐπιδεύομαι; »

[744a] ἀλλ´ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος· ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθ´ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν ἢ πρός τινα μαθήματα καὶ λόγους ἀκρασίαν ὡς ὁ Ὀδυσσεύς

« Αὐτὰρ ἐμὸν κῆρ
ἤθελ´ ἀκουέμεναι, λῦσαι δ´ ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων, »

καὶ πάλιν

« ἀλλ´ ἐγὼ οὐ πιθόμην—ἦ τ´ ἂν πολὺ κέρδιον ἦεν—,
[744b] ὄφρ´ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη. »

Καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδ´ ἀγεννεῖς ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι. Πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται. Καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι, καί

« Τοιοῦτόν ἐστιν »  ἔφη « τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον· ἡμεῖς πάλαι ταῦτα, νῦν δ´ ἐκεῖνα ποιοῦμεν. » 

᾿Ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι [744c] διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας.

Καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. Ἕτερα δ´ αὐτοῖς τρόπον τινὰ τοῖς ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα· καὶ τὸ

« Πῶς δ´ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως
ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ
ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης; »

καὶ τὸ

« ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν
καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους. »

[744d] Ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτως καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν.

Ἐπεὶ δ´ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλ´ ἕτερόν τι διὰ τούτου δοκῶμεν, ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν, ὡς ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν. Ἡ γὰρ ἔργον ὁμοῦ [744e] καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει καὶ μεθ´ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων παρίστησι. Διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων

« Ἁμές ποτ´ ἦμες ἄλκιμοι νεανίαι, »

οἱ δὲ τῶν παίδων

« Ἁμὲς δέ γ´ ἐσσόμεσθα πολλῷ κάρρονες, »

οἱ δὲ τῶν νεανίσκων

« Ἁμὲς δέ γ´ εἰμές· αἰ δὲ λῇς, αὐγάσδεο, »

καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις δι´ αὐτῶν τῶν εἰργασμένων ἐκτιθέντος.

Οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς [744f] ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι· καθάπερ αὖ πάλιν ὁ Νέστωρ

« ἤδη γάρ ποτ´ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ´ οἵ γ´ ἀθέριζον. »

 [745a] Οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον ὁ Ἀριστοτέλης οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα

« Δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. »

Καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου δὲ καλουμένου ὁ Ἀγησίλαος

« Τί δ´ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος; » 

καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θηβαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας

« Ἡμεῖς μέντοι ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμεν. » 

Ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς [745b] καὶ πολεμίους· τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. Καὶ γὰρ ὁ Κῦρος παρὰ τὰ δεινὰ καὶ τὰς μάχας

« Ἐμεγαληγόρει ἄλλοτε δ´ οὐ μεγαλήγορος ἦν » 

καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶ ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος

« Οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες; » 

« Ἐμὲ δέ γ´ αὐτόν »  εἶπε « πρὸς πόσας ἀντιτάττετε; » 

καὶ τοῦτο δ´ ἔοικε συνιδεῖν Ὅμηρος· τὸν γὰρ Ὀδυσσέα πεποίηκεν ἀποδειλιώντων [745c] τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας·

« οὐ μὴν τόδε μεῖζον [οἱ] κακὸν ἢ ὅτε Κύκλωψ

εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι·
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
ἐκφύγομεν. »

Οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος. Μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν [745d] δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος.

Ὅτι μὲν οὖν τὸ πρὸς ἔπαινον ἀλλότριον καὶ δόξαν ἀντιπαραβάλλειν ἑαυτὸν ἥκιστα πολιτικόν, εἴρηται πρότερον· οὐ μὴν ἀλλ´ ὅπου βλάπτει καὶ διαφθείρει ζῆλον ἐμποιῶν πρὸς τὰ φαῦλα καὶ προαίρεσιν πονηρὰν ἐν πράγμασι μεγάλοις ἡμαρτημένος ἔπαινος, οὐκ ἄχρηστόν ἐστιν ἐκκροῦσαι μᾶλλον δ´ ἀποστρέψαι τὸν ἀκροατὴν ἐπὶ τὰ κρείττω τὴν διαφορὰν ἐνδεικνύμενον. Ἀγαπήσειε γὰρ ἄν τις οἶμαι λοιδορουμένης κακίας καὶ ψεγομένης ἐθέλοντας ἀπέχεσθαι τοὺς πολλοὺς ὁρῶν· εἰ δὲ προσλάβοι δόξαν ἡ κακία [745e] καὶ τῷ καθ´ ἡδονὰς αὐτῆς ἢ πλεονεξίας ἄγοντι προσγένοιτο τιμὴ καὶ τὸ εὐδοκιμεῖν, οὐκ ἔστιν εὐτυχὴς οὕτως οὐδ´ ἰσχυρὰ φύσις, ἧς οὐκ ἂν κρατήσειε. Διὸ δεῖ μὴ τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, ἀλλὰ τοῖς τῶν πραγμάτων, ἄνπερ ᾖ φαῦλα, πολεμεῖν τὸν πολιτικόν· οὗτοι γὰρ διαστρέφουσι καὶ τούτοις τὸ μιμεῖσθαι τὰ αἰσχρὰ καὶ ζηλοῦν ὡς καλὰ συνεισέρχεται. Μάλιστα δ´ ἐξελέγχονται τοῖς ἀληθινοῖς παρατιθεμένοις· οἷον ὁ τῶν τραγῳδιῶν ὑποκριτὴς Θεόδωρος εἰπεῖν ποτε πρὸς τὸν κωμικὸν λέγεται Σάτυρον, ὡς οὐ θαυμαστόν ἐστι τὸ γελᾶν ποιεῖν τοὺς θεατὰς ἀλλὰ τὸ δακρύειν καὶ κλαίειν· [745f] ἂν δέ γ´ οἶμαι πρὸς τοῦτον αὐτὸν εἴπῃ φιλόσοφος ἀνήρ

« ἀλλ´ οὐ τὸ ποιεῖν, ὦ βέλτιστε, κλαίειν καὶ δακρύειν, τὸ δὲ παύειν λυπουμένους καὶ κλαίοντας σεμνόν ἐστιν, » 

ἐπαινῶν ἑαυτὸν ὠφελεῖ τὸν ἀκούοντα καὶ μετατίθησι τὴν κρίσιν. Οὕτως καὶ ὁ Ζήνων.

Πρὸς τὸ πλῆθος τῶν Θεοφράστου μαθητῶν

« Ὁ ἐκείνου χορός »  ἔφη « μείζων, οὑμὸς δὲ συμφωνότερος. » 

[746a]  Καὶ ὁ Φωκίων ἔτι τοῦ Λεωσθένους εὐημεροῦντος ὑπὸ τῶν ῥητόρων ἐρωτώμενος τί τὴν πόλιν αὐτὸς ἀγαθὸν πεποίηκεν

 « Οὐδέν »  εἶπεν « ἀλλ´ ἢ τὸ ὑμᾶς ἐμοῦ στρατηγοῦντος ἐπιτάφιον λόγον μὴ εἰπεῖν ἀλλὰ πάντας ἐν τοῖς πατρῴοις μνήμασι θάπτεσθαι τοὺς ἀποθνῄσκοντας. » 

Πάνυ δὲ χαριέντως καὶ ὁ Κράτης πρὸς τό

« Ταῦτ´ ἔχω, ὅσσ´ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ´ ἔρωτος τέρπν´ ἔπαθον »

ἀντέγραψε τό

« Ταῦτ´ ἔχω, ὅσς´ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμν´ ἐδάην. »

[746b] Καλὸς γὰρ ὁ τοιοῦτος ἔπαινος καὶ ὠφέλιμος καὶ διδάσκων τὰ χρήσιμα καὶ τὰ συμφέροντα θαυμάζειν καὶ ἀγαπᾶν ἀντὶ τῶν κενῶν καὶ περιττῶν. Διὸ τοῦτο μὲν συγκατατετάχθω τοῖς εἰρημένοις εἰς τὸ πρόβλημα.

Λείπεται δ´ ἡμῖν, τοῦ λόγου τὸ ἐφεξῆς ἀπαιτοῦντος καὶ παρακαλοῦντος, εἰπεῖν ὅπως ἂν ἕκαστος ἐκφύγοι τὸ ἐπαινεῖν ἀκαίρως ἑαυτόν. Μέγα γὰρ ἡ περιαυτολογία τὴν φιλαυτίαν ὁρμητήριον ἔχουσα καὶ τοῖς πάνυ δοκοῦσι μετρίως ἔχειν πρὸς δόξαν ἐμφαίνεται πολλάκις ἐπιτιθεμένη. Καθάπερ γὰρ τῶν ὑγιεινῶν ἕν ἐστι παραγγελμάτων τὸ τὰ νοσώδη χωρία φυλάττεσθαι παντάπασιν ἢ προσέχειν μᾶλλον αὑτῷ γινόμενον ἐν αὐτοῖς, οὕτως ἔχει τινὰς ἡ περιαυτολογία [746c] καιροὺς καὶ τόπους ὀλισθηροὺς καὶ περιφέροντας εἰς αὐτὴν ἐκ πάσης προφάσεως. Πρῶτον μὲν γὰρ ἐν τοῖς ἀλλοτρίοις ἐπαίνοις, ὥσπερ εἴρηται, τὸ φιλότιμον ἐξανθεῖ τὴν περιαυτολογίαν· καί τις αὐτὸ καταλαμβάνει δακνόμενον καὶ γαργαλιζόμενον οἷον ὑπὸ κνησμοῦ δυσκαρτέρητος ἐπιθυμία καὶ ὁρμὴ πρὸς δόξαν, ἄλλως τε κἂν ἐπὶ τοῖς ἴσοις ἕτερος ἢ τοῖς ἐλάττοσιν ἐπαινῆται. Καθάπερ γὰρ οἱ πεινῶντες ἑτέρων ἐσθιόντων ἐν ὄψει μᾶλλον ἐρεθίζονται καὶ παροξύνονται τὴν ὄρεξιν, οὕτως ὁ τῶν πλησίον ἔπαινος ἐκκαίει τῇ ζηλοτυπίᾳ τοὺς πρὸς δόξαν [746d] ἀκρατῶς ἔχοντας. Δεύτερον αἱ τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς μεγαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον· ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν πολιτεύμασιν ἢ παρ´ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμήσαντας οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν. ᾯ γένει μάλιστα τῆς περιαυτολογίας τὸ αὐλικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον. Συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπιεικῶς· μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν [746e] συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπ´ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλ´ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους. Οἱ δ´ ὅλως οἴονται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλοφροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδείξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας διεξιόντες. Ὅθεν εὖ μάλα δεῖ προσέχειν ἑαυτοῖς περὶ τοὺς ἑτέρων ἐπαίνους, ὅπως καθαροὶ καὶ ἀνύποπτοι φιλαυτίας καὶ περιαυτολογίας ὦσι καὶ μὴ δοκῶμεν « Πάτροκλον πρόφασιν »  σφᾶς δ´ αὐτοὺς δι´ ἐκείνων ἐπαινεῖν.

Ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιάσεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν. ᾯ μάλιστα περιπίπτουσιν οἱ γέροντες, ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους.

[746f] Τούτοις μὲν οὖν, ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον (οὐ γὰρ ἀνωφελὲς ἀλλὰ μέγα, ζῆλον ἐμποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις)· οἱ δ´ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν. Ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ δι´ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος ἐπαχθὴς παντάπασι καὶ φορτικός ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν ἄλλοις βουλόμενος.

Ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφόροις [747a] φύσει καὶ προχείροις μάλιστα φεύγειν προσήκει καὶ φυλάττεσθαι τοὺς γαργαλισμοὺς καὶ τὰς ψηλαφήσεις, ἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ καὶ συνεξορμᾷ τὸ πάθος· ὅσοι δὲ πρὸς δόξαν ἐμπαθέστερον ἐρρυήκασι, τούτοις ἄν τις οὐχ ἥκιστα παραινέσειεν ἀπέχεσθαι τοῦ σφᾶς αὐτοὺς ἐπαινεῖν, ὅταν ὑπ´ ἄλλων ἐπαινῶνται. Δεῖ γὰρ ἐρυθριᾶν ἐπαινούμενον οὐκ ἀπερυθριᾶν, καὶ καταστέλλειν τοὺς μέγα τι περὶ αὑτῶν λέγοντας οὐκ ἐλέγχειν ὡς ἐνδεέστερον ἐπαινοῦντας· ὅπερ οἱ πολλοὶ ποιοῦσιν, ὑπομιμνήσκοντες αὐτοὶ καὶ [747c] προσεμφοροῦντες ἄλλας τινὰς πράξεις καὶ ἀνδραγαθίας, ἄχρι οὗ τῷ παρ´ αὑτῶν καὶ τὸν παρ´ ἑτέρων ἔπαινον διαφθείρωσιν. Ἔνιοι μὲν οὖν κολακεύοντες αὐτοὺς ὥσπερ γαργαλίζουσι καὶ φυσῶσιν, ἔνιοι δὲ κακοήθως οἷόν τι δέλεαρ μικρὸν εὐλογίας ὑποβάλλοντες ἐκκαλοῦνται τὴν περιαυτολογίαν, οἱ δὲ προσπυνθάνονται καὶ διερωτῶσιν, ὡς παρὰ τῷ Μενάνδρῳ τὸν στρατιώτην, ἵνα γελάσωσι·

« Πῶς τὸ τραῦμα τοῦτ´ ἔχεις; »
« μεσαγκύλῳ. »  « Πῶς πρὸς θεῶν » ; « ἐπὶ κλίμακα
πρὸς τεῖχος ἀναβαίνων. »  « Ἐγὼ μὲν δεικνύω
ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν. »

Ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς [747d] ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον. Ἐντελεστάτη δὲ τούτων εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπηρὸν ἅπασι καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ βαρύς. Οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅ τι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν· ὅπου καὶ κόλακι καὶ παρασίτῳ καὶ δεομένῳ δύσοιστον ἐν χρείᾳ καὶ δυσεγκαρτέρητον ἑαυτὸν ἐγκωμιάζων πλούσιός τις ἢ σατράπης ἢ βασιλεύς, καὶ

« Συμβολὰς ταύτας ἀποτίνειν μεγίστας » 

[747e] λέγουσιν, ὡς ὁ παρὰ Μενάνδρῳ·

« Σφάττει με, λεπτὸς γίνομ´ εὐωχούμενος·
τὰ σκώμμαθ´ οἷα τὰ σοφὰ καὶ στρατηγικά·
οἷος δ´ ἀλαζών ἐστιν ἁλιτήριος. »

Ταῦτα γὰρ οὐ πρὸς στρατιώτας μόνον οὐδὲ νεοπλούτους εὐπάρυφα καὶ σοβαρὰ διηγήματα περαίνοντας, ἀλλὰ καὶ πρὸς σοφιστὰς καὶ φιλοσόφους καὶ στρατηγοὺς ὀγκουμένους ἐφ´ ἑαυτοῖς καὶ μεγαληγοροῦντας εἰωθότες πάσχειν καὶ λέγειν, ἂν μνημονεύωμεν, ὅτι τοῖς ἰδίοις ἐπαίνοις ἀλλότριος ἕπεται ψόγος ἀεὶ καὶ γίνεται τέλος ἀδοξία τῆς κενοδοξίας ταύτης καὶ τὸ λυπεῖν τοὺς ἀκούοντας, ὡς ὁ [747f] Δημοσθένης φησί (,), περίεστιν οὐ τὸ δοκεῖν εἶναι
τοιούτους, ἀφεξόμεθα τοῦ λέγειν περὶ αὑτῶν, ἂν μή τι μεγάλα μέλλωμεν ὠφελεῖν ἑαυτοὺς ἢ τοὺς ἀκούοντας.