DION CASSIUS
TOME PREMIER
FRAGMENTS DES LIVRES I - XXXVI
FRAGMENTS DU LIVRE V
TEXTE GREC
précédent (livre IV) - suite (LIVRE VI)
Pour avoir la traduction d'un chapitre, cliquer sur le chapitre
XXXV. Ὅτι Μάκριός τις κατὰ Οὐόλσκων ἀριστεύσας, ἐφ' ὧ πολλοῖς μὲν χρήμασι, πολλοῖς δὲ σώμασιν αἰχμαλώτοις πρὸς τοῦ ὑπάτου τιμώμενος, τὰ μὲν ἄλλα διωθήσατο· ἠρκέσθη δὲ στεφάνῳ καὶ ἵππῳ πολεμιστηρίῳ· καὶ αἰχμαλώτων ἕνα τῶν αὐτοῦ φίλων αἰτήσας, ἀφῆκεν ἐλεύθερον. XXXVI. Οὐ γάρ ἐστι ῥᾷδιον οὔτε ἐν πᾶσί τινα ἰσχύειν, οὔτε ἐν ἑκατέροις ἅμα τοῖς τε πολεμικοῖς καὶ τοῖς εἰρηνικοῖς πράγμασιν ἀρετὴν ἔχειν· οἵ τε γὰρ τοῖς σώμασιν ἰσχυριζόμενοι ἀνοηταίνουσιν, ὡς πλήθει, καὶ τὰ ἀθρόως εὐτυχήσαντ' οὐκ ἐπὶ πᾶν ὡς ἐπὶ τὸ πολὺ ἀνθεῖ. Δι' οὖν ταῦτ' ἐς τὰ πρῶτά ποθ' ὑπὸ τῶν πολιτῶν ἀρθεὶς, ἔπειτα πρὸς αὐτῶν οὐ πολλῷ ὕστερον ἐξέπεσεν, καὶ τὴν πόλιν τὴν τῶν Οὐόλσκων τῇ πατρίδι δουλώσας τὴν οἰκείαν αὖ μετ' ἐκείνων ἐς πᾶν κινδύνου κατέστησεν. XXXVII. ὅτι ὁ Κοριολανὸς στρατηγὸς θελήσας καὶ μὴ τελεσθεὶς ἠγανάκτησε τῷ ὁμίλῳ· καὶ ἐκ τούτου καὶ ἐκ τοῦ τοῖς δημάρχοις πολὺ δυναμένοις βαρύνεσθαι παρρησίᾳ πλείονι πρὸς αὐτὸν παρὰ τοὺς ἄλλους τοὺς ὁμοίους οἱ ἐκ τῶν κατειργασμένων ἐχρῆτο· καὶ λιμοῦ γενομένου ἰσχυροῦ, καὶ Νώρβης πόλεως ἀποικίζεσθαι βουλομένης, τὸ πλῆθος ἐπ' ἀμφοτέροις αὐτοῖς τοὺς δυνατοὺς ᾐτιάσατο, ὡς καὶ δι' ἐκείνους καὶ τῆς τροφῆς στερισκόμενοι καὶ ἐς τοὺς πολεμίους ἐπίτηδες ἐπ' ὀλέθρῳ προύπτῳ ἐκδιδόμενοι· ὅταν γὰρ ἐς ὑποψίαν τινὲς ἀλλήλων ἔλθωσι, πάντα καὶ τὰ ὑπὲρ σφῶν γιγνόμενα ἀλλοίως κατὰ τὸ στασιωτικὸν λαμβάνουσι· καὶ ὁ Κοριολανὸς ἄλλως τε ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιήσατο, καὶ σίτου πολλαχόθεν κομισθέντος καὶ τοῦ γε πλείστου προῖκα παρὰ τῶν ἐν Σικελίᾳ βασιλέων πεμφθέντος, οὐκ ἐπέτρεψέ σφισι διαλαχεῖν αὐτὸν ὥσπερ ᾖτουν. Οἱ οὖν δήμαρχοι, οὕσπερ που καὶ τὰ μάλιστα καταλῦσαι ἐγλίχετο, τυραννίδος αὐτὸν ὑπὸ τὸ πλῆθος ἀγαγόντες ἐξήλασαν, καίτοι πάντων βοώντων καὶ δεινὸν ποιουμένων, ὅτι καὶ περὶ σφῶν τὰ τοιαῦτα κρίνειν ἐτόλμων. XXXVIII.
Ἐκπεσὼν
οὖν πρὸς τοὺς Οὐόλσκους
καίπερ
ἐχθίστους
ὄντας ὀργῇ τῆς
συμφορᾶς, ἦλθε·
καὶ ἑαυτὸν ἔκ
τε τῆς
ἀνδρείας ἧς
ἐπεπείραντο
καὶ ἐκ τοῦ
θυμοῦ τοῦ πρὸς
τοὺς πολίτας,
ἀσμένως
δέξεσθαι
προσεδόκησεν·
ἀντίπαλα ἢ
καὶ μείζω δι'
αὐτὸν τοὺς Ῥωμαίους
ὧν ἔπαθον
δράσειν
ἀντελπίσαντας·
ὑφ'
ὧν γὰρ ἄν τις
σφόδρα
κακοπαθῇ,
πρὸς τῶν
αὐτῶν τούτων
καὶ εὖ
πείσεσθαι,
βουλομένων
γε καὶ
δυναμένων εὖ
ποιῆσαι,
οὐκ ἐλάχιστα
πιστεύει. XXXIX. Αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολανοῦ Βουλουμνία καὶ ἡ μήτηρ Βετουρία, παραλαβοῦσαι καὶ τὰς ἄλλας τὰς ἐπιφανεστάτας, ἦλθον πρὸς αὐτὸν ἐς τὸ στρατόπεδον τὰ παιδία αὐτοῦ ἄγουσαι· καὶ ἐποίησαν αὐτὸν μὴ ὅτι ἐπὶ τῇ χώρᾳ ἀλλὰ μηδὲ ἐπὶ τῇ καθόδῳ καταλύσασθαι· προσήκατο γὰρ αὐτὰς εὐθύς, ἐπειδὴ τάχιστα παρούσας ᾖσθετο, καὶ λόγου σφίσι μετέδωκεν. Ἐπράχθη τε ὧδε· αἱ μὲν ἄλλαι σιωπῶσαι ἔκλαον, ἡ δὲ δὴ Βετουρία· Τί θαυμάζει ς, ἔφη, τέκνον; Τί δὲ ἐκπέπληξαι; Οὐκ ηὐτομολήκαμεν· ἀλλ' ἡμᾶς ἡ πατρὶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα· εἰ δὲ μή, λάφυρα· ὥστ' εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. Τί δακρύεις; Τί δ' ἀποστρέφῃ; Ἢ ἀγνοεῖς ὅπως τἀν τῇ πόλει ἡμεῖς τοι ἄρτι ὀδυρόμεναι ἐπαυσάμεθα, ἵνα σε ἴδωμεν; Καταλλάγηθί τε οὖν ἡμῖν καὶ μηκέτι ὀργίζου τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις· μηδ' ἐπεσπέσῃς ἐς τὸ ἄστυ θυμῷ πολεμίῳ, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ καὶ ἐγεννήθης καὶ ἀνετράφης, καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολανὸς ἐγένου· πείσθητί μοι, παιδίον, μηδέ με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με ὑπ' αὐτοχειρίας ἴδῃ ς. XL. Ταῦτ' εἰποῦσα ἀνέκλαυσε, καὶ τήν τε ἐσθῆτα καταρρηξαμένη καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη· Ἰδού, ἔφη, τέκνον, αὕτη σε ἔτεκεν, οὗτοί σε ἐξέθρεψαν. Εἰπούσης δὲ αὐτῆς ταῦτα καὶ ἡ γαμετὴ αὐτοῦ τά τε παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν, ὥστε καὶ ἐκεῖνον ἐς πένθος ἐμβαλεῖν· μόλις τέ ποτε ἀνενεγκὼν περιέπτυξε τὴν μητέρα, καὶ φιλῶν ἅμα αὐτὴν· Ἰδού, ἔφη, μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς, καὶ σοὶ δὴ ταύτην τὴν χάριν καὶ οἱ ἄλλοι πάντες ἐχέτωσαν· ἐγὼ γὰρ οὐδ' ἰδεῖν αὐτοὺς ὑπομένω, οἵτινες τηλικαῦτα ὑπ' ἐμοῦ εὐεργετηθέντες τοιαῦτά με ἔδρασαν. οὔκουν οὐδ' ἀφίξομαί ποτε ἐς τὴν πόλιν· ἀλλὰ σὺ μὲν καὶ ἀντ' ἐμοῦ τὴν πατρίδα ἔχε, ἐπειδὴ τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἐκποδὼν ὑμῖν ἀπαλλαγήσομαι. Ταῦτ' εἰπὼν ἀπανέστη· τῷ τε γὰρ δέει τῷ τοῦ ὁμίλου καὶ τῇ αἰσχύνῃ τῶν ὁμοίων, ὅτι καὶ τὴν ἀρχὴν ἐπ' αὐτοὺς ἐπεστράτευσεν, οὐδὲ τὴν κάθοδον διδομένην οἱ ἐδέξατο, ἀλλ' ἐς τοὺς οὐόλσκους ἀναχωρήσας ἐνταῦθα ἐξ ἐπιβουλῆς ἢ καὶ γηράσας ἀπέθανεν. XLI. Ὅτι Κάσσιος τοὺς Ῥώμαίους εὐεργετήσας ὑπ' αὐτῶν ἐκείνων ἐθανατώθη· ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι, ὅτι πιστὸν οὐδὲν ἐν τοῖς πλήθεσιν ἐστίν, ἀλλὰ καὶ τοὺς πάνυ σφίσι προσκειμένους οὐχ ἧττον τῶν τὰ μέγιστα ἀδικούντων ἀπολλύουσι· πρὸς μὲν γὰρ τὸ ἀεὶ παρὸν μεγάλους τοὺς αἰτίους τῶν ὠφελημάτων ἄγουσιν, ἐπειδὰν δέ σφας ἐκκαρπώσωνται, οὐδὲν ἔτ' αὐτοὺς οἰκειοτέρους τῶν ἐχθίστων νομίζουσι. Τὸν γὰρ Κάσσιον καίπερ χαριζόμενόν σφισιν ὅμως ἐπ' αὐτοῖς οἷς ἐσεμνύνετο ἀπέκτειναν, καὶ ἔκδηλόν γε ὅτι ζηλοτυπηθεὶς, ἀλλ' οὐκ ἀδικήσας τι ἀπώλετο. XLII . Οἱ γὰρ ἐν τοῖς πράγμασιν ἀεὶ γιγνόμενοι ἐπειδὴ μηδένα ἄλλον τρόπον κατέχειν σφᾶς ἐδύναντο, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ὅπως πρὸς ἐκείνους ἀσχολίαν ἄγοντες, μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσιν. XLIII. Ὅτι συνεχέσιν ἀτυχήμασι Ῥωμαῖοι χρησάμενοι, καὶ δαιμονικὸν τοῦτο νομίσαντες, μίαν τῶν ἑστιάδων κατὰ τὰ πάτρια ζῶσαν κατορύττουσιν, ὡς αἰτίαν γενομένην τῆς θεοβλαβείας, διὰ τοῦ προέσθαι τὴν παρθενίαν, μιᾶναί τε μίξει παρανόμῳ τὰ ἱερά. XLIV.
Οὕτω
γοῦν ὑφ' ἑκατέρου
παρωξύνθησαν,
ὥστε καὶ τὴν
νίκην ἔνορκον
τοῖς
στρατηγοῖς
ὑποσχέσθαι·
πρὸς γὰρ τὴν
αὐτίκα ὁρμὴν
κύριοι καὶ τῆς
τύχης εἶναι
ἐνόμισαν.
XLV.
Ὅτι οἱ Φάβιοι
ἐπί τε τῷ
γένει καὶ τῷ
πλούτῳ ὅμοια
τοῖς ἀρίστοις
φρονοῦντες, ὡς
τάχιστα
αὐτοὺς
ἀθυμοῦντας
εἶδον·
ὅταν γάρ
τινες ἐς
πολλὰς ἅμα καὶ
δυσχερεῖς
πράξεις
ἐμπέσωσιν,
οὔτε τι
βούλευμα πρός
τε τὸ πλῆθος
καὶ πρὸς τὸ
ἀθρόον τῶν
κινδύνων
ἐξευρεῖν
δύνανται,
καὶ τῶν ἔργων
καὶ τὰ πάνυ
ῥᾴδια
ἀπογιγνώσκουσι,
κἀκ τούτου
ταῖς τε
γνώμαις καὶ
παρὰ τὸ εἰκὸς
ταῖς δόξαις
ἀναπίπτουσι
καὶ τὰ
πράγματα
ἑκόντες ὡς καὶ
μάτην
πονήσοντες
προίίενται,
καὶ τέλος
ἐπιτρέψαντές
σφας τοῖς ἐκ
τοῦ δαιμονίου
παραλόγοις
ἀναμένουσι
πάνθ'
ὅσα ἂν ἡ
συντυχία
ἐνέγκῃ. XLVI. Ὅτι οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ πλὴν βραχέων ἐπιθειάζοντές τινα ἀντέπραττον, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. Ἐννέα γάρ ποτε δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν· ἀλλ' οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν, πολλῷ τε πλείονα ἐλπίδα οἱ μετὰ ταῦτα ἀεὶ δημαρχοῦντες ἐκ τῆς ἑαυτῶν φιλονεικίας, ἢ δέος ἐκ τῆς ἐκείνων συμφορᾶς λαμβάνοντες, οὐκ ἠμβλύνοντο, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ὑπ' αὐτῶν τούτων ἐθρασύνοντο· τούς τε γὰρ ἀπολλυμένους ἐς δικαίωμα τῆς ὑπὲρ ἑαυτῶν τιμωρίας προεβάλλοντο. Καὶ αὐτοὶ μεγάλην ἡδονὴν ἐκ τοῦ καὶ παρὰ δόξαν ἀκινδύνως περιέσεσθαι νομίζειν προσετίθεντο. Ὥστε καὶ τῶν εὐπατριδῶν τινάς, ἐπειδὴ μηδὲν ἄλλως ἤνυτον, ἐς τὰ τοῦ πλήθους νομίσματα μεταστῆναι· τὴν γὰρ ταπεινότητα αὐτοῦ πολὺ ...... Πρὸς τὰς τῆς δημαρχικῆς ἰσχύος ἐπιθυμίας τῆς τῶν σφετέρων καλλωπισμάτων ἀσθενείας ἐνόμιζον εἶναι· καὶ μάλισθ' ὅτι καὶ δεύτερον καὶ τρίτον, ἐπὶ πλεῖόν τε ἔτι, καίπερ κωλυθὲν τό τινα δὶς τὴν ἀρχὴν λαμβάνειν, συχνοὶ καὶ ἐφεξῆς ἐδημάρχουν. XLVII. Ὅτι ἐς τοῦτο ὁ ὅμιλος ὑπ' αὐτῶν τῶν εὐπατριδῶν προήχθη· ὃ γάρ τοι ὑπὲρ ἑαυτῶν ἡγοῦντο ποιεῖν, τὸ πολέμους τινὰς ἀεὶ παρασκευάζειν σφίσιν, ὅπως ὑπό γε τῶν ἔξωθεν κινδύνων σωφρονεῖν ἀναγκάζωνται, τοῦτο θρασυτέρους αὐτοὺς ἀπειργάζετο: οὔτε γὰρ στρατεύειν, εἰ μὴ λάβοιεν ὧν ἑκάστοτε ἐπωρέγοντο, βουλόμενοι, καὶ ἀπροθύμως ὁπότε ἐξέλθοιεν ἀγωνιζόμενοι πάνθ' ὅσ' ἤθελον ἔπραττον. Κἀν τούτῳ καὶ ἀληθῶς οὐκ ὀλίγοι τῶν πλησιοχώρων σφίσι, τῇ ἐκείνων διχοστασίᾳ πλέον ἢ τῇ ἑαυτῶν δυνάμει θαρσοῦντες, ἐνεωτέριζον. XLVIII. Ὅτι οἱ Αἴκουοι τό τε Τούσκουλον λαβόντες, καὶ Μᾶρκον Μινούκιον νικήσαντες, ἐν φρονήματι ἐγένοντο, ὥστε καὶ τοῖς πρέσβεσι τοῖς τῶν Ῥωμαίων, οὓς ἐπὶ τῇ τοῦ χωρίου καταλήψει αἰτιώμενοί σφας ἔπεμψαν, πρὸς μὲν τὸ ἐπίκλημα μηδὲν ἀποκρίνασθαι· δρῦν δέ τινα διὰ τοῦ στρατηγοῦ σφων Κοιλίου Γράκχου δείξαντες, πρὸς ἐκείνην, εἴ τι βούλοιντο, λέγειν αὐτοὺς κελεῦσαι. XLIX. Ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι τὸν Μινούκιον ἐν κοίλῳ τινὶ καὶ λοχμώδει τόπῳ μετά τινων ἀπειλῆφθαι, δικτάτορα ἐπ' αὐτοὺς Λούκιον Κοίίντιον, καίπερ πένητα ὄντα, τό τε γῄδιον, ὃ μόνον αὐτῷ ὑπῆρχεν, αὐτοχειρίᾳ τότε γεωργοῦντα, προεχειρίσαντο· ἔς τε γὰρ τὰ ἄλλα ὅμοιος τοῖς πρώτοις ἀρετὴν ἦν καὶ σωφροσύνῃ διέπρεπεν, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιείς, ἀφ' οὗ δὴ καὶ Κιγκινᾶτος ἐπωνομάσθη. L. Ὅτι καὶ τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἐν τῷ ἄστει ἐταράχθη· οἵ τε γὰρ στρατευόμενοι φιλονεικίᾳ τοῦ μηδὲν τοῖς τὴν δυναστείαν ἔχουσι προχωρῆσαι, καὶ τὰ κοινὰ καὶ τὰ οἰκεῖα ἐθελονταὶ προίίεντο· καὶ ἐκεῖνοι οὐχ ὅτι τοῖς ὑπὸ τῶν ἐναντίων ἀπολλυμένοις σφῶν ἔχαιρον, ἀλλὰ καὶ αὐτοὶ πολλοὺς τῶν δραστηρίων τῶν τὰ τοῦ πλήθους πραττόντων ἐκ τρόπου δή τινος ἐπιτηδείου ἔφθειρον. Κἀκ τούτου στάσις οὐ σμικρά σφων συνηνέχθη. LI.
Ἐς
γὰρ τοῦτο
φιλοτιμίας
κἀκ τούτου καὶ
φιλονεικίας
ἀλλήλοις
ἀφίκοντο,
ὥστε μηκέτι
καθ' ἓν πάντας,
ὥσπερ
εἰώθεσαν,
ἀλλ' ἐκ
περιτροπῆς
ἰδίᾳ ἕκαστον
αὐτῶν ἄρχειν,
ἀφ' οὗ
οὐδὲν χρηστὸν
ἐγίγνετο·
τό τε γὰρ
οἰκεῖον,
οὐ τὸ κοινὸν
ἑκάστου αὐτῶν
σκοποῦντος,
καὶ βλαβῆναί
πῃ τὸ δημόσιον
μᾶλλον ἢ τὸν
συνάρχοντα
εὐδοκιμῆσαι
ἐθέλοντος,
πολλὰ καὶ
δυσχερῆ
συνέβαινεν. suite (livre VI) |