Livre 79.
[Avitus, le faux Antonin, et meurtres commis par lui, § 1-7.
Crimes dont il se rendit coupable, et comment il épousa une vestale, § 8- 10.
Elagabale, et de quelle manière ce prince, après avoir transporté Uranie à Rome, donna cette déesse en mariage à Elégabale, § 11-12.
Ses débauches, § 13- 16.
Comment il adopta son cousin, dont il changea le nom en celui d'Alexandre, § 17.18.
Comment il fut renversé et massacré, § 19-21.
Espace de temps, Ie rests du consulat de Macrin et d'Adventus, avec quatre autres années, pendant lesquelles lea consuls furent :
Le faux Antonin II et Licinius Sacerdos II.
Le faux Antonin III et Eutychianus Comazon.
Vettius Gratus Sabinianus et M. Fabius Vétillius Séleucus.
Le faux Antonin IV et M. Aurélius Alexandre Sévère.]
Τάδε α. Περὶ Ἀβίτου τοῦ καὶ Ψευδαντωνίνου καὶ τῶν φόνων ὧν εἰργάσατο β. Περὶ ὧν παρενόμησεν καὶ ὡς τὴν ἀειπαρθένον ἔγημε γ. Περὶ τοῦ Ἐλεογαβάλου καὶ ὡς τὴν Οὐρανίαν ἐς τὴν Ῥώμην μεταπεμψάμενος τῷ Ἐλεογαβάλῳ συνῴκισεν. δ. Περὶ τῆς ἀσελγείας αὐτοῦ. ε. Ὡς τὸν ἀνεψιὸν ἐποιήσατο, ὃν καὶ Ἀλέξανδρον μετωνόμασεν. [ζ.] Ὡς κατελύθη καὶ ἐσφάγη. Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Μακρίνου καὶ Ἀδβέντου ὑπατείας καὶ ἄλλα ἔτη δʹ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Ψευδαντωνῖνος τὸ βʹ καὶ Κ. Τινέιος Σακέρδως Ψευδαντωνῖνος τὸ γʹ καὶ Μ. Οὐαλέριος Κωμάζων Γ. Βέττιος Γρᾶτος Σαβινιανὸς καὶ Μ. Φλάβιος Βιτέλλιος Σέλευκος Ψευδαντωνῖνος τὸ δʹ καὶ Μ. Αὐρήλιος Σευῆρος Ἀλέξανδρος. 1. Ὁ δὲ δὴ Ἀουῖτος εἴτε Ψευδαντωνῖνος εἴτε καὶ Ἀσσύριος ἢ καὶ Σαρδανάπαλλος Τιβερῖνός τε (καὶ γὰρ 〈καὶ〉 ταύτην τὴν προσηγορίαν, ἐπειδὴ τὸ σῶμα σφαγέντος αὐτοῦ ἐς τὸν Τίβεριν ἐνεβλήθη, ἔλαβεν) τότε μὲν μετὰ τὴν νίκην ἔς τε τὴν Ἀντιόχειαν τῇ ὑστεραίᾳ ἐσῆλθε, πεντακοσίας τοῖς ἀμφ´ αὐτὸν στρατιώταις δραχμάς, ὅπως μὴ διαρπάσωσιν αὐτήν, οὗπερ τὰ μάλιστα ἐπεθύμουν, προϋποσχόμενος· ἅς που καὶ παρὰ τοῦ δήμου ἐσέπραξεν· καὶ ἐς τὴν Ῥώμην ἄλλα τε οἷα εἰκὸς ἦν ἐπέστειλε, πολλὰ μὲν τὸν Μακρῖνον ἄλλως τε καὶ ἐς τὴν δυσγένειαν τήν τε ἐπὶ τὸν Ἀντωνῖνον ἐπιβουλὴν διαβάλλων (πρὸς γοῦν τοῖς ἄλλοις τοῦτο ἔφη ὅτι "ᾧ μηδ´ ἐσελθεῖν ἐς τὸ συνέδριον μετὰ τὸ κήρυγμα τὸ χωρὶς τῶν βουλευτῶν τοὺς λοιποὺς ἐξεῖργον ἐξῆν, οὗτος ἐτόλμησεν τὸν αὐτοκράτορα, οὗ τὴν φρουρὰν ἐπεπίστευτο, δολοφονήσας τὴν ἀρχὴν αὐτοῦ παρασπάσασθαι καὶ αὐτοκράτωρ πρότερον ἢ βουλευτὴς γενέσθαι"), πολλὰ δὲ καὶ περὶ ἑαυτοῦ οὐχ ὅτι τοῖς στρατιώταις ἀλλὰ καὶ τῇ βουλῇ τῷ τε δήμῳ καθυπισχνούμενος (κατά τε γὰρ τὸν τοῦ Αὐγούστου, ᾧ καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ ἀφωμοίου, καὶ κατὰ τὸν τοῦ Ἀντωνίνου τοῦ Μάρκου ζῆλον ἅπαντα ἅπαξ πράξειν ἐπηγγείλατο), καὶ δῆτα καὶ αὐτὸ τοῦτο ἔγραψεν, αἰνιττόμενος πρὸς τὰς διαβολὰς τὰς ἐς αὐτὸν ὑπὸ τοῦ Μακρίνου θρυληθείσας, ὅτι τὴν ἡλικίαν τὴν ἐμὴν διαβαλεῖν ἐπεχείρησεν, αὐτὸς πενταετῆ υἱὸν ἀποδείξας. 2. Ταῦτά τε οὖν τῇ βουλῇ ἐπέστειλεν, καὶ τὰ ὑπομνήματα τὰ παρὰ τοῖς στρατιώταις γενόμενα τά τε γράμματα τοῦ Μακρίνου τὰ τῷ Μαξίμῳ γραφέντα ἔπεμψεν μὲν καὶ τῇ γερουσίᾳ ἔπεμψεν δὲ καὶ τοῖς στρατεύμασιν, ἵν´ ἐξ αὐτῶν ἔτι μᾶλλον τήν τε ἐκείνου μνήμην μισήσωσι καὶ ἑαυτὸν ἀγαπήσωσιν. Καὶ ἐν μὲν τῇ πρὸς τὴν βουλὴν ἐπιστολῇ τῷ τε πρὸς τὸν δῆμον γράμματι καὶ αὐτοκράτορα καὶ Καίσαρα, τοῦ τε Ἀντωνίνου υἱὸν καὶ τοῦ Σεουήρου ἔγγονον, εὐσεβῆ τε καὶ εὐτυχῆ καὶ Αὔγουστον, καὶ ἀνθύπατον τήν τε ἐξουσίαν τὴν δημαρχικὴν ἔχοντα ἑαυτὸν ἐνέγραψεν, προλαμβάνων αὐτὰ πρὶν ψηφισθῆναι, τῷ ....... | ματι οὐ τῷ τ....... | ἀλλὰ τῷ τοῦ π....... | ἐχρήσατο, ο........ | ησεν καὶ αν.. ...... | τὰ τῶν στρατιωτῶν ὑπομνήματα ο ........ | γὰρ δὴ τοῦ Μακρίνου ... | ματα καισαρ ....... | δὲ δὴ δορυφόροις καὶ Ἀλβανίοις τοῖς ἐν τῇ Ἰταλίᾳ οὖσι ....... | καὶ ὅτι ὕπατο ...... ρευσειηπρ ........ | λε καὶ τὰ με ........ | ριος Κηνσωρῖνος ... | προστασίαν ....... | ἀνελέξατο ........ | Μακρίνου ϲ ........ αὐτὸς ὡς οὐχ ...... | διὰ τῆς ἑαυτ....... | δημοσιωθ.......... | ἀναγνῶναι ........ | τὰ γράμματ...... Σαρδαναπαλλο...... ..|νος τοῦ κλ......... | ἐς τοὺς ὑπατευκότας ἐγκατελέξατο, ... .... ἐνετείλατο ἵνα, εἴ τις ἀνθίσταιτο, τῇ χειρὶ τῇ τῶν στρατιωτῶν χρήσηται· ἀφ´ οὗ δὴ ...... σια καὶ ἄκουσα πάντα ἐκείνοις δ . Ἀνέγνω . τῇ γὰρ ἐπαρτηθείσῃ ἀνάγκῃ οὐδὲν οὔτε τῶν δεόντων οὔτε τῶν συμφερόντων σφίσι πρᾶξαι ἠδυνήθησαν, ......, ἀλλὰ ὑπὸ τοῦ φόβου ἐξεπλάγησαν ........... ‖ ...... καὶ τόν τε Μακρῖνον, ὃν πάμπολλα ἐπῃνέκεσαν, ἐν πολεμίου μοίρᾳ σύν τε τῷ υἱεῖ ἐλοιδόρησαν, καὶ τὸν Ταραύταν, ὃν καὶ πολέμιον ἀποδεῖξαι πολλάκις ἠθελήκεσαν, τότε ἐσέμνυνον, καὶ τὸν υἱὸν δῆθεν αὐτοῦ ηὔχοντο ὅμοιον γενέσθαι αὐτῷ. ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτα. ὁ δὲ Ἀουῖτος τὸν Πολλίωνα ... τῆς Γερμανίας ..... ἄρξαι προσέταξεν, ἐπεὶ καὶ Βιθυνίας ......... τα ἐκεῖνος περιεγεγόνει. αὐτὸς δὲ καταμείνας τινὰς μῆνας ἐν τῇ Ἀντιοχείᾳ μέχρις οὗ τὴν ἀρχὴν πανταχόθεν ἐβεβαιώσατο, ἐς τὴν Βιθυνίαν ἦλθεν, πάρεδρον ...... οι πολλάκις ......... ν, ὥσπερ καὶ κατὰ τὴν Ἀντιόχειαν εἰώθει, ποιούμενος. ἔνθα δὲ ἐπιχειμάσας ἐς τὴν Ἰταλίαν διὰ τῆς Θρᾴκης καὶ τῆς Μυσίας καὶ τῆς Παννονίας ἑκατέρας ἐπορεύθη, κἀκεῖ μέχρι τῆς τοῦ βίου τελευτῆς κατέμεινεν, ἓν μέν τι καὶ σφόδρα ἀγαθοῦ αὐτοκράτορος ἔργον ποιήσας (πολλῶν γὰρ πολλὰ καὶ ἰδιωτῶν καὶ δήμων, τῶν τε ........ ι αὐτοῦ τούτων ........ τῆς τε βουλῆς, καὶ ἰδίᾳ καὶ κοινῇ ἔς τε τὸν Καράκαλλον καὶ ἑαυτόν, ἐκ τῶν τοῦ Μακρίνου γραμμάτων, καὶ λόγῳ καὶ ἔργῳ ὑβρισάντων, οὐδενὶ τὸ παράπαν οὔτε ἐπεξιέναι ἔφη οὔτε ἐπεξῆλθεν), ἐς δὲ δὴ τἆλλα πάντα καὶ αἰσχρουργότατα καὶ παρανομώτατα καὶ μιαιφονώτατα ἐξοκείλας, ὥστε τὰ μέν τινα αὐτῶν μηδ´ ἀρχὴν πώποτ´ ἐν τῇ Ῥώμῃ γενόμενα ὡς καὶ πάτρια ἀκμάσαι, τὰ δὲ καὶ τολμηθέντα ἄλλοτε ἄλλοις ὡς ἑκάστοις, ἔτεσι τρισὶ καὶ [ἐν] μησὶν ἐννέα ἡμέραις τε τέτταρσιν, ἐν αἷς ἦρξεν, ὥς γ´ ἄν τις ἀπὸ τῆς μάχης ἐν ᾗ τὸ παντελὲς κράτος ἔσχεν ἀριθμήσειεν, ἀνθῆσαι. Ἐφόνευσε μὲν γὰρ ἐν τῇ Συρίᾳ τόν τε Νέστορα καὶ Φάβιον Ἀγριππῖνον τὸν ἄρχοντα αὐτῆς, τῶν τε ἱππέων τῶν ἀμφὶ τὸν Μακρῖνον τοὺς πρώτους· ὅπερ που καὶ τῶν ἐν τῇ Ῥώμῃ τοὺς μάλιστα οἰκειωθέντας αὐτῷ εἰργάσατο· κἀν τῇ Ἀραβίᾳ Πεῖκαν Καιριανὸν τὸν ἐπιτετραμμένον αὐτήν, ὅτι μὴ παραχρῆμα αὐτῷ προσέθετο, ἔν τε τῇ Κύπρῳ Κλαύδιον Ἄτταλον τὸν τῆς Θρᾴκης ποτὲ ἄρξαντα, καὶ ὑπὸ μὲν τοῦ Σεουήρου ἐκ τοῦ συνεδρίου ἐν τῷ τοῦ Νίγρου πολέμῳ ἐκπεσόντα, ὑπὸ δὲ τοῦ Ταραύτου ἐς αὐτὸ ἐπαναχθέντα, καὶ τότε ἐκ τοῦ κλήρου τῇ Κύπρῳ προσταχθέντα, ὅτι τῷ Κωμάζοντι προσεκεκρούκει· στρατευόμενον γάρ ποτε αὐτὸν ἐν Θρᾴκῃ καὶ κακουργήσαντά τι ἐς τοὺς τριηρίτας ἀπεώσατο. 4. Τοιοῦτος γάρ τις ὁ Κωμάζων ὢν καὶ τοῦτο τοὔνομα ἔκ τε μίμων καὶ γελωτοποιίας ἔχων τῶν τε δορυφόρων ἦρξεν, ἐν μηδεμιᾷ τὸ παράπαν ἐπιτροπείᾳ ἢ καὶ προστασίᾳ τινὶ πλὴν τῆς τοῦ στρατοπέδου ἐξετασθείς, καὶ τὰς τιμὰς τὰς ὑπατικὰς ἔλαβεν, καὶ μετὰ τοῦτο καὶ ὑπάτευσεν καὶ ἐπολιάρχησεν, οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, ὃ μηδενὶ πώποτε ἄλλῳ ὑπῆρξεν· ὅθεν που καὶ τοῦτ´ ἐν τοῖς παρανομωτάτοις ἐξαριθμήσεται. Ὁ μὲν οὖν Ἄτταλος δι´ ἐκεῖνον ἀπέθανεν, ὁ δὲ δὴ Τρικκιανὸς διὰ τοὺς Ἀλβανίους ὧν ἐγκρατῶς ἐπὶ τοῦ Μακρίνου ἡγεῖτο, Καστῖνός θ´ ὅτι δραστήριός τε ἦν καὶ πολλοῖς στρατιώταις, ἔκ τε τῶν ἀρχῶν ὧν ἦρξε καὶ ἐκ τῆς πρὸς τὸν Ἀντωνῖνον συνουσίας, ἔγνωστο· διόπερ καὶ ὑπὸ τοῦ Μακρίνου τὴν ἄλλως προπεμφθεὶς ἐν Βιθυνίᾳ τὴν δίαιταν ἐποιεῖτο. Τοῦτόν τε οὖν ἀπέκτεινεν, καίτοι τῇ γερουσίᾳ περὶ αὐτοῦ γράψας ὅτι αὐτὸν εἰρχθέντα τῆς Ῥώμης, ὥσπερ καὶ τὸν Ἄσπρον τὸν Ἰούλιον, ὑπὸ τοῦ Μακρίνου ἀποκατέστησεν, καὶ Σύλλαν τὸν τῆς Καππαδοκίας ἄρξαντα, καίπερ ἀπηλλαγμένον ἐξ αὐτῆς, ὅτι τ´ ἐπολυπραγμόνει τινά, καὶ ὅτι [τε] μεταπεμφθεὶς ὑπ´ αὐτοῦ ἐκ τῆς Ῥώμης ἀπήντησε τοῖς στρατιώταις τοῖς Κελτικοῖς οἴκαδε μετὰ τὴν ἐν τῇ Βιθυνίᾳ χειμασίαν, ἐν ᾗ τινὰ ὑπετάραξαν, ἀπιοῦσιν. Οὗτοι μὲν δὴ διὰ ταῦτα ἀπώλοντο, καὶ οὐδὲ ἐπεστάλη τι περὶ αὐτῶν τῇ γερουσίᾳ, Σέιος δὲ δὴ Κᾶρος ὁ Φουσκιανοῦ τοῦ πολιαρχήσαντος ἔκγονος ὅτι τε ἐπλούτει καὶ ὅτι μέγας καὶ νοῦν ἔχων ἦν, πρόφασιν ὡς καὶ συνιστάς τινας τῶν ἐν τῷ Ἀλβανῷ στρατευομένων (καὶ μόνου γε ἐκείνου ἀποδεικνύντος τινὰ ἤκουσεν ἐν τῷ παλατίῳ, ἐν ᾧ καὶ ἐσφάγη), Οὐαλεριανός τε Παῖτος ὅτι εἰκόνας τινὰς ἑαυτοῦ ἐπιχρύσους πρὸς παλλακίδων κοσμήματα ἐξετύπωσεν· ἐκ γὰρ τούτου καὶ αἰτίαν ἔσχεν ὡς καὶ [ἐς] Καππαδοκίαν ὅμορον τῇ πατρίδι αὐτοῦ οὖσαν (Γαλάτης γὰρ ἦν) ἀπελθεῖν ἐπὶ νεωτερισμῷ διανοούμενος, καὶ κατὰ τοῦτο χρυσοῦς γλύμμα ἑαυτοῦ φέροντας ποιούμενος. 5. Καὶ ἐπὶ τούτοις καὶ ὑπὸ τῆς βουλῆς ἐθανατώθη ὁ Μεσσάλας ὁ Σίλιος ὅ τε Βάσσος ὁ Πομπώνιος, ἐγκλήματα λαβόντες ὅτι [ἔφη] τοῖς πραττομένοις ὑπ´ αὐτοῦ οὐκ ἠρέσκοντο. Τοῦτο γὰρ οὐδὲ τῇ βουλῇ γράψαι περὶ αὐτῶν ὤκνησεν, ἐξεταστάς τε αὐτοὺς τοῦ ἑαυτοῦ βίου καὶ ἐπιτιμητὰς τῶν ἐν τῷ παλατίῳ δρωμένων εἰπὼν εἶναι· "τὰς γάρ τοι τῆς ἐπιβουλῆς δῆθεν αὐτῶν ἀποδείξεις οὐκ ἔπεμψα ὑμῖν" ἔφη, "ὅτι μάτην ἀναγνωσθήσεσθαι ἔμελλον ἤδη σφῶν τεθνηκότων." Ὑπῆν δέ τι καὶ ἕτερον αἰτίαμα πρὸς Μεσσάλαν, ὅτι πολλὰ ἐρρωμένως ἐν τῷ συνεδρίῳ ἀπεφαίνετο· διόπερ καὶ κατ´ ἀρχὰς αὐτὸν ἐς τὴν Συρίαν, ὡς καὶ πάνυ τι αὐτοῦ δεόμενος, μετεπέμψατο, ὅπως μὴ καὶ καθηγεμὼν αὐτῇ ἀλλοδοξίας γένηται. Τῷ δὲ δὴ Βάσσῳ, ὅτι γυναῖκα καὶ εὐπρεπῆ καὶ εὐγενῆ εἶχεν· τοῦ τε γὰρ Σεουήρου 〈τοῦ〉 Κλαυδίου καὶ τοῦ Ἀντωνίνου τοῦ Μάρκου ἀπόγονος ἦν. Ἀμέλει καὶ ἔγημεν αὐτήν, μηδὲ ἐκθρηνῆσαι τὴν συμφορὰν ἐπιτρέψας. Καὶ περὶ μὲν τῶν γάμων αὐτοῦ, ὧν τε ἐγάμει ὧν τε ἐγήματο, αὐτίκα λελέξεται· καὶ γὰρ ἠνδρίζετο καὶ ἐθηλύνετο καὶ ἔπραττεν καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα ..... | δὲ δὴ δυς ............ περὶ αὐτϲ | ........... σίᾳ ἐφο ............ | σαντων ............ | νος καὶ μ........... | λιωνα δε α..... ..... | ὑφ´ ὧν πε ............ | τευομεν ............ | τω τειχε ........... | κτο ἰδίαν .......... ἀμυνομε ............ | Σέργιος α.......... | τὸν Καρο........... | τινα καὶ μ....... ... | προσδιει .......... | ουν ἐκ τι ........... | δρωνων ...... ....... | τινα διατ.......... | ποιήσας ............ | ὑπ´ αὐτ ............ | διωλομ............. | δενος η............ | τ´ ἐκείνου .......... | αἰτίαν ἐπι ......... | φόνῳ τὰ μ....... ... | τε ἱππέων .......... | Καισαρείων ........ | ἐφθάρησαν ......... | οὐδὲν δεο .......... ‖ ......... ν 6. Δὲ δὴ τὸν τὴν ἐπανάστασιν κατασκευάσαντα, τὸν ἐς τὸ στρατόπεδον αὐτὸν ἐσαγαγόντα, τὸν τοὺς στρατιώτας προσαποστήσαντα, τὸν τὴν νίκην αὐτῷ τὴν κατὰ τοῦ Μακρίνου παρασχόντα, τὸν τροφέα, τὸν προστάτην, ἐν ἀρχῇ εὐθὺς τῆς ἡγεμονίας ἐν τῇ Νικομηδείᾳ ἀποκτείνας ἀνοσιώτατος ἀνδρῶν ἐνομίσθη. Ἄλλως μὲν γὰρ καὶ τρυφερώτερον διῃτᾶτο καὶ ἡδέως ἐδωροδόκει, οὐ μὴν οὔτε αἴτιός τινος κακοῦ οὐδενὶ ἐγένετο καὶ πολλοὺς πολλὰ εὐηργέτησε. Τὸ δὲ μέγιστον, ἰσχυρῶς αὐτὸν περιεῖπε, καὶ τῇ Μαίσῃ τῇ τε Σοαιμίδι σφόδρα ἤρεσκε, τῇ μὲν ὅτι ἐτέθραπτο ὑπ´ αὐτῆς, τῇ δὲ ὅτι συνῴκει τρόπον τινὰ αὐτῇ. Ἀλλ´ οὔτι γε διὰ τοῦτ´ αὐτὸν κατεχρήσατο, ὁπότε καὶ συμβόλαιον αὐτῷ γαμικὸν ποιῆσαι καὶ Καίσαρα αὐτὸν ἀποδεῖξαι ἠθέλησεν, ἀλλ´ ὅτι σωφρόνως τε καὶ ἐμφρόνως ζῆν ὑπ´ αὐτοῦ ἠναγκάζετο. Καὶ αὐτός γε αὐτοχειρίᾳ πρῶτος αὐτὸν κατέτρωσε διὰ τὸ μηδένα τῶν στρατιωτῶν ἄρξαι τοῦ φόνου τολμῆσαι. Ταῦτα μὲν οὕτως ἐγένετο, ....
|
[Avitus, le faux Antonin, et meurtres commis par lui, § 1-7. Crimes dont il se rendit coupable, et comment il épousa une vestale, § 8- 10. Elagabale, et de quelle manière ce prince, après avoir transporté Uranie à Rome, donna cette déesse en mariage à Elégabale, § 11-12. Ses débauches, § 13- 16. Comment il adopta son cousin, dont il changea le nom en celui d'Alexandre, § 17.18. Comment il fut renversé et massacré, § 19-21. Espace de temps, Ie rests du consulat de Macrin et d'Adventus, avec quatre autres années, pendant lesquelles lea consuls furent : Le faux Antonin II et Licinius Sacerdos II. Le faux Antonin III et Eutychianus Comazon. Vettius Gratus Sabinianus et M. Fabius Vétillius Séleucus. Le faux Antonin IV et M. Aurélius Alexandre Sévère.]
1. Avitus, qu'on I'appelle, soit faux Antonin, soit Assyrien, ou encore Sardanapale et Tibérien (car il reçut aussi ce dernier nom après que son cadavre eut été jeté dans le Tibre) , [Avitus, à la suite de sa victoire, entra. le lendemain à Antioche, après avoir promis cinq cents drachmes aux soldats qui I'entouraient, afin qu'ils ne pillassent pas la ville, ce dont ils avaient grande envie, somme qu'il leva, cela va sans dire, sur le peuple; il écrivit aussi à Rome une lettre où, entre autres choses appropriées aux circonstances, il prodiguait les invectives à Macrin sur l'obscurité de sa naissance et sur sa conspiration contre Antonin (à ses autres reproches il ajoutait le suivant : "Un homme à qui il n'était pas permis d'entrer dans l'assemblée du sénat après la proclamation qui en écarte tous ceux qui ne sont pas sénateurs, a osé assassiner traîtreusement l'empereur dont la garde lui était confiée, afin de s'emparer du pouvoir et se faire empereur avant d'être sénateur)" ; où il prodiguait sur son propre compte les promesses, non seulement aux soldats, mais au sénat et au peuple (il prétendait se conduire absolument en tout d'après I'exemple d'Auguste, dont il comparait I'âge au sien, et d'après l'exemple de Marc-Antonin) ; il écrivit encore ces paroles, où il faisait allusion aux critiques publiées contre lui par Macrin : "Il a essayé de critiquer mon âge, lui qui a nommé empereur son fils âgé de cinq ans." 2. Tel fut son message au sénat. Il expédia à cette compagnie, il expédia aux légions, un mémoire sur ce qui s'était passé parmi les soldats, ainsi que la lettre écrite à Maximus par Macrin, afin d'exciter par là davantage encore la haine pour la mémoire de Macrin et l'amour pour sa propre personne. Dans sa lettre au sénat et dans son adresse au peuple, il prit les titres d'empereur, de César, de fils d'Antonin, de petit-fils de Sévère, de Pieux, d'Heureux, d'Auguste, de proconsul, de prince ayant la puissance tribunitienne . . . . . . . (fragments en grec) il le mit au rang des consulaires, et lui enjoignit, dans le cas où il rencontrerait quelque résistance, d'avoir recours au bras des soldats ; aussi fut-elle lue en entier, malgré le mauvais vouloir . . . . . . . . . .contraints par la nécessité qui les pressait, ils ne purent rien faire en vue de leur dignité ni de leurs intérêts ; ils furent frappés de terreur et rendirent le décret ; Macrin, qu'ils avaient comblé d'éloges, ils I'accablèrent d'insultes, comme un ennemi public, lui et son fils ; et Tarautas, que mainte fois ils avaient voulu déclarer ennemi, ils le glorifiaient alors, et.faisaient des voeux pour que son fils lui ressemblât. (fragments en grec) ayant fait un acte digne d'un bon empereur, un grand nombre de particuliers, en effet, de peuples et de Romains, en effet, de peuples et de Romains . . . . . . . . . . ] ayant, comme hommes privés et comme hommes publics, ainsi que le firent connaître les lettres de Macrin, commis en paroles et en actions une foule d'outrages tels envers CaracalIus] et envers lui-même, [il déclara qu'il ne punirait], et il ne punit en effet, qui que ce fût ; bien que. dans tout le reste de sa conduite, il ait poussé la débauche, l'injustice et la cruauté à un tel excès que [certains usages tout à fait inconnus à Rome y furent pratiqués comme venant de nos ancêtres, et que les crimes: commis isolément par d'autres en divers endroits] s'y maintinrent florissants pendant les trois ans neuf mois quatre jours que dura son règne, compté de la bataille qui le mit en possession du souverain pouvoir. [Il versa le sang, en Syrie, de Nestor, et de Fabius Agrippinus, gouverneur de cette province, ainsi que celui des principaux chevaliers qui entouraient Macrin ; chose qu'il fit aussi à Rome pour ceux qui étaient le plus attachés à la cause de ce prince ; en Arabie, celui de Picas Caerianus, à qui était confiée l'administration de cette contrée, parce qu'il ne s'était pas sur-le-champ rangé à son parti ; en Cypre, celui de Claudius Attalus, ancien gouverneur de la Thrace, chassé du sénat par Sévère, au temps de la guerre contre Niger, rétabli par Tarautas dans sa dignité, et mis par le sort à la tête de la province de Cypre, parce qu'il avait offensé Comazon ; en effet, lorsque jadis celui-ci servait en Thrace, Attalus I'avait, pour cause d'infraction à son devoir, relégué parmi les rameurs.] 4. Avec ce caractère, Comazon (c'était un nom qu'il avait mérité comme mime et comme bouffon), eut le commandement des prétoriens, bien que n'ayant à aucun titre exercé aucune charge de procurateur ou de préfet, sinon de préfet de camp ; [Il reçut Ies ornements consulaires,] et il fut ensuite consul ; (il fut aussi préfet urbain] non pas une fois seulement, mais une deuxième et une troisième fois ce qui n'a jamais eu lieu pour personne ; aussi ce fait sera-t-il compté au nombre des actes les plus illégaux. [Attalus donc fut mis à mort à cause de Comazon ; quant à Triecianus, ce fut à cause des Albaniens qu'il commandait sévèrement sous Macrin, et aussi parce qu'il était homme d'action, et qu'il était connu d'un grand nombre de soldats tant à cause des charges qu'il avait exercées qu'à cause de son intimité avec Antonin ; ce qui lui avait valu d'être, après mûre réflexion, envoyé en avant par Macrin en Bithynie, où il avait établi sa résidence. Le faux Antonin mit donc à mort Attalus, bien qu'il eût écrit au sénat à son sujet qu'il l'avait rappelé à Rome d'où il avait été, ainsi que Julius Asper, éloigné par Macrin, et Sylla, ancien gouverneur de la Cappadoce, bien qu'alors parti de cette province, parce qu'il se mêlait à certaines intrigues et parce que, mandé par lui à Rome, il était allé au-devant des soldats gaulois retournant dans leurs foyers après avoir passé l'hiver en Bithynie, où ils avaient excité un certain trouble. Ces deux personnages périrent pour ces motifs sans qu'avis en fût donné au sénat ; quant à Séjus Carus, petit-fils de Fuscianus autrefois préfet de Rome, ce fut parce qu'il était riche, qu'il était grand et qu'il avait de l'intelligence, sous prétexte d'avoir poussé à la sédition des soldats de la légion d'Albe (comme c'était le prince seul qui le dénonçait la cause de Séjus fut entendue dans le palais, où il fut égorgé);] Valérianus Paetus, parce qu'il avait fait faire des portraits de lui en or destinés à la parure de ses maîtresses ; [cette action fit, en même temps, accuser d'avoir eu l'intention de passer en Cappadoce, province limitrophe de sa patrie (il était Galate), pour y exciter un soulèvement, et d'avoir, dans cette vue, fabriqué des pièces d'or portant son image gravée.
5. En outre d'eux, furent à mis à mort
par le sénat], Silius Messala et Pomponius Bassus, sous
l'inculpation d'avoir, disait I'empereur, désapprouvé sa conduite.
Il ne craignit pas d'en écrire au sénat, qu'il appelait
I'examinateur de sa vie et le censeur de ce qui se passait dans le
palais : [,Quant aux preuves de leur complot, ajoutait-il, je ne
vous les ai pas envoyées, car on les lirait en vain, attendu qu'ils
sont déjà morts." .] Il avait aussi une raison secrète : [Messala
plusieurs fois avait exprimé avec force son avis dans le sénat ;
aussi l'avait-il, dès le principe, mandé en Syrie, comme s'il eût eu
absolument besoin de lui, de peur qu'il ne fit prévaloir un avis
différent dans cette assemblée ; quant à] Bassus, sa femme était
belle et noble (elle était petite-fille de Claudius Sévèrus et de
Marc-Antonin) ; il l'épousa sans lui permettre, [tellement il lui
inspira de frayeur,] de pleurer le malheur de son mari. Bientôt, il
sera parlé des épousailles où il était époux et épouse, car il se
donnait et pour homme et pour femme ; et il faisait l'un et l'autre
avec la dernière impudence . . . . . . (fragments en grec)
6 . .. . . . . . le meurtre de Gannys,
qui avait préparé le soulèvement, qui I'avait mené au camp, qui lui
avait donné la victoire sur Macrin, de Gannys son père nourricier et
son tuteur, commis par Iui, à Nicomédie, dès le commencement de son
règne, le fit regarder comme le plus impie des hommes. Gannys menait
une vie pleine, de mollesse, et recevait avec plaisir les présents ;
mais, loin d'avoir causé de mal à personne, il accorda à nombre de
gens de nombreux bienfaits ; et, ce qui est plus important, il était
plein de zèle pour son prince et dans les bonnes grâces de Maesa et
de Soaemis ; de l'une, parce qu'elle I'avait élevé, de I'autre,
parce qu'il cohabitait, pour ainsi dire, avec elle. Mais ce ne fut
pas pour ce motif que l'empereur le fit mourir, puisqu'il avait
voulu faire avec lui un contrat de mariage et le nommer César ; ce
fut parce que Gannys le forgeait à observer la tempérance et la
sagesse. Ce fut le prince lui-même qui, le premier, de sa propre
main, blessa Gannys, attendu que personne parmi les soldats n'osa
commencer. Voilà comment les choses se passèrent. |
7. ... Δὲ Οὐῆρος ἐπιτολμήσας καὶ αὐτὸς τῇ μοναρχίᾳ ἐν τῷ τρίτῳ στρατοπέδῳ τῷ Γαλλικῷ, οὗ ἦρχε, καὶ Γέλλιος Μάξιμος ἐκ τῆς αὐτῆς αἰτίας, καίπερ ὑποστρατηγῶν ἐν τῇ Συρίᾳ τῇ ἑτέρᾳ τοῦ τετάρτου τοῦ Σκυθικοῦ τείχους, ἐδικαιώθησαν. Οὕτω γάρ που πάντα ἄνω κάτω συνεχύθη ὥστε ἐκείνους τὴν ἔφεσιν τῆς ἀρχῆς τὸν μὲν ἐξ ἑκατοντάρχων ἐς τὴν γερουσίαν ἐσγραφέντα, τὸν δὲ ἰατροῦ υἱὸν ὄντα ἐς τὸν νοῦν ἐμβαλέσθαι. Τούτους δὲ δὴ μόνους ὠνόμασα οὐχ ὅτι καὶ μόνοι ἐξεφρόνησαν, ἀλλ´ ὅτι βουλῆς ἦσαν, ἐπεί τοι καὶ ἕτερός τις ἑκατοντάρχου υἱὸς ἐπεχείρησε τὸ αὐτὸ ἐκεῖνο στρατόπεδον τὸ Γαλλικὸν συνταράξαι, καὶ μάλα ἄλλος τις ἐριουργὸς τὸ τέταρτον, ἕτερός τε ἰδιώτης τὸν στόλον τὸν ἐν τῇ Κυζίκῳ ναυλοχοῦντα, ὅτε καὶ ὁ Ψευδαντωνῖνος ἐν τῇ Νικομηδείᾳ ἐχείμαζεν, καὶ ἄλλοι δὲ πολλοὶ ἄλλοθι καὶ ἀλλαχόθι, ὥστε καὶ ἑτοιμότατον ὂν τοῖς βουλομένοις ἄρξαι, τῷ καὶ παρ´ ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν πολλοὺς τῆς ἡγεμονίας ἐπιβεβατευκέναι, νεωτερίσαι τολμῆσαι. Καὶ μηδεὶς ἀπιστήσῃ τῷ λεχθέντι· τὰ μὲν γὰρ λοιπὰ τὰ τῶν ἰδιωτῶν παρ´ ἀνδρῶν ἀξιοπίστων πυθόμενος, τὸ δὲ δὴ κατὰ τὸν στόλον αὐτὸς ἐγγύθεν ἐκ τῆς Περγάμου ἀκριβώσας ἔγραψα, ἧς, ὥσπερ καὶ τῆς Σμύρνης ταχθεὶς ὑπὸ τοῦ Μακρίνου ἐπεστάτησα· ἀφ´ οὗπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ἄπιστόν μοι κατεφάνη. 8. Φόνων μὲν οὖν ἐχόμενα ταῦτα αὐτῷ ἐπράχθη, ἔξω δὲ δὴ τῶν πατρίων ἁπλᾶ μὲν καὶ μηδὲν μέγα κακὸν ἡμῖν φέροντα, πλὴν καθ´ ὅσον παρὰ τὸ καθεστηκὸς ἐκαινοτομήθη, ὅτι τε τῶν ὀνομάτων τινὰ τῶν ἐς τὴν ἡγεμονίαν αὐτοῦ τεινόντων, πρὶν ψηφισθῆναι, ὥσπερ εἶπον, αὐτὸς ἑαυτῷ ἔθετο, καὶ ὅτι τῇ τοῦ Μακρίνου ὑπατείᾳ, μήτε χειροτονηθεὶς ἐπ´ αὐτὴν μήτε ὅλως ἐφαψάμενος αὐτῆς (προδιήνυστο γάρ), αὑτὸν ἀντενέγραψε, καίτοι τὸ κατ´ ἀρχὰς ἀπὸ τοῦ Ἀδουέντου [μὲν] ὡς καὶ μόνου ὑπατευκότος τὸν ἐνιαυτὸν ἐν τρισὶ γράμμασι διαδηλώσας, ὅτι 〈τε〉 δεύτερον δὴ ὑπατεύειν ἐπεχείρησεν, μηδεμίαν πρόσθεν μήτε ἀρχὴν λαβὼν μήτε τιμὴν ἀρχῆς, καὶ ὅτι τῇ ἐπινικίῳ στολῇ ὑπατεύων ἐν τῇ Νικομηδείᾳ, ἐν τῇ τῶν εὐχῶν ἡμέρᾳ, οὐκ ἐχρήσατο. 9. Ἔγημε δὲ Κορνηλίαν Παῦλαν, ἵνα δὴ θᾶσσον, ὥσπερ ἔφη, πατὴρ γένηται ὁ μηδ´ ἀνὴρ εἶναι δυνάμενος. Ἐν δ´ οὖν τοῖς γάμοις οὐχ ὅπως ἡ γερουσία ἥ τε ἱππάς, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ τῶν βουλευτῶν διανομήν τινα ἔλαβον, ὅ τε δῆμος πεντήκοντα καὶ ἑκατὸν δραχμαῖς καὶ οἱ στρατιῶται ἑκατὸν πλείοσιν εἱστιάθησαν, μονομάχων τε ἀγῶνες ἐγένοντο, ἱμάτιον αὐτοῦ περιπόρφυρον ἐνδύντος, ὃ καὶ ἐν ταῖς εὐχωλιμαίαις θέαις ἐπεποιήκει. Καὶ θηρία ἄλλα τε πολλὰ καὶ ἐλέφας τίγριδές τε μία καὶ πεντήκοντα ἐσφάγησαν· ὃ μηδεπώποτε ἀθρόον ἐγεγόνει. Εἶτα τὴν Παῦλαν ὡς καὶ κηλῖδά τινα περὶ τὸ σῶμα ἔχουσαν ἀποπέμψας Ἀκυλίᾳ Σεουήρᾳ συνῴκησεν, ἐκφανέστατα παρανομήσας· ἱερωμένην γὰρ αὐτὴν τῇ Ἑστίᾳ ἀσεβέστατα ᾔσχυνεν. Ἐτόλμησε δὲ καὶ εἰπεῖν ὅτι "ἵνα δὴ καὶ θεοπρεπεῖς παῖδες ἔκ τε ἐμοῦ τοῦ ἀρχιερέως ἔκ τε ταύτης τῆς ἀρχιερείας γεννῶνται, τοῦτ´ ἐποίησα." Καὶ ἐφ´ οἷς αὐτὸν ἐν τῇ ἀγορᾷ αἰκισθέντα εἶτα ἐς τὸ δεσμωτήριον ἐμβληθῆναι κἀνταῦθα θανατωθῆναι ἔδει, ἐπὶ τούτοις ἐκαλλωπίζετο. Καὶ οὐδ´ ἐκείνην μέντοι ἐπὶ πολὺ κατέσχεν, ἀλλὰ ἑτέραν, εἶθ´ ἑτέραν καὶ μάλα ἄλλην ἔγημε, καὶ μετὰ τοῦτο πρὸς τὴν Σεουῆραν ἐπανῆλθεν. 10. Ἐγεγόνει δὲ καὶ τέρατα ἐν τῇ Ῥώμῃ, ἄλλα τε καὶ ἐκ τοῦ ἀγάλματος τῆς Ἴσιδος, ὃ ὑπὲρ τὸ ἀέτωμα τοῦ ναοῦ αὐτῆς ἐπὶ κυνὸς ὀχεῖται· τὸ γὰρ πρόσωπον ἐς τὸ εἴσω μετέστρεψεν. Ὁ δὲ Σαρδανάπαλλος καὶ ἀγῶνας ἐποίει καὶ θέας συχνάς, ἐν αἷς Αὐρήλιος Ἕλιξ ὁ ἀθλητὴς εὐδοκίμησεν, ὃς τοσοῦτον τοὺς ἀνταγωνιστὰς ὑπερῆρεν ὥστε πάλην τε ἅμα καὶ παγκράτιον ἐν τῇ Ὀλυμπίᾳ ἀγωνίσασθαι ἐθελῆσαι, κἀν τοῖς Καπιτωλίοις καὶ ἄμφω νικῆσαι. Οἱ μὲν γὰρ Ἠλεῖοι φθονήσαντες αὐτῷ, μή (τὸ λεγόμενον δὴ τοῦτο) ἀφ´ Ἡρακλέους ὄγδοος γένηται, οὐδὲ ἐκάλεσαν ἐς τὸ στάδιον παλαιστὴν οὐδένα, καίπερ ἐν τῷ λευκώματι καὶ τοῦτο τὸ ἄθλημα προγράψαντες· ἐν δὲ δὴ τῇ Ῥώμῃ καὶ ἐνίκησεν ἑκάτερον, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει. 11 Τῶν δὲ δὴ παρανομημάτων αὐτοῦ καὶ τὸ κατὰ τὸν Ἐλεγάβαλον ἔχεται, οὐχ ὅτι θεόν τινα ξενικὸν ἐς τὴν Ῥώμην ἐσήγαγεν, οὐδ´ ὅτι καινοπρεπέστατα αὐτὸν ἐμεγάλυνεν, ἀλλ´ ὅτι καὶ πρὸ τοῦ Διὸς αὐτοῦ ἤγαγεν αὐτόν, καὶ ὅτι καὶ ἱερέα αὐτοῦ ἑαυτὸν ψηφισθῆναι ἐποίησεν, ὅτι τε τὸ αἰδοῖον περιέτεμε, καὶ ὅτι χοιρείων κρεῶν, ὡς καὶ καθαρώτερον ἐκ τούτων θρησκεύσων, ἀπείχετο (ἐβουλεύσατο μὲν γὰρ παντάπασιν αὐτὸ ἀποκόψαι· ἀλλ´ ἐκεῖνο μὲν τῆς μαλακίας ἕνεκα ποιῆσαι ἐπεθύμησε, τοῦτο δὲ ὡς καὶ τῇ τοῦ Ἐλεγαβάλου ἱερατείᾳ προσῆκον ἔπραξεν· ἐξ οὗ δὴ καὶ ἑτέροις τῶν συνόντων συχνοῖς ὁμοίως ἐλυμήνατο)· καὶ μέντοι καὶ ὅτι τὴν ἐσθῆτα τὴν βαρβαρικήν, ᾗ οἱ τῶν Σύρων ἱερεῖς χρῶνται, καὶ δημοσίᾳ πολλάκις ἑωρᾶτο ἐνδεδυμένος· ἀφ´ οὗπερ οὐχ ἥκιστα καὶ τὴν τοῦ Ἀσσυρίου ἐπωνυμίαν ἔλαβεν. Ἵνα δὲ παρῶ τάς τε βαρβαρικὰς ᾠδὰς ἃς ὁ Σαρδανάπαλλος τῷ Ἐλεγαβάλῳ ᾖδε τῇ μητρὶ ἅμα καὶ τῇ τήθῃ, τάς τε ἀπορρήτους θυσίας ἃς αὐτῷ ἔθυε, παῖδας σφαγιαζόμενος καὶ μαγγανεύμασι χρώμενος, ἀλλὰ καὶ ἐς τὸν ναὸν αὐτοῦ λέοντα καὶ πίθηκον καὶ ὄφιν τινὰ ζῶντα ἐγκατακλείσας, αἰδοῖά τε ἀνθρώπου ἐμβαλών, καὶ ἄλλ´ ἄττα ἀνοσιουργῶν, περιάπτοις τέ τισι μυρίοις ἀεί ποτε χρώμενος, —ἵνα ταῦτα παραδράμω, καὶ γυναῖκα, τὸ γελοιότατον, Ἐλεγαβάλῳ ἐμνήστευσε καθάπερ καὶ γάμου παίδων τε δεομένῳ. Καὶ ἔδει γὰρ μήτε πενιχρὰν μήτε δυσγενῆ τινὰ εἶναι αὐτήν, τὴν Οὐρανίαν τὴν τῶν Καρχηδονίων ἐπελέξατο, καὶ ἐκεῖθέν τε αὐτὴν μετεπέμψατο καὶ ἐς τὸ παλάτιον καθίδρυσεν, ἔδνα τε αὐτῇ παρὰ πάντων τῶν ὑπηκόων, ὥσπερ καὶ ἐπὶ τῶν ἑαυτοῦ γυναικῶν, ἤθροισε. Τὰ μὲν δὴ οὖν ἔδνα, ὅσα ἐδόθη ζῶντος αὐτοῦ, μετὰ ταῦτα εἰσε πράχθη· τὴν δὲ δὴ προῖκα οὐκ ἔφη κομίσασθαι, πλὴν δύο λεόντων χρυσῶν, οἳ καὶ συνεχωνεύθησαν. Ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων Ὅτι χρήματα πολλὰ ὁ Μακρῖνος ἐν τῷ βασιλικῷ εὑρὼν διεσπάθησεν, καὶ οὐκ ἐξήρκουν αἱ πρόσοδοι πρὸς ἀναλώματα. 13. Ἀλλ´ οὗτος ὁ Σαρδανάπαλλος, ὁ καὶ τοὺς θεοὺς γάμου νόμῳ συνοικίζειν ἀξιῶν, ἀσελγέστατα αὐτὸς διεβίω. Ἔγημε μὲν γὰρ πολλὰς γυναῖκας, καὶ ἔτι πλείοσιν ἄνευ τινὸς νομίμου προσρήσεως συνείργνυτο, οὐ μέντοι ὡς καὶ αὐτός τι αὐτῶν δεόμενος, ἀλλὰ ἵνα τῇ συγκοιμήσει τῇ μετὰ τῶν ἐραστῶν τὰ ἔργα αὐτῶν μιμῆται 〈καὶ〉 κοινωνοὺς τῆς ὕβρεως, φύρδην ἀναφερόμενος αὐταῖς, λαμβάνῃ. Πολλὰ μὲν γὰρ καὶ ἄτοπα, ἃ μήτε λέγων μήτε ἀκούων 〈ἂν〉 τις καρτερήσειεν, καὶ ἔδρασε τῷ σώματι καὶ ἔπαθε· τὰ δὲ δὴ περιφανέστατα, καὶ ἃ μηδ´ ἂν ἀποκρύψαιτό τις, τάδε ἐστίν. Ἐς καπηλεῖα ἐσῄει νύκτωρ περιθεταῖς κόμαις χρώμενος, καὶ τὰ τῶν καπηλίδων εἰργάζετο. Ἐς τὰ πορνεῖα τὰ περιβόητα ἐσεφοίτα, καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπορνεύετο. Καὶ τέλος ἐν τῷ παλατίῳ οἴκημά τι ἀποδείξας ἐνταῦθα ἠσέλγαινε, γυμνός τ´ ἀεὶ ἐπὶ τῆς θύρας αὐτοῦ ἑστὼς ὥσπερ αἱ πόρναι, καὶ τὸ σινδόνιον χρυσοῖς κρίκοις ἐξηρτημένον διασείων, τούς τε παριόντας ἁβρᾷ τε καὶ κεκλασμένῃ τῇ φωνῇ προσεταιριζόμενος. Ἦσαν γὰρ οἷς ἐξεπίτηδες τοῦτο ποιεῖν προσετέτακτο. Ὥσπερ γὰρ καὶ ἐς τἆλλα, καὶ ἐς ἐκεῖνο διερευνητὰς συχνοὺς εἶχε, δι´ ὧν ἐπολυπραγμόνει τοὺς μάλιστα αὐτὸν ἀρέσαι τῇ ἀκαθαρσίᾳ δυναμένους. Χρήματά τε παρ´ αὐτῶν συνέλεγε, καὶ ἐγαυροῦτο ταῖς ἐμπολαῖς· πρός τε τοὺς συνασχημονοῦντάς οἱ διεφέρετο, πλείους τε ἐραστὰς αὐτῶν ἔχειν καὶ πλεῖον ἀργυρίζεσθαι λέγων. 14. Καὶ ταῦτα μὲν πρὸς πάντας ὁμοίως τοὺς χρωμένους αὐτῷ ἔδρα, ἤδη δὲ καὶ ἐξαίρετόν τινα ἄνδρα ἔσχεν, ὃν Καίσαρα διὰ τοῦτ´ ἀποδεῖξαι ἠθέλησεν. Ἤλαυνε μὲν γὰρ ἅρμα τῇ πρασίῳ στολῇ χρώμενος, ἰδίᾳ τε καὶ οἴκοι, εἴγε οἶκον ἔνι φάναι τοῦτ´ εἶναι ἔνθα ἠγωνοθέτουν οἵ τε ἄλλοι οἱ περὶ αὐτὸν πρῶτοι, καὶ ἱππῆς 〈καὶ〉 Καισάρειοι, καὶ οἱ ἔπαρχοι αὐτοὶ ἥ τε τήθη καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες καὶ προσέτι καὶ τῶν ἐκ τῆς βουλῆς ἄλλοι τε καὶ ὁ Λέων ὁ πολίαρχος, καὶ ἐθεῶντο αὐτὸν καὶ ἁρματηλατοῦντα καὶ χρυσοῦς ὥσπερ τινὰ τῶν τυχόντων αἰτοῦντα, τούς τε ἀγωνοθέτας καὶ τοὺς στασιώτας προσκυνοῦντα. Ὅτι ἐν τῷ δικάζειν τινὰ ἀνήρ πως εἶναι ἐδόκει, ἐν δὲ δὴ τοῖς ἄλλοις τῷ ἔργῳ καὶ τῷ σχήματι τῆς φωνῆς ὡραΐζετο. Τά τε γὰρ ἄλλα καὶ ὠρχεῖτο, οὔτι γε ἐν ὀρχήστρᾳ μόνον, ἀλλὰ καὶ ἐμβαδίζων τρόπον τινὰ καὶ θύων ἀσπαζόμενός τε καὶ δημηγορῶν. Καὶ τέλος, ἵν´ ἤδη ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανέλθω, καὶ ἐγήματο, γυνή τε καὶ δέσποινα βασιλίς τε ὠνομάζετο, καὶ ἠριούργει, κεκρύφαλόν τε ἔστιν ὅτε ἐφόρει, καὶ τοὺς ὀφθαλμοὺς ἐνηλείφετο, ψιμυθίῳ τε καὶ ἐγχούσῃ ἐχρίετο. Ἅπαξ μὲν γάρ ποτε ἀπεκείρατο τὸ γένειον, καὶ ἐπ´ αὐτῷ ἑορτὴν ἤγαγε· μετὰ δὲ τοῦτ´ ἐψιλίζετο, ὥστε καὶ ἐκ τούτου γυναικίζειν. Καὶ πολλάκις καὶ κατακείμενος τοὺς βουλευτὰς ἠσπάζετο. 15. Ὁ δὲ δὴ ἀνὴρ αὐτῆς Ἱεροκλῆς ἦν, Καρικὸν ἀνδράποδον, Γορδίου ποτὲ παιδικὰ γενόμενον, παρ´ οὗ καὶ ἁρματηλατεῖν ἔμαθεν. Κἀκ τούτου καὶ παραδοξότατα αὐτῷ ἠρέσθη. Ἐν γάρ τοι ἱπποδρομίᾳ τινὶ ἐκπεσὼν τοῦ ἅρματος κατ´ αὐτὴν τὴν τοῦ Σαρδαναπάλλου ἕδραν τό τε κράνος ἐν τῇ πτώσει ἀπέρριψε, καὶ ἐκφανεὶς αὐτῷ (λειογένειος δ´ ἔτι ἦν καὶ κόμῃ ξανθῇ ἐκεκόσμητο) ἀνηρπάσθη τε εὐθὺς ἐς τὸ παλάτιον, κἀν τοῖς νυκτερινοῖς ἔργοις ἔτι καὶ μᾶλλον ἑλὼν αὐτὸν ὑπερηυξήθη, ὥστε καὶ ὑπὲρ αὐτὸν ἐκεῖνον ἰσχῦσαι, καὶ βραχύ τι νομισθῆναι τὸ τὴν μητέρα αὐτοῦ ἔτι δούλην οὖσαν ἔς τε τὴν Ῥώμην ὑπὸ στρατιωτῶν ἀχθῆναι κἀν ταῖς τῶν ὑπατευκότων γυναιξὶ συναριθμηθῆναι. Πολλάκις μὲν γὰρ καὶ ἄλλοι τινὲς ἐτιμήθησαν ὑπ´ αὐτοῦ καὶ ἠδυνήθησαν, οἱ μὲν ὅτι συνεπανέστησαν, οἱ δὲ ὅτι ἐμοίχευον αὐτόν· καὶ γὰρ μοιχεύεσθαι δοκεῖν, ἵνα κἀν τούτῳ τὰς ἀσελγεστάτας γυναῖκας μιμῆται, ἤθελε, καὶ πολλάκις ἑκὼν καὶ ἐπ´ αὐτοφώρῳ ἡλίσκετο, καὶ διὰ τοῦτο καὶ ἐλοιδορεῖτο ἀσελγῶς πρὸς τοῦ ἀνδρός, καὶ ὥστε καὶ ὑπώπια σχεῖν πληγὰς ἐλάμβανεν. Ἐκεῖνον δ´ οὖν οὕτως οὐ κούφῃ τινὶ φορᾷ ἀλλὰ πόνῳ καὶ δευσοποιῷ ἔρωτι ἠγάπα, ὥστε μὴ ὅτι ἐπὶ τοιούτῳ τινὶ ἀγανακτῆσαι, ἀλλὰ καὶ τοὐναντίον ἐπ´ αὐτοῖς ἐκείνοις μᾶλλον αὐτὸν φιλῆσαι, καὶ Καίσαρα ὄντως ἀποφῆναι ἐθελῆσαι, καὶ τῇ τε τήθῃ διὰ τοῦτο ἐμποδὼν γενομένῃ ἀπειλῆσαι, καὶ τοῖς στρατιώταις οὐχ ἥκιστα δι´ αὐτὸν προσκροῦσαι.
|
7. . . . Vérus, pour avoir, lui aussi, dans la troisième légion Gallica, dont il avait le commandement, osé tourner ses vues vers le souverain pouvoir, et Maximus Gellius, pour la même cause, bien qu'il ne fût que lieutenant de la quatrième Scythica, dans la seconde Syrie, furent livrés au supplice. Tout, en effet, était tellement bouleversé, en haut comme en bas, que ces officiers, dont l'un était devenu sénateur après avoir été centurion, et dont l'autre était fils d'un médecin, se mirent en tête d'aspirer à l'empire. S'ils sont les seuls que j'aie cités, ce n'est pas parce qu'ils furent les seuls qui se laissèrent aller à cette extravagance, c'est parce qu'ils faisaient partie du sénat ; car un autre, un fils de centurion, essaya aussi de mettre le trouble dans cette même légion Gallica, tandis qu'un autre, qui n'était qu'un ouvrier en laine, entreprenait la quatrième, et qu'un autre encore, un simple particulier, s'adressait à la flotte mouillée à Cyzique, pendant que le faux Antonin était en quartiers d'hiver à Nicomédie. Il y eut également bien d'autres tentatives dans d'autres endroits ; tellement le grand nombre de ceux qui avaient, contre tout espoir et sans en être dignes, foulé de leurs pieds la route du souverain pouvoir avait aplani le chemin à ceux qui voulaient régner et qui osaient se révolter. Que personne ne refuse d'ajouter foi à mes paroles ; . . . . . l'ayant appris de simples particuliers, d'hommes dignes de foi. Quant aux faits relatifs à la flotte, je les ai écrits après exactes informations prises de Pergame, ville située près des lieux, et dont l'administration ainsi que celle de Smyrne, m'avait été remise par Macrin ; ce qui m'a été une raison de ne tenir pour incroyable aucun des autres. 8. Voilà pour ce qui concerne le sang versé ; quant à ce qu'Elagabale fit contre les coutumes des ancêtres, les choses sont simples et ne nous ont causé aucun dommage important, si ce n'est, toutefois, qu'il introduisit des nouveautés contraires à nos usages, en prenant de lui-même, comme je l'ai dit, avant qu'ils ne lui eussent été décernés, des titres relatifs à son autorité, en se substituant à Macrin dans le consulat sans y avoir été élu et sans y être jamais arrivé (ce consulat, en effet, était terminé), bien qu'au principe, il eût, dans trois lettres, déclaré I'année, à partir du consulat d'Adventus, comme écoulée sous le consulat d'Adventus seul, et tenté d'être consul une seconde fois, sans avoir auparavant reçu ni charge, ni ornements d'une charge ; et, enfin, parce, qu'à Nicomédie, il n'avait pas, étant consul], fait usage, [le jour des voeux, de la toge triomphale]. 9. Il épousa Cornélia Paula, à dessein, disait-il, de devenir plus tôt père, lui, qui ne pouvait même pas être homme à la célébration de ces noces, non seulement le sénat et le corps équestre, mais encore les femmes des sénateurs reçurent des largesses ; le peuple eut un festin du prix de cent cinquante drachmes, et les soldats en eurent un de plus de cent ; il donna aussi des combats de gladiateurs où il assista revêtu de la toge prétexte, ce qu'il faisait également pour les jeux votifs. Il y eut aussi quantité de bêtes massacrées, entre autres un éléphant et cinquante et un tigres, ce qui n'avait jamais eu lieu en une seule fois. Ensuite, ayant répudié Paula, sous prétexte qu'elle avait une tache sur le corps, il se maria avec Aquilia Sévéra, par l'infraction le plus manifeste aux lois ; car il souilla cette Vestale par une flagrante impiété. II osa dire : "C'est pour que de moi, grand-pontife, et d'elle, grande-vestale, il naisse des enfants divins, que j'ai fait cela ; et, ces sacrilèges, pour lesquels il aurait dû, après avoir été battu de verges sur le Forum, être jeté en prison et y être mis à mort, il ne craignait pas de s'en glorifier. Il ne la garda pourtant pas longtemps ; il en prit une autre, puis une autre, et une autre encore ; après quoi il revint à Sévéra.
10. Il y eut aussi des prodiges à
Rome, entre autres, celui de la statue d'Isis placée au faîte du
temple de cette divinité, où elle est portée sur un chien ;
cette statue, en effet, tourna sa face du côté de l'intérieur. Quant
à Sardanapale, il donnait des combats de gladiateurs et des jeux
fréquents, jeux où l'athlète Aurélius Aelix se signala ; en effet,
il fut tellement supérieur à ses antagonistes, qu'il voulut
combattre, à Olympie, à la lutte et au pancrace, et que, dans, les
jeux Capitolins, il remporta cette double victoire. Les Eléens, en
effet, jaloux de lui, craignant que (Comme dit le proverbe) il ne
fût le huitième depuis Hercule, n'appelèrent aucun lutteur dans le
stade, bien que, sur l'affiche, ils eussent proposé ce combat ;
mais, à Rome, Aelix l'emporta l'une et l'autre victoire, ce que
personne n'avait encore fait. Pour passer sous silence les chants barbares que Sardanapale chantait, avec sa mère et avec son aïeule, en I'honneur d'Elagabale, les sacrifices secrets qu'il lui offrait, immolant des enfants, recourant à des pratiques magiques ; pour ne rien dire d'un lion, d'un singe et d'un serpent vivants qu'il renferma dans le temple de son dieu de membres virils qu'il y jeta, ni de toutes les autres impiétés qu'il commit, ainsi que des mille amulettes dont il faisait usage. 12. Pour laisser de côté, dis-je, toutes ces extravagances, il fiança, ce qui est le comble du ridicule, une femme à Elagabale, comme si ce dieu eut eu besoin de femme et d'enfants. De plus (cette femme ne devait pas être pauvre ni d'une naissance obscure), il choisit I'Uranie des Carthaginois, la fit venir de chez eux, l'établit dans le palais, et ramassa pour elle, ainsi qu'il l'avait fait pour ses propres femmes, des présents de noce parmi tous les sujets de l'empire. Tous ces présents, qui avaient été donnés de son vivant, furent, plus tard, exigés comme une contribution ; quant à la dot, il déclara qu'il n'avait reçu que deux lions d'or, qui furent fondus. [On dressa au faux Antonin une statue d'or, remarquable par le nombre et la variété de ses ornements.) [Ayant trouvé de grosses sommes dans le trésor impérial, il les dissipa toutes, et les revenus ne suffirent pas aux dépenses.]
13. Cependant ce Sardanapale, qui
voulait unir les dieux par des mariages réguliers, menait lui-même
la vie la plus déréglée. [Il épousa plusieurs femmes], et il
s'enferma avec un plus grand nombre encore, [sans que cette union
eût aucun titre légal], non qu'il eût en rien besoin d'elles, mais
pour imiter leurs actes en couchant avec des galants, et avoir, en
se mêlant avec elles, des complices de ses turpitudes]. Il fit et
souffrit en son corps des saletés innombrables, dont personne
n'oserait entreprendre de faire ni d'écouter le récit ; mais les
plus éclatantes de ses débauches, celles que personne ne saurait
dissimuler, les voici. Il entrait, la nuit, dans les cabarets, avec
des cheveux postiches, et y remplissait les fonctions de
cabaretière. Il se rendait dans les lupanars fameux, où après en
avoir chassé les courtisanes, il se livrait à la prostitution.
Enfin, il établit dans le palais un appartement où il s'abandonnait
à l'incontinence, sans cesse debout, nu, à la porte de cet
appartement, comme les prostituées, tirant le rideau attaché avec
des anneaux d'or, et invitant les passants avec la voix molle et
brisée des courtisanes. Il y avait des gens chargés de se laisser
attirer. Car, comme pour les autres choses, il avait, pour cet
objet, une foule d'éclaireurs, qui s'occupaient de chercher ceux
qui, par leur impudicité, pouvaient lui procurer le plus de plaisir.
Il tirait de I'argent d'eux et se glorifiait de ses gains ; il était
constamment en discussion avec ses compagnons de débauche,
prétendant avoir plus d'amants et ramasser plus d'argent qu'eux. Il conduisait des chars en habit vert dans son privé et dans sa demeure, s'il est possible d'appeler cela une demeure ; il avait pour agonothètes, les principaux citoyens de son entourage, [des chevaliers, des Césariens,] les préfets du prétoire eux-mêmes, son aïeule, sa mère, ses épouses, et, en outre, des membres du sénat, entre autres Léon, préfet de Rome : ces personnes le voyaient conduire un char, demander des pièces d'or comme un combattant ordinaire, s'incliner respectueusement devant les agonothètes et les soldats. [Quand il rendait la justice, il semblait être homme jusqu'à un certain point ; dans les autres cas, il faisait le beau par ses gestes et par le ton de sa voix.] Au reste, il sentait le danseur non seulement sur le théâtre, mais encore dans sa démarche, en sacrifiant, en saluant, en haranguant le peuple. Enfin, pour reprendre le fil de mon récit, il se fit épouser et se fit appeler femme, maîtresse, impératrice ; il travaillait en laine et portait quelquefois un réseau ; [il se peignait le dessous des yeux et se fardait avec la céruse et I'anchuse.] Une fois, il se rasa le menton et célébra une fête à cette occasion ; depuis il s'épila, pour être par là plus sembIable à une femme. Souvent il admettait, couché les sénateurs à le saluer.
15. Le mari de cette femme était
Hiéroclès, esclave carien, [ancien mignon de Gordius], qui lui avait
appris à conduire un char. Il en était devenu amoureux dans une
circonstance fort étrange que voici : Hiéroclès dans les jeux du
cirque, étant tombé de son char contre le siège même de |
16. Καὶ ὁ μὲν ἔμελλέ που καὶ διὰ ταῦτα ἀπολεῖσθαι, Αὐρήλιος δὲ δὴ Ζωτικός, ἀνὴρ Σμυρναῖος, ὃν καὶ Μάγειρον ἀπὸ τῆς τοῦ πατρὸς τέχνης ἀπεκάλουν, καὶ ἐφιλήθη πάνυ ὑπ´ αὐτοῦ καὶ ἐμισήθη, καὶ διὰ τοῦτο καὶ ἐσώθη. Οὗτος γὰρ δὴ καλὸν μὲν καὶ τὸ πᾶν σῶμα ὥστε καὶ ἐν ἀθλήσει ἔχων, πολὺ δὲ δὴ πάντας τῷ τῶν αἰδοίων μεγέθει ὑπεραίρων, ἐμηνύθη τε αὐτῷ ὑπὸ τῶν ταῦτα ἐξεταζόντων, καὶ ἐξαίφνης ἐκ τῶν ἀγώνων ἀναρπασθεὶς ἀνήχθη τε ἐς τὴν Ῥώμην ὑπὸ πομπῆς ἀπλέτου καὶ ὅσην οὔτε Αὔγαρος ἐπὶ τοῦ Σεουήρου οὔτε Τιριδάτης ἐπὶ τοῦ Νέρωνος ἔσχε, πρόκοιτός τε καὶ πρὶν ὀφθῆναί οἱ ἀποδειχθείς, καὶ τῷ τοῦ Ἀουίτου τοῦ πάππου αὐτοῦ ὀνόματι τιμηθείς, καὶ στεφανώμασιν ὥσπερ ἐν πανηγύρει ἠσκημένος, ἐς τὸ παλάτιον λυχνοκαΐᾳ πολλῇ λαμπόμενος ἐσῆλθε. Καὶ ὃς ἰδὼν αὐτὸν ἀνέθορέ τε ἐρρυθμισμένως, καὶ προσειπόντα, οἷα εἰκὸς ἦν, "κύριε αὐτοκράτορ χαῖρε," θαυμαστῶς τόν τε αὐχένα γυναικίσας καὶ τοὺς ὀφθαλμοὺς ἐπεγκλάσας ἠμείψατο, καὶ ἔφη οὐδὲν διστάσας "μή με λέγε κύριον· ἐγὼ γὰρ κυρία εἰμί." Καὶ ὁ μὲν συλλουσάμενός τε αὐτῷ παραχρῆμα, καὶ ἐπὶ πλεῖον ἐκ τῆς γυμνώσεως, ἅτε καὶ ἰσόρροπον τῇ φήμῃ εὑρὼν αὐτὸν ὄντα, πασχητιάσας ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη, κἀν τοῖς κόλποις ὥσπερ τις ἐρωμένη δεῖπνον εἵλετο· ὁ δὲ Ἱεροκλῆς φοβηθεὶς μὴ καὶ μᾶλλον αὐτὸν ἑαυτοῦ δουλώσηται, καί τι δι´ αὐτοῦ δεινόν, οἷα ἐν ἀντερασταῖς εἴωθε γίγνεσθαι, πάθῃ, φαρμάκῳ τινὶ αὐτὸν διὰ τῶν οἰνοχόων, προσφιλῶν που ἑαυτῷ ὄντων, ἐξεθήλυνε. Καὶ οὕτως ἐκεῖνος ἀστυσίᾳ παρὰ πᾶσαν τὴν νύκτα συσχεθεὶς ἀφῃρέθη τε πάντων ὧν ἐτετυχήκει, καὶ ἐξηλάθη ἔκ τε τοῦ παλατίου καὶ ἐκ τῆς Ῥώμης καὶ μετὰ ταῦτα καὶ ἐκ τῆς λοιπῆς Ἰταλίας· ὃ καὶ ἔσωσεν αὐτόν. 17. Ἔμελλε δέ που καὶ αὐτὸς ὁ Σαρδανάπαλλος ἀξιώτατον τῆς μιαρίας τῆς ἑαυτοῦ μισθὸν οὐ πολλῷ ὕστερον κομιεῖσθαι. Ἅτε γὰρ ταῦτα ποιῶν καὶ ταῦτα πάσχων ἐμισήθη ὑπό τε τοῦ δήμου καὶ ὑπὸ τῶν στρατιωτῶν, οἷς μάλιστα προσέκειτο, καὶ τελευταῖον καὶ ἐν αὐτῷ τῷ στρατοπέδῳ ὑπ´ αὐτῶν ἐσφάγη.
Ἔσχε δὲ οὕτως. Τὸν Βασσιανὸν τὸν ἀνεψιὸν αὑτοῦ ἐς
τὸ συνέδριον ἐσαγαγών, καὶ τὴν Μαῖσαν καὶ τὴν Σοαιμίδα ἑκατέρωθεν
παραστησάμενος, παῖδα ἔθετο, ἑαυτὸν δὲ ὡς καὶ πατέρα ἐξαίφνης τηλικούτου
παιδίου, ὃς καὶ πολὺ τῇ ἡλικίᾳ αὐτοῦ προέχοντα, ἐμακάρισε, καὶ μηδὲν ἄλλου
τέκνου δεῖσθαι ἔφησεν, ἵν´ ἡ οἰκία αὐτοῦ ἄνευ ἀθυμιῶν διαγένηται· καὶ γὰρ τὸν
Ἐλεγάβαλον τοῦτό τέ οἱ ποιῆσαι καὶ Ἀλέξανδρον αὐτὸν προσονομάσαι κεκελευκέναι.
Καὶ ἔγωγε πείθομαι ἐκ θείας τινὸς παρασκευῆς ὡς ἀληθῶς αὐτὰ γεγονέναι,
τεκμαιρόμενος οὐχ οἷς ἐκεῖνος εἶπεν, ἀλλ´ ἔκ τε τοῦ λεχθέντος αὐτῷ ὑπό τινος,
ὅτι ἄρα τις Ἀλέξανδρος ἐξ Ἐμέσης ἐλθὼν 18. Ὀλίγον γὰρ τούτων πρότερον δαίμων τις Ἀλέξανδρός τε ὁ Μακεδὼν ἐκεῖνος εἶναι λέγων καὶ τὸ εἶδος αὐτοῦ τήν τε σκευὴν ἅπασαν φέρων, ὡρμήθη τε ἐκ τῶν περὶ τὸν Ἴστρον χωρίων, οὐκ οἶδ´ ὅπως ἐκείνῃ ἐκφανείς, καὶ διά τε τῆς Ἀσίας καὶ τῆς Θρᾴκης διεξῆλθε βακχεύων μετ´ ἀνδρῶν τετρακοσίων, θύρσους, τε καὶ νεβρίδας ἐνεσκευασμένων, κακὸν οὐδὲν δρώντων. Ὡμολόγητο δὲ παρὰ πάντων τῶν ἐν τῇ Θρᾴκῃ τότε γενομένων ὅτι καὶ καταγωγαὶ καὶ τὰ ἐπιτήδεια αὐτῷ πάντα δημοσίᾳ παρεσκευάσθη· καὶ οὐδεὶς ἐτόλμησεν οὔτ´ ἀντειπεῖν οἱ οὔτ´ ἀντᾶραι, οὐκ ἄρχων, οὐ στρατιώτης, οὐκ ἐπίτροπος, οὐχ οἱ τῶν ἐθνῶν ἡγούμενοι, ἀλλ´ ὥσπερ ἐν πομπῇ τινι μεθ´ ἡμέραν ἐκ προρρήσεως ἐκομίσθη μέχρι τοῦ Βυζαντίου. Ἐντεῦθεν γὰρ ἐξαναχθεὶς προσέσχε μὲν τῇ Χαλκηδονίᾳ γῇ, ἐκεῖ δὲ δὴ νυκτὸς ἱερά τινα ποιήσας καὶ ἵππον ξύλινον καταχώσας ἀφανὴς ἐγένετο. Ταῦτα μὲν ἐν τῇ Ἀσίᾳ ἔτι, ὡς εἶπον, ὤν, πρὶν καὶ ὁτιοῦν περὶ τὸν Βασσιανὸν ἐν τῇ Ῥώμῃ γενέσθαι, ἔμαθον. 19. Ἕως μὲν οὖν ὁ Σαρδανάπαλλος τὸν ἀνεψιὸν ἐφίλει, ἐσώζετο· ἐπεὶ δὲ πάντας ὑπώπτευε καὶ ἐμάνθανε πρὸς ἐκεῖνον ῥέποντας ὁλοσχερῶς ταῖς εὐνοίαις, ἐτόλμησε μεταγνῶναι καὶ πάντα ἐπὶ καθαιρέσει αὐτοῦ ἔπραττεν. Ὡς δέ ποτε καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρησεν, οὐ μόνον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ αὐτὸς ἀποθανεῖν ἐκινδύνευσεν· ὅ τε γὰρ Ἀλέξανδρος ὑπό τε τῆς μητρὸς καὶ τῆς τήθης ὑπό τε τῶν στρατιωτῶν ἰσχυρῶς ἐφυλάσσετο, καὶ οἱ δορυφόροι αἰσθόμενοι τὴν ἐπιχείρησιν τοῦ Σαρδαναπάλλου δεινῶς ἐθορύβησαν, οὐ πρίν τε ἐπαύσαντο στασιάζοντες ἢ τὸν Σαρδανάπαλλον τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ καταλαβόντα, πολλά τε ἱκετεύσαντα καὶ τοὺς ἐξαιτηθέντας παρ´ αὐτῶν τῶν συνασελγαινόντων αὐτῷ ἐκδοῦναι ἀναγκασθέντα, ὑπέρ τε τοῦ Ἱεροκλέους οἰκτρὰ λαλήσαντα καὶ δάκρυσι κλαύσαντα, τήν τε σφαγὴν τὴν ἑαυτοῦ προδείξαντα, καὶ ἐπειπόντα "ἕνα μοι τοῦτον χαρίσασθε, ὅ τι βούλεσθε περὶ αὐτοῦ ὑποτοπήσαντες, ἢ ἐμὲ ἀποκτείνατε," μόλις αὐτοὺς ἐκμειλίξασθαι. Τότε μὲν οὖν μόλις ἐσώθη· καὶ γὰρ καὶ ἡ τήθη αὐτοῦ ἐμίσει τε αὐτὸν ἐφ´ οἷς ἔπραττεν, ὡς οὐδὲ τοῦ Ἀντωνίνου υἱὸν ὄντα, καὶ πρὸς τὸν Ἀλέξανδρον ὡς καὶ ὄντως ἐξ αὐτοῦ γεγονότα ἀπέκλινε· 20. Μετὰ δὲ ταῦτα ἐπιβεβουλευκὼς πάλιν τῷ Ἀλεξάνδρῳ, καὶ θορυβησάντων ἐπὶ τούτῳ τῶν δορυφόρων σὺν αὐτῷ ἐς τὸ στρατόπεδον ἐσελθών, ὡς ᾔσθετο φυλαττόμενον ἑαυτὸν ἐπὶ ἀναιρέσει, ἐπειδὴ καὶ αἱ μητέρες αὐτῶν ἐκφανέστερον ἢ πρὶν ἀλλήλαις μαχόμεναι τοὺς στρατιώτας ἠρέθιζον, φεύγειν πως ἐπεχείρησε. Καὶ ἔμελλεν ἐς τύλλον ἐμβληθεὶς ἐκδρᾶναί ποι, φωραθεὶς δὲ ἀπεσφάγη, ὀκτωκαίδεκα ἔτη γεγονώς. Καὶ αὐτῷ καὶ ἡ μήτηρ (περιπλακεῖσα γὰρ ἀπρὶξ εἴχετο) συναπώλετο. Καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἀπεκόπησαν, καὶ τὰ σώματα γυμνωθέντα τὸ μὲν πρῶτον διὰ πάσης τῆς πόλεως ἐσύρη, ἔπειτα τὸ μὲν τῆς γυναικὸς ἄλλως πως ἐρρίφη, τὸ δὲ ἐκείνου ἐς τὸν ποταμὸν ἐνεβλήθη. 21. Καὶ αὐτῷ ἄλλοι τε καὶ ὁ Ἱεροκλῆς οἵ τε ἔπαρχοι συναπώλοντο καὶ Αὐρήλιος Εὔβουλος, ὃς Ἐμεσηνὸς μὲν τὸ γένος ἦν, καὶ ἐς τοσοῦτον ἀσελγείας καὶ μιαρίας ἐχώρησεν ὥστε καὶ ὑπὸ τοῦ δήμου πρότερον ἐξαιτηθῆναι. Τοὺς γὰρ δὴ καθόλου λόγους ἐπιτετραμμένος οὐδὲν ὅ τι οὐκ ἐδήμευσε. Τότε δ´ οὖν ὑπό τε τοῦ δήμου καὶ τῶν στρατιωτῶν διεσπάσθη, καὶ Φούλουιος σὺν αὐτῷ ὁ πολίαρχος. Καὶ αὐτὸν ὁ Κωμάζων, ὡς καὶ τὸν πρὸ αὐτοῦ, διεδέξατο· ὥσπερ γὰρ προσωπεῖόν τι ἐς τὰ θέατρα ἐν τῷ διακένῳ τῆς τῶν κωμῳδῶν ὑποκρίσεως ἐσεφέρετο, [καὶ] οὕτω καὶ ἐκεῖνος τῇ τῶν πολιαρχησάντων ἐπ´ αὐτοῦ κενῇ χώρᾳ προσετάττετο. Ὅ τε Ἐλεγάβαλος αὐτὸς ἐκ τῆς Ῥώμης παντάπασιν ἐξέπεσε. Τὰ μὲν τοῦ Τιβερίνου οὕτως ἔσχε, καὶ οὐδεὶς οὐδὲ τῶν συγκατασκευασάντων αὐτῷ τὴν ἐπανάστασιν καὶ μέγα ἐπ´ αὐτῷ δυνηθέντων, πλὴν ἑνός που, ἐσώθη. ὅτι ὁ Ψευδαντωνῖνος ὑπὸ στρατιωτῶν κατεφρονήθη καὶ ἀνῃρέθη· ὅταν γὰρ ἐθισθῶσί τινες καὶ ταῦτα ὡπλισμένοι καταφρονεῖν τῶν κρατούντων, οὐδένα ὅρον τῆς ἐξουσίας ἐπὶ τὸ πράττειν ἃ βούλονται ποιοῦνται, ἀλλὰ καὶ κατ´ αὐτοῦ τοῦ δόντος ταύτην ὁπλίζονται ὅτι ποτὲ ὁ αὐτὸς τοῦτο εἶπεν "οὐδὲν δέομαι ὀνομάτων ἐκ πολέμου καὶ αἵματος· ἀρκεῖ γάρ μοι καὶ εὐσεβῆ καὶ εὐτυχῆ παρ´ ὑμῶν καλεῖσθαι". ὅτι Ψευδαντωνῖνος ἐπαινούμενός ποτε παρὰ τῆς βουλῆς εἶπεν ὅτι "ὑμεῖς μὲν ἀγαπᾶτέ με καὶ νὴ Δία καὶ ὁ δῆμος καὶ τὰ ἔξω στρατόπεδα.Τοῖς δὲ δορυφόροις οἷς τοσαῦτα δίδωμι οὐκ ἀρέσκω." ὅτι τινῶν συνηγορούντων τῷ Ψευδαντωνίνῳ καὶ εἰπόντων ὡς εὐτυχὴς εἴη τῷ υἱῷ συνυπατεύων, ἔφη "εὐτυχέστερος ἔσομαι κατὰ τὸν ἑξῆς ἐνιαυτὸν μετὰ γνησίου υἱοῦ μέλλων ὑπατεύειν.
|
16. Quant à Aurélius Zoticus, de Smyrne, qu'on appelait le Cuisinier, à cause de la profession de son père, il fut éperdument aimé et depuis haï par 1'empereur, ce qui Iui sauva la vie. Cet homme qui, pour son métier d'athlète, avait Ie corps entièrement beau, et qui surpassait tout le monde par la grosseur des parties, lui fut signalé par ceux qui étaient chargés de ces sortes de recherches : enlevé tout à coup aux luttes, il fut amené à Rome avec une pompe magnifique, plus grande que celle qui avait été déployée pour Augaros sous Sévère ou pour Tiridate sous Néron ; nommé cubiculaire avant d'avoir été vu par I'empereur, [décoré du nom d'Avitus, son aïeul, et ceint de couronnes comme dans une fête solennelle, ] il fit son entrée dans le palais à la lueur d'une multitude de flambeaux. A sa vue, le prince s'élança d'un pas cadencé, et lorsque Zoticus lui eut, comme il le devait, adressé ces mots : "Empereur,mon maître, salut !", il lui répondit sans la moindre hésitation, en penchant à ravir la tête comme une femme et en cligant des yeux : "Ne m'appelle pas ton maître ; je suis ta maîtresse." Après avoir, à l'heure même, pris le bain avec lui, et avoir attendu qu'iI le trouvait à la hauteur de sa renommée, augmenté son ardeur en Ie contemplant nu, il se coucha sur les genoux et soupa sur son sein comme une femme aimée. Mais Hiéroclès, craignant que Zoticus n'asservît le prince plus que lui, et ne lui rendit, comme c'est la coutume entre rivaux d'amour, quelgue mauvais office, lui fit donner, par les échansons, qui étaient ses amis, un breuvage qui I'énerva. Zoticus ainsi confondu, faute d'érection durant toute la nuit, fut dépouiIIé de tous les présents qu'il avait reçus, chassé du palais et de Rome et, plus tard, du reste de I'Italie, disgrâce qui lui sauva la vie. 17. Quant à Sardanapale lui-même, il ne devait pas tarder à recevoir la récompense que méritaient si bien ses infamies. En faisant et en souffrant de pareilles choses, il s'attira Ia haine du peuple et des soldats, son principal appui, et à la fin il fut massacré par eux dans le camp même. Voici comment la chose se passa. Amenant dans le sénat Bassianus, son. cousin, et plaçant à ses côtés Maesa, et Soaemis, il l'adopta pour fils ; il vanta son bon heur d'être devenu tout à coup le père d'un tel enfant ; comme s'il eut été lui-même beaucoup plus avancé en âge, et il déclara n'avoir plus besoin d'autre fils pour que sa maison fût désormais à l'abri des défaillances ; Elagabale lui avait ordonné de tenir cette conduite et de donner à son cousin le nom d'Alexandre. Pour ce qui est de moi, je suis convaincu que ces faits sont véritablement le résultat d'une action des dieux, me fondant, non sur les paroles du prince, mais sur ce qui Iui fut dit qu'un certain Alexandre, venant d'Emésa, lui succéderait, et aussi sur ce qui arriva dans la Mysie Supérieure et dans la Thrace. 18. Un peu auparavant, en effet, un génie, se disant être le célèbre Alexandre de Macédoine, et portant, avec la figure, l'équipage complet de ce prince, partit des pays voisins de l'Ister où il s'était montré, je ne sais comment, traversa l'Asie et la Thrace à la manière de Bacchus, en compagnie de quatre cents hommes armés de tyrses et de peaux de boucs sans faire aucun mal. Tous ceux qui étaient alors en Thrace sont convaincus, que logements et vivres, tout lui fut fourni aux frais du public ; personne n'osa s'opposer à lui en paroles ou en actions, ni chef, ni soldat, ni procurateur, ni gouverneur de province ; et ce fut en plein jour, comme il l'avait annoncé, qu'il s'avança, pour ainsi dire processionnellement, jusqu'à Byzance. Puis, revenant de cette ville sur ses pas, il alla au territoire de Cbalcédoine ; là, après avoir, la nuit, accompli certains sacrifices et enfoui en terre un cheval de bois, il disparut. Ces faits, je les appris étant encore en Asie, comme je I'ai dit, avant que rien ne se fût fait à Rome à I'égard de Bassianus. 19. Tant que Sardanapale aima, son cousin, il demeura lui-même en vie ; mais, lorsqu'il se mit à soupçonner tout Ie monde, et qu'il apprit que le sentiment général se portait vers Alexandre, il osa changer de résolution, et fit tout pour l'en débarrasser. Un jour, ayant essayé de le faire périr, non seulement il n'y réussit pas, mais il faillit succomber lui-même, car Alexandre était fortement gardé par sa mère, par son aÏeule et par les soldats ; les prétoriens mêmes, s'étant aperçus de l'entreprise de Sardanapale, excitèrent une sédition terrible ; l'émeute ne s'arrêta que lorsque Sardanapale, arrivé dans le camp avec Alexandre, leur ayant adressé d'instantes supplications, contraint de livrer ceux de ses compagnons de débauche dont on lui réclamait le supplice, ayant fait entendre en faveur d'Hiéroclès des paroles à faire pitié, pleura à chaudes larmes, et présenté son cou en ajoutant : "Accordez-moi celui-là seulement, quelque opinion que vous ayez de lui, ou tuez-moi;" fut parvenu, non sans peine, à les fléchir. Pour cette fois, il obtint grâce, bien qu'avec peine, car son aïeule le haïssait, à cause de sa conduite, comme n'étant pas même le fils d'Antonin, et son inclination se portait sur Alexandre, comme s'il eût été véritablement issu de ce prince. 20. Plus tard, ayant de nouveau dressé des embûches à Alexandre et étant, pendant la sédition des prétoriens à laquelle il donna lieu par cette tentative, entré avec lui dans le camp, lorsqu'il s'aperçut qu'on le surveillait avec l'intention de le mettre à mort, attendu que leurs deux mères, plus ouvertement, en lutte qu'auparavant, excitaient les soldats, il songea à fuir. Il allait s'évader en se renfermant dans un coffre ; mais, ayant été surpris, il fut égorgé à l'âge de dix-huit ans. Sa mère aussi (elle le tenait serré dans ses bras) périt avec lui. On leur coupa la tête, et leurs corps, dépouillés, furent d'abord traînés par toute la ville ; puis celui de la femme fut jeté au hasard, celui de Sardanapale fut précipité dans le fleuve. 21. Avec I'empereur périrent, entre autres, Hiéroclès et les préfets du prétoire, ainsi qu'Aurélius EubuIus, qui était d'Emésa, [et était arrivé à un tel point de licence et d'infamie que le peuple avait déjà précédemment demandé son supplice :] chargé de la comptabilité générale, il n'y avait eu rien qui échappât à ses confiscations. Il fut alors mis en pièces par le peuple et par les soldats en même temps que Fulvius, préfet de Rome. Comazon succéda à ce dernier, comme il avait succédé à son prédécesseur ; car de même qu'un de ces masques qu'on fait paraître sur le théâtre au moment où les acteurs chargés de jouer laissent la scène vide, de même Comazon prenait la place laissée vide de son temps par les préfets de Rome. Elagabale lui-même fut complétement banni de Rome. Voilà quel fut le sort de Tibérinus ; de plus, aucun de ceux qui avaient pris part à sa révolte et qui avaient joui d'une grande puissance auprès de lui ne lui survécut, à la réserve d'un seul. Appendice. Le faux Antonin se fit mépriser des soldats et fut tué par eux : car lorsque des gens, et des gens armés, s'habituent à mépriser ceux qui sont au pouvoir, leur licence ne connaît plus de bornes à ses volontés ; ils se font une arme de cette licence même contre celui qui la leur a donnée. Le même prince dit un jour : "Je n'ai nul besoin de titres rappelant la guerre et le sang ; j'ai assez des noms de Pieux et d'Heureux que vous ne donnez." Le faux Antonin, un jour, en recevant les félicitations du sénat, dit : "Je sais que vous, vous m'aimez, et, par Jupiter ! le peuple aussi, de même que tout ce qui est en dehors de l'armée ; mais les prétoriens, à qui je donne tant, me voient d'un mauvais oeil." On félicitait le faux Antonin et on lui disait qu'il était heureux d'être consul avec son fils, il répondit : "Je serai plus heureux l'année prochaine, puisque je dois I'être avec mon fils légitime." Toute multitude est légère et portée aux révolutions : la plèbe romaine, à cause de son nombre et de la diversité de gens étrangers qui y ont été incorporés, se soulève plus aisément que les autres, et, dans la précipitation, ne fait nulle difficulté de prendre des résolutions absurdes. |
|
|
|
|
|
|