DION CASSIUS

TOME PREMIER

FRAGMENTS DES LIVRES I - XXXVI

texte grec seul

FRAGMENTS 1-XXVII - XXVIII - LV-  

traduction française

texte bilingue

 

 

XXVIII. Ὁτι Οὐαλέριον τὸν συνάρχοντα Βρούτου, καίπερ δημοτικώτατον ἀνδρῶν γενόμενον, ὅμως αὐτοεντίᾳ μικροῦ ὁ ὅμιλος κατεχρήσατο· ἐπιθυμεῖν γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. Καὶ ἐφόνευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας ἐθώπευσεν. Εσελθὼν γὰρ ἐς τὴν ἐκκλησίαν τάς τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους σφίσι περιεῖλε. Σχηματίσας δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐς τὸ ταπεινότατον ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε καὶ κατεδάκρυσεν· ἐπεὶ δὲ καὶ ἐφθέγξατό ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων εἶπεν...
τι τὸ κρύφιον τῶν βουλευμάτων καὶ τὸ καίριον τῶν πράξεων,  τό τε ἰδιοβουλεῖν τινα, καὶ τὸ μήτ'  ἀναχώρησιν ἐς μηδένα ἄλλον μηδεμίαν ἔχειν, καὶ τῶν συμβαινόντων αὐτὸν ἐφ'  ἑκάτερα τὴν αἰτίαν λαμβάνειν,  μέγα μέρος ἐς τὸ κατορθωθῆναί τι συμβάλλεται.

XXIX. τι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου ὁ Ὁράτιος, καίτοι τοῦ Οὐαλερίου τόν τε υἱὸν αὐτοῦ τεθνηκέναι φήσαντος, καὶ τοῦτο παρ' αὐτὴν αὐτῷ τὴν ἱερουργίαν ἀγγελθῆναι παρασκευάσαντος· ἵν' ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδ' ἄλλως ὅσιον ἦν ἐν πένθει τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ τῆς τοῦ ἔργου ἱερώσεως. κεῖνος γὰρ οὐκ ἠπίστησε μὲν τῷ ῥηθέντι καὶ γὰρ ὑπὸ πολλῶν καὶ ἀξιοπίστων ἐθρυλήθη. Οὐ μέντοι καὶ τῶν ἱερῶν ἐξέστη· ἀλλ' ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ ἀλλότριον ( ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν δόξῃ) κελεύσας τισὶν ἐᾶσαι, πάνθ' οὕτω τὰ καθήκοντα διετέλεσεν.

XXX. Πρὸς στάσεις ἐτράποντο. αἴτιον δ' ὅτι οἵ τε ἰσχύοντες τοῖς χρήμασιν ἐν πᾶσι τῶν καταδεεστέρων ὡς καὶ βασιλεύοντές σφων προέχειν ἐβούλοντο, καὶ οἱ ἀσθενέστεροι οὐδὲν αὐτοῖς, οὐδὲ σμικρὸν ὡς καὶ ἰσονομούμενοι πειθαρχεῖν ἤθελον· ἀλλ' οἱ μὲν ἄπληστοι τῆς ἐλευθερίας ὄντες, καὶ ταῖς οὐσίαις ταῖς ἐκείνων· οἱ δὲ ἀκρατῶς τῆς τιμήσεως ἔχοντες, καὶ τοῖς σώμασι τοῖς τούτων ἐχρῶντο· καὶ οὕτως ἐξ ὧν πρότερον τὰ πρόσφορα ἀνθυπουργοῦντες ἀλλήλοις συνεφρόνουν καταλύσαντες, οὐκέτι τὸ οἰκεῖον ἀπὸ τοῦ ὀθνείου διέκρινον, ἀλλὰ τό τε μέτριον ἀμφότεροι ὑπερορῶντες καὶ τὸ ἄκρον οἱ μὲν τῆς ἐπιτάξεως, οἱ δὲ τῆς οὐκ ἐθελοδουλείας προτιμῶντες, οὔτε ἐκεῖνα κατειργάσαντο, καὶ πολλὰ καὶ ἄτοπα, τὰ μὲν ἀμυνόμενοι, τὰ δὲ καὶ προκαταλαμβάνοντες ἀλλήλους ἔδρασαν· ὥστ' αὐτοὺς ἐπὶ πλεῖστον ἀνθρώπων, πλὴν ἐν τοῖς πάνυ κινδύνοις, οὓς ἐκ τῶν ἀεὶ πολέμων δι' αὐτὰ ταῦτα μάλιστα ἔσχον, διχοστατῆσαι· ὅθενπερ συχνοὶ τῶν πρώτων καὶ ἐξεπίτηδές σφας πολλάκις παρεσκεύασαν, καὶ ἐκεῖθεν ἀρξάμενοι πολὺ πλείω κακὰ πρὸς ἀλλήλων ἢ τῶν ἀλλοφύλων ἔπαθον· καί μοι καὶ καταμαντεύσασθαι ἐξ αὐτῶν ἐπέρχεται, ὅτι οὐκ ἔστιν ὅπως ἄλλως εἴτ' οὖν τῆς δυνάμεως εἴτ' οὖν τῆς ἀρχῆς στερηθεῖεν, εἰ μὴ δι' ἀλλήλων σφαλεῖεν. 
λλως τε γὰρ ἐδυσχέραινον, ὅτι μὴ τὰ αὐτὰ δεόμενοί σφων οἱ βουλευταὶ καὶ τυχόντες ἐφρόνουν, ἀλλ' ἐν μὲν τῷ κινδύνῳ πολλὰ καὶ μεγάλα αὐτοῖς ὑπέσχοντο· σωθέντες δὲ οὐδὲν οὐδὲ τῶν ἐλαχίστων ἐποίησαν.
XXXI. να γὰρ δὴ μὴ καθ' ἓν μαχόμενοι, ἀλλ' ὑπὲρ τῆς οἰκείας χωρὶς ἕκαστοι ἀγωνιζόμενοι εὐχειρωτότεροί σφισι γένωνται, διεῖλον τὴν στρατιάν. 
XXXII. τι ὁ δῆμος ἰδιωτεύσαντος τοῦ Οὐαλερίου  τοῦ δικτάτορος χαλεπώτατα ἐστασίασεν,  ὥστε καὶ τὴν πολιτείαν νεοχμῶσαι·  οἱ γὰρ ἐν ταῖς περιουσίαις ὄντες τοῦ πάνυ ἀκριβοῦς περὶ τὰ συμβόλαια ἀντεχόμενοι καὶ μηδ'  ὁτιοῦν αὐτοῦ παριέντες καὶ ἐκείνου διήμαρτον καὶ ἄλλων πολλῶν ἐστερήθησαν·  οὐ γὰρ ἔγνωσαν ὅτι ἥ τε πενία ἡ ἄκρατος βιαιότατον κακόν·  ἥ τε ἐξ αὐτῆς ἀπόνοια,  ἄλλως τε καὶ πλῆθος προσλαβοῦσα,  δυσμαχώτατόν ἐστι·  καὶ διὰ τοῦτο οὐκ ὀλίγοι τῶν τὰ πολιτικὰ πρασσόντων ἐθελοντὶ τὸ ἐπιεικὲς πρὸ τοῦ σφόδρα δικαίου προαιροῦνται·  τοῦτο μὲν γὰρ τῆς τε ἀνθρωπείας φύσεως πολλάκις ἡττᾶται καὶ ἔστιν ὅτε καὶ παντελῶς καταλύεται·  ἐκεῖνο δὲ σμικρόν τι αὐτοῦ παραθραῦσαν τὸ γοῦν λοιπὸν μεῖζον ὂν σώζει·  πλείστων γοῦν δεινῶν τοῖς ωμαίοις  αἰτία ἡ τοῦ δυνατωτέρου ἐς τοὺς ὑποδεεστέρους ἀκρίβεια ἐγένετο·  ἄλλα τε γὰρ πολλὰ κατὰ τῶν ὑπερημέρων αὐτοῖς ἐδέδοτο·  καὶ εἰ δή τινι πλείους δεδανεικότες ἔτυχον,  κρεουργηδὸν αὐτοῦ τὸ σῶμα πρὸς τὸ μέρος ὧν ὤφειλεν ἐξουσίαν εἶχον κατανέμεσθαι·  καὶ τοῦτο μὲν εἰ καὶ τὰ μάλιστα ἐνενόμιστο,  ἀλλ'  οὔτι γε καὶ ἔργῳ ποτὲ ἐγεγόνει·  πῶς γὰρ ἂν πρὸς τοσαύτην ὠμότητα προεχώρησαν οἱ καὶ τοῖς ἐπ'  ἀδικήματί τινι ἁλοῦσι διάφευξιν ἐπὶ σωτηρίᾳ πολλάκις δόντες· τοῖς τε ἀπὸ τῶν πετρῶν τοῦ Καπιτωλίου  ὠσθεῖσι ζῆν,  εἰ περιγένοιντο,  ἐπιτρέποντες. 

XXXIII. τι οἱ χρεωστοῦντες τὰ δάνεια κολωνόν τινα κατέλαβον, καὶ Γάιόν τινα προστησάμενοι, τὴν τροφὴν ἐκ τῆς χώρας ὥσπερ ἐκ πολεμίας ἐλάμβανον, κἀκ τούτου τούς τε νόμους τῶν ὅπλων καὶ τὸ δίκαιον τῆς ἀπονοίας σφῶν ἀσθενέστερα ἀπέφηναν· οἱ δὲ βουλευταὶ τούτους τε φοβηθέντες μὴ ἐπὶ πλεῖον πολεμωθῶσι καὶ τοὺς περιοίκους μὴ πρὸς τὰ παρόντα συνεπίθωνται σφίσι, διεκηρυκεύσαντο αὐτοῖς πάνθ' ὅσα καθ' ἡδονὴν ἤλπιζον ἔσεσθαι προτείνοντες· οἱ δὲ τὸ μὲν πρῶτον ἐθρασύνοντο, θαυμασίῳ δὲ δή τινι τρόπῳ κατέστησαν· ἐπειδὴ γὰρ ἀτάκτως διεβόων, Ἀγρίππας εἷς τῶν πρέσβεων μύθου τινὸς ἐπακοῦσαί σφας ἠξίωσε, καὶ τυχὼν εἶπεν ὅτι πρὸς τὴν γαστέρα ποτὲ τἆλλα μέλη τοῦ ἀνθρώπου ἐστασίασε, λέγοντα αὐτὰ μὲν καὶ ἄσιτα καὶ ἄποτα πονεῖν καὶ ταλαιπωρεῖν ἅτε καὶ ἅπαντα αὐτῇ διακονούμενα, ἐκείνην δὲ δὴ μήτε τινὰ πόνον ἔχειν καὶ τῆς τροφῆς μόνην ἐμπίμπλασθαι· καὶ τέλος ἐψηφίσαντο μηκέτι μήτε τὰς χεῖρας τῷ στόματι προσφέρειν μήτε ἐκεῖνο λαμβάνειν, ὅπως ὅτι μάλιστα ἡ γαστὴρ ἐνδεὴς καὶ σίτου καὶ ποτοῦ γενομένη φθαρείη· ὡς δὲ ἔδοξε ταῦτα καὶ ἐγένετο, τὸ μὲν πρῶτον ἐξισχνάνθη τὸ σῶμα σύμπαν, ἔπειτα ὑπέδωκε καὶ ἐξέκαμε· πονήρως οὖν τὰ μέλη σφῶν ἔχοντα συνέγνω τε ἐκεῖνοι καὶ τὴν σφετέραν σωτηρίαν εἶναι καὶ ἀπέδωκεν αὐτῇ τὴν τροφήν· ἀκοῦσαν δὲ τούτων τὸ πλῆθος συνῆκεν ὅτι καὶ τὰ τῶν πενήτων αἱ τῶν εὐπόρων περιουσίαι ἀνέχουσι, καὶ διὰ τοῦτ' ἠπιώτεροι ἐγένοντο καὶ κατηλλάγησαν, ἄφεσιν τῶν τε δανεισμάτων καὶ τῶν ὑπερημεριῶν εὑρόμενοι· ταῦτα μὲν οὖν καὶ πρὸς τῆς βουλῆς ἐψηφίσθη. 
XXXIV. Καὶ ἐδόκει μήτ'  ἀπὸ τοῦ ἀνθρωπείου εἶναι·  καὶ πολλοῖς καὶ ἄλλοις,  τοῖς μὲν ἑκοῦσι, τοῖς δὲ ἄκουσιν
τι ὅταν πολλοὶ καθ'  ἓν γενόμενοι πλεονεκτήσωσι βιασάμενοι,  παραχρῆμα μὲν ὁμολογίᾳ τινὶ ἐπιεικεῖ θρασύνονται·  διαλυθέντες δὲ ἄλλος κατ'  ἄλλην πρόφασιν δικαιοῦνται.
Κατά τε τὸ φύσει τοῖς πλείστοις πρὸς τοὺς συνάρχοντας διάφορον· χαλεπὸν γὰρ πολλοὺς ἄλλως τε καὶ ἐν δυνάμει τινὶ συμφρονῆσαι· πᾶσα αὐτῶν ἡ ἰσχὺς διεσπᾶτο καὶ κατετέμνετο·  οὐδὲν γὰρ ὄφελος ὧν ἐγίγνωσκον ἦν,  εἰ καὶ εἷς σφῶν ἀντεῖπεν·  τῷ γὰρ τὴν ἀρχὴν αὐτοὺς μὴ ἐπ'  ἄλλο τι ἢ τὸ τοῖς βιαζομένοις τινὰς ἐναντιοῦσθαι λαμβάνειν, ἰσχυρότερος ὁ κωλύων τι πραχθῆναι τῶν σπουδαζόντων αὐτὸ ἐγίγνετο. 

XXXV. Ὅτι Μάκριός τις κατὰ Οὐόλσκων ἀριστεύσας, ἐφ' ὧ πολλοῖς μὲν χρήμασι, πολλοῖς δὲ σώμασιν αἰχμαλώτοις πρὸς τοῦ ὑπάτου τιμώμενος, τὰ μὲν ἄλλα διωθήσατο· ἠρκέσθη δὲ στεφάνῳ καὶ ἵππῳ πολεμιστηρίῳ· καὶ αἰχμαλώτων ἕνα τῶν αὐτοῦ φίλων αἰτήσας, ἀφῆκεν ἐλεύθερον.

XXXVI. Οὐ γάρ ἐστι ῥδιον οὔτε ἐν πᾶσί τινα ἰσχύειν, οὔτε ἐν ἑκατέροις ἅμα τοῖς τε πολεμικοῖς καὶ τοῖς εἰρηνικοῖς πράγμασιν ἀρετὴν ἔχειν·  οἵ τε γὰρ τοῖς σώμασιν ἰσχυριζόμενοι ἀνοηταίνουσιν, ὡς πλήθει,  καὶ τὰ ἀθρόως εὐτυχήσαντ'  οὐκ ἐπὶ πᾶν ὡς ἐπὶ τὸ πολὺ ἀνθεῖ.  Δι'  οὖν ταῦτ'  ἐς τὰ πρῶτά ποθ'  ὑπὸ τῶν πολιτῶν ἀρθεὶς, ἔπειτα πρὸς αὐτῶν οὐ πολλῷ ὕστερον ἐξέπεσεν,  καὶ τὴν πόλιν τὴν τῶν Οὐόλσκων  τῇ πατρίδι δουλώσας τὴν οἰκείαν αὖ μετ'  ἐκείνων ἐς πᾶν κινδύνου κατέστησεν. 

XXXVII. ὅτι ὁ Κοριολανὸς  στρατηγὸς θελήσας καὶ μὴ τελεσθεὶς ἠγανάκτησε τῷ ὁμίλῳ·  καὶ ἐκ τούτου καὶ ἐκ τοῦ τοῖς δημάρχοις πολὺ δυναμένοις βαρύνεσθαι παρρησίᾳ πλείονι πρὸς αὐτὸν παρὰ τοὺς ἄλλους τοὺς ὁμοίους οἱ ἐκ τῶν κατειργασμένων ἐχρῆτο·  καὶ λιμοῦ γενομένου ἰσχυροῦ, καὶ Νώρβης  πόλεως ἀποικίζεσθαι βουλομένης, τὸ πλῆθος ἐπ'  ἀμφοτέροις αὐτοῖς τοὺς δυνατοὺς τιάσατο,  ὡς καὶ δι'  ἐκείνους καὶ τῆς τροφῆς στερισκόμενοι καὶ ἐς τοὺς πολεμίους ἐπίτηδες ἐπ'  ὀλέθρῳ προύπτῳ ἐκδιδόμενοι·  ὅταν γὰρ ἐς ὑποψίαν τινὲς ἀλλήλων ἔλθωσι,  πάντα καὶ τὰ ὑπὲρ σφῶν γιγνόμενα ἀλλοίως κατὰ τὸ στασιωτικὸν λαμβάνουσι·  καὶ ὁ Κοριολανὸς  ἄλλως τε ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιήσατο,  καὶ σίτου πολλαχόθεν κομισθέντος  καὶ τοῦ γε πλείστου προῖκα παρὰ τῶν ἐν Σικελίᾳ βασιλέων πεμφθέντος,  οὐκ ἐπέτρεψέ σφισι διαλαχεῖν αὐτὸν ὥσπερ ᾖτουν.  Οἱ οὖν δήμαρχοι,  οὕσπερ που καὶ τὰ μάλιστα καταλῦσαι ἐγλίχετο,  τυραννίδος αὐτὸν ὑπὸ τὸ πλῆθος ἀγαγόντες ἐξήλασαν,  καίτοι πάντων βοώντων καὶ δεινὸν ποιουμένων, ὅτι καὶ περὶ σφῶν τὰ τοιαῦτα κρίνειν ἐτόλμων. 

XXXVIII. κπεσὼν οὖν πρὸς τοὺς Οὐόλσκους  καίπερ ἐχθίστους ὄντας ὀργῇ τῆς συμφορᾶς, ἦλθε·  καὶ ἑαυτὸν ἔκ τε τῆς ἀνδρείας ἧς ἐπεπείραντο καὶ ἐκ τοῦ θυμοῦ τοῦ πρὸς τοὺς πολίτας, ἀσμένως δέξεσθαι προσεδόκησεν·  ἀντίπαλα ἢ καὶ μείζω δι'  αὐτὸν τοὺς ωμαίους  ὧν ἔπαθον δράσειν ἀντελπίσαντας·  ὑφ'  ὧν γὰρ ἄν τις σφόδρα κακοπαθῇ,  πρὸς τῶν αὐτῶν τούτων καὶ εὖ πείσεσθαι,  βουλομένων γε καὶ δυναμένων εὖ ποιῆσαι,  οὐκ ἐλάχιστα πιστεύει. 
Πάνυ γὰρ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς οἰκείας κινδυνεύοντες, μηδ'  ὣς τῶν ἀλλοτρίων ἀφίσταντο.  ς οὖν καὶ ταῦτα ἀνηγγέλθη σφίσιν,  οἱ μὲν ἄνδρες οὐδὲν μᾶλλον ἐκινήθησαν·  οὕτω πως κακῶς ἐστασίαζον ὥστε μηδ'  ὑπὸ τῶν κινδύνων καταλλαγῆναι.

XXXIX. Αἱ δὲ γυναῖκες,  ἥ τε γαμετὴ τοῦ Κοριολανοῦ Βουλουμνία  καὶ ἡ μήτηρ Βετουρία,  παραλαβοῦσαι καὶ τὰς ἄλλας τὰς ἐπιφανεστάτας,  ἦλθον πρὸς αὐτὸν ἐς τὸ στρατόπεδον τὰ παιδία αὐτοῦ ἄγουσαι·  καὶ ἐποίησαν αὐτὸν μὴ ὅτι ἐπὶ τῇ χώρᾳ ἀλλὰ μηδὲ ἐπὶ τῇ καθόδῳ καταλύσασθαι·  προσήκατο γὰρ αὐτὰς εὐθύς,  ἐπειδὴ τάχιστα παρούσας ᾖσθετο,  καὶ λόγου σφίσι μετέδωκεν.  πράχθη τε ὧδε·  αἱ μὲν ἄλλαι σιωπῶσαι ἔκλαον,  ἡ δὲ δὴ Βετουρία· Τί θαυμάζει ς,  ἔφη,  τέκνον;  Τί δὲ ἐκπέπληξαι;  Οὐκ ηὐτομολήκαμεν·  ἀλλ'  ἡμᾶς ἡ πατρὶς ἔπεμψέ σοι,  εἰ μὲν πείθοιο,  μητέρα καὶ γυναῖκα καὶ τέκνα·  εἰ δὲ μή,  λάφυρα·  ὥστ'  εἰ καὶ νῦν ἔτι ὀργίζῃ,  πρώτας ἡμᾶς ἀπόκτεινον.  Τί δακρύεις;  Τί δ'  ἀποστρέφῃ;  ἀγνοεῖς ὅπως τἀν τῇ πόλει ἡμεῖς τοι ἄρτι ὀδυρόμεναι ἐπαυσάμεθα,  ἵνα σε ἴδωμεν;  Καταλλάγηθί τε οὖν ἡμῖν καὶ μηκέτι ὀργίζου τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις·  μηδ'  ἐπεσπέσῃς ἐς τὸ ἄστυ θυμῷ πολεμίῳ,  μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα,  ἐν ᾗ καὶ ἐγεννήθης καὶ ἀνετράφης, καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολανὸς  ἐγένου·  πείσθητί μοι,  παιδίον,  μηδέ με ἄπρακτον ἀποπέμψῃς,  ἵνα μὴ καὶ νεκράν με ὑπ'  αὐτοχειρίας ἴδῃ ς.

XL. Ταῦτ'  εἰποῦσα ἀνέκλαυσε,  καὶ τήν τε ἐσθῆτα καταρρηξαμένη καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη· δού,  ἔφη,  τέκνον,  αὕτη σε ἔτεκεν,  οὗτοί σε ἐξέθρεψαν.  Εἰπούσης δὲ αὐτῆς ταῦτα καὶ ἡ γαμετὴ αὐτοῦ τά τε παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν,  ὥστε καὶ ἐκεῖνον ἐς πένθος ἐμβαλεῖν·  μόλις τέ ποτε ἀνενεγκὼν περιέπτυξε τὴν μητέρα,  καὶ φιλῶν ἅμα αὐτὴν· δού,  ἔφη,  μῆτερ,  πείθομαί σοι·  σὺ γάρ με νικᾷς,  καὶ σοὶ δὴ ταύτην τὴν χάριν καὶ οἱ ἄλλοι πάντες ἐχέτωσαν·  ἐγὼ γὰρ οὐδ'  ἰδεῖν αὐτοὺς ὑπομένω,  οἵτινες τηλικαῦτα ὑπ'  ἐμοῦ εὐεργετηθέντες τοιαῦτά με ἔδρασαν.  οὔκουν οὐδ'  ἀφίξομαί ποτε ἐς τὴν πόλιν·  ἀλλὰ σὺ μὲν καὶ ἀντ'  ἐμοῦ τὴν πατρίδα ἔχε,  ἐπειδὴ τοῦτο ἠθέλησας,  ἐγὼ δὲ ἐκποδὼν ὑμῖν ἀπαλλαγήσομαι.  Ταῦτ'  εἰπὼν ἀπανέστη·  τῷ τε γὰρ δέει τῷ τοῦ ὁμίλου καὶ τῇ αἰσχύνῃ τῶν ὁμοίων,  ὅτι καὶ τὴν ἀρχὴν ἐπ'  αὐτοὺς ἐπεστράτευσεν,  οὐδὲ τὴν κάθοδον διδομένην οἱ ἐδέξατο,  ἀλλ'  ἐς τοὺς οὐόλσκους  ἀναχωρήσας ἐνταῦθα ἐξ ἐπιβουλῆς ἢ καὶ γηράσας ἀπέθανεν.  

XLI.    Ὅτι Κάσσιος  τοὺς Ῥώμαίους  εὐεργετήσας ὑπ'  αὐτῶν ἐκείνων ἐθανατώθη·  ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι, ὅτι πιστὸν οὐδὲν ἐν τοῖς πλήθεσιν ἐστίν,  ἀλλὰ καὶ τοὺς πάνυ σφίσι προσκειμένους οὐχ ἧττον τῶν τὰ μέγιστα ἀδικούντων ἀπολλύουσι·  πρὸς μὲν γὰρ τὸ ἀεὶ παρὸν μεγάλους τοὺς αἰτίους τῶν ὠφελημάτων ἄγουσιν,  ἐπειδὰν δέ σφας ἐκκαρπώσωνται,  οὐδὲν ἔτ'  αὐτοὺς οἰκειοτέρους τῶν ἐχθίστων νομίζουσι.  Τὸν  γὰρ Κάσσιον  καίπερ χαριζόμενόν σφισιν ὅμως ἐπ'  αὐτοῖς οἷς ἐσεμνύνετο ἀπέκτειναν,  καὶ ἔκδηλόν γε ὅτι ζηλοτυπηθεὶς, ἀλλ'  οὐκ ἀδικήσας τι ἀπώλετο.

XLII .    Οἱ γὰρ ἐν τοῖς πράγμασιν ἀεὶ γιγνόμενοι ἐπειδὴ μηδένα ἄλλον τρόπον κατέχειν σφᾶς ἐδύναντο,  πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν,  ὅπως πρὸς ἐκείνους ἀσχολίαν ἄγοντες, μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσιν.

XLIII. Ὅτι συνεχέσιν ἀτυχήμασι Ῥωμαῖοι χρησάμενοι, καὶ δαιμονικὸν τοῦτο νομίσαντες, μίαν τῶν ἑστιάδων κατὰ τὰ πάτρια ζῶσαν κατορύττουσιν, ὡς αἰτίαν γενομένην τῆς θεοβλαβείας, διὰ τοῦ προέσθαι τὴν παρθενίαν, μιᾶναί τε μίξει παρανόμῳ τὰ ἱερά.

XLIV.  Οὕτω γοῦν ὑφ'  ἑκατέρου παρωξύνθησαν, ὥστε καὶ τὴν νίκην ἔνορκον τοῖς στρατηγοῖς ὑποσχέσθαι·  πρὸς γὰρ τὴν αὐτίκα ὁρμὴν κύριοι καὶ τῆς τύχης εἶναι ἐνόμισαν.  
 Ὅτι  ἔοικε τὸ πλεῖστον τοῦ ἀνθρωπίνου πρὸς μὲν τὸ ἀνθιστάμενον καὶ παρὰ τὸ συμφέρον φιλονεικεῖν,  τοῖς δὲ ὑπείκουσι καὶ παρὰ δύναμιν ἀνθυπουργεῖν.
 

XLV. Ὅτι οἱ Φάβιοι  ἐπί τε τῷ γένει καὶ τῷ πλούτῳ ὅμοια τοῖς ἀρίστοις φρονοῦντες, ὡς τάχιστα αὐτοὺς ἀθυμοῦντας εἶδον·  ὅταν γάρ τινες ἐς πολλὰς ἅμα καὶ δυσχερεῖς πράξεις ἐμπέσωσιν,  οὔτε τι βούλευμα πρός τε τὸ πλῆθος καὶ πρὸς τὸ ἀθρόον τῶν κινδύνων ἐξευρεῖν δύνανται,  καὶ τῶν ἔργων καὶ τὰ πάνυ ῥᾴδια ἀπογιγνώσκουσι,  κἀκ τούτου ταῖς τε γνώμαις καὶ παρὰ τὸ εἰκὸς ταῖς δόξαις ἀναπίπτουσι καὶ τὰ πράγματα ἑκόντες ὡς καὶ μάτην πονήσοντες προίίενται,  καὶ τέλος ἐπιτρέψαντές σφας τοῖς ἐκ τοῦ δαιμονίου παραλόγοις ἀναμένουσι πάνθ'  ὅσα ἂν ἡ συντυχία ἐνέγκῃ.  
Ὅτι οἱ Φάβιοι  ἓξ καὶ τριακόσιοι ὄντες ὑπὸ Τυρσηνῶν  ἀνῃρέθησαν
·  καὶ γάρ πως τὸ δι'  ἀνδρείας πίστιν ὀγκούμενον ὑπ'  αὐτοῦ τοῦ θράσους πολλάκις φθείρεται,  τό τε δι'  εὐτυχίαν αὐχοῦν ἐς τοὐναντίον ἐκφρονῆσαν ἐκπίπτει.  
Οὓς  οἱ
Ῥωμαῖοι  μειζόνως ἢ κατὰ ἀριθμὸν τῶν ἀπογενομένων καὶ ἰδίᾳ καὶ κοινῇ ἐπένθησαν.  Ἦν  μὲν γὰρ ἐκεῖνος ἄλλως τε καὶ ἐν εὐπατρίδαις οὐ σμικρός.  Πρὸς δὲ δὴ τὴν ἀξίωσιν τό τε φρόνημα αὐτῶν πᾶσάν σφων ἀπολωλέναι τὴν ἰσχὺν ἐνόμιζον.  Καὶ διὰ τοῦτο τήν τε ἡμέραν ἐν ᾗ διεφθάρησαν ἐς τὰς μιαρὰς ἐνέγραψαν.  Καὶ τὰς πύλας δι'  ὧν ἐξεστράτευσαν ἐν ἀτιμίᾳ ἐποιήσαντο,  ὥστε μηδένα δι'  αὐτῶν ἄρχοντα διιέναι.  Καὶ Τίτου  Μενηνίου  τοῦ στρατηγοῦ ἐπὶ γὰρ τούτου τὸ πάθος ἐγένετο κατηγορηθέντος ὕστερον ἐν τῷ δήμῳ ὅτι μήτ'  ἐκείνοις ἤμυνε, καὶ μάχῃ μετὰ τοῦθ'  ἡττήθη,  κατεψηφίσαντο. 

XLVI. τι οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ πλὴν βραχέων ἐπιθειάζοντές τινα ἀντέπραττον,  λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον.  Ἐννέα  γάρ ποτε δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν·  ἀλλ'  οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν,  πολλῷ τε πλείονα ἐλπίδα οἱ μετὰ ταῦτα ἀεὶ δημαρχοῦντες ἐκ τῆς ἑαυτῶν φιλονεικίας, ἢ δέος ἐκ τῆς ἐκείνων συμφορᾶς λαμβάνοντες, οὐκ ἠμβλύνοντο,  ἀλλὰ καὶ ἐπὶ μᾶλλον ὑπ'  αὐτῶν τούτων ἐθρασύνοντο·  τούς τε γὰρ ἀπολλυμένους ἐς δικαίωμα τῆς ὑπὲρ ἑαυτῶν τιμωρίας προεβάλλοντο.  Καὶ αὐτοὶ μεγάλην ἡδονὴν ἐκ τοῦ καὶ παρὰ δόξαν ἀκινδύνως περιέσεσθαι νομίζειν προσετίθεντο.  Ὥστε  καὶ τῶν εὐπατριδῶν τινάς,  ἐπειδὴ μηδὲν ἄλλως ἤνυτον,  ἐς τὰ τοῦ πλήθους νομίσματα μεταστῆναι·  τὴν γὰρ ταπεινότητα αὐτοῦ πολὺ ......  Πρὸς  τὰς τῆς δημαρχικῆς ἰσχύος ἐπιθυμίας τῆς τῶν σφετέρων καλλωπισμάτων ἀσθενείας ἐνόμιζον εἶναι·  καὶ μάλισθ'  ὅτι καὶ δεύτερον καὶ τρίτον, ἐπὶ πλεῖόν τε ἔτι,  καίπερ κωλυθὲν τό τινα δὶς τὴν ἀρχὴν λαμβάνειν,  συχνοὶ καὶ ἐφεξῆς ἐδημάρχουν.

XLVII. Ὅτι ἐς τοῦτο ὁ ὅμιλος ὑπ'  αὐτῶν τῶν εὐπατριδῶν προήχθη·  ὃ γάρ τοι ὑπὲρ ἑαυτῶν ἡγοῦντο ποιεῖν,  τὸ πολέμους τινὰς ἀεὶ παρασκευάζειν σφίσιν,  ὅπως ὑπό γε τῶν ἔξωθεν κινδύνων σωφρονεῖν ἀναγκάζωνται,  τοῦτο θρασυτέρους αὐτοὺς ἀπειργάζετο:  οὔτε γὰρ στρατεύειν,  εἰ μὴ λάβοιεν ὧν ἑκάστοτε ἐπωρέγοντο,  βουλόμενοι,  καὶ ἀπροθύμως ὁπότε ἐξέλθοιεν ἀγωνιζόμενοι πάνθ'  ὅσ'  ἤθελον ἔπραττον.  Κἀν  τούτῳ καὶ ἀληθῶς οὐκ ὀλίγοι τῶν πλησιοχώρων σφίσι,  τῇ ἐκείνων διχοστασίᾳ πλέον ἢ τῇ ἑαυτῶν δυνάμει θαρσοῦντες,  ἐνεωτέριζον.

XLVIII.  Ὅτι οἱ Αἴκουοι  τό τε Τούσκουλον  λαβόντες, καὶ Μᾶρκον  Μινούκιον  νικήσαντες, ἐν φρονήματι ἐγένοντο,  ὥστε καὶ τοῖς πρέσβεσι τοῖς τῶν Ῥωμαίων,  οὓς ἐπὶ τῇ τοῦ χωρίου καταλήψει αἰτιώμενοί σφας ἔπεμψαν,  πρὸς μὲν τὸ ἐπίκλημα μηδὲν ἀποκρίνασθαι·  δρῦν δέ τινα διὰ τοῦ στρατηγοῦ σφων Κοιλίου  Γράκχου  δείξαντες, πρὸς ἐκείνην,  εἴ τι βούλοιντο,  λέγειν αὐτοὺς κελεῦσαι. 

XLIX. τι πυθόμενοι οἱ Ῥωμαῖοι  τὸν Μινούκιον  ἐν κοίλῳ τινὶ καὶ λοχμώδει τόπῳ μετά τινων ἀπειλῆφθαι,  δικτάτορα ἐπ'  αὐτοὺς Λούκιον  Κοίίντιον,  καίπερ πένητα ὄντα,  τό τε γῄδιον,  ὃ μόνον αὐτῷ ὑπῆρχεν,  αὐτοχειρίᾳ τότε γεωργοῦντα,  προεχειρίσαντο·  ἔς τε γὰρ τὰ ἄλλα ὅμοιος τοῖς πρώτοις ἀρετὴν ἦν καὶ σωφροσύνῃ διέπρεπεν,  καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιείς,  ἀφ'  οὗ δὴ καὶ Κιγκινᾶτος  ἐπωνομάσθη.  

L.  Ὅτι καὶ τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἐν τῷ ἄστει ἐταράχθη·  οἵ τε γὰρ στρατευόμενοι φιλονεικίᾳ τοῦ μηδὲν τοῖς τὴν δυναστείαν ἔχουσι προχωρῆσαι, καὶ τὰ κοινὰ καὶ τὰ οἰκεῖα ἐθελονταὶ προίίεντο·  καὶ ἐκεῖνοι οὐχ ὅτι τοῖς ὑπὸ τῶν ἐναντίων ἀπολλυμένοις σφῶν ἔχαιρον,  ἀλλὰ καὶ αὐτοὶ πολλοὺς τῶν δραστηρίων τῶν τὰ τοῦ πλήθους πραττόντων ἐκ τρόπου δή τινος ἐπιτηδείου ἔφθειρον.  Κἀκ  τούτου στάσις οὐ σμικρά σφων συνηνέχθη.  

LI. ς γὰρ τοῦτο φιλοτιμίας κἀκ τούτου καὶ φιλονεικίας ἀλλήλοις ἀφίκοντο,  ὥστε μηκέτι καθ'  ἓν πάντας,  ὥσπερ εἰώθεσαν,  ἀλλ'  ἐκ περιτροπῆς ἰδίᾳ ἕκαστον αὐτῶν ἄρχειν,  ἀφ'  οὗ οὐδὲν χρηστὸν ἐγίγνετο·  τό τε γὰρ οἰκεῖον,  οὐ τὸ κοινὸν ἑκάστου αὐτῶν σκοποῦντος,  καὶ βλαβῆναί πῃ τὸ δημόσιον μᾶλλον ἢ τὸν συνάρχοντα εὐδοκιμῆσαι ἐθέλοντος,  πολλὰ καὶ δυσχερῆ συνέβαινεν. 
 
Ὅτι  δημοκρατία ἐστὶν οὐ τὸ πάντας τῶν αὐτῶν ἁπλῶς τυγχάνειν,  ἀλλὰ τὸ τὰ κατ'  ἀξίαν ἕκαστον φέρεσθαι

LII. τι τὴν τῶν Φαλίσκων  πόλιν πολιορκοῦντες οἱ  Ῥωμαῖοιταύτῃ προσκαθήμενοι διετρίβησαν ἂν,  εἰ μὴ τοιόνδε τι ἐγένετο.  Γραμματιστής  τις ἐν αὐτῇ παῖδας οὔτ'  ὀλίγους οὔτ'  ἀφανεῖς παιδεύων,  εἴθ'  ὑπ'  ὀργῆς ἢ καὶ κέρδους ἐλπίδι πάντας σφᾶς ἔξω τε τοῦ τείχους ὡς καὶ ἐπ'  ἄλλο τι ἐξήγαγεν (τοσοῦτον γάρ που τῆς ἀδείας αὐτοῖς περιῆν, ὥστε καὶ τότε συμφοιτᾶν)· καὶ πρὸς τὸν Κάμιλλον  ἐκόμισε,  πᾶσάν οἱ τὴν πόλιν δι'  αὐτῶν παραδιδόναι λέγων·  οὐ γὰρ περιοίσειν ἔτι τοὺς ἔνδον,  τῶν φιλτάτων σφίσι ἐχομένων.  
Οὐ μέν τοι καὶ ἐπέρανέ τι·  ὁ γὰρ Κάμιλλος  τῆς τε ἀρετῆς ἅμα τῆς τῶν Ῥωμαίων  καὶ τῶν συμπτωμάτων τῶν ἀνθρωπίνων ἐνθυμηθεὶς οὐκ ἠξίωσεν ἐκ προδοσίας αὐτοὺς ἑλεῖν,  ἀλλὰ καὶ τὼ χεῖρε ἐς τοὐπίσω τοῦ προδότου δήσας παρέδωκεν αὐτὸν αὐτοῖς τοῖς παισὶν ὀπισθόχειρα ἀπαγαγεῖν οἴκαδε.  Γενομένου  δὲ τούτου οἱ Φαλίσκοι  οὐκέτ'  ἀντέσχον.  λλὰ καίτοι καὶ δυσάλωτοι ὄντες, καὶ ἐκ περιουσίας τὸν πόλεμον διαφέροντες,  ὅμως ἐθελονταὶ ὡμολόγησαν αὐτῷ,  θαυμαστήν τινα φιλίαν παρ'  αὐτοῦ προσδοκήσαντες ἕξειν,  οὗγε καὶ πολεμίου οὕτω δικαίου ἐπεπείραντο.

LIII.  Ὅτι πρὸς Φαλίσκους  οἱ Ῥωμαῖοι  πολλὰς μάχας μαχεσάμενοι καὶ πολλὰ καὶ παθόντες καὶ δράσαντες, τῶν μὲν πατρίων ἱερῶν ὠλιγώρησαν,  πρὸς δὲ τὰ ξενικὰ ὡς καὶ ἐπαρκέσοντά σφισιν ὥρμησαν.  Φιλεῖ γάρ πως τὸ ἀνθρώπειον ἐν ταῖς συμφοραῖς τοῦ μὲν συνήθους,  κἂν θεῖον ᾖ,  καταφρονεῖν,  τὸ δὲ ἀπείρατον θαυμάζειν.  Παρ'  ἐκείνου μὲν γὰρ ἅτε μηδὲν ἐς τὸ παρὸν ὠφελεῖσθαι νομίζοντες οὐδὲ ἐς τὸ ἔπειτα χρηστὸν οὐδὲν προσδέχονται·  παρὰ δὲ δὴ τοῦ ξένου πᾶν ὅσον ἂν ἐθελήσωσιν ὑπὸ τῆς καινοτομίας ἐλπίζουσιν. 

LIV.  Ὁ οὖν Κάμιλλος  ἐπιφθονώτερος ἔτι καὶ μᾶλλον ἐκ τούτων τοῖς πολίταις γενόμενος ἐγράφη τε ὑπὸ τῶν δημάρχων ὡς μηδὲν ἐκ τῆς λείας τῆς τῶν Οὐηίων  τὸ δημόσιον ὠφελήσας·  καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. 

LV. Οὕτω γὰρ αὐτὸν οὐ τὸ πλῆθος μόνον,  οὐδ'  ὅσοι φιλοτιμίαν τινὰ πρὸς τὴν ἀξίωσιν αὐτοῦ εἶχον,  ἀλλὰ καὶ οἱ πάνυ φίλοι συγγενεῖς τε αὐτῷ ὄντες ἐβάσκαινον, ὥστε μηδ'  ἀποκρύπτεσθαι·  δεομένου γὰρ αὐτοῦ τῶν μὲν καὶ συναγωνίσασθαί οἱ τῶν δὲ τήν γε ἀπολύουσαν θέσθαι,  ...  Ἁλόντι  δ'  αὐτῷ χρημάτων τε τιμήσειν καὶ τὴν καταδίκην συνεκτίσειν ὑπέσχοντο.  Διὰ μὲν δὴ ταῦτα εὐχήν τε ὑπ'  ὀργῆς ἐποιήσατο, χρείαν αὐτοῦ τὴν πόλιν σχεῖν,  καὶ πρὸς τοὺς Ῥουτούλους  πρὶν κατηγορηθῆναι μετέστη.