RETOUR À L« ENTRÉE DU SITE  - table des matières d'Athénée de Naucratis

introduction à athénée de naucratis

ATHÉNÉE DE NAUCRATIS

Différents repas chez les anciens. Vin propre à former des liaisons et à les entretenir. Noms de divers repas. Repas d’Homère comparés avec ceux de Platon, de Xénophon. Différents sens du mot aula. Repas des Egyptiens, de Platon et d’Homère. Antiochus surnommé Épimane, ses folies. Pompe d’Antiochus, de Ptolémée Philadelphe. Richesses de ce roi d’Egypte. Marine de Philopator; ses deux grands vaisseaux. Vaisseau d’Hiéron sa marine. Trirèmes sacrés d’Antigone. Engythèque. Repas d’Andocitas, d’Alexandre. Tyrannie du sophiste Athénion : cruautés qu’il commet dans Athènes. Appellicon de Téos. Socrate a-t-il porté les armes? Athénée le nie; ses preuves peu fondées. Anachronismes de Xénophon, de Platon. Socrate a-t-il été déclaré le plus sage des hommes? Ses liaisons avec Aspasie. Réflexions sur cette femme célèbre. Philosophes médisants. Gorgone, animal d’Afrique ; ses dangers. Bœufs à cornes singulières.

 

Le Livre V des Deipnosophistes

traduction française numérisée par Marc Szwajcer

  

 

trADUCTION

LIVRE CINQUIÈME.

1. [185a] Ἀλλ´ ἐπεὶ πολὺς οὕτως λόγος συμποσίων πέρι διήντληται, ὦ Τιμόκρατες, ἐν τοῖς πρὸ τούτων, παρελίπομεν δὲ αὐτῶν τὰ χρησιμώτατα καὶ οὐ βαροῦντα τὴν ψυχήν, ὠφελοῦντα δὲ καὶ τρέφοντα κατὰ πανδαισίαν, ἅπερ ὁ θεῖος Ὅμηρος παρεισήγαγε, μνημονεύσω καὶ τὰ περὶ τούτων λεχθέντα ὑπὸ τοῦ πάντα ἀρίστου Μασουρίου. Ἡμεῖς γὰρ κατὰ τὸν καλὸν Ἀγάθωνα

Τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα,
[185b] τὸ δ´ ἔργον ὡς πάρεργον ἐκπονούμεθα.

Φησὶ δ´ οὖν ὁ ποιητὴς περὶ τοῦ Μενελάου τὸν λόγον ποιούμενος·

Τὸν δ´ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ,

ὡς νενόμισται ἄγειν συμπόσια περὶ τοὺς γάμους τῶν τε γαμηλίων θεῶν ἕνεκα καὶ τῆς οἱονεὶ μαρτυρίας. Τὸ δὲ πρὸς τοὺς ξένους συμπόσιον ὁ τῆς Λυκίας βασιλεὺς διδάσκει οἷον εἶναι δεῖ, τὸν Βελλεροφόντην [185c] μεγαλοπρεπῶς δεξάμενος·

Ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσε.

2. Δοκεῖ γὰρ ἔχειν πρὸς φιλίαν τι ὁ οἶνος ἑλκυστικόν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. Διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἶεν ἀλλ´ ὕστερον, ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλ´ οὐ τοὺς ἐν μέρει καὶ καθ´ ἕκαστον ἡμῶν. Τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ [δεῖπνα] καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ πάλιν 〈τὰ〉 ὀργεωνικὰ λεγόμενα.

[186a] Πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν.

Κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, μὰ Δί´ οὐχ ἵνα ἀκολασταίνωσι συνιόντες, ἀλλ´ ἵνα τὰ κατὰ τὸν τοῦ συμποσίου νόμον σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. Συνεδείπνουν δ´ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα.

Πρὸς γοῦν τοιοῦτο συμπόσιόν φησιν ὁ Δημοσθένης ἀνενηνέχθαι τὴν Ἐλατείας κατάληψιν·

[186b] « Ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δὲ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.  »

Καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετ´ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. Τοῦ γοῦν Ξενοκράτους ἐν Ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέλους συμποτικοί τινες ἦσαν νόμοι. Τὰ δ´ ἐν Σπάρτῃ φιδίτια καὶ τὰ παρὰ τοῖς Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. Διὸ καί τις οὐ κακῶς ἔφη·

Οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους
[186c] δηρόν· ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.

Ἀντίπατρος δ´ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν. Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι·

Εὖ σοι γένοιτο, Τηλέφῳ δ´ ἁγὼ νοῶ·

ἔτυχε δ´ ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος. Ὁ δὲ Ζήνων [186d] ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρεν ἐπιλέγων·

Ἰνὼ δὲ τἀπὶ θάτερ´ ἐξειργάζετο.

Σωκράτης δ´ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον

« Ὦ παρόντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δ´ ὄψῳ ὡς ἄρτῳ.  »

3. Ἡμεῖς δὲ νῦν περὶ τῶν Ὁμηρικῶν συμποσίων λέξομεν. Ἀφορίζει γὰρ αὐτῶν ὁ ποιητὴς χρόνους, πρόσωπα, αἰτίας. [186e] Τοῦτο δὲ ὀρθῶς ἀπεμάξατο ὁ Ξενοφῶν καὶ Πλάτων, οἳ κατ´ ἀρχὰς τῶν ξυγγραμμάτων ἐκτίθενται τὴν αἰτίαν τοῦ συμποσίου καὶ τίνες οἱ παρόντες. Ἐπίκουρος δὲ οὐ τόπον, οὐ χρόνον ἀφορίζει, οὐ προλέγει οὐδέν. Δεῖ οὖν μαντεύσασθαι πῶς ποτ´ ἄνθρωπος ἐξαπίνης ἔχων κύλικα προβάλλει ζητήματα καθάπερ ἐν διατριβῇ λέγων. [Ἀριστοτέλης δὲ ἄλουτον καὶ κονιορτοῦ ἥκειν πλήρη τινὰ ἐπὶ τὸ συμπόσιόν φησιν ....] ἔπειθ´ ὁ μὲν Ὅμηρος ἐκδιδάσκει τίνας κλητέον, [186f] εἰπὼν ὡς τοὺς ἀρίστους τε καὶ ἐντίμους χρὴ καλεῖν·

Κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν.

Οὐχ ὃν τρόπον Ἡσίοδος· οὗτος γὰρ ἀξιοῖ καὶ τοὺς γείτονας·

Μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει.

Τοῦτο γὰρ ὡς ἀληθῶς Βοιωτικῆς ἐστιν ἀναισθησίας συμπόσιον καὶ τῇ μισανθρωποτάτῃ τῶν παροιμιῶν ἁρμόττον·

[187a] Τηλοῦ φίλοι ναίοντες οὔκ εἰσιν φίλοι.

Πῶς γὰρ οὐκ ἄλογον τόπῳ τὴν φιλίαν καὶ οὐ τρόπῳ κρίνεσθαι; τοιγαροῦν παρ´ Ὁμήρῳ μετὰ τὸ πιεῖν·

Τοῖς δ´ ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν,

παρὰ δὲ τοῖς οὐ τὰ σώφρονα συμπόσια συνάγουσι·

Τοῖς δ´ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον.

Ἔτι δὲ ὁ μὲν Ὅμηρος ἡλικίαις εἰσάγει διαφέροντας καὶ ταῖς προαιρέσεσι τοὺς κεκλημένους, Νέστορα καὶ Αἴαντα καὶ Ὀδυσσέα, [187b] τὸ μὲν καθόλου σύμπαντας τῆς ἀρετῆς ἀντεχομένους, εἴδει δὲ διαφόροις ὁδοῖς ὡρμηκότας ἐπ´ αὐτήν. Ὁ δ´ Ἐπίκουρος ἅπαντας εἰσήγαγε προφήτας ἀτόμων καὶ ταῦτ´ ἔχων παραδείγματα τήν τε τοῦ ποιητοῦ τῶν συμποσίων ποικιλίαν καὶ τὴν Πλάτωνός τε καὶ Ξενοφῶντος χάριν. Ὧν ὁ μὲν Πλάτων τὸν μὲν Ἐρυξίμαχον ἰατρόν, τὸν δὲ Ἀριστοφάνη ποιητήν, ἄλλον δ´ ἀπ´ ἄλλης προαιρέσεως σπουδάζοντας εἰσήγαγεν,

[177a] Ξενοφῶν δὲ καί τινας ἰδιώτας συνανέμιξε. Πολλῷ τοίνυν κάλλιον Ὅμηρος ἐποίησε καὶ διάφορα παρατιθέμενος συμπόσια. [177b] Πᾶν γὰρ ἐξ ἀντιπαραβολῆς ὁρᾶται μᾶλλον. Ἐστὶν γὰρ αὐτῷ τὸ μὲν τῶν μνηστήρων οἷον ἂν γένοιτο νεανίσκων μέθαις καὶ ἔρωσιν ἀνακειμένων, τὸ δὲ τῶν Φαιάκων εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. Τούτοις δ´ ἀντέθηκε τὰ μὲν ἐπὶ στρατιᾶς, τὰ δὲ πολιτικώτερον τελούμενα σωφρόνως. Καὶ πάλιν αὖ διεῖλεν τὰ μὲν δημοθοινίαν ἔχοντα, τὰ δ´ οἰκείων σύνοδον. Ἐπίκουρος δὲ συμπόσιον φιλοσόφων μόνων πεποίηται.

4. [177c] Ἐδίδαξεν δ´ Ὅμηρος καὶ οὓς οὐ δεῖ καλεῖν, ἀλλ´ αὐτομάτους ἰέναι, πρεπόντως ἐξ ἑνὸς τῶν ἀναγκαίων δεικνὺς τὴν τῶν ὁμοίων παρουσίαν·

Αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.

Δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας οὔτε γυναῖκα κλητέον οὔτ´ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. Καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες·

ᾜδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο,

ὥσπερ δέον εἰπεῖν αἰτίαν δι´ ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον, [177d] 〈οὐδὲ〉 πιθανῆς τῆς αἰτίας ἀποδιδομένης. Πότερον γάρ φησιν ὡς οὐκ ᾔδει τὸν ἀδελφὸν ἑστιῶντα; καὶ πῶς οὐ γελοῖον, ὁπότε περιφανὴς ἦν ἡ βουθυσία καὶ πᾶσι γνώριμος; πῶς δ´ ἂν ἦλθεν, εἰ μὴ ᾔδει; ἢ νὴ Δία περισπώμενον, φησίν, αὐτὸν εἰδὼς συνεγνωμόνει ὅτι μὴ κέκληκε καὶ συμπεριφερόμενος ἦλθεν αὐτόματος; ὥσπερ ὁ φήσας ἄκλητον ἥκειν, ἵνα μὴ πρωίας ὑποβλέπωσιν ἀλλήλους, ὃ μὲν αἰδούμενος, ὃ δὲ μεμφόμενος. Ἀλλὰ γελοῖον ἦν ἐπιλαθέσθαι τὸν Ἀγαμέμνονα τοῦ ἀδελφοῦ, [177e] καὶ ταῦτα δι´ ἐκεῖνον οὐ μόνον εἰς τὸ παρὸν θύοντα, ἀλλὰ καὶ τὸν πόλεμον ἀναδεδεγμένον, καὶ κεκληκότα τοὺς μήτε γένει προσήκοντας μήτε πατρίδι προσῳκειωμένους.

Ἀθηνοκλῆς δ´ ὁ Κυζικηνὸς μᾶλλον Ἀριστάρχου κατακούων τῶν Ὁμηρικῶν ἐπῶν εὐπαιδευτότερον ἡμῖν φησι τοῦτον Ὅμηρον καταλιπεῖν, ὅσῳ τῆς ἀνάγκης ὁ Μενέλεως οἰκειοτέρως εἶχεν.

Δημήτριος δ´ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν [177f] καὶ τῆς ποιήσεως ἀλλοτρίαν, τὸν ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο μικρολογίαν ἐμβάλλειν τοῖς ἤθεσιν.

« Οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἀνθρώπων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας.  »

[178a] 5. Πλάτων δ´ ἐν τῷ Συμποσίῳ περὶ τῶν αὐτῶν λέγει οὕτως·

« Ἵνα καὶ τὴν παροιμίαν (φησί) διαφθείρωμεν μεταβάλλοντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτήν· ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολεμικά, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος [178b] ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν.  »

Βακχυλίδης δὲ περὶ τοῦ Ἡρακλέους λέγων ὡς ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκος οἶκόν φησιν·

Ἔστη δ´ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον, ὧδέ τ´ ἔφα·
αὐτόματοι δ´ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται δίκαιοι
φῶτες.

Αἱ δὲ παροιμίαι ἣ μέν φησιν·

Αὐτόματοι δ´ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν,

ἣ δέ·

Αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.

Οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, [178c] ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ´ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν·

Ἐν δ´ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς.

Εἰ δὲ ὁ ἐχθρὸς ὁ βλασφημῶν αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, [178d] εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος·

Οἰνοβαρές, κυνὸς ὄμματ´ ἔχων, κραδίην δ´ ἐλάφοιο.

Οὐ γὰρ εἴ τι λέγεται παρ´ Ὁμήρῳ, τοῦθ´ Ὅμηρος λέγει. Πῶς γὰρ ἂν εἴη μαλθακὸς Μενέλαος ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις τοῖς Τρωσί. Τὸ δὲ μηδὲ τὸν στίχον [178e] ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, δι´ οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται. Τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἴωθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.

6. Πάντα δ´ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. Ἐπὶ γοῦν τοῦ Ὀδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης·

Αὐτόδιον δ´ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν.

[178f] Ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον·

Ἔς ῥ´ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.

« Ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ.  »

Δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ´ Ἡράκλειτον. Δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον [179a] τῷ φιλοθεάμονι καὶ κατανοῆσαι τὴν οἰκίαν. Οὐδὲ γὰρ τοῦτο παρέλιπεν ὁ ποιητής·

Αὐτοὶ δ´ εἰσῆλθον θεῖον δόμον· οἳ δὲ ἰδόντες
θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος.
Ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δῶμα καθ´ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.

Καὶ Ἀριστοφάνης ἐν Σφηξὶ ποιεῖ τὸν ἄγριον γέροντα καὶ φιλοδικαστὴν καταρρυθμιζόμενον εἰς βίον [179b] ἥμερον ὑπὸ τοῦ παιδός·

Παῦ´· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.

Διδάξας τε αὐτὸν ὡς δεῖ κατακλίνεσθαί φησιν·

Ἔπειτ´ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
ὀροφὴν θέασαι, κρεκάδι´ αὐλῆς θαύμασον.

7. Καὶ πρὸ τοῦ θοινᾶσθαι δὲ ἃ δεῖ ποιεῖν ἡμᾶς διδάσκει πάλιν Ὅμηρος, ἀπαρχὰς τῶν βρωμάτων νέμειν τοῖς θεοῖς. Οἱ γοῦν περὶ τὸν Ὀδυσσέα καίπερ ὄντες [179c] ἐν τῷ τοῦ Κύκλωπος σπηλαίῳ·

᾿᾿Ένθα δὲ πῦρ κείαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
τυρῶν αἰνύμενοι φάγομεν.

Καὶ ὁ Ἀχιλλεὺς καίπερ ἐπειγομένων τῶν πρέσβεων ὡς ἐν μέσαις νυξὶν ἡκόντων ὅμως

Θεοῖσι δὲ θῦσαι ἀνώγει
Πάτροκλον ὃν ἑταῖρον· ὃ δ´ ἐν πυρὶ βάλλε θυηλάς.

Καὶ σπονδοποιεῖταί γε τοὺς δαιτυμόνας·

Κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
[179d] νώμησαν δ´ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
Αὐτὰρ ἐπεὶ σπεῖσάν τ´.

Ἃπερ καὶ Πλάτων φυλάσσει κατὰ τὸ συμπόσιον. Μετὰ γὰρ τὸ δειπνῆσαι σπονδάς τέ φησιν ποιῆσαι καὶ τὸν θεὸν παιωνίσαντας τοῖς νομιζομένοις γέρασι .. παραπλησίως δὲ καὶ Ξενοφῶν. Παρὰ δ´ Ἐπικούρῳ οὐ σπονδή, οὐκ ἀπαρχὴ θεοῖς, ἀλλ´ ὥσπερ Σιμωνίδης ἔφη περὶ τῆς ἀκόσμου γυναικός, ἄθυστα δ´ ἱρὰ πολλάκις κατεσθίει ....

[179e] 8. Τὴν γὰρ σύμμετρον κρᾶσιν τοῦ οἴνου ὑπὸ Ἀμφικτύονος βασιλεύσαντος διδαχθῆναί φασιν Ἀθηναίους, καὶ διὰ τοῦτο ἱερὸν Διονύσου ὀρθοῦ ἱδρύσασθαι. Τότε γὰρ ὀρθός ἐστι τῷ ὄντι καὶ οὐ σφαλερός, ὅταν συμμέτρως καὶ κεκραμένως πίνηται.

Οἶνος γὰρ ἀνώγει
ἠλεός, ὅς τ´ ἐφέηκε πολύφρονά περ μάλ´ ἀεῖσαι
καί θ´ ἁπαλὸν γελάσαι καί τ´ ὀρχήσασθαι ἀνῆκεν
[179f] καί τε ἔπος προέηκεν ὅπερ τ´ ἄρρητον ἄμεινον.

Τὸν γὰρ οἶνον Ὅμηρος οὐκ ἠλεὸν ὥσπερ ἠλίθιον καλεῖ καὶ ματαιοποιόν, οὐδὲ κελεύει σκυθρωπὸν εἶναι μήτε ᾄδοντα μήτε γελῶντα μήτ´ ἐρρύθμως ποτὲ καὶ πρὸς ὄρχησιν τρεπόμενον· οὐχ οὕτως ἀγροῖκος οὐδ´ ἐπαρίστερός ἐστιν, ἀλλ´ ᾔδει τούτων ἑκάστου καὶ ποσότητος καὶ ποιότητος διαφοράν. Ὅθεν οὐκ εἶπεν ὡς ἄρα τὸν πολύφρονα ὁ οἶνος ποιεῖ ᾆσαι, [180a] ἀλλὰ μάλ´ ἀεῖσαι, τουτέστιν ἀμέτρως καὶ ἐπὶ πλεῖον ὥστε προσοχλεῖν· οὐδέ τι γελάσαι μὰ Δί´ οὐδ´ ὀρχήσασθαι· κοινὸν δ´ ἐπ´ ἀμφοτέρων λαβὼν τὸ ἁπαλὸν τὴν ἄνανδρον εἰς τοῦτο πρόπτωσιν ἐπιστομίζει·

καί θ´ ἁπαλὸν γελάσαι καί τ´ ὀρχήσασθαι ἀνῆκεν. Παρὰ δὲ τῷ Πλάτωνι τούτων οὐδὲν ἔμμετρον, ἀλλὰ πίνουσι μὲν τοσοῦτον ὥστε μηδὲ τοῖς ἰδίοις ποσὶν ἵστασθαι. Ὅρα γὰρ τὸν ἐπίκωμον Ἀλκιβιάδην ὡς ἀσχημονεῖ· οἱ δ´ ἄλλοι τὸν ὀκτακότυλον ψυκτῆρα πίνουσι, [180b] προφάσεως λαβόμενοι ἐπείπερ αὐτοὺς προείλκυσεν Ἀλκιβιάδης, οὐχ ὥσπερ οἱ παρ´ Ὁμήρῳ·

Αὐτὰρ ἐπεὶ σπεῖσάν τ´ ἔπιόν θ´ ὅσον ἤθελε θυμός.

Τούτων οὖν ἃ μὲν καθάπαξ περιγραπτέον, οἷς δὲ συμμέτρως χρηστέον ὥσπερ ἀναθήμασί τισι μικρὸν προσαποβλέψαντας, καθάπερ Ὅμηρος εἴρηκεν· μολπή τ´ ὀρχηστύς τε· τὰ γάρ τ´ ἀναθήματα δαιτός.

9. Τὸ δ´ ὅλον τὸ πρὸς τὰ τοιαῦτα νενευκὸς τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν ἔνειμεν, ἀλλ´ οὐχὶ Νέστορι οὐδὲ Μενελάῳ· [180c] οὗ ἐν τῇ γαμοποιίᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι συνεχοῦς οὔσης τῆς ἑστιάσεως καὶ τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν, ἐν αἷς παρείληπτο μὲν ἡ γαμουμένη πρὸς τοῦ νυμφίου, πέρας δ´ εἶχεν ὁ τοῦ Μεγαπένθους γάμος, αὐτοὶ δὲ μονάζοντες διῃτῶντο ὅ τε Μενέλαος καὶ ἡ Ἑλένη, μὴ συνέντες, ἀλλ´ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου ἔπους·

Τὸν δ´ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν,

προσσυνῆψαν τοιούτους τινὰς στίχους·

[180d] Ὣς οἳ μὲν δαίνυντο καθ´ ὑψερεφὲς μέγα δῶμα
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ´ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους,

μετενεγκόντες ἐκ τῆς Ὁπλοποιίας σὺν αὐτῷ γε τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. Οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλ´ ἐξάρχοντος τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. Τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. Διόπερ [180e] ὁ μὲν Ἡσίοδός φησιν ἐν τῇ Ἀσπίδι·

Θεαὶ δ´ ἐξῆρχον ἀοιδῆς
Μοῦσαι Πιερίδες,

καὶ ὁ Ἀρχίλοχος·

Αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα.

Καλεῖ δὲ Στησίχορος μὲν τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δ´ ἀγησίχορα τὰ προοίμια. Διόδωρος δ´ ὁ Ἀριστοφάνειος ὅλον τὸν γάμον περιέγραψε τοπάζων πρώτας ἡμέρας εἶναι, καὶ τὸ λῆγον αὐτῶν, ἔτι δὲ καὶ τὸ ἕωλον τῆς συμποσίας οὐκ ἐπιλογιζόμενος. Ἔπειτα κελεύει γράφειν·

« Δοιὼ δὲ κυβιστητῆρε καθ´ αὑτοὺς  »

ἐν τῷ δασεῖ γράμματι, σολοικίζειν ἀναγκάζων. Τὸ μὲν γὰρ κατ´ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον.

[180f] 10. Ἀλλ´ ὅπερ εἶπον, ἡ τῶν ἀκροαμάτων εἰς τὸ σῶφρον τοῦτο συμπόσιον εἰσαγωγὴ παρέγγραφός ἐστιν ἐκ τοῦ Κρητικοῦ χοροῦ μετενηνεγμένη, περὶ οὗ φησιν ἐν Ὁπλοποιίᾳ·

[181a] Ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις,
τῷ ἴκελον οἷόν ποτ´ ἐνὶ Κνωσσῷ εὐρείῃ
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
Ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὠρχεῦντ´, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.

Τούτοις γὰρ ἐπιβάλλει·

Πολλὸς δ´ ἱμερόεντα χορὸν περιίσταθ´ ὅμιλος
[181b] τερπόμενος· 〈μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων·〉 δοιὼ δὲ κυβιστητῆρε κατ´ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.

Τοῖς μὲν οὖν Κρησὶν ἥ τε ὄρχησις ἐπιχώριος καὶ τὸ κυβιστᾶν. Διό φησι πρὸς τὸν Κρῆτα Μηριόνην·

Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ ς´ ἔβαλόν περ.

Ὅθεν καὶ Κρητικὰ καλοῦσι τὰ ὑπορχήματα·

Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δ´ ὄργανον Μολοσσόν.

[181c] « Οἱ δὲ λεγόμενοι Λακωνισταί, φησὶν ὁ Τίμαιος ἐν τετραγώνοις χοροῖς ᾖδον.  »

Καθόλου δὲ διάφορος ἦν ἡ μουσικὴ παρὰ τοῖς Ἕλλησι, τῶν μὲν Ἀθηναίων τοὺς Διονυσιακοὺς χοροὺς καὶ τοὺς κυκλίους προτιμώντων, Συρακοσίων δὲ τοὺς ἰαμβιστάς, ἄλλων δ´ ἄλλο τι. Ὁ δ´ Ἀρίσταρχος οὐ μόνον εἰς τὸ τοῦ Μενελάου συμπόσιον ἐμβαλὼν οὓς οὐ προσῆκε στίχους καὶ τῆς Λακώνων παιδείας ἀλλότριον ἐποίησε καὶ τῆς τοῦ βασιλέως σωφροσύνης, ἀλλὰ καὶ τοῦ Κρητικοῦ χοροῦ τὸν ᾠδὸν ἐξεῖλεν, [181d] ἐπιτεμὼν τὰ ποιήματα τὸν τρόπον τοῦτον·

Πολλὸς δ´ ἱμερόεντα χορὸν περιίσταθ´ ὅμιλος
τερπόμενος· δοιὼ δὲ κυβιστητῆρε κατ´ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.

῞Ὥστ´ ἀνίατον γίνεσθαι παντάπασι τὸ ἐξάρχοντες, μηκέτι δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σῴζεσθαι.

11. Διότι δὲ οὐ πιθανὸν ἀκρόαμα παρὰ τῷ Μενελάῳ τυγχάνειν δῆλον ἐκ τοῦ δι´ ὁμιλίας ὅλον τὸ συμπόσιον περαίνεσθαι τῆς πρὸς ἀλλήλους, [181e] ὄνομα δὲ μηδὲν εἰρῆσθαι τοῦ ᾠδοῦ μηδὲ ᾠδὴν ἣν ᾖδε μηδὲ προσέχειν τοὺς περὶ Τηλέμαχον αὐτῷ, καθάπερ δ´ ἐν σιωπῇ τινι καὶ ἠρεμίᾳ κατανοεῖν μᾶλλον τὸν οἶκον· καίτοι γε πῶς οὐκ ἀπίθανον τοὺς τῶν φρονιμωτάτων υἱέας Ὀδυσσέως καὶ Νέστορος ἐπαριστέρους εἰσάγεσθαι, ὥστε τρόπον ἀγροίκων τινῶν μὴ προσέχειν τοῖς παρεσκευασμένοις ἀκροάμασιν; ὁ γοῦν Ὀδυσσεὺς προσέχει τοῖς τῶν Φαιάκων ᾀσματοποιοῖς·

Αὐτὰρ Ὀδυσσεὺς
[181f] μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ,

καίπερ ἔχων πολλὰ τὰ περιέλκοντα καὶ δυνάμενος εἰπεῖν·

Κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἀοιδαί.

Πῶς οὖν οὐκ ἂν ἀβέλτερος εἴη ὁ Τηλέμαχος ᾠδοῦ παρόντος καὶ κυβιστητῆρος προσκύπτων πρὸς τὸν Πεισίστρατον (δ ) καὶ τῶν σκευῶν διατιθέμενος; ἀλλ´ [182a] Ὅμηρος ὥσπερ ἀγαθὸς ζωγράφος πάντα ὅμοιον τῷ πατρὶ τὸν Τηλέμαχον παρίστησι. Πεποίηκεν γοῦν ἀμφοτέρους τὸν μὲν τῷ Ἀλκινόῳ, τὸν δὲ τῷ Μενελάῳ διὰ δακρύων γνωριζομένους.

12. Ἐν δὲ τῷ Ἐπικουρείῳ συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστιν μυκτηριστῶν ἀλλήλους τωθαζόντων· τὸν γὰρ περὶ Ἀλκιβιάδου λόγον σιωπῶ. Παρὰ δ´ Ὁμήρῳ συγκεκρότηται τὰ σώφρονα συμπόσια. Καί ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς τὸν Μενέλαον ὡς οὐ τολμᾷ λέγειν

[182b] Ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ´ αὐδῇ.

Ὃ δ´ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων ἢ γιγνομένων·

Καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἔγωγε
τέρπομ´ ὀδυρόμενος μεταδόρπιος.

Ὃ δὲ πάλιν·

Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.

Οὔτε γὰρ κόλακα πρέπον ἐστὶν εἶναι οὔτε μυκτηριστήν. [187c] Πάλιν Ἐπίκουρος ἐν τῷ Συμποσίῳ ζητεῖ περὶ δυσπεψίας ὥστ´ οἰωνίσασθαι, εἶθ´ ἑξῆς περὶ πυρετῶν. Τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀρρυθμίαν τί δεῖ καὶ λέγειν;

Πλάτων δὲ — τὸν μὲν ὑπὸ τῆς λυγγὸς ὀχλούμενον καὶ θεραπευόμενον ἀνακογχυλιασμοῖς ὕδατος, ἔτι δὲ ταῖς ὑποθήκαις τοῦ κάρφους ἵνα τὴν ῥῖνα κινήσας πτάρῃ, παρίημι· κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρειν — χλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα, καὶ τὸν Ἀλκιβιάδην [δὲ] παράγει λέγοντα ὅτι πασχητιᾷ. Ἀλλ´ ὅμως τοιαῦτα γράφοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων. [187d] Ἀλλ´ οὔτε ἐκ θύμβρας, ἔφη Δημοχάρης, λόγχη οὔτ´ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται.

Οὐ μόνον δ´ Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον καὶ ἄλλους πολλοὺς τῶν νέων. Τοῦτο δὲ κωμῳδοῦντός ἐστι τὴν Ἀθηναίων πόλιν, τὸ τῆς Ἑλλάδος μουσεῖον, ἣν ὁ μὲν Πίνδαρος

« Ἑλλάδος ἔρεισμα  »

ἔφη, Θουκυδίδης δ´ ἐν τῷ εἰς Εὐριπίδην ἐπιγράμματι

« Ἑλλάδος Ἑλλάδα,  »

ὁ δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων. [187e] Διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι σκοπεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος. Τὸν μὲν γὰρ Ἀλκιβιάδην φησὶν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ παρακμάσαντα τότε πρῶτον ἄρξασθαι Σωκράτει λαλεῖν ὅτε πάντες αὐτὸν κατέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί. Λέγει γὰρ ταῦτα κατ´ ἀρχὰς τοῦ διαλόγου. τὰ δ´ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου ὁ βουλόμενος εἴσεται. Ποιεῖ γὰρ αὐτὸν ἀσυμφώνως ποτὲ μὲν σκοτοδινιῶντα [187f] καὶ μεθυσκόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτωκότα λέοντος ἀλκῇ, ἅμα δὲ καταφρονεῖν φησι τῆς ὥρας αὐτοῦ.

13. Ἀλλὰ μὴν καὶ τὸ Ξενοφῶντος Συμπόσιον καίπερ ἐπαινούμενον οὐκ ἐλάττους ἔχει τούτων ἐπιλήψεις. Καλλίας μὲν γὰρ συνάγει τὸ συμπόσιον, ἐπειδήπερ τὰ παιδικὰ αὐτοῦ Αὐτόλυκος Παναθήναια παγκράτιον ἐστεφανώθη. Καὶ εὐθὺς οἱ κατακλιθέντες τῷ παιδὶ προσέχουσι τὸν νοῦν [188a] καὶ ταῦτα τοῦ πατρὸς παρακαθημένου.

« Ὥσπερ γὰρ ὅταν φέγγος ἐν νυκτὶ παρῇ πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τὸ Αὐτολύκου κάλλος πάντων ἐφέλκεται τὰς ὄψεις ἐφ´ ἑαυτό. Ἔπειτα τῶν παρόντων οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπ´ ἐκείνου· οἳ μέν γε σιωπηλότεροι ἐγίγνοντο, οἳ δὲ καὶ ἐσχηματίζοντό πως.  »

Ἀλλ´ οὐχ Ὅμηρος τοιοῦτόν τι εἰπεῖν ἐπεχείρησε καίπερ τῆς Ἑλένης παρούσης, περὶ ἧς τοῦ κάλλους τις τῶν ἐναντίων αὐτῇ τοιαῦτ´ εἶπεν ὑπὸ τῆς ἀληθείας ἐκνικώμενος·

[188b] Οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς
τοιῇδ´ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
αἰνῶς ἀθανάτῃσι θεῇς´ εἰς ὦπα ἔοικεν.

Εἶτά φησιν·

Ἀλλὰ καὶ ὣς τοίηπερ ἐοῦς´ ἐν νηυσὶ νεέσθω.

Τὰ δὲ μειράκια τὰ ὡς τὸν Μενέλαον παραγενόμενα, ὁ Νέστορος υἱὸς καὶ ὁ Τηλέμαχος, ἐν οἴνῳ ὄντες καὶ ἐν γαμικῷ συμποσίῳ διατρίβοντες καὶ τῆς Ἑλένης παρακαθημένης, [188c] ὡς πρέπον ἐστίν, ἡσυχίαν ἄγοντες πρὸς τὸ περιβόητον ἐκκεκωφωμένοι κάλλος. Ὁ δὲ Σωκράτης τίνος χάριν τῶν αὐλητρίδων ἀνεχόμενος καὶ τοῦ ὀρχουμένου παιδὸς καὶ κιθαρίζοντος, ἔτι δὲ καὶ τῆς κυβιστώσης γυναικὸς ἀπρεπῶς τὸ μύρον ἀπείπατο; οὐδεὶς γὰρ ἂν αὐτοῦ ἀγελαστὶ ἠνέσχετο κατὰ νοῦν ἔχων ταῦτα τὰ ἔπη·

Τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,
ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.

Καὶ μὴν ἀσύμφωνα καὶ τὰ μετὰ ταῦτα τῇ αὐστηρότητι. [188d] Ὁ γὰρ δὴ Κριτόβουλος, μειράκιον ἀστεῖον, γέροντα 〈ὄντα〉 καὶ διδάσκαλον αὑτοῦ τὸν Σωκράτη σκώπτει πολὺ τῶν Σιληνῶν αἰσχίονα λέγων εἶναι. Ὃ δὲ αὐτῷ διαμορφοσκοπεῖται καὶ κριτὰς ἑλόμενος τόν τε παῖδα καὶ τὴν ὀρχηστρίδα προτίθησι νικητήρια φιλήματα τῶν κριτῶν. Τίς οὖν τῶν νέων ἐντυχὼν τούτοις οὐκ ἐπιτριβήσεται μᾶλλον ἤπερ εἰς ἀρετὴν 〈ἂν〉 προαχθείη.

14. Παρὰ δ´ Ὁμήρῳ ἐν τῷ τοῦ Μενελάου συμποσίῳ προβάλλουσιν ἀλλήλοις ὥσπερ ἐν διατριβῇ ζητήματα καὶ πολιτικῶς ὁμιλοῦντες τέρπουσιν ἀλλήλους καὶ ἡμᾶς. [188e] Ὁ γοῦν Μενέλαος παραγενομένων ἐκ τοῦ λουτρῶνος τῶν περὶ τὸν Τηλέμαχον καὶ τῶν περὶ τὴν ἐδωδὴν παρατεθέντων παρακαλεῖ μεταλαμβάνειν λέγων τάδε·

Σίτου δ´ ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα
δείπνου παυσαμένω εἰρησόμεθ´ οἵτινες ἐστόν.

ἔπειτα προσεπιδίδωσι τῶν παρακειμένων αὐτῷ φιλανθρωπευόμενος·

Ὣς φάτο καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
[188f] ὄπτ´ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.

Φαγόντες δ´ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσιν ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων, φησίν, οὐδὲ 〈τῶν〉 θεραπαινῶν τοῦ κεκληκότος ὑφ´ ὧν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου·

Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.

Βέλτιον γὰρ οὕτως φησὶν ὁ Σέλευκος γράφεσθαι. Ἀρίσταρχος δὲ οὐ δεόντως γράφει·

[189a] Ζηνός που τοιήδε γ´ Ὀλυμπίου ἔνδοθεν αὐλή.

Οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος μόνον ἀποθαυμάζουσι. Πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου εἰρήκασιν, ὥς ἐστι

« Δώματα ἠχήεντα  »

τοιαῦτα γὰρ δὴ τὰ ὑψόροφα καὶ μεγάλα. Περὶ δὲ τῶν σκευῶν τὸ

Χρυσοῦ τ´ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ´ ἐλέφαντος.

Οἷς εἰκότως ἐπιφέρεται·

Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται,
[189b] ὅσσα τάδ´ ἄσπετα πολλά· σέβας μ´ ἔχει εἰσορόωντα.

Οὐκ ἐστὶν δ´ ἀκόλουθον τῷ

Ζηνός που τοιήδε γ´ Ὀλυμπίου ἔνδοθεν αὐλὴ

ἐπιφέρειν

Ὅσσα τάδ´ ἄσπετα πολλά,

σόλοικον ὂν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως.

15. Ἔτι τοίνυν οὐδ´ ἡ αὐλὴ ἁρμόττει ἐπὶ τοῦ οἴκου. Ὁ γὰρ διαπνεόμενος τόπος αὐλὴ λέγεται, καὶ διαυλωνίζειν φαμὲν τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα χωρίον. Ἔτι δὲ αὐλὸς μὲν τὸ ὄργανον, [189c] ὅτι διέρχεται τὸ πνεῦμα, καὶ πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν ὥσπερ τὸ στάδιον καὶ τὸν κρουνὸν τοῦ αἵματος·

Αὐτίκα δ´ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε,

καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. Λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῇ ἐνάτῃ. Καλοῦσι δ´ ἀρσενικῶς τοὺς αὐλῶνας, ὥσπερ Θουκυδίδης ἐν τῇ δʹ καὶ πάντες οἱ καταλογάδην συγγραφεῖς, οἱ δὲ ποιηταὶ θηλυκῶς. [189d] Καρκίνος μὲν Ἀχιλλεῖ·

Βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ.

Καὶ Σοφοκλῆς Σκύθαις·

Κρημνούς τε καὶ σήραγγας ἠδ´ ἐπακτίας
αὐλῶνας.

Ἐκδεκτέον οὖν καὶ τὸ παρὰ Ἐρατοσθένει ἐν τῷ Ἑρμῇ θηλυκῶς εἰρῆσθαι 

« Βαθὺς διαφύεται αὐλών  »

ἀντὶ τοῦ βαθεῖα, καθάπερ λέγεται

« Θῆλυς ἐέρση  ».

Πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλὼν λέγεται. [189e] Νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς, ὥσπερ Μένανδρος·

Αὐλὰς θεραπεύειν καὶ σατράπας.

Καὶ Δίφιλος·

Αὐλὰς θεραπεύειν δ´ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,
ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου,

ἤτοι διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους ἢ τῷ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ τάττει ἐπὶ τῶν ὑπαίθρων τόπων, ἔνθα ἦν ὁ τοῦ ἑρκείου Ζηνὸς βωμός. [189f] Ὁ μέντοι γε Πηλεὺς καταλαμβάνεται

Αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον,
σπένδων αἴθοπα οἶνον ἐπ´ αἰθομένοις´ ἱεροῖσι·

ὁ δὲ Πρίαμος

Αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.

Καὶ ὁ Ὀδυσσεὺς προστάττει τοῖς περὶ τὸν Φήμιον·

Ἀλλ´ ἐξελθόντες μεγάρων εὖ ναιεταόντων
[190a] ἐκ φόνου εἰς αὐλήν.

Ὅτι δὲ ὁμοῦ τόν τε οἶκον καὶ τὰ κτήματα ἐπῄνεσεν ὁ Τηλέμαχος ἐμφανίζει ὁ Μενέλαος·

Τέκνα φίλ´, ἦτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ´ ἔασιν.

16. Ἀλλὰ γὰρ ἐπανιτέον ἐπὶ τὸ συμπόσιον, ἐν ᾧ Ὅμηρος ἐπιδεξίως ἀφορμὴν εὗρεν λόγων, ὥστε 〈κτήμασιν〉 κτῆσιν συγκρῖναι φίλου. Οὐ γὰρ ὡς πρόβλημα προτείνει, ἀλλ´ ἐπιχαρίτως παρείρας ὁ Μενέλαος, ἐπειδὴ ἤκουσε τῶν ἐπαίνων, τὸ μὲν εἶναι πλούσιος οὐκ ἀρνεῖται· κἀνταῦθα δὲ περιελὼν τὸν φθόνον

[190b] « Πολλὰ γάρ φησιν παθὼν  »

ἔχειν αὐτόν. Οὐ μέντοι γε ἀξιοῖ ἑαυτὸν θεοῖς συγκρίνειν·

Ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ´ ἔασιν.

Ἐνδειξάμενος δὲ φιλάδελφον ἦθος καὶ μετ´ ἀνάγκης φήσας ζῆν τε καὶ πλουτεῖν ἀντιπαρέθηκε τὸν τῆς φιλίας λόγον·

Ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
[190c] ναίειν, οἱ δ´ ἄνδρες σόοι ἔμμεναι οἳ τότ´ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.

Τίς ἂν οὖν τῶν ἐκγόνων ἐκείνων τῶν ὑπὲρ τοῦ τοιούτου τεθνηκότων οὐκ ἂν κατ´ ἀξίαν δόξειεν τὴν ἐπὶ τῇ στερήσει τοῦ πατρὸς λύπην τῇ τοῦ πατρὸς εὐχαρίστῳ μνήμῃ διορθουμένην; ὅπως δὲ μὴ δόξῃ κοινὸς  εἶναι πρὸς πάντας τοὺς παραπλησίως αὐτῷ τὴν εὔνοιαν ἐνδεδειγμένους, ἐπήνεγκεν·

Τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ,
[190d] ὡς ἑνὸς ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν.

Ἵνα δὲ μὴ φαίνηται μηδενὸς τῶν ἐκείνου παραμελῶν ἐμνήσθη κατ´ ὄνομα·

Ὀδύρονται νύ που αὐτὸν
Λαέρτης θ´ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
Τηλέμαχός θ´, ὃν ἔλειπε νέον γεγαῶτ´ ἐνὶ οἴκῳ.

Τοῦ δὲ δακρύσαντος πρὸς τὴν μνήμην ὃ μὲν ἐφίστησι κἀν τοσούτῳ 〈.... τῇ〉 τῆς Ἑλένης ἐπεισόδῳ κἀκείνης ἐκ τῆς ὁμοιότητος τεκμηραμένης [190e] — πάνυ γὰρ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην δειναὶ τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι — παρεμβάλλοντός τινα λόγον καὶ τοῦ Πεισιστράτου — χρὴ γὰρ καὶ τοῦτον μὴ παρεῖναι δορυφορήματος τρόπον — καὶ διαλεχθέντος εὐσχημόνως περὶ τῆς αἰδοῦς τοῦ Τηλεμάχου, πάλιν ἐπιβάλλει ὁ Μενέλαος περὶ τῆς τοῦ Ὀδυσσέως φιλίας ὅτι μετὰ μόνου καταγηράναι μάλιστ´ ἂν ἤθελεν ἐκείνου.

[190f] 17. Κατὰ δὲ τὸ εἰκὸς οἳ μὲν δακρύουσιν, ἡ δ´ Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει πανακὲς τῷ ὄντι φάρμακον καὶ ἄρχεται διηγεῖσθαι τὰ περὶ τοῦ Ὀδυσσέως μεταξὺ ταλασιουργίας ἁπτομένη, οὐ δι´ ἀρέσκειαν τοῦτο πράττουσα, ἀλλ´ οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. [191a] Ἡ γοῦν Ἀφροδίτη ἐρχομένη πρὸς αὐτὴν μετὰ τὸ μονομάχιον εἰκάζεται·

Γρηὶ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιεταούσῃ
ἤσκειν εἴρια καλά.

Ἐμφανίζεται δ´ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τούτων·

Τῇ δ´ ἄρ´ ἅμ´ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν·
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
[191b] Φυλὼ δ´ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ.
Τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐν αὐτῷ
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.

Ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς καλλιτεχνίαν συνορᾶν. Τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί·

[191c] Δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ´ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ δ´ ἀλόχῳ φορέειν.

Αὕτη δ´ ἡ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει· οὐ χλιδῶσα γὰρ οὐδὲ θρυπτομένη διὰ τὸ κάλλος εἰσάγεται. Εὑρίσκεται γοῦν περὶ ἱστὸν ὑφαίνουσα καὶ ποικίλλουσα·

Τὴν δ´ εὗρ´ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε,
δίπλακα μαρμαρέην· πολέας δ´ ἐνέπασσεν ἀέθλους
[191d] Τρώων θ´ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὓς ἕθεν εἵνεκ´ ἔπασχον ὑπ´ Ἄρηος παλαμάων.

18. Διδάσκει δ´ ἡμᾶς Ὅμηρος ὅτι δεῖ καὶ τοὺς κεκλημένους ἐφ´ ἑστίασιν παρακαλεῖν ἀπανίστασθαι τοὺς κεκληκότας.Ὁ μὲν Τηλέμαχος τὸν Μενέλαον·

Ἀλλ´ ἄγετ´ εἰς εὐνὴν τράπεθ´ ἡμέας, ὄφρα καὶ ἤδη
ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες.

Ἡ δὲ προσποιουμένη Μέντωρ εἶναι Ἀθηνᾶ πρὸς τὸν Νέστορα·

[191e] Ἀλλ´ ἄγε τάμνετε μὲν γλώσσας, κεράσασθε δὲ οἶνον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
σπείσαντες κοίτοιο μεδώμεδα· τοῖο γὰρ ὥρη.

Ἐν δὲ ταῖς τῶν θεῶν ἑορταῖς οὐδ´ ὅσιον εἶναι δοκεῖ πλείω χρόνον παραμένειν. Γνωμικῶς γοῦν φησιν παρὰ τῷ Ὁμήρῳ ἡ Ἀθηνᾶ·

Ἤδη γὰρ φάος οἴχεθ´ ὑπὸ ζόφον, οὐδὲ ἔοικε
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.

Καὶ νῦν δὴ νόμος ἐκ θυσιῶν τινων πρὸ ἡλίου δύνοντος ἀπιέναι. [191f] Καὶ παρ´ Αἰγυπτίοις δὲ τὸ παλαιὸν σωφρονικῶς διεξήγετο τὸ τῶν συμποσίων γένος, καθάπερ εἴρηκεν Ἀπολλώνιος ὁ περὶ τούτων γεγραφώς. Καθήμενοι μὲν γὰρ ἐδείπνουν, τροφῇ τῇ λιτοτάτῃ καὶ ὑγιεινοτάτῃ χρώμενοι καὶ οἴνῳ τοσούτῳ ὅσος ἱκανὸς ἂν γένοιτο πρὸς εὐθυμίαν, ἣν ὁ Πίνδαρος αἰτεῖται παρὰ τοῦ Διός·

Τί ἔρδων φίλος
σοί τε, καρτερόβροντα Κρονίδα, φίλος δὲ Μοίσαις
Εὐθυμίᾳ τε μέλων 〈κεν〉 εἴην,
τοῦτ´ αἴτημί σε.

[192a] Τὸ δὲ Πλάτωνος συμπόσιον οὐ συνέδριόν ἐστιν, οὐ βουλευτήριον, οὐ λέσχη φιλοσόφων. Σωκράτης γὰρ οὐδὲ τοῦ συμποσίου ἀποστῆναι θέλει καίτοι Ἐρυξιμάχου καὶ Φαίδρου καὶ ἄλλων τινῶν ἀποστάντων, ἀλλ´ ἐγρήγορε μετ´ Ἀγάθωνος καὶ Ἀριστοφάνους καὶ πίνει ἐξ ἀργυροῦ φρέατος — καλῶς γάρ τις τὰ μεγάλα ποτήρια οὕτως ὠνόμασε — πίνει τ´ ἐκ τῆς φιάλης ἐπιδέξια. Φησὶ δὲ καὶ μετὰ τοῦτο τοὺς μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνη, [192b] ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγάθωνα· καὶ τὸν Σωκράτη κατακοιμήσαντα ἐκείνους ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἐξόν, φησὶν ὁ Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας,

Ἔνθα κ´ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.

19. Πᾶσα δὲ συμποσίου συναγωγὴ παρὰ τοῖς ἀρχαίοις τὴν αἰτίαν εἰς θεὸν ἀνέφερε, καὶ στεφάνοις ἐχρῶντο τοῖς οἰκείοις τῶν θεῶν καὶ ὕμνοις καὶ ᾠδαῖς. Καὶ δοῦλος οὐδεὶς ἦν ὁ διακονήσων, ἀλλ´ οἱ νέοι τῶν ἐλευθέρων ᾠνοχόουν, ὡς ὁ τοῦ Μενελάου υἱὸς καίτοι νυμφίος ὑπάρχων καὶ ἐν αὐτοῖς τοῖς γάμοις. [192c] Παρὰ δὲ τῇ καλῇ Σαπφοῖ καὶ ὁ Ἑρμῆς οἰνοχοεῖ τοῖς θεοῖς. Καὶ τἄλλα δὲ πάντα παρεσκεύαζον τοῖς δειπνοῦσιν ἐλεύθεροι. Καὶ οἱ δειπνήσαντες ἀπελύοντο φωτὸς ὄντος. Ἐν ἐνίοις δὲ καὶ τῶν Περσικῶν συμποσίων ἐγίνοντό τινες καὶ βουλαί, καθάπερ ἐν τῷ τοῦ Ἀγαμέμνονος κατὰ τὴν στρατείαν. Τὸ δὲ τοῦ Ἀλκινόου συμπόσιον, πρὸς ὃ ἀποτέταται 〈ὁ〉 τοῦ Ὀδυσσέως λόγος·

Οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
[192d] ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
δαιτυμόνες δ´ ἀνὰ δώματ´ ἀκουάζωνται ἀοιδοῦ,

ξένου ὑποδοχὴν ἔχει, ὄντων καὶ αὐτῶν τῶν Φαιάκων τρυφερῶν. Ὅπερ συμβάλλων τις πρὸς τὰ τῶν φιλοσόφων συμπόσια κοσμιώτερον ἂν εὕροι, καίτοι τοῦτο περιέχον καὶ ἱλαρότητα καὶ παιδιὰν εὐσχήμονα. Μετὰ γὰρ τὸν ἀγῶνα τὸν γυμνικὸν ᾄδει ὁ ᾠδὸς

« Ἀμφ´ Ἄρεος φιλότητα  »

μῦθόν τινα χλεύῃ κεκραμένον, καίτοι εἰς τὴν μνηστηροφονίαν ὑποθηκῶν ὑποτιθεμένων τῷ Ὀδυσσεῖ, [192e] ὡς [τοῦ Ἡφαίστου καὶ] τοῦ Κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρη καταγωνισαμένου.

20. Ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες οἱ τότε. Πολλαχοῦ γοῦν ὁ Ὅμηρός φησιν·

Ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.

Ὁ γὰρ θρόνος αὐτὸ μόνον ἐλευθέριός ἐστιν καθέδρα σὺν ὑποποδίῳ, ὅπερ θρῆνυν καλοῦντες ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθέζεσθαι τάσσουσιν, ὡς Φιλητᾶς

Θρήσασθαι δὲ πλατάνῳ γαίῃ ὕπο.

[192f] Ὁ δὲ κλισμὸς περιττοτέρως κεκόσμηται ἀνακλίσει. Τούτων δ´ εὐτελέστερος ἦν ὁ δίφρος· τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ εἶναι δοκοῦντι

« Δίφρον ἀεικέλιον, φησί, καταθεὶς ὀλίγην τε τράπεζαν.  »

Οἱ δὲ κρατῆρες αὐτοῖς, ὥσπερ ἔχει καὶ τοὔνομα, κεκραμένοι παρεστήκεσαν, ἐξ ὧν οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δ´ ἄλλοις ἐξ ἴσου διένεμον. Ὁ γοῦν Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα φησί·

[193a] Σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ´ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.

Προέπινον δ´ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς (τοῦτο γὰρ προεκπιεῖν ἐστιν), ἀλλὰ μεστὸν τὸν σκύφον·

Πλησάμενος δ´ οἴνοιο δέπας δείδεκτ´ Ἀχιλῆα.

Ὁσάκις δὲ καὶ τροφὰς ἐλάμβανον, προειρήκαμεν ἤδη (I  b) ὅτι δὴ τρεῖς ἦσαν διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. Γελοῖοι γάρ εἰσιν οἱ φάσκοντες ὅτι καὶ τέσσαρας ἐλάμβανον, ἐπεὶ ὁ ποιητὴς ἔφη

« Σὺ δ´ ἔρχεο δειελιήσας,  »

οὐ νοοῦντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας χρόνον. [193b] Ὅμως δὲ οὐδεὶς δείξει παρὰ τῷ ποιητῇ τρίς τινα λαμβάνοντα τροφάς. Διαμαρτάνουσι δὲ πολλοὶ παρὰ τῷ ποιητῇ ἐφεξῆς τιθέντες τούτους τοὺς στίχους·

Σῖτον δ´ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ´ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.

Εἰ γὰρ εἴδατα παρέθηκεν ἡ ταμίη, δῆλον ὡς κρεάτων λείψανα τυγχάνοντα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. Διόπερ τὸ δίστιχον ἀπαρκεῖ. Ἀπαλλαγέντων δὲ τῶν δειπνούντων αἱ τράπεζαι ἐβαστάζοντο, ὥσπερ παρὰ τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν, ἐφ´ ὧν καὶ λέγει·

[193c] ἀμφίπολοι δ´ ἀπεκόσμεον ἔντεα δαιτός,

δῆλον ὡς τὰ ἀγγεῖα. Καὶ γὰρ τῶν ὅπλων τὰ σκεπαστικά, θώρακα καὶ κνημῖδας καὶ τὰ τούτοις ἐμφερῆ λέγουσιν ἔντη, καθάπερ ἀγγεῖα τῶν τοῦ σώματος μερῶν ὄντα. Τῶν δὲ ἡρωικῶν οἴκων τοὺς μείζονας Ὅμηρος μέγαρα καλεῖ καὶ δώματα καὶ κλισίας, οἱ δὲ νῦν ξενῶνας καὶ ἀνδρῶνας ὀνομάζουσι.

21. Τί οὖν ὀνομάσομεν, ἄνδρες φίλοι, τὸ συμπόσιον ὅπερ Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθείς, Ἐπιμανὴς δ´ ἐκ τῶν πράξεων ὀνομασθείς; [193d] βασιλεὺς δ´ ἦν οὗτος [τῶν Συριακῶν] τῶν ἀπὸ Σελεύκου εἷς· περὶ οὗ φησι Πολύβιος τάδε, ὡς

« Ἀποδιδράσκων ἐκ τῆς αὐλῆς ἐνίοτε τοὺς θεραπεύοντας οὗ τύχοι τῆς πόλεως ἀλύων ἐφαίνετο δεύτερος καὶ τρίτος· μάλιστα δὲ πρὸς τοῖς ἀργυροκοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις εὑρησιλογῶν καὶ φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας. Ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκαταβαίνων ὡμίλει ᾧ τύχοι καὶ μετὰ τῶν παρεπιδημούντων συνέπινε τῶν εὐτελεστάτων. [193e] Ὅτε δὲ τῶν νεωτέρων αἴσθοιτό τινας συνευωχουμένους, οὐδεμίαν ἔμφασιν ποιήσας παρῆν ἐπικωμάζων μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀφισταμένους φεύγειν. Πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα τήβενναν ἀναλαβὼν περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων καὶ τοὺς μὲν δεξιούμενος, τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν αὑτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ δὲ καὶ ὡς δήμαρχος. [193f] Τυχὼν δὲ τῆς ἀρχῆς καὶ καθίσας ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας. Ἐξ ὧν εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς· οἳ μὲν γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἳ δὲ μαινόμενον. Καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· [194a] ἐδίδου γὰρ τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσίον. Καὶ ἐξ ἀπαντήσεως δέ τισι συντυγχάνων οὓς μὴ ἑωράκει ποτὲ ἐδίδου δωρεὰς ἀπροσδοκήτους. Ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας ὑπερέβαλλε τοὺς βεβασιλευκότας. Τοῦτο δ´ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρ´ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων. Ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, [194b] κεραμίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων. Ὅτε καί τινος εἰπόντος   »μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ,  »

[καὶ] μηδὲν τὸν ἄνθρωπον προσειπὼν ὅπου ´κεῖνος τῇ ἑξῆς ἐλούετο ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου τῆς στακτῆς καλουμένης, ὡς πάντας ἀναστάντας κυλίεσθαι 〈τοὺς〉 λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, [194c] καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.

22. Ὁ δ´ αὐτὸς οὗτος βασιλεὺς ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπὸ αὐτοῦ ἐπὶ Δάφνης· ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν. Ἀρχὴν δ´ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. [194d] Καθηγοῦντό τινες Ῥωμαικὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἀλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι· μεθ´ οὓς Μυσοὶ πεντακισχίλιοι. Συνεχεῖς δ´ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. Ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. Τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες· οἷς ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τεσσαράκοντα. [194e] Τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι, πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δ´ ἄλλοι ἀργυροφάλαροι. Μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι ἑταῖροι ἱππεῖς· οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. Τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. Ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, περὶ χιλίους. [194f] Τελευταία δ´ ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορία τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ πεντακόσιοι. Πάντες δ´  οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. Ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τεσσαράκοντα· ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς· καθ´ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ.

23. Τὴν δ´ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. Ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, [195a] βόες δ´ εὐτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι. Τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ τῶν παρ´ ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα, τὰ δ´ ἠμφιεσμένα στολαῖς διαχρύσοις. Καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι παρέκειντο. [195b] Εἵπετο δ´ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Μεσημβρίας. Τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν· ἑνὸς γὰρ τῶν φίλων Διονυσίου τοῦ ἐπιστολιαγράφου χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν ἐλάττον´ ὁλκὴν εἶχεν δραχμῶν χιλίων. Βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. Ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔραινον εἰς διακοσίας. [195c] Ταύταις δ´ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, 〈ἐν〉 ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι. Καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν.

24. Ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονομαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθ´ ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυμνασίῳ πάντες ἐκ χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ μύρῳ· [195d] ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου. Παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις. Ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς πολυτελεστάτης διασκευῆς. Ὁ δὲ χειρισμὸς ἐγίνετο τῶν πραγμάτων δι´ αὐτοῦ τοῦ βασιλέως. Ἵππον γὰρ ἔχων εὐτελῆ παρέτρεχε παρὰ τὴν πομπήν, τοὺς μὲν προάγειν κελεύων, τοὺς δὲ ἐπέχειν. [195e] Κατὰ δὲ τοὺς πότους αὐτὸς ἐπὶ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δ´ ἀνέκλινε, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις φέροντας αὐτὸς εἰσῆγε. Καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε· καί ποτε μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ´ ἄλλοις, ἅμα δὲ καὶ τοῖς ἀκροάμασι προσπαίζων. Προιούσης δ´ ἐπὶ πολὺ τῆς συνουσίας [195f] καὶ πολλῶν ἤδη κεχωρισμένων ὑπὸ τῶν μίμων ὁ βασιλεὺς εἰσεφέρετο ὅλος κεκαλυμμένος καὶ εἰς τὴν γῆν ἐτίθετο ὡς εἷς ὢν δῆτα τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης ἀναπηδήσας ὠρχεῖτο καὶ  ὑπεκρίνετο μετὰ τῶν γελωτοποιῶν, ὥστε πάντας αἰσχυνομένους φεύγειν. Ταῦτα δὲ πάντα συνετελέσθη ἐξ ὧν τὰ μὲν ἐκ τῆς Αἰγύπτου ἐνοσφίσατο παρασπον – δήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα, 〈τὰ〉 δὲ καὶ τῶν φίλων συμβαλλομένων. Ἱεροσυλήκει δὲ καὶ τὰ πλεῖστα τῶν ἱερῶν.  »

[196a] 25. Θαυμασάντων δὲ τῶν δαιτυμόνων τήν τε τοῦ βασιλέως διάνοιαν ὡς οὐκ ἐπιφανής, ἀλλ´ ὄντως ἐπιμανὴς ὑπῆρχε, .... Προσέθηκεν ὁ Μασούριος περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γεγενημένης ὑπὸ τοῦ πάντα ἀρίστου Πτολεμαίου τοῦ Φιλαδέλφου βασιλέως πομπῆς Καλλίξεινον τὸν Ῥόδιον ἱστοροῦντα ἐν τῷ τετάρτῳ περὶ Ἀλεξανδρείας, ὅς φησι·

« Πρὸ δὲ τοῦ ἄρξασθαι τὴν κατασκευασθεῖσαν σκηνὴν ἐν τῷ τῆς ἄκρας περιβόλῳ χωρὶς τῆς τῶν στρατιωτῶν καὶ τεχνιτῶν καὶ παρεπιδήμων ὑποδοχῆς ἐξηγήσομαι· καλὴ γὰρ εἰς ὑπερβολὴν ἀξία τε ἀκοῆς ἐγενήθη. [196b] Τὸ μὲν οὖν μέγεθος αὐτῆς ἑκατὸν τριάκοντα κλίνας ἐπιδεχόμενον κύκλῳ, διασκευὴν δ´ εἶχε τοιαύτην. Κίονες διεστάθησαν ξύλινοι πέντε μὲν κατὰ πλευρὰν ἑκάστην τοῦ μήκους πεντηκονταπήχεις πρὸς ὕψος, ἑνὶ δὲ ἐλάττους κατὰ πλάτος· ἐφ´ ὧν ἐπιστύλιον καθηρμόσθη τετράγωνον, ὑπερεῖδον τὴν σύμπασαν τοῦ συμποσίου στέγην. Αὕτη δ´ ἐνεπετάσθη κατὰ μέσον οὐρανίσκῳ κοκκινοβαφεῖ περιλεύκῳ, καθ´ ἑκάτερον δὲ μέρος εἶχε δοκοὺς μεσολεύκοις ἐμπετάσμασι πυργωτοῖς κατειλημένας, [196c] ἐν αἷς φατνώματα γραπτὰ  κατὰ μέσον ἐτέτακτο. Τῶν δὲ κιόνων οἱ μὲν τέσσαρες ὡμοίωντο φοίνιξιν, οἱ δ´ ἀνὰ μέσον θύρσων εἶχον φαντασίαν. Τούτων δ´ ἐκτὸς περίστυλος ἐπεποίητο σῦριγξ ταῖς τρισὶ πλευραῖς καμαρωτὴν ἔχουσα στέγην, ἐν ᾗ τὴν τῶν κατακειμένων ἀκολουθίαν ἑστάναι συνέβαινεν. Ἧς τὸ μὲν ἐντὸς αὐλαίαις περιείχετο φοινικίναις, ἐπὶ δὲ τῶν ἀνὰ μέσον χωρῶν δοραὶ θηρίων παράδοξοι [196d] καὶ τῇ ποικιλίᾳ καὶ τοῖς μεγέθεσιν ἐκρέμαντο. Τὸ δὲ περιέχον αὐτὴν ὕπαιθρον μυρρίναις καὶ δάφναις ἄλλοις τε ἐπιτηδείοις ἔρνεσιν ἐγεγόνει συνηρεφές. Τὸ δ´ ἔδαφος πᾶν ἄνθεσι κατεπέπαστο παντοίοις. Ἡ γὰρ Αἴγυπτος καὶ διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ´ ὥραν ἐνεστηκυῖαν ἐν ἑτέροις φυόμενα τόποις ἄφθονα γεννᾷ καὶ διὰ παντός, καὶ οὔτε ῥόδον οὔτε λευκόιον οὔτ´ ἄλλο ῥᾳδίως ἄνθος ἐκλιπεῖν οὐθὲν οὐδέποτ´ εἴωθεν. Διὸ δὴ καὶ κατὰ μέσον χειμῶνα τῆς ὑποδοχῆς τότε γενηθείσης παράδοξος ἡ φαντασία [τότε] τοῖς ξένοις κατέστη. [196e] Τὰ γὰρ εἰς μίαν εὑρεθῆναι στεφάνωσιν οὐκ ἂν δυνηθέντα ἐν ἄλλῃ πόλει ῥᾳδίως, ταῦτα καὶ τῷ πλήθει τῶν κατακειμένων ἐκεχορήγητο εἰς τοὺς στεφάνους ἀφθόνως καὶ εἰς τὸ τῆς σκηνῆς ἔδαφος κατεπέπαστο χύδην, θείου τινὸς ὡς ἀληθῶς ἀποτελοῦντα λειμῶνος πρόσοψιν.

26. Διέκειτο δὲ ἐπὶ μὲν τῶν τῆς σκηνῆς παραστάδων ζῷα μαρμάρινα τῶν πρώτων τεχνιτῶν ἑκατόν. Ἐν δὲ ταῖς ἀνὰ μέσον χώραις πίνακες τῶν Σικυωνικῶν ζωγράφων, ἐναλλὰξ δ´ ἐπίλεκτοι εἰκασίαι παντοῖαι καὶ χιτῶνες χρυσοϋφεῖς ἐφαπτίδες τε κάλλισται, [196f] τινὲς μὲν εἰκόνας ἔχουσαι τῶν βασιλέων ἐνυφασμένας, αἳ δὲ μυθικὰς διαθέσεις. Ὑπεράνω δὲ τούτων θυρεοὶ περιέκειντο ἐναλλὰξ ἀργυροῖ τε καὶ χρυσοῖ. Ἐν δὲ ταῖς ἐπάνω τούτων χώραις οὔσαις ὀκταπήχεσιν ἄντρα κατεσκεύαστο κατὰ μὲν τὸ μῆκος τῆς σκηνῆς ἓξ ἐν ἑκατέρᾳ πλευρᾷ, κατὰ πλάτος δὲ τέτταρα· συμπόσιά τε ἀντία ἀλλήλων 〈ἐν〉 αὐτοῖς τραγικῶν τε καὶ κωμικῶν [197a] καὶ σατυρικῶν ζῴων ἀληθινὸν ἐχόντων ἱματισμόν, οἷς παρέκειτο καὶ ποτήρια χρυσᾶ. Κατὰ μέσον δὲ τῶν ἄντρων νύμφαι ἐλείφθησαν, ἐν αἷς ἔκειντο Δελφικοὶ χρυσοῖ τρίποδες ὑποστήματ´ ἔχοντες. Κατὰ δὲ τὸν ὑψηλότατον τόπον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόσωπον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκαπήχεις τὸ μέγεθος. Ἔκειντο δὲ κλῖναι χρυσαῖ σφιγγόποδες ἐν ταῖς δυσὶ πλευραῖς ἑκατόν· ἡ γὰρ κατὰ πρόσωπον ἁψὶς ἀφεῖτ´ ἀναπεπταμένη. [197b] Ταύταις δ´ ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας, καὶ περιστρώματα ποικίλα διαπρεπῆ ταῖς τέχναις ἐπῆν. Ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκάλυπτον, ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῳδίων. Παρετέθησαν δὲ καὶ τρίποδες τοῖς κατακειμένοις χρυσοῖ διακόσιοι τὸν ἀριθμόν, ὥστ´ εἶναι δύο κατὰ κλίνην, ἐπ´ ἀργυρῶν διέδρων. Ἐκ δὲ τῶν ὄπισθεν πρὸς τὴν ἀπόνιψιν ἑκατὸν ἀργυραῖ λεκάναι καὶ καταχύσεις ἴσαι παρέκειντο. Ἐπεπήγει δὲ τοῦ συμποσίου καταντικρὺ [197c] καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν κυλίκων καὶ ποτηρίων τῶν τε λοιπῶν τῶν πρὸς τὴν χρῆσιν ἀνηκόντων [καὶ] κατασκευασμάτων ἔκθεσιν· ἃ δὴ πάντα χρυσᾶ τε ἦν καὶ διάλιθα, θαυμαστὰ ταῖς τέχναις. Τούτων δὲ τὴν μὲν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν ἐπεφαίνετό μοι δηλοῦν· τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντα ἀργυρίου τὴν σύμπασαν εἶχε κατασκευήν.

27. Ἡμεῖς δὲ ἐπειδὴ τὰ κατὰ τὴν σκηνὴν διεληλύθαμεν, ποιησόμεθα καὶ τὴν τῆς πομπῆς ἐξήγησιν. Ἤγετο γὰρ διὰ τοῦ κατὰ τὴν πόλιν σταδίου. [197d] Πρώτη δ´ ἐβάδιζεν 〈ἡ〉 Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ καθ´ ὃν ὁ προειρημένος ἀστὴρ φαίνεται χρόνον. Ἔπειθ´ ἡ τοῖς τῶν βασιλέων γονεῦσι κατωνομασμένη. Μετὰ δὲ ταύτας αἱ τῶν θεῶν ἁπάντων, οἰκείαν ἔχουσαι τῆς περὶ ἕκαστον αὐτῶν ἱστορίας διασκευήν. Τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτον συναγούσης τὸν καιρόν. Τὰ δὲ κατὰ μέρος αὐτῶν εἴ τις εἰδέναι βούλεται, τὰς τῶν πεντετηρίδων γραφὰς λαμβάνων ἐπισκοπείτω. [197e] Τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σιληνοί, πορφυρᾶς χλαμύδας, οἳ δὲ φοινικίδας ἠμφιεσμένοι. Τούτοις δ´ ἐπηκολούθουν Σάτυροι καθ´ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. Μεθ´ οὓς Νῖκαι  χρυσᾶς ἔχουσαι πτέρυγας. Ἔφερον δ´ αὗται θυμιατήρια ἑξαπήχη κισσίνοις διαχρύσοις κλωσὶ διακεκοσμημένα, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτῶνας, αὐταὶ δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι. [197f] Μετὰ δὲ ταύτας εἵπετο βωμὸς ἑξάπηχυς διπλοῦς κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον μεσολεύκοις μίτραις διειλημμένον. Ἐπηκολούθουν δ´ αὐτῷ παῖδες ἐν χιτῶσι πορφυροῖς, λιβανωτὸν καὶ σμύρναν, ἔτι δὲ κρόκον ἐπὶ χρυσῶν μαζονόμων φέροντες ἑκατὸν εἴκοσι. Μεθ´ οὓς Σάτυροι τεσσαράκοντα ἐστεφανωμένοι κισσίνοις χρυσοῖς στεφάνοις· τὰ δὲ σώματα οἳ μὲν ἐκέχριντο ὀστρείῳ, [198a] τινὲς δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. Ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυσοῦν ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. Μεθ´ οὓς Σιληνοὶ δύο ἐν πορφυραῖς χλαμύσι καὶ κρηπῖσι λευκαῖς. Εἶχε δ´ αὐτῶν ὃ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὃ δὲ σάλπιγγα. Μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ μείζων 〈ἢ〉 τετράπηχυς ἐν τραγικῇ διαθέσει καὶ προσώπῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας· ὃς προσηγορεύετο Ἐνιαυτός. ᾯ γυνὴ περικαλλεστάτη κατὰ τὸ μέγεθος εἵπετο πολλῷ χρυσῷ καὶ διαπρεπεῖ .... κεκοσμημένη, [198b] φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσαίας, τῇ δ´ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. Ταύτῃ δ´ ἐπηκολούθουν Ὧραι 〈αἱ〉 τέσσαρες διεσκευασμέναι καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. Ἐχόμενα τούτων θυμιατήρια δύο κίσσινα ἐκ χρυσοῦ ἑξαπήχη καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσοῦ. Καὶ πάλιν Σάτυροι στεφάνους ἔχοντες κισσίνους χρυσοῦς, φοινικίδας περιβεβλημένοι· ἔφερον δ´ οἳ μὲν οἰνοχόην χρυσῆν, οἳ δὲ καρχήσιον. Μεθ´ οὓς ἐπορεύετο Φιλίσκος [198c] ὁ ποιητὴς ἱερεὺς ὢν Διονύσου καὶ πάντες οἱ περὶ τὸν Διόνυσον τεχνῖται. Τούτων δ´ ἐφεξῆς ἐφέροντο Δελφικοὶ τρίποδες, ἆθλα τοῖς τῶν ἀθλητῶν χορηγοῖς, ὁ μὲν παιδικὸς ἐννέα πηχῶν τὸ ὕψος, ὃ δὲ πηχῶν δώδεκα ὁ τῶν ἀνδρῶν.

28. Μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεσκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἐπὶ δὲ ταύτης ἐπῆν ἄγαλμα Διονύσου δεκάπηχυ σπένδον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορφυροῦν ἔχον διάπεζον καὶ ἐπ´ αὐτοῦ κροκωτὸν διαφανῆ· περιεβέβλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. [198d] Προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς μετρητῶν δεκαπέντε καὶ τρίπους χρυσοῦς, ἐφ´ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ, κασσίας μεσταὶ καὶ κρόκου. Περιέκειτο δ´ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη, προσήρτηντο δὲ καὶ στέφανοι καὶ ταινίαι καὶ θύρσοι καὶ τύμπανα καὶ μίτραι πρόσωπά τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά. Τῇ δὲ τετρακύκλῳ .... [198e] ἱερεῖς καὶ ἱέρειαι καὶ ἱεροστολισταὶ καὶ θίασοι παντοδαποὶ καὶ τὰ λῖκνα φέρουσαι. Μετὰ δὲ ταύτας Μακέται αἱ καλούμεναι Μιμαλλόνες καὶ Βασσάραι καὶ Λυδαί, κατακεχυμέναι τὰς τρίχας καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἳ δὲ μίλακι καὶ ἀμπέλῳ καὶ κισσῷ· κατεῖχον δὲ ταῖς χερσὶν αἳ μὲν ἐγχειρίδια, αἳ δὲ ὄφεις. Μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος πηχῶν ὀκτὼ πλάτος ὑπὸ ἀνδρῶν ἑξήκοντα, [198f] ἐφ´ ἧς ἄγαλμα Νύσης ὀκτάπηχυ καθήμενον, ἐνδεδυκὸς μὲν θάψινον χιτῶνα χρυσοποίκιλον, ἱμάτιον δὲ ἠμφίεστο Λακωνικόν. Ἀνίστατο δὲ τοῦτο μηχανικῶς οὐδενὸς τὰς χεῖρας προσάγοντος καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης γάλα πάλιν ἐκάθητο. Εἶχε δὲ ἐν τῇ ἀριστερᾷ θύρσον ἐστεμμένον μίτραις. Αὕτη δ´ ἐστεφάνωτο κισσίνῳ χρυσῷ καὶ βότρυσι διαλίθοις πολυτελέσιν. Εἶχε δὲ σκιάδα καὶ ἐπὶ τῶν γωνιῶν τῆς τετρακύκλου κατεπεπήγεσαν λαμπάδες διάχρυσοι τέτταρες. [199a] Ἑξῆς εἵλκετο ἄλλη τετράκυκλος μῆκος πηχῶν εἴκοσι, πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν τριακοσίων· ἐφ´ ἧς κατεσκεύαστο ληνὸς πηχῶν εἴκοσι τεσσάρων, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς. Ἐπάτουν δὲ ἑξήκοντα Σάτυροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον, ἐφειστήκει δ´ αὐτοῖς Σιληνός· καὶ δι´ ὅλης τῆς ὁδοῦ τὸ γλεῦκος ἔρρει. Ἑξῆς ἐφέρετο τετράκυκλος μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα· ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακοσίων· ἐφ´ ἧς ἦν ἀσκὸς τρισχιλίους ἔχων μετρητάς, ἐκ παρδαλῶν [δερμάτων] ἐρραμμένος· [199b] ἔρρει δὲ καὶ οὗτος κατὰ μικρὸν ἀνιέμενος κατὰ πᾶσαν τὴν ὁδόν. Ἠκολούθουν  δ´ αὐτῷ Σάτυροι καὶ Σιληνοὶ ἑκατὸν εἴκοσι ἐστεφανωμένοι, φέροντες οἳ μὲν οἰνοχόας, οἳ δὲ φιάλας, οἳ δὲ θηρικλείους μεγάλας, πάντα χρυσᾶ.

29. Ἐχόμενος ἤγετο κρατὴρ ἀργυροῦς ἑξακοσίους χωρῶν μετρητὰς ἐπὶ τετρακύκλου ἑλκομένης ὑπὸ ἀνδρῶν ἑξακοσίων. Εἶχε δὲ ὑπὸ τὰ χείλη καὶ τὰ ὦτα καὶ ὑπὸ τὴν βάσιν ζῷα τετορευμένα [199c] καὶ διὰ μέσου ἐστεφάνωτο στεφάνῳ χρυσῷ διαλίθῳ. Ἑξῆς ἐφέρετο κυλικεῖα ἀργυρᾶ δωδεκαπήχη δύο, ὕψος πηχῶν ἕξ· ταῦτα δ´ εἶχεν ἄνω τε ἀκρωτήρια καὶ ἐν ταῖς γάστραις κύκλῳ καὶ ἐπὶ τῶν ποδῶν ζῷα τριημιπήχη καὶ πηχυαῖα πλήθει πολλά. Καὶ λουτῆρες μεγάλοι δέκα καὶ κρατῆρες ἑκκαίδεκα, ὧν οἱ μείζους ἐχώρουν μετρητὰς τριάκοντα, οἱ δ´ ἐλάχιστοι πέντε. Εἶτα λέβητες [ἓξ] βαλανωτοὶ εἴκοσι τέσσαρες ἐπ´ ἐγγυθήκαις πάντες καὶ ληνοὶ ἀργυραῖ δύο, ἐφ´ ὧν ἦσαν βῖκοι εἴκοσι τέσσαρες, [199d] τράπεζά τε ὁλάργυρος δωδεκάπηχυς καὶ ἄλλαι ἑξαπήχεις τριάκοντα. Πρὸς δὲ τούτοις τρίποδες τέσσαρες, ὧν εἷς μὲν εἶχε τὴν περίμετρον πηχῶν ἑκκαίδεκα, κατάργυρος ὢν ὅλος, οἱ δὲ τρεῖς ἐλάττονες ὄντες διάλιθοι κατὰ μέσον ὑπῆρχον. Μετὰ τούτους ἐφέροντο Δελφικοὶ τρίποδες ἀργυροῖ ὀγδοήκοντα τὸν ἀριθμόν, ἐλάττους τῶν προειρημένων, ὧν αἱ γωνίαι ...., τετράμετροι· ὑδρίαι εἴκοσι καὶ ἕξ, ἀμφορεῖς Παναθηναικοὶ δεκαέξ, ψυκτῆρες ἑκατὸν ἑξήκοντα· [199e] τούτων ὁ μέγιστος ἦν μετρητῶν ἕξ, ὁ δὲ ἐλάχιστος δύο. Ταῦτα μὲν οὖν ἦν ἅπαντα ἀργυρᾶ.

30. Ἐχόμενοι δὲ τούτων ἐπόμπευον οἱ τὰ χρυσώματα φέροντες, κρατῆρας Λακωνικοὺς τέτταρας ἔχοντας στεφάνους ἀμπελίνους .... τετραμέτρητοι ἕτεροι, Κορινθιουργεῖς δύο — οὗτοι δ´ εἶχον ἄνωθεν καθήμενα περιφανῆ τετορευμένα ζῷα καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραις πρόστυπα ἐπιμελῶς πεποιημένα· ἐχώρει δ´ ἕκαστος μετρητὰς ὀκτώ — ἐπ´ ἐγγυθήκαις. Καὶ ληνός, ἐν ᾗ ἦσαν βῖκοι δέκα, [199f] ὁλκεῖα δύο, ἑκάτερον χωροῦν μετρητὰς πέντε, κώθωνες διμέτρητοι δύο, ψυκτῆρες εἴκοσι δύο, ὧν ὁ μέγιστος ἐχώρει μετρητὰς τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. Ἐπόμπευσαν δὲ τρίποδες χρυσοῖ μεγάλοι τέτταρες· καὶ χρυσωματοθήκη χρυσῆ διάλιθος πηχῶν δέκα ὕψος, ἔχουσα βασμοὺς ἕξ, ἐν οἷς καὶ ζῷα τετραπάλαιστα ἐπιμελῶς πεποιημένα, πολλὰ τὸν ἀριθμόν· καὶ κυλικεῖα δύο καὶ ὑάλινα διάχρυσα δύο· ἐγγυθῆκαι χρυσαῖ τετραπήχεις δύο, ἄλλαι ἐλάττους τρεῖς, ὑδρίαι δέκα, [200a] βωμὸς τρίπηχυς, μαζονόμια εἴκοσι πέντε. Μετὰ δὲ ταῦτα ἐπορεύοντο παῖδες χίλιοι καὶ ἑξακόσιοι ἐνδεδυκότες χιτῶνας λευκούς, ἐστεφανωμένοι οἳ μὲν κισσῷ, οἳ δὲ πίτυι· ὧν διακόσιοι μὲν καὶ πεντήκοντα χοεῖς εἶχον χρυσοῦς, τετρακόσιοι δὲ ἀργυροῦς, ἕτεροι δὲ τριακόσιοι καὶ εἴκοσι ψυκτήρια ἔφερον χρυσᾶ, οἳ δὲ ἀργυρᾶ. Μεθ´ οὓς ἄλλοι παῖδες  ἔφερον κεράμια πρὸς τὴν τοῦ γλυκισμοῦ χρείαν, ὧν εἴκοσι μὲν ἦν χρυσᾶ, πεντήκοντα δὲ ἀργυρᾶ, τριακόσια δὲ κεκηρογραφημένα χρώμασι παντοίοις. [200b] Καὶ κερασθέντων ἐν ταῖς ὑδρίαις καὶ πίθοις πάντες κοσμίως ἐγλυκάνθησαν οἱ ἐν τῷ σταδίῳ.  »

31. Ἑξῆς τούτοις καταλέγει τετραπήχεις τραπέζας .... ἐφ´ ὧν πολλὰ θέας ἄξια πολυτελῶς κατεσκευασμένα περιήγετο θεάματα. Ἐν οἷς καὶ ὁ τῆς Σεμέλης θάλαμος, ἐν ᾧ ἔχουσαι χιτῶνας τινὲς διαχρύσους καὶ λιθοκολλήτους τῶν πολυτιμήτων. οὐκ ἄξιον δ´ ἦν παραλιπεῖν τήνδε

« Τὴν τετράκυκλον, μῆκος οὖσαν πηχῶν εἴκοσι δύο, πλάτος δεκατεσσάρων, ὑπὸ ἀνδρῶν ἑλκομένην πεντακοσίων· [200c] ἐφ´ ἧς ἄντρον ἦν βαθὺ καθ´ ὑπερβολὴν κισσῷ καὶ μίλῳ. Ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθ´ ὅλην ἐξίπταντο τὴν ὁδόν, λημνίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. Ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, ὃ μὲν γάλακτος, ὃ δὲ οἴνου. Πᾶσαι δ´ αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσοῦς, ὁ δὲ Ἑρμῆς καὶ κηρύκειον χρυσοῦν, ἐσθῆτας δὲ πολυτελεῖς. Ἐπὶ δὲ ἄλλης τετρακύκλου, ἣ περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, [200d] Διόνυσος ἦν δωδεκάπηχυς ἐπ´ ἐλέφαντος κατακείμενος, ἠμφιεσμένος προφυρίδα καὶ στέφανον κισσοῦ καὶ ἀμπέλου χρυσοῦν ἔχων· εἶχε δ´ ἐν ταῖς χερσὶ θυρσόλογχον χρυσοῦν, ὑπεδέδετο δ´  ἐμβάδας χρυσορραφεῖς. Προεκάθητο δ´ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος Σατυρίσκος πεντάπηχυς ἐστεφανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ χειρὶ αἰγείῳ κέρατι χρυσῷ σημαίνων. Ὁ δὲ ἐλέφας σκευὴν εἶχε χρυσῆν καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσοῦν στέφανον. [200e] Ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακόσιαι κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι. Ἐστεφάνωντο δὲ αἱ μὲν ἡγούμεναι ἑκατὸν εἴκοσι χρυσοῖς πιτυίνοις στεφάνοις, ἠκολούθουν δ´ αὐταῖς Σάτυροι ἑκατὸν εἴκοσι, πανοπλίας οἳ μὲν ἀργυρᾶς, οἳ δὲ χαλκᾶς ἔχοντες. Μετὰ δὲ τούτους ἐπορεύοντο ὄνων ἶλαι πέντε, ἐφ´ ὧν ἦσαν Σιληνοὶ καὶ Σάτυροι ἐστεφανωμένοι. Τῶν δὲ ὄνων οἳ μὲν χρυσᾶς, οἳ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον.

[200f] 32. Μετὰ δὲ τούτους ἐλεφάντων ἅρματα ἀφείθη εἴκοσι τέτταρα καὶ συνωρίδες τράγων ἑξήκοντα, κώλων δεκαδύο, ὀρύγων ἑπτά, βουβάλων δεκαπέντε, στρουθῶν συνωρίδες ὀκτώ, ὀνελάφων ἑπτά, καὶ συνωρίδες δʹ ὄνων ἀγρίων, ἅρματα τέσσαρα. Ἐπὶ δὲ πάντων τούτων ἀνεβεβήκει παιδάρια χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. Παρανεβεβήκει δὲ παιδισκάρια διεσκευασμένα πελταρίοις καὶ θυρσολόγχοις, κεκοσμημένα ἱματίοις καὶ χρυσίοις. Ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυι, τὰ δὲ παιδισκάρια κισσῷ. Ἐπῇσαν δὲ καὶ συνωρίδες καμήλων 〈ἕξ〉, ἐξ ἑκατέρου μέρους τρεῖς· αἷς ἐπηκολούθουν ἀπῆναι ὑφ´ ἡμιόνων ἀγόμεναι. [201a] Αὗται δ´ εἶχον σκηνὰς βαρβαρικάς, ἐφ´ ὧν ἐκάθηντο γυναῖκες Ἰνδαὶ καὶ ἕτεραι κεκοσμημέναι ὡς αἰχμάλωτοι. Κάμηλοι δ´ αἳ μὲν ἔφερον λιβανωτοῦ μνᾶς τριακοσίας, σμύρνης τριακοσίας, κρόκου καὶ κασίας καὶ κινναμώμου καὶ ἴριδος καὶ τῶν λοιπῶν ἀρωμάτων διακοσίας. Ἐχόμενοι τούτων ἦσαν Αἰθίοπες δωροφόροι, ὧν οἳ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι δὲ ἐβένου κορμοὺς δισχιλίους, ἄλλοι χρυσίου καὶ ἀργυρίου κρατῆρας ἑξήκοντα καὶ ψήγματα χρυσοῦ. [201b] Μεθ´ οὓς ἐπόμπευσαν κυνηγοὶ βʹ ἔχοντες σιβύνας ἐπιχρύσους. Ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακόσιοι, οἳ μὲν Ἰνδοί, οἱ λοιποὶ δὲ Ὑρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. Ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. Εἶτ´ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ ὄρνιθες καὶ ἄλλοι Αἰθιοπικοί, πλήθει πολλοί.  »

Εἰπὼν δὲ καὶ ἄλλα πλεῖστα καὶ καταλέξας ζῴων ἀγέλας ἐπιφέρει·

« Πρόβατα Αἰθιοπικὰ ἑκατὸν τριάκοντα, [201c] Ἀράβια τριακόσια, Εὐβοικὰ εἴκοσι, καὶ ὁλόλευκοι βόες Ἰνδικοὶ εἴκοσι ἕξ, Αἰθιοπικοὶ ὀκτώ, ἄρκτος λευκὴ μεγάλη μία, παρδάλεις ιδʹ, πάνθηροι ιϚʹ, λυγκία δʹ, ἄρκηλοι γʹ, καμηλοπάρδαλις μία, ῥινόκερως Αἰθιοπικὸς αʹ.

33. Ἑξῆς ἐπὶ τετρακύκλου Διόνυσος περὶ τὸν τῆς Ῥέας βωμὸν καταπεφευγὼς ὅτε ὑπὸ Ἥρας ἐδιώκετο, στέφανον ἔχων χρυσοῦν, Πριάπου αὐτῷ παρεστῶτος ἐστεφανωμένου χρυσῷ κισσίνῳ. Τὸ δὲ τῆς Ἥρας ἄγαλμα στεφάνην εἶχε χρυσῆν. [201d]  Ἀλεξάνδρου δὲ καὶ Πτολεμαίου ἀγάλματα ἐστεφανωμένα στεφάνοις κισσίνοις ἐκ χρυσοῦ. Τὸ δὲ τῆς Ἀρετῆς ἄγαλμα τὸ παρεστὸς τῷ Πτολεμαίῳ στέφανον εἶχεν ἐλαίας χρυσοῦν. Καὶ Πρίαπος δ´ αὐτοῖς συμπαρῆν ἔχων στέφανον κίσσινον ἐκ χρυσοῦ. Κόρινθος δ´ ἡ πόλις παρεστῶσα τῷ Πτολεμαίῳ ἐστεφάνωτο διαδήματι χρυσῷ. Παρέκειντο δὲ πᾶσι τούτοις κυλικεῖον μεστὸν χρυσωμάτων κρατήρ τε χρυσοῦς μετρητῶν πέντε. Τῇ δὲ τετρακύκλῳ ταύτῃ ἠκολούθουν [201e] γυναῖκες ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσμον· προσηγορεύοντο δὲ πόλεις, αἵ τε ἀπ´ Ἰωνίας καὶ 〈αἱ〉 λοιπαὶ Ἑλληνίδες ὅσαι τὴν Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν· ἐφόρουν δὲ πᾶσαι στεφάνους χρυσοῦς. Ἐφέρετο καὶ ἐπ´ ἄλλων τετρακύκλων θύρσος ἐνενηκοντάπηχυς χρυσοῦς καὶ λόγχη ἀργυρᾶ ἑξηκοντάπηχυς καὶ ἐν ἄλλῃ φαλλὸς χρυσοῦς πηχῶν ρκʹ διαγεγραμμένος καὶ διαδεδεμένος στέμμασι διαχρύσοις, ἔχων ἐπ´ ἄκρου ἀστέρα χρυσοῦν, οὗ ἦν ἡ περίμετρος πηχῶν Ϛʹ. Πολλῶν οὖν καὶ ποικίλων εἰρημένων [201f] ἐν ταῖς πομπαῖς ταύταις μόνα ἐξελεξάμεθα ἐν οἷς ἦν χρυσὸς καὶ ἄργυρος. Καὶ γὰρ διαθέσεις πολλαὶ ἀκοῆς ἦσαν ἄξιαι καὶ θηρίων πλήθη καὶ ἵππων καὶ λέοντες παμμεγέθεις εἴκοσι καὶ τέσσαρες. Ἦσαν δὲ καὶ ἄλλαι τετράκυκλοι οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ καὶ θεῶν πολλαί. Μεθ´ ἃς  χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων· ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι, [202a] ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυσοῦς. Μεθ´ οὓς ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι χρυσόκερῳ, προμετωπίδας χρυσᾶς καὶ ἀνὰ μέσον στεφάνους ὅρμους τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες· ἦν δ´ ἅπαντα ταῦτα χρυσᾶ.

34. Καὶ μετὰ ταῦτα Διὸς ἤγετο πομπὴ καὶ ἄλλων παμπόλλων θεῶν καὶ ἐπὶ πᾶσιν Ἀλεξάνδρου, ὃς ἐφ´ ἅρματος ἐλεφάντων ἀληθινῶν ἐφέρετο χρυσοῦς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχων. Ἐπόμπευσαν δὲ καὶ θρόνοι πολλοὶ ἐξ ἐλέφαντος καὶ χρυσοῦ κατεσκευασμένοι· [202b] ὧν ἐφ´ ἑνὸς ἔκειτο στεφάνη χρυσῆ, ἐπ´ ἄλλου δίκερας χρυσοῦν, ἐπ´ ἄλλου δὲ ἦν στέφανος χρυσοῦς, καὶ ἐπ´ ἄλλου δὲ κέρας ὁλόχρυσον. Ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐπέκειτο ἐκ μυρίων κατεσκευασμένος χρυσῶν. Ἐπόμπευσε δὲ καὶ θυμιατήρια χρυσᾶ τριακόσια καὶ πεντήκοντα, καὶ βωμοὶ δὲ ἐπίχρυσοι ἐστεφανωμένοι χρυσοῖς στεφάνοις· ὧν ἑνὶ παρεπεπήγεσαν δᾷδες χρυσαῖ δεκαπήχεις τέσσαρες. Ἐπόμπευσαν δὲ καὶ ἐσχάραι ἐπίχρυσοι βʹ, ὧν ἣ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ, τεσσαρακοντάπηχυς ὕψει, ἣ δὲ πηχῶν πεντεκαίδεκα. Ἐπόμπευσαν δὲ καὶ Δελφικοὶ τρίποδες χρυσοῖ [202c] ἐννέα ἐκ πηχῶν τεσσάρων, ἄλλοι ὀκτὼ 〈ἐκ〉 πηχῶν ἕξ, ἄλλος πηχῶν τριάκοντα, ἐφ´ οὗ ἦν ζῷα χρυσᾶ πενταπήχη καὶ στέφανος κύκλῳ χρυσοῦς ἀμπέλινος. Παρῆλθον δὲ καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις ἑπτὰ καὶ κηρύκειον ἐπίχρυσον πηχῶν τεσσαράκοντα πέντε καὶ κεραυνὸς ἐπίχρυσος πηχῶν τεσσαράκοντα ναός τε ἐπίχρυσος, οὗ ἡ περίμετρος πηχῶν μʹ· δίκερας πρὸς τούτοις ὀκτάπηχυ. Πολὺ δὲ καὶ ζῴων πλῆθος ἐπιχρύσων συνεπόμπευεν, [202d] ὧν ἦν τὰ πολλὰ δωδεκαπήχη· καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσι καὶ ἀετοὶ πηχῶν εἴκοσι. Στέφανοί τε χρυσοῖ ἐπόμπευσαν τρισχίλιοι διακόσιοι, ἕτερός τε μυστικὸς χρυσοῦς λίθοις πολυτελέσι κεκοσμημένος ὀγδοηκοντάπηχυς· οὗτος δὲ περιετίθετο τῷ τοῦ Βερενικείου θυρώματι· αἰγίς τε ὁμοίως χρυσῆ. Ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσαῖ πάνυ πολλαί, ἃς ἔφερον παιδίσκαι πολυτελῶς κεκοσμημέναι· ὧν μία δίπηχυς εἰς ὕψος, τὴν δὲ περίμετρον ἔχουσα ἑκκαίδεκα πηχῶν. [202e] Ἐπόμπευσε δὲ καὶ θώραξ χρυσοῦς πηχῶν δώδεκα καὶ ἕτερος ἀργυροῦς πηχῶν ιηʹ [ἐννέα], ἔχων ἐφ´ ἑαυτοῦ κεραυνοὺς χρυσοῦς δεκαπήχεις δύο καὶ στέφανον δρυὸς διάλιθον· ἀσπίδες χρυσαῖ εἴκοσι, πανοπλίαι χρυσαῖ ξδʹ, κνημῖδες χρυσαῖ τριπήχεις βʹ, λεκάναι χρυσαῖ δεκαδύο, φιάλαι πολλαὶ πάνυ τὸν ἀριθμόν, οἰνοχόαι τριάκοντα, ἐξάλειπτρα μεγάλα δέκα, ὑδρίαι δεκαδύο, μαζονόμια πεντήκοντα, τράπεζαι διάφοροι, [202f] κυλικεῖα χρυσωμάτων πέντε, κέρας ὁλόχρυσον πηχῶν λʹ. Ταῦτα δὲ τὰ χρυσώματα ἐκτὸς ἦν τῶν ἐν τῇ τοῦ Διονύσου πομπῇ διενεχθέντων. Εἶτ´ ἀργυρωμάτων ἅμαξαι τετρακόσιαι καὶ χρυσωμάτων εἴκοσι, ἀρωμάτων δὲ ὀκτακόσιαι.

35. Ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱππικαὶ καὶ πεζικαί, πᾶσαι καθωπλισμέναι θαυμασίως. Πεζοὶ μὲν εἰς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, [203a] ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι διακόσιοι. Πάντες δ´ οὗτοι ἐπόμπευσαν τὴν ἁρμόζουσαν ἑκάστῳ ἠμφιεσμένοι στολὴν καὶ τὰς προσηκούσας ἔχοντες πανοπλίας. Ἐκτὸς δ´ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν καὶ ἄλλαι πλεῖσται ἦσαν ἀποκείμεναι, ὧν οὐδὲ τὸν ἀριθμὸν ἀναγράψαι ῥᾴδιον.  »

Κατέλεξε δ´ αὐτὸν ὁ Καλλίξεινος.

« Ἑστεφανώθησαν δ´ ἐν τῷ ἀγῶνι καὶ στεφάνοις χρυσοῖς 〈καὶ〉 εἰκόσι· Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἰκόσι τρισὶν ἐφ´ ἁρμάτων χρυσῶν καὶ τεμένεσιν ἐν Δωδώνῃ. Καὶ ἐγένετο τὸ δαπάνημα τοῦ νομίσματος [203b] τάλαντα δισχίλια διακόσια τριάκοντα ἐννέα, μναῖ πεντήκοντα· καὶ ταῦτ´ ἠριθμήθη πάντα τοῖς οἰκονόμοις διὰ τὴν τῶν στεφανούντων προθυμίαν πρὸ τοῦ τὰς θέας παρελθεῖν. Ὁ δὲ Φιλάδελφος Πτολεμαῖος υἱὸς αὐτῶν εἰκόσι χρυσαῖς δυσὶ μὲν ἐφ´ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι πέντε, τετραπήχεσι ἕξ.  »

36. Ποία, ἄνδρες δαιτυμόνες, βασιλεία οὕτως γέγονε πολύχρυσος; οὐ γὰρ τὰ ἐκ Περσῶν καὶ Βαβυλῶνος λαβοῦσα χρήματα [203c] ἢ μέταλλα ἐργασαμένη ἢ Πακτωλὸν ἔχουσα χρυσοῦν ψῆγμα καταφέροντα. Μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσορόας καλούμενος Νεῖλος μετὰ τροφῶν ἀφθόνων καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον εἰς πᾶσαν γῆν. Διόπερ αὐτὸν καὶ ὁ Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος

« Αἰγύπτιε Ζεῦ, φησί, Νεῖλε.  »

Πολλῶν δὲ ὁ Φιλάδελφος βασιλέων πλούτῳ διέφερε καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, [203d] ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλλεν. Τὰ γοῦν μέγιστα τῶν πλοίων ἦν παρ´ αὐτῷ τριακοντήρεις δύο, εἰκοσήρης μία, τέσσαρες δὲ τρισκαιδεκήρεις, δωδεκήρεις δύο, ἑνδεκήρεις δεκατέσσαρες, ἐννήρεις λʹ, ἑπτήρεις λζʹ, ἑξήρεις εʹ, πεντήρεις δεκαεπτά· τὰ δ´ ἀπὸ τετρήρους μέχρι τριηρημιολίας διπλάσια τούτων. Τὰ δ´ εἰς τὰς νήσους πεμπόμενα καὶ τὰς ἄλλας πόλεις ὧν ἦρχε καὶ τὴν Λιβύην πλείονα ἦν τῶν τετρακισχιλίων. [203e] Περὶ δὲ βιβλίων πλήθους καὶ βιβλιοθηκῶν κατασκευῆς καὶ τῆς εἰς τὸ Μουσεῖον συναγωγῆς τί δεῖ καὶ λέγειν, πᾶσι τούτων ὄντων
κατὰ μνήμην;

37. Ἐπεὶ δὲ περὶ νεῶν κατασκευῆς εἰρήκαμεν, φέρ´ εἴπωμεν (ἀκοῆς γάρ ἐστιν ἄξια) καὶ τὰ ὑπὸ τοῦ Φιλοπάτορος βασιλέως κατεσκευασμένα σκάφη. Περὶ ὧν ὁ αὐτὸς Καλλίξεινος ἱστορεῖ ἐν τῷ πρώτῳ περὶ Ἀλεξανδρείας οὑτωσὶ λέγων·

« Τὴν τεσσαρακοντήρη ναῦν κατεσκεύασεν ὁ Φιλοπάτωρ τὸ μῆκος ἔχουσαν διακοσίων ὀγδοήκοντα πηχῶν, ὀκτὼ δὲ καὶ τριάκοντα ἀπὸ παρόδου ἐπὶ πάροδον, [203f] ὕψος δὲ ἕως ἀκροστολίου τεσσαράκοντα ὀκτὼ πηχῶν. Ἀπὸ δὲ τῶν πρυμνητικῶν ἀφλάστων ἐπὶ τὸ 〈ὑπὸ〉 τῇ θαλάσσῃ μέρος αὐτῆς τρεῖς πρὸς τοῖς πεντήκοντα πήχεις. Πηδάλια δ´ εἶχε τέτταρα τριακονταπήχη, κώπας δὲ θρανιτικὰς ὀκτὼ καὶ τριάκοντα πηχῶν τὰς μεγίστας, [204a] αἳ διὰ τὸ μόλυβδον ἔχειν ἐν τοῖς ἐγχειριδίοις καὶ γεγονέναι λίαν εἴσω βαρεῖαι κατὰ τὴν ζύγωσιν εὐήρεις ὑπῆρχον ἐπὶ τῆς χρείας. Δίπρῳρος δ´ ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά· τούτων ἓν μὲν ἡγούμενον, τὰ δ´ ὑποστέλλοντα, τινὰ δὲ κατὰ τὰς ἐπωτίδας. Ὑποζώματα δὲ ἐλάμβανε δώδεκα· ἑξακοσίων δ´ ἦν ἕκαστον πηχῶν. Εὔρυθμος δ´ ἦν καθ´ ὑπερβολήν. Θαυμαστὸς δ´ ἦν καὶ ὁ ἄλλος κόσμος τῆς νεώς· ζῷα μὲν γὰρ εἶχεν οὐκ ἐλάττω δώδεκα πηχῶν κατὰ πρύμναν τε καὶ κατὰ πρῷραν, [204b] καὶ πᾶς τόπος αὐτῆς κηρογραφίᾳ κατεπεποίκιλτο, τὸ δ´ ἔγκωπον ἅπαν μέχρι τῆς τρόπεως κισσίνην φυλλάδα καὶ θύρσους εἶχε πέριξ. Πολὺς δ´ ἦν καὶ ὁ τῶν ὅπλων κόσμος· ἀνεπλήρου δὲ τὰ προσδεόμενα τῆς νεὼς μέρη. Γενομένης δὲ ἀναπείρας ἐδέξατο ἐρέτας πλείους τῶν τετρακισχιλίων, εἰς δὲ τὰς ὑπηρεσίας τετρακοσίους· εἰς δὲ τὸ κατάστρωμα ἐπιβάτας τρισχιλίους ἀποδέοντας ἑκατὸν καὶ πεντήκοντα· καὶ χωρὶς ὑπὸ τὰ ζύγια πλῆθος ἀνθρώπων ἕτερον ἐπισιτισμοῦ τε οὐκ ὀλίγον. [204c] Καθειλκύσθη δὲ τὴν μὲν ἀρχὴν ἀπὸ ἐσχαρίου τινός, ὅ φασι παγῆναι πεντήκοντα πλοίων πεντηρικῶν ξυλείᾳ, ὑπὸ δὲ ὄχλου μετὰ βοῆς καὶ σαλπίγγων κατήγετο. Ὕστερον δὲ τῶν ἀπὸ Φοινίκης τις ἐπενόησε τὴν καθολκήν, τάφρον ὑποστησάμενος ἴσην τῇ νηὶ κατὰ μῆκος, ἣν πλησίον τοῦ λιμένος ὤρυξε. Ταύτῃ δὲ τοὺς θεμελίους κατῳκοδόμησε λίθῳ στερεῷ πρὸς πέντε πήχεις τὸ βάθος, καὶ διὰ τούτων φάλαγγας ἐπικαρσίας κατὰ πλάτος τῆς τάφρου διώσας συνεχεῖς τετράπηχυν εἰς βάθος τόπον ἀπολειπούσας. [204d] Καὶ ποιήσας εἴσρουν ἀπὸ τῆς θαλάσσης ἐνέπλησεν αὐτῆς πάντα τὸν ὀρυχθέντα τόπον, εἰς ὃν ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἀνδρῶν εἰσήγαγε τὴν ναῦν· .... τὸ ἀνοιχθὲν κατ´ ἀρχὰς ἐμφράξαντας μετεξαντλῆσαι πάλιν τὴν θάλασσαν ὀργάνοις. Τούτου δὲ γενομένου ἑδρασθῆναι τὸ πλοῖον ἀσφαλῶς ἐπὶ τῶν προειρημένων φαλάγγων.  »

38. « Κατεσκεύασεν δ´ ὁ Φιλοπάτωρ καὶ ποτάμιον πλοῖον, τὴν θαλαμηγὸν καλουμένην, τὸ μῆκος ἔχουσαν ἡμισταδίου, τὸ δὲ εὖρος ᾗ πλατύτατον λʹ πηχῶν· [204e] τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι μικρὸν ἀπέδει τεσσαράκοντα πηχῶν. Τὸ δὲ σχῆμα αὐτῆς οὔτε ταῖς μακραῖς ναυσὶν οὔτε ταῖς στρογγύλαις ἐοικός, ἀλλὰ παρηλλαγμένον τι καὶ πρὸς τὴν χρείαν τοῦ ποταμοῦ τὸ βάθος. Κάτωθεν μὲν γὰρ ἁλιτενὴς καὶ πλατεῖα, τῷ δ´ ὄγκῳ μετέωρος· τὰ δ´ ἐπὶ τῶν ἄκρων αὐτῆς μέρη καὶ μάλιστα τὰ κατὰ πρῷραν παρέτεινεν ἐφ´ ἱκανόν, τῆς ἀνακλάσεως εὐγράμμου φαινομένης. Δίπρῳρος δ´ ἐγεγόνει καὶ δίπρυμνος καὶ πρὸς ὕψος [204f] ἀνέτεινε διὰ τὸ μετέωρον ἄγαν ἵστασθαι πολλάκις ἐν τῷ ποταμῷ τὸ κῦμα. Κατεσκεύαστο δ´ αὐτῆς κατὰ μὲν μέσον τὸ κύτος τὰ συμπόσια καὶ οἱ κοιτῶνες καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν διαγωγὴν χρηστήρια. Πέριξ δὲ τῆς νεὼς περίπατοι κατὰ τὰς τρεῖς πλευρὰς ἐγεγόνεσαν διπλοῖ. Ὧν ἡ μὲν περίμετρος ἦν πέντε πλέθρων οὐκ ἐλάττων, ἡ δὲ διάθεσις τοῦ μὲν καταγείου περιστύλῳ παραπλήσιος, [205a] τοῦ δ´ ὑπερῴου κρύπτῃ φραγμοῖς καὶ θυρίσι περιεχομένῃ πάντοθεν. Πρώτη δ´ εἰσιόντι κατὰ πρύμναν ἐτέτακτο προστὰς ἐξ ἐναντίου μὲν ἀναπεπταμένη, κύκλῳ δὲ περίπτερος· ἧς ἐν τῷ καταντικρὺ τῆς πρῴρας μέρει προπύλαιον κατεσκεύαστο δι´ ἐλέφαντος καὶ τῆς πολυτελεστάτης ὕλης γεγονός. Τοῦτο δὲ διελθοῦσιν ὡσανεὶ προσκήνιον ἐπεποίητο τῇ διαθέσει κατάστεγον ὄν. ᾯ πάλιν ὁμοίως κατὰ μὲν τὴν μέσην πλευρὰν προστὰς ἑτέρα παρέκειτο ὄπισθεν, καὶ τετράθυρος ἔφερεν εἰς αὐτὴν πυλών. [205b] Ἐξ ἀριστερῶν δὲ καὶ δεξιῶν θυρίδες ὑπέκειντο εὐαερίαν παρέχουσαι. Συνῆπτο δὲ τούτοις ὁ μέγιστος οἶκος· περίπτερος δ´ ἦν εἴκοσι κλίνας ἐπιδεχόμενος. Κατεσκεύαστο δ´ αὐτοῦ τὰ μὲν πλεῖστα ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσσου Μιλησίας· αἱ δὲ τῆς περιστάσεως θύραι τὸν ἀριθμὸν εἴκοσι οὖσαι θυίναις κατεκεκόλληντο σανίσιν, ἐλεφαντίνους ἔχουσαι τοὺς κόσμους. Ἡ δ´ ἐνήλωσις ἡ κατὰ πρόσωπον αὐτῶν καὶ τὰ ῥόπτρα ἐξ ἐρυθροῦ γεγονότα χαλκοῦ τὴν χρύσωσιν ἐκ πυρὸς εἰλήφει. [205c] Τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα, αἱ δὲ κεφαλαὶ Κορινθιουργεῖς, ἐλέφαντι καὶ χρυσῷ διακεκοσμημέναι. Τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον· ἐφ´ οὗ διάζωσμα ἐφήρμοστο περιφανῆ ζῴδια  ἔχον ἐλεφάντινα μείζω πηχυαίων, τῇ μὲν τέχνῃ μέτρια, τῇ χορηγίᾳ δὲ ἀξιοθαύμαστα. Ἐπέκειτο δὲ καὶ στέγη καλὴ τῷ συμποσίῳ τετράγωνος κυπαρισσίνη· γλυπτοὶ δ´ αὐτῆς ἦσαν οἱ κόσμοι, χρυσῆν ἔχοντες τὴν ἐπιφάνειαν. Παρέκειτο δὲ τῷ συμποσίῳ τούτῳ καὶ κοιτὼν ἑπτάκλινος· [205d] ᾧ συνῆπτο στενὴ σῦριγξ, κατὰ πλάτος τοῦ κύτους χωρίζουσα τὴν γυναικωνῖτιν. Ἐν δὲ ταύτῃ συμπόσιον ἐννεάκλινον ἦν, παραπλήσιον τῇ πολυτελείᾳ τῷ μεγάλῳ, καὶ κοιτὼν πεντάκλινος. Καὶ τὰ μὲν ἄχρι τῆς πρώτης στέγης κατεσκευασμένα τοιαῦτ´ ἦν.

39. Ἀναβάντων δὲ τὰς παρακειμένας πλησίον τῷ προειρημένῳ κοιτῶνι κλίμακας οἶκος ἦν ἄλλος πεντάκλινος ὀρόφωμα ῥομβωτὸν ἔχων· καὶ πλησίον αὐτοῦ ναὸς Ἀφροδίτης θολοειδής, ἐν ᾧ μαρμάρινον ἄγαλμα τῆς θεοῦ. [205e] Κατεναντίον δὲ τούτου ἄλλο συμπόσιον πολυτελὲς περίπτερον· οἱ γὰρ κίονες αὐτοῦ ἐκ λίθων Ἰνδικῶν συνέκειντο. Παρὰ 〈δὲ〉 καὶ τούτῳ τῷ συμποσίῳ κοιτῶνες, ἀκόλουθον τὴν κατασκευὴν τοῖς προδεδηλωμένοις ἔχοντες. Προάγοντι δὲ ἐπὶ τὴν πρῷραν οἶκος ὑπέκειτο Βακχικὸς τρισκαιδεκάκλινος περίπτερος, ἐπίχρυσον ἔχων τὸ γεῖσον ἕως τοῦ περιτρέχοντος ἐπιστυλίου· στέγη δὲ τῆς τοῦ θεοῦ διαθέσεως οἰκεία. [205f] Ἐν δὲ τούτῳ κατὰ μὲν τὴν δεξιὰν πλευρὰν ἄντρον κατεσκεύαστο, οὗ χρῶμα μὲν ἦν ἔχον τὴν πετροποιίαν ἐκ λίθων ἀληθινῶν καὶ χρυσοῦ δεδημιουργημένην· ἵδρυτο δ´ ἐν αὐτῷ τῆς τῶν βασιλέων συγγενείας ἀγάλματα εἰκονικὰ λίθου λυχνέως. Ἐπιτερπὲς δ´ ἱκανῶς καὶ ἄλλο συμπόσιον ἦν ἐπὶ τῇ τοῦ μεγίστου οἴκου στέγῃ κείμενον, σκηνῆς ἔχον τάξιν· ᾧ στέγη μὲν οὐκ ἐπῆν, διατόναια δὲ τοξοειδῆ διὰ ποσοῦ τινος ἐνετέτατο διαστήματος, [206a] ἐφ´ ὧν αὐλαῖαι κατὰ τὸν ἀνάπλουν ἁλουργεῖς ἐνεπετάννυντο. Μετὰ δὲ τοῦτο αἴθριον ἐξεδέχετο τὴν ἐπάνω τῆς ὑποκειμένης προστάδος τάξιν κατέχον· ᾧ κλῖμάξ τε ἑλικτὴ φέρουσα πρὸς τὸν κρυπτὸν περίπατον παρέκειτο καὶ συμπόσιον ἐννεάκλινον, τῇ διαθέσει τῆς κατασκευῆς Αἰγύπτιον. Οἱ γὰρ γεγονότες αὐτόθι κίονες ἀνήγοντο στρογγύλοι, διαλλάττοντες τοῖς σπονδύλοις, τοῦ μὲν μέλανος, τοῦ δὲ λευκοῦ παράλληλα τιθεμένων. [206b] Εἰσὶ δ´ αὐτῶν καὶ αἱ κεφαλαὶ τῷ σχήματι περιφερεῖς, ὧν ἡ μὲν ὅλη περιγραφὴ παραπλησία ῥόδοις ἐπὶ μικρὸν ἀναπεπταμένοις ἐστίν. Περὶ δὲ τὸν προσαγορευόμενον κάλαθον οὐχ ἕλικες, καθάπερ ἐπὶ τῶν Ἑλληνικῶν, καὶ φύλλα τραχέα περίκειται, λωτῶν δὲ ποταμίων κάλυκες καὶ φοινίκων ἀρτιβλάστων καρπός· ἔστι δ´ ὅτε καὶ πλειόνων ἄλλων ἀνθέων γέγλυπται γένη. Τὸ δ´ ὑπὸ τὴν ῥίζαν, ὃ δὴ τῷ συνάπτοντι πρὸς τὴν κεφαλὴν ἐπίκειται σπονδύλῳ, κιβωρίων ἄνθεσι καὶ φύλλοις ὡσανεὶ καταπεπλεγμένοις ὁμοίαν εἶχε τὴν διάθεσιν. [206c] Τοὺς μὲν οὖν κίονας οὕτως Αἰγύπτιοι κατασκευάζουσι· καὶ τοὺς τοίχους δὲ λευκαῖς καὶ μελαίναις διαποικίλλουσι πλινθίσιν, ἐνίοτε δὲ καὶ τοῖς ἀπὸ τῆς ἀλαβαστίτιδος προσαγορευομένης πέτρας. Πολλὰ δὲ καὶ ἕτερα κατὰ μέσον τῆς νεὼς τὸ κύτος ἐν κοίλῃ καὶ κατὰ πᾶν αὐτῆς μέρος οἰκήματα ἦν. Ὁ δὲ ἱστὸς ἦν αὐτῆς ἑβδομήκοντα πηχῶν, βύσσινον ἔχων ἱστίον ἁλουργεῖ παρασείῳ κεκοσμημένον.  »

— Πᾶς δ´ ὁ τοῦ βασιλέως τοῦ Φιλαδέλφου πλοῦτος ... [206d] φυλαχθεὶς κατελύθη ὑπὸ τοῦ τελευταίου Πτολεμαίου τοῦ καὶ τὸν Γαβινιακὸν συστησαμένου πόλεμον, οὐκ ἀνδρὸς γενομένου ἀλλ´ αὐλητοῦ καὶ μάγου.

40. Περὶ δὲ τῆς ὑπὸ Ἱέρωνος τοῦ Συρακοσίου κατασκευασθείσης νεώς, ἧς καὶ Ἀρχιμήδης ἦν ὁ γεωμέτρης ἐπόπτης, οὐκ ἄξιον εἶναι κρίνω σιωπῆσαι, σύγγραμμα ἐκδόντος Μοσχίωνός τινος, ᾧ οὐ παρέργως ἐνέτυχον ὑπογυίως. Γράφει οὖν ὁ Μοσχίων οὕτως·

« Διοκλείδης μὲν ὁ Ἀβδηρίτης θαυμάζεται ἐπὶ τῇ πρὸς τὴν Ῥοδίων πόλιν ὑπὸ Δημητρίου προσαχθείσῃ τοῖς τείχεσιν ἑλεπόλει, [206e] Τίμαιος δ´ ἐπὶ τῇ πυρᾷ τῇ κατασκευασθείσῃ Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ Ἱερώνυμος ἐπὶ τῇ κατασκευῇ τῆς ἁρμαμάξης, ᾗ συνέβαινε κατακομισθῆναι τὸ Ἀλεξάνδρου σῶμα, Πολύκλειτος δ´ ἐπὶ τῷ λυχνίῳ τῷ κατασκευασθέντι τῷ Πέρσῃ· Ἱέρων δὲ ὁ Συρακοσίων βασιλεύς, ὁ πάντα Ῥωμαίοις φίλος, ἐσπουδάκει μὲν καὶ περὶ ἱερῶν καὶ γυμνασίων κατασκευάς, ἦν δὲ καὶ περὶ ναυπηγίας φιλότιμος, πλοῖα σιτηγὰ κατασκευαζόμενος, [206f] ὧν ἑνὸς τῆς κατασκευῆς μνησθήσομαι. Εἰς ὕλην μὲν ξύλωσιν ἐκ τῆς Αἴτνης παρεσκεύαστο ἑξήκοντα τετρηρικῶν σκαφῶν [τὸ] πλῆθος ἐξεργάσασθαι δυναμένην. Ὡς δὲ ταῦτα ἡτοιμάσατο γόμφους τε καὶ ἐγκοίλια καὶ σταμῖνας καὶ τὴν εἰς τὴν ἄλλην χρείαν ὕλην τὴν μὲν ἐξ Ἰταλίας, τὴν δ´ ἐκ Σικελίας, εἰς δὲ σχοινία λευκέαν μὲν ἐξ Ἰβηρίας, κάνναβιν δὲ καὶ πίτταν ἐκ τοῦ Ῥοδανοῦ ποταμοῦ καὶ τἄλλα πάντα τὰ χρειώδη πολλαχόθεν. Συνήγαγε δὲ καὶ ναυπηγοὺς καὶ τοὺς ἄλλους τεχνίτας καὶ καταστήσας ἐπὶ πάντων Ἀρχίαν τὸν Κορίνθιον ἀρχιτέκτονα παρεκάλεσε προθύμως ἐπιλαβέσθαι τῆς κατασκευῆς, προσκαρτερῶν [207a] καὶ αὐτὸς τὰς ἡμέρας. Τὸ μὲν οὖν ἥμισυ τοῦ παντὸς τῆς νεὼς ἐν μησὶν ἓξ ἐξειργάσατο ... καὶ ταῖς ἐκ μολίβου ποιηθείσαις κεραμίσιν ἀεὶ καθ´ ὃ ναυπηγηθείη μέρος περιελαμβάνετο, ὡς ἂν τριακοσίων ὄντων τῶν τὴν ὕλην ἐργαζομένων τεχνιτῶν χωρὶς τῶν ὑπηρετούντων. Τοῦτο μὲν οὖν τὸ μέρος εἰς τὴν θάλασσαν καθέλκειν προσετέτακτο, τὴν λοιπὴν κατασκευὴν ἵν´ ἐκεῖ λαμβάνῃ. Ὡς δὲ περὶ τὸν καθελκυσμὸν αὐτοῦ τὸν εἰς τὴν θάλασσαν πολλὴ ζήτησις ἦν, Ἀρχιμήδης ὁ μηχανικὸς μόνος αὐτὸ κατήγαγε δι´ ὀλίγων σωμάτων. [207b] Κατασκευάσας γὰρ ἕλικα τὸ τηλικοῦτον σκάφος εἰς  τὴν θάλασσαν κατήγαγε. Πρῶτος δ´ Ἀρχιμήδης εὗρε τὴν τῆς ἕλικος κατασκευήν. Ὡς δὲ καὶ τὰ λοιπὰ μέρη τῆς νεὼς ἐν ἄλλοις ἓξ μησὶ κατεσκευάσθη καὶ τοῖς χαλκοῖς ἥλοις πᾶσα περιελήφθη, ὧν οἱ πολλοὶ δεκάμνοοι ἦσαν, οἱ δ´ ἄλλοι τούτων ἡμιόλιοι — διὰ τρυπάνων δ´ ἦσαν οὗτοι ἡρμοσμένοι τοὺς σταμῖνας συνέχοντες· μολυβδίναις δὲ κεραμίσιν ἐπεστεγνοῦντο πρὸς τὸ ξύλον, ὑποτιθεμένων ὀθονίων μετὰ πίττηςὡς οὖν τὴν ἐκτὸς ἐπιφάνειαν ἐξειργάσατο, τὴν ἐντὸς διασκευὴν ἐξεπονεῖτο.

[207c] 41. Ἦν δὲ ἡ ναῦς τῇ μὲν κατασκευῇ εἰκόσορος, τριπάροδος δέ· τὴν μὲν κατωτάτω ἔχων ἐπὶ τὸν γόμον, ἐφ´ ἣν διὰ κλιμάκων πυκνῶν ἡ κατάβασις ἐγίνετο· ἡ δ´ ἑτέρα τοῖς εἰς τὰς διαίτας βουλομένοις εἰσιέναι ἐμεμηχάνητο· μεθ´ ἣν ἡ τελευταία τοῖς ἐπὶ τοῖς ὅπλοις τεταγμένοις. Ἦσαν δὲ τῆς μέσης παρόδου παρ´ ἑκάτερον τῶν τοίχων δίαιται τετράκλινοι τοῖς ἀνδράσι, τριάκοντα τὸ πλῆθος. Ἡ δὲ ναυκληρικὴ δίαιτα κλινῶν μὲν ἦν πεντεκαίδεκα, θαλάμους δὲ τρεῖς εἶχε τρικλίνους, ὧν ἦν τὸ κατὰ τὴν πρύμναν ὀπτανεῖον. Ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκείμενον ἐκ παντοίων λίθων, ἐν οἷς ἦν κατεσκευασμένος [207d] πᾶς ὁ περὶ τὴν Ἰλιάδα μῦθος θαυμασίως· ταῖς τε κατασκευαῖς καὶ ταῖς ὀροφαῖς, καὶ θυρώμασι δὲ πάντα ἦν ταῦτα πεπονημένα. Κατὰ δὲ τὴν ἀνωτάτω πάροδον γυμνάσιον ἦν καὶ περίπατοι σύμμετρον ἔχοντες τὴν κατασκευὴν τῷ τοῦ πλοίου μεγέθει, ἐν οἷς κῆποι παντοῖοι θαυμασίως ἦσαν ὑπερβάλλοντες ταῖς φυτείαις, διὰ κεραμίδων μολυβδινῶν κατεστεγνωμένων 〈ἀρδευόμενοι〉, ἔτι δὲ σκηναὶ κιττοῦ λευκοῦ καὶ ἀμπέλων, ὧν αἱ ῥίζαι τὴν τροφὴν ἐν πίθοις εἶχον γῆς πεπληρωμένοις, τὴν αὐτὴν ἄρδευσιν λαμβάνουσαι καθάπερ καὶ οἱ κῆποι. [207e] Αὗται δὲ αἱ σκηναὶ συνεσκίαζον τοὺς περιπάτους.

Ἑξῆς δὲ τούτων Ἀφροδίσιον κατεσκεύαστο τρίκλινον, δάπεδον ἔχον ἐκ λίθων ἀχατῶν τε καὶ ἄλλων χαριεστάτων ὅσοι κατὰ τὴν νῆσον ἦσαν· τοὺς τοίχους δ´ εἶχε καὶ τὴν ὀροφὴν κυπαρίττου, τὰς δὲ θύρας ἐλέφαντος καὶ θύου· γραφαῖς 〈δὲ〉 καὶ ἀγάλμασιν, ἔτι δὲ ποτηρίων κατασκευαῖς ὑπερβαλλόντως κατεσκεύαστο.

42. Τούτου δ´ ἐφεξῆς σχολαστήριον ὑπῆρχε πεντάκλινον, ἐκ πύξου τοὺς τοίχους καὶ τὰ θυρώματα κατεσκευασμένον, βιβλιοθήκην ἔχον ἐν αὑτῷ, κατὰ δὲ τὴν ὀροφὴν πόλον ἐκ τοῦ κατὰ τὴν Ἀχραδίνην ἀπομεμιμημένον ἡλιοτροπίου. [207f] Ἦν δὲ καὶ βαλανεῖον τρίκλινον πυρίας χαλκᾶς ἔχον τρεῖς καὶ λουτῆρα πέντε μετρητὰς δεχόμενον ποικίλον τοῦ Ταυρομενίτου λίθου. Κατεσκεύαστο δὲ καὶ οἰκήματα πλείω τοῖς ἐπιβάταις καὶ τοῖς τὰς ἀντλίας φυλάττουσι. Χωρὶς δὲ τούτων ἱππῶνες ἦσαν ἑκατέρου τῶν τοίχων δέκα· κατὰ δὲ τούτους ἡ τροφὴ τοῖς ἵπποις ἔκειτο  καὶ τῶν ἀναβατῶν καὶ τῶν παίδων τὰ σκεύη. [208a] Ἦν δὲ καὶ ὑδροθήκη κατὰ τὴν πρῷραν κλειστή, δισχιλίους μετρητὰς δεχομένη, ἐκ σανίδων καὶ πίττης καὶ ὀθονίων κατεσκευασμένη. Παρὰ δὲ ταύτην κατεσκεύαστο διὰ μολιβδώματος καὶ σανίδων κλειστὸν ἰχθυοτροφεῖον· τοῦτο δ´ ἦν πλῆρες θαλάττης, ἐν ᾧ πολλοὶ ἰχθύες [εὖ] ἐτρέφοντο. Ὑπῆρχον δὲ καὶ τῶν τοίχων ἑκατέρωθεν τρόποι προεωσμένοι, διάστημα σύμμετρον ἔχοντες· ἐφ´ ὧν κατεσκευασμέναι ἦσαν ξυλοθῆκαι καὶ κρίβανοι καὶ ὀπτανεῖα καὶ μύλοι καὶ πλείους ἕτεραι διακονίαι. [208b] Ἄτλαντές τε περιέτρεχον τὴν ναῦν ἐκτὸς ἑξαπήχεις, οἳ τοὺς ὄγκους ὑπειλήφεσαν τοὺς ἀνωτάτω καὶ τὸ τρίγλυφον, πάντες ἐν διαστήματι 〈συμμέτρῳ〉 βεβῶτες. Ἡ δὲ ναῦς πᾶσα οἰκείαις γραφαῖς ἐπεπόνητο.

43. Πύργοι τε ἦσαν ἐν αὐτῇ ὀκτὼ σύμμετροι τὸ μέγεθος τοῖς τῆς νεὼς ὄγκοις· δύο μὲν κατὰ πρύμναν, οἱ δ´ ἴσοι κατὰ πρῷραν, οἱ λοιποὶ δὲ κατὰ μέσην ναῦν. Τούτων δὲ ἑκάστῳ παρεδέδεντο κεραῖαι βʹ, ἐφ´ ὧν κατεσκεύαστο φατνώματα, δι´ ὧν ἠφίεντο λίθοι πρὸς τοὺς ὑποπλέοντας τῶν πολεμίων. [208c] Ἐπὶ δὲ τῶν πύργων ἕκαστον ἀνέβαινον τέτταρες μὲν καθωπλισμένοι νεανίσκοι, δύο δὲ τοξόται. Πᾶν δὲ τὸ ἐντὸς τῶν πύργων λίθων καὶ βελῶν πλῆρες ἦν. Τεῖχος δὲ ἐπάλξεις ἔχον καὶ καταστρώματα διὰ νεὼς ἐπὶ κιλλιβάντων κατεσκεύαστο· ἐφ´ οὗ λιθοβόλος ἐφειστήκει, τριτάλαντον λίθον ἀφ´ αὑτοῦ ἀφιεὶς καὶ δωδεκάπηχυ βέλος. Τοῦτο δὲ τὸ μηχάνημα κατεσκεύασεν Ἀρχιμήδης. Ἑκάτερον δὲ τῶν βελῶν ἔβαλλεν ἐπὶ στάδιον. Μετὰ δὲ ταῦτα παραρτήματα ἐκ τροπῶν παχέων συγκείμενα διὰ ἁλύσεων χαλκῶν κρεμάμενα. [208d] Τριῶν δὲ ἱστῶν ὑπαρχόντων ἐξ ἑκάστου κεραῖαι λιθοφόροι ἐξήρτηντο βʹ, ἐξ ὧν ἅρπαγές τε καὶ πλίνθοι μολίβου πρὸς τοὺς ἐπιτιθεμένους ἠφίεντο. Ἦν δὲ καὶ χάραξ κύκλῳ τῆς νεὼς σιδηροῦς πρὸς τοὺς ἐπιχειροῦντας ἀναβαίνειν κόρακές τε σιδηροῖ [κύκλῳ τῆς νεὼς], οἳ δι´ ὀργάνων ἀφιέμενοι τὰ τῶν ἐναντίων ἐκράτουν σκάφη καὶ παρέβαλλον εἰς πληγήν. Ἑκατέρῳ δὲ τῶν τοίχων ἑξήκοντα νεανίσκοι πανοπλίας ἔχοντες ἐφειστήκεσαν καὶ τούτοις ἴσοι περί τε τοὺς ἱστοὺς [208e] καὶ τὰς λιθοφόρους κεραίας. Ἦσαν δὲ καὶ κατὰ τοὺς ἱστοὺς ἐν τοῖς καρχησίοις οὖσι χαλκοῖς ἐπὶ μὲν τοῦ πρώτου τρεῖς ἄνδρες, εἶθ´ ἑξῆς καθ´ ἕνα λειπόμενοι· τούτοις δ´ ἐν πλεκτοῖς γυργάθοις διὰ τροχιλίων εἰς τὰ θωράκια λίθοι παρεβάλλοντο καὶ βέλη διὰ τῶν παίδων. Ἄγκυραι δὲ ἦσαν ξύλιναι μὲν τέτταρες, σιδηραῖ δ´ ὀκτώ. Τῶν δὲ ἱστῶν ὁ μὲν δεύτερος καὶ τρίτος εὑρέθησαν, δυσχερῶς δὲ ὁ πρῶτος εὑρέθη ἐν τοῖς ὄρεσι τῆς Βρεττίας ὑπὸ συβώτου ἀνδρός· [208f] κατήγαγε δ´ αὐτὸν ἐπὶ θάλατταν Φιλέας ὁ Ταυρομενίτης μηχανικός. Ἡ δὲ ἀντλία καίπερ βάθος ὑπερβάλλον ἔχουσα δι´ ἑνὸς ἀνδρὸς ἐξηντλεῖτο διὰ κοχλίου, Ἀρχιμήδους ἐξευρόντος. Ὄνομα δ´ ἦν τῇ νηὶ Συρακοσία· ὅτε δ´ αὐτὴν ἐξέπεμπεν Ἱέρων, Ἀλεξανδρίδα αὐτὴν μετωνόμασεν. Ἐφόλκια δ´ ἦσαν αὐτῇ τὸ μὲν πρῶτον κέρκουρος τρισχίλια τάλαντα δέχεσθαι δυνάμενος· πᾶς δ´ ἦν οὗτος ἐπίκωπος. Μεθ´ ὃν χίλια πεντακόσια βαστάζουσαι ἁλιάδες τε καὶ σκάφαι πλείους. Ὄχλος δ´ ἦν οὐκ ἐλάττων. Μετὰ τοὺς προειρημένους ἄλλοι τε ἑξακόσιοι παρὰ τὴν πρῷραν ἐπιτηροῦντες τὰ παραγγελλόμενα. [209a] Τῶν δὲ κατὰ ναῦν ἀδικημάτων δικαστήριον καθειστήκει ναύκληρος, κυβερνήτης καὶ πρῳρεύς, οἵπερ ἐδίκαζον κατὰ τοὺς Συρακοσίων νόμους.

44. Σίτου δὲ ἐνεβάλλοντο εἰς τὴν ναῦν μυριάδας ἕξ, ταρίχων δὲ Σικελικῶν κεράμια μύρια, ἐρίων τάλαντα δισμύρια, καὶ ἕτερα δὲ φορτία δισμύρια. Χωρὶς δὲ τούτων ὁ ἐπισιτισμὸς ἦν τῶν ἐμπλεόντων. [209b] Ὁ δ´ Ἱέρων ἐπεὶ πάντας τοὺς λιμένας ἤκουεν τοὺς μὲν ὡς οὐ δύνατοί εἰσι τὴν ναῦν δέχεσθαι, τοὺς δὲ καὶ ἐπικινδύνους ὑπάρχειν, διέγνω δῶρον αὐτὴν ἀποστεῖλαι Πτολεμαίῳ τῷ βασιλεῖ εἰς Ἀλεξάνδρειαν· καὶ γὰρ ἦν σπάνις σίτου κατὰ τὴν Αἴγυπτον. Καὶ οὕτως ἐποίησε, καὶ ἡ ναῦς κατήχθη εἰς τὴν Ἀλεξάνδρειαν, ἔνθα καὶ ἐνεωλκήθη. Ὁ δ´ Ἱέρων καὶ Ἀρχίμηλον τὸν τῶν ἐπιγραμμάτων ποιητὴν γράψαντα εἰς τὴν ναῦν ἐπίγραμμα χιλίοις πυρῶν μεδίμνοις, οὓς καὶ παρέπεμψεν ἰδίοις δαπανήμασιν εἰς τὸν Πειραιᾶ, ἐτίμησεν. Ἔχει δ´ οὕτως τὸ ἐπίγραμμα·

[209c] Τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος
κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο;
πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς, ἢ τίνι γόμφοι
τμηθέντες πελέκει τοῦτ´ ἔκαμον τὸ κύτος,
ἢ κορυφαῖς Αἴτνας παρισούμενον ἤ τινι νάσων
ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται,
τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές. Ἦ ῥα Γίγαντες
[209d] τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς.
Ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους
θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων.
Πείσμασι δ´ ἀγκύρας ἀπερείδεται οἷσιν Ἀβύδου
Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον.
Μανύει στιβαρᾶς κατ´ ἐπωμίδος ἀρτιχάρακτον
γράμμα, τίς ἐκ χέρσου τάνδ´ ἐκύλισε τρόπιν·
φατὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ
καὶ νάσοις καρπὸν πίονα δωροφορῶν,
[209e] Σικελίας σκαπτοῦχος ὁ Δωρικός. Ἀλλά, Πόσειδον,
σῷζε διὰ γλαυκῶν σέλμα τόδε ῥοθίων.

Παρέλιπον δ´ ἑκὼν ἐγὼ τὴν Ἀντιγόνου ἱερὰν τριήρη, ᾗ ἐνίκησε τοὺς Πτολεμαίου στρατηγοὺς περὶ Λεύκολλαν τῆς Κῴας, ὅπου δὴ καὶ τῷ Ἀπόλλωνι αὐτὴν ἀνέθηκεν· ἥτις οὐδὲ τὸ τρίτον, τάχα δὲ οὐδὲ τὸ τέταρτον εἶχε τῆς Συρακοσίας ἢ Ἀλεξανδρίδος ταύτης νεώς.  »

45. Τοσαῦτ´ οὖν καὶ περὶ τοῦ τῶν νεῶν καταλόγου οὐκ [209f] ἀπὸ Βοιωτῶν ἀρξάμενοι κατελέξαμεν, ἀλλ´ ἀπὸ πανηγυρικῶν πομπῶν. Καὶ ἐπεὶ τὸν καλὸν Οὐλπιανὸν οἶδα πάλιν προβαλοῦντα ἡμῖν τίς αὕτη ἡ παρὰ τῷ Καλλιξείνῳ ἐγγυθήκη, φαμὲν αὐτῷ ὅτι καὶ λόγος τις εἰς Λυσίαν ἀναφέρεται τὸν ῥήτορα περὶ ἐγγυθήκης ἐπιγραφόμενος, οὗ ἡ ἀρχή·

« Εἰ μὲν δίκαιον ἔλεγεν ἢ μέτριον, ἄνδρες δικασταί, Λυσιμένης.  »

Ἐν ᾧ προελθών φησιν·

« Οὐκ ἂν ἐσπούδαζον περὶ αὐτῆς τῆς ἐγγυθήκης δικαιολογεῖσθαι, ἣ οὔκ ἐστιν ἀξία τριάκοντα δραχμῶν.  »

[210a] Ὅτι δὲ χαλκῆ ἦν ἡ ἐγγυθήκη ἑξῆς φησι·

« Πέρυσιν δὲ ἐπισκευάσαι αὐτὴν βουλόμενος ἐξέδωκα εἰς τὸ χαλκεῖον· ἐστὶ γὰρ συνθετὴ καὶ Σατύρων ἔχει πρόσωπα καὶ βουκεφάλια. .... Ἄλλο ἔτι μέγεθος τὸ αὐτό. Ὁ γὰρ αὐτὸς τεχνίτης πολλὰ σκεύη ταὐτὰ καὶ ὅμοια ἐργάζεται.  »

ἐν τούτοις ὁ Λυσίας εἰπὼν ὅτι καὶ χαλκῆ ἦν ἡ ἐγγυθήκη, σαφῶς παρίστησιν, ὡς καὶ ὁ Καλλίξεινος εἴρηκε, λεβήτων αὐτὰς ὑποθήματα εἶναι. Οὕτως γὰρ καὶ Πολέμων ὁ περιηγητὴς εἶπεν ἐν γʹ τῶν πρὸς Ἀδαῖον [210b] καὶ Ἀντίγονον ἐξηγούμενος διάθεσιν ἐν Φλιοῦντι κατὰ τὴν πολεμάρχειον στοὰν γεγραμμένην ὑπὸ Σίλλακος τοῦ Ῥηγίνου, οὗ μνημονεύουσιν Ἐπίχαρμος καὶ Σιμωνίδης, λέγων οὕτως·

« Ἐγγυθήκη καὶ ἐπ´ αὐτῆς κύπελλον.  »

Ἡγήσανδρος δὲ ὁ Δελφὸς ἐν τῷ ἐπιγραφομένῳ ὑπομνήματι ἀνδριάντων καὶ ἀγαλμάτων Γλαύκου φησὶ τοῦ Χίου τὸ ἐν Δελφοῖς ὑπόστημα οἷον ἐγγυθήκην τινὰ σιδηρᾶν, ἀνάθημα Ἀλυάττου· οὗ ὁ Ἡρόδοτος μνημονεύει ὑποκρητηρίδιον αὐτὸ καλῶν. Καὶ ὁ 〈μὲν〉 Ἡγήσανδρος ταῦτα λέγει. [210c] Εἴδομεν δ´ αὐτὸ καὶ ἡμεῖς ἀνακείμενον ἐν Δελφοῖς ὡς ἀληθῶς θέας  ἄξιον διὰ τὰ ἐν αὐτῷ ἐντετορευμένα ζῳδάρια καὶ ἄλλα τινὰ ζῳύφια καὶ φυτάρια, ἐπιτίθεσθαι ἐπ´ αὐτῷ δυνάμενα καὶ κρατῆρας καὶ ἄλλα σκεύη. Ἡ δ´ ὑπ´ Ἀλεξανδρέων καλουμένη ἀγγοθήκη τρίγωνός ἐστι, κατὰ μέσον κοίλη, δέχεσθαι δυναμένη ἐντιθέμενον κεράμιον. Ἔχουσι δὲ ταύτην οἱ μὲν πένητες ξυλίνην, οἱ δὲ πλούσιοι χαλκῆν ἢ ἀργυρᾶν.

46. Εἰπόντες οὖν περὶ ἐγγυθήκης ἑξῆς πάλιν μνησθησόμεθα φιλοδείπνων βασιλέων. Ὁ γὰρ τῷ προειρημένῳ [210d] Ἀντιόχῳ ὁμώνυμος βασιλεύς, Δημητρίου δ´ υἱός, ὡς ἱστορεῖ Ποσειδώνιος, ὑποδοχὰς ποιούμενος καθ´ ἡμέραν ὀχλικὰς χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ ἀποφέρειν ἐδίδου τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασι πλήθη. Καὶ ἄλλος δ´ Ἀντίοχος βασιλεὺς [210e] ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς λαμπράς, ὡς 〈ὁ〉 αὐτός φησι Ποσειδώνιος·

« Τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ´ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων χηνῶν 〈καὶ〉 λαγωῶν καὶ δορκάδων. Ἀνεδίδοντο δὲ καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. Καὶ ἔδει ἀναβάντα ἐπὶ τὴν κάμηλον πιεῖν ἕκαστον καὶ λαβεῖν τὴν 〈κάμηλον καὶ τὰ ἐπὶ τὴν〉 κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.  »

« Καὶ οἱ κατὰ τὴν Συρίαν δὲ πάντες, φησί, διὰ τὴν τῆς χώρας εὐβοσίαν [210f] ἀπὸ τῆς περὶ τἀναγκαῖα κακοπαθείας συνόδους ἔνεμον πλείους, ἵνα εὐωχοῖντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι [δὲ] ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις — οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων — ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, [καὶ] τὸ πλεῖον μέρος τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλά, καὶ καταυλούμενοι πρὸς χελωνίδος πολυκρότου ψόφους, ὥστε τὰς πόλεις ὅλας τοῖς τοιούτοις κελάδοις συνηχεῖσθαι.  »

[211a] 47. Ἐπαινῶ δ´ ἐγώ, ἄνδρες φίλοι, τὸ γενόμενον παρ´ Ἀλεξάνδρῳ τῷ βασιλεῖ τῆς Συρίας συμπόσιον. Ὁ δ´ Ἀλέξανδρος οὗτος ὢν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς ὑποβληθείς, διὸ εἶχον μῖσος πάντες ἄνθρωποι εἰς Δημήτριον· περὶ οὗ ἱστόρησεν ὁ ἑταῖρος ἡμῶν Ἀθήναιος ἐν τοῖς περὶ τῶν ἐν Συρίᾳ βασιλευσάντων. Τὸ οὖν συμπόσιον τοῦτο τοιόνδε τι ἐγένετο. Διογένης ὁ Ἐπικούρειος, ἕξιν ἔχων ἱκανὴν ἐν οἷς μετεχειρίζετο λόγοις, τὸ μὲν γένος ἦν ἐκ Σελευκείας τῆς ἐν Βαβυλωνίᾳ, [211b] ἀποδοχῆς δ´ ἐτύγχανε παρὰ τῷ βασιλεῖ καίτοι τοῖς ἀπὸ τῆς στοᾶς λόγοις χαίροντι.  Ἐπολυώρει οὖν αὐτὸν ὁ Ἀλέξανδρος καίπερ ὄντα τῷ βίῳ φαῦλον, ἔτι δὲ βλάσφημον καὶ βάσκανον ἕνεκά τε τοῦ γελοίου μηδὲ τῶν βασιλέων ἀπεχόμενον· καὶ αἰτησαμένῳ αὐτῷ φιλοσοφίας ἀλλοτρίαν αἴτησιν, ὅπως πορφυροῦν τε χιτωνίσκον φορήσει καὶ χρυσοῦν στέφανον ἔχοντα πρόσωπον Ἀρετῆς κατὰ μέσον, ἧς ἱερεὺς ἠξίου προσαγορεύεσθαι, συνεχώρησε καὶ τὸν στέφανον προσχαρισάμενος. Ἅπερ ὁ Διογένης ἐρασθείς τινος λυσιῳδοῦ γυναικὸς ἐχαρίσατο αὐτῇ. [211c] Ἀκούσας δ´ ὁ Ἀλέξανδρος καὶ συνάγων φιλοσόφων καὶ ἐπισήμων ἀνδρῶν συμπόσιον ἐκάλεσε καὶ τὸν Διογένη· καὶ παραγενόμενον ἠξίου κατακλίνεσθαι ἔχοντα τὸν στέφανον καὶ τὴν ἐσθῆτα. Ἄκαιρον δ´ εἶναι εἰπόντος νεύσας εἰσαγαγεῖν ἐκέλευσε τὰ ἀκούσματα, ἐν οἷς καὶ ἡ λυσιῳδὸς εἰσῆλθεν ἐστεφανωμένη τὸν τῆς Ἀρετῆς στέφανον, ἐνδῦσα καὶ τὴν πορφυρᾶν ἐσθῆτα. Γέλωτος οὖν πολλοῦ καταραγέντος ἔμενεν ὁ φιλόσοφος καὶ τὴν λυσιῳδὸν ἐπαινῶν οὐκ ἐπαύσατο. [211d] Τοῦτον τὸν Διογένη ὁ μεταλαβὼν τὴν βασιλείαν Ἀντίοχος, οὐκ ἐνέγκας αὐτοῦ τὴν κακολογίαν, ἀποσφαγῆναι ἐκέλευσεν. Ὁ δ´ Ἀλέξανδρος προσηνὴς ἦν πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις καὶ οὐχ ὅμοιος Ἀθηνίωνι τῷ περιπατητικῷ φιλοσόφῳ, τῷ καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνῃ, ἔτι δὲ καὶ ἐν Λαρίσῃ τῆς Θετταλίας, καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. Περὶ οὗ καθ´ ἕκαστα ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερά ἐστιν ἐκθήσομαι,  [211e] ἵν´ ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. Κατὰ γὰρ τὸν Ἀγάθωνα

Εἰς μὲν φράσω τἀληθές, οὐχί ς´ εὐφρανῶ·
εἰ δ´ εὐφρανῶ τί ς´, οὐχὶ τἀληθὲς φράσω.

Ἀλλὰ φίλη 〈γάρ〉, φασίν, ἡ ἀλήθεια, ἐκθήσομαι τὰ περὶ τὸν ἄνδρα ὡς ἐγένετο.

48. « Ἐν τῇ Ἐρυμνέως τοῦ περιπατητικοῦ σχολῇ διέτριβέ τις Ἀθηνίων προσκαρτερῶν τοῖς λόγοις· ὅστις Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῇ. Ταύτης οὖν εἴτ´ ἐξ αὐτοῦ τεκούσης, [211f] εἴτ´ ἐξ ἄλλου τινος, ὁμώνυμος Ἀθηνίωνι τῷ δεσπότῃ παρετρέφετο. Γράμματα δὲ μαθὼν καὶ πρεσβύτην γενόμενον τὸν δεσπότην μετὰ τῆς μητρὸς ἐχειραγώγει καὶ ἀποθανόντα κληρονομήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. Γήμας τε παιδισκάριον εὔμορφον μετὰ τούτου πρὸς τὸ σοφιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. Καὶ σοφιστεύσας ἐν Μεσσήνῃ [212a] κἀν Λαρίσῃ τῇ Θετταλικῇ καὶ πολλὰ ἐργασάμενος χρήματα ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. Καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἀθηναίων πρεσβευτής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑποδραμὼν τὸν βασιλέα τῶν φίλων εἷς ἐγένετο, μεγίστης τυχὼν προαγωγῆς. Διόπερ μετεώριζε τοὺς Ἀθηναίους δι´ ἐπιστολῶν ὡς τὰ μέγιστα παρὰ τῷ Καππαδόκῃ δυνάμενος, ὥστε μὴ μόνον τῶν ἐπιφερομένων ὀφλημάτων ἀπολυθέντας 〈ἂν〉 ἐν ὁμονοίᾳ ζῆν,  ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀνακτησαμένους, καὶ δωρεῶν μεγάλων τυχεῖν ἰδίᾳ καὶ δημοσίᾳ. [212b] Ταῦτα οἱ Ἀθηναῖοι διεκόμπουν τὴν Ῥωμαίων ἡγεμονίαν καταλελύσθαι πεπιστευκότες.

49. Ἤδη οὖν τῆς Ἀσίας μεταβεβλημένης ὁ Ἀθηνίων ἐπανῆγεν εἰς τὰς Ἀθήνας καὶ ὑπὸ χειμῶνος ἐνοχληθεὶς εἰς τὴν Καρυστίαν κατηνέχθη. Τοῦτο μαθόντες οἱ Κεκροπίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς καὶ φορεῖον ἀργυρόπουν. Ἀλλ´ εἰσῄειν ἤδη, καὶ σχεδὸν τὸ πλεῖστον μέρος [212c] τῆς πόλεως ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο· συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπ´ ἀργυρόποδος κατακομίζεται φορείου καὶ πορφυρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοιαύτῃ φαντασίᾳ καταχλιδῶντος τῆς Ἀττικῆς. Συνέτρεχον οὖν πρὸς τὴν θέαν ταύτην ἄνδρες γυναῖκες, 〈γέροντες〉 παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης καὶ τὰς ἐρανικὰς ποιησάμενος ἀκροάσεις [212d] διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς χώρας καὶ πόλεως πομπεύει. Ὑπήντησαν δ´ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται, τὸν ἄγγελον τοῦ νέου Διονύσου καλοῦντες ἐπὶ τὴν κοινὴν ἑστίαν καὶ τὰς περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. Ὁ δὲ πρότερον ἐκ μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν διευς οἰκίαν τοῦ τότε πλουτοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου προσόδοις εἰσηνέχθη, κεκοσμημένην στρωμναῖς τε καὶ γραφαῖς καὶ ἀνδριᾶσι καὶ ἀργυρωμάτων ἐκθέσει. Ἀφ´ ἧς ἐξῄει χλαμύδα λαμπρὰν ἐπισύρων καὶ περικείμενος δακτύλιον χρυσίου ἐγγεγλυμμένην ἔχοντα [212e] τὴν Μιθριδάτου εἰκόνα· προεπόμπευον δ´ αὐτοῦ καὶ ἐφείποντο θεράποντες πολλοί. Ἐν δὲ τῷ τεμένει τῶν τεχνιτῶν θυσίαι τε ἐπετελοῦντο ἐπὶ τῇ Ἀθηνίωνος παρουσίᾳ καὶ μετὰ κήρυκος προαναφωνήσεως σπονδαί. Καὶ τῇ ὑστεραίᾳ πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμενον αὐτοῦ τὴν πρόοδον· πλήρης δ´ ἦν καὶ ὁ Κεραμεικὸς ἀστῶν καὶ ξένων καὶ αὐτόκλητος εἰς τὴν ἐκκλησίαν τῶν ὄχλων συνδρομή. Ὃ δὲ μόλις προῆλθε δορυφορούμενος ὑπὸ τῶν εὐδοκιμεῖν [212f] παρὰ τῷ δήμῳ θελόντων, ἑκάστου σπεύδοντος κἂν προσάψασθαι τῆς ἐσθῆτος.

50. Ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ᾠκοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς στὰς ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, ἔπειτ´ ἀναβλέψας

 « Ἄνδρες Ἀθηναῖοι, ἔφη, τὰ πράγματα μὲν βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν ἃ οἶδα, τὸ δὲ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ παράδοξον τῆς περιστάσεως ἐμποδίζει με.

[213a] «  Ἀθρόως δ´ ἐπιβοησάντων αὐτῷ τῶν περιεστώτων θαρρεῖν καὶ λέγειν,   »

Λέγω τοίνυν, ἔφη, τὰ μηδέποτε ἐλπισθέντα μηδὲ ἐν ὀνείρῳ φαντασθέντα. Βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας. Καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφοροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν  καὶ τὸν ὅλον Πόντον κατῳκισμένων ἐθνῶν ἐν περιμέτρῳ τρισμυρίων σταδίων. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμφυλίας Κόιντος Ὄππιος παραδοθεὶς ἀκολουθεῖ δέσμιος, [213b] Μάνιος δὲ Ἀκύλλιος ὁ ὑπατευκώς, ὁ τὸν ἀπὸ Σικελίας καταγαγὼν θρίαμβον, συνδέτην ἔχων ἁλύσει μακρᾷ Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλκεται. Τῶν δ´ ἄλλων Ῥωμαίων οἳ μὲν θεῶν ἀγάλμασι προσπεπτώκασιν, οἱ δὲ λοιποὶ μεταμφιεσάμενοι τετράγωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας πάλιν ὀνομάζουσι. Πᾶσα δὲ πόλις ταῖς ὑπὲρ ἄνθρωπον τιμαῖς ὑπαντῶσα κατακαλεῖ αὐτὸν θεὸν βασιλέα· χρησμοὶ δὲ πάντοθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιῳδοῦσι. Διὸ καὶ πρὸς τὴν Θρᾴκην [213c] καὶ τὴν Μακεδονίαν μεγάλα πέμπεται στρατόπεδα, καὶ τὰ τῆς Εὐρώπης ἅπαντα μέρη ἁθρόα εἰς αὐτὸν μεταβέβληται. Πάρεισι γὰρ πρὸς αὐτὸν πρέσβεις οὐ μόνον ἐκ τῶν Ἰταλικῶν ἐθνῶν, ἀλλὰ καὶ παρὰ Καρχηδονίων, συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν τῆς Ῥώμης ἀναίρεσιν.«

51. Μικρὸν δ´ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας τοὺς πολλοὺς συλλαλῆσαι περὶ τῶν παραδόξως προηγγελμένων τρίψας τε τὸ μέτωπον

 « Τί οὖν, εἶπε, συμβουλεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρχίας, ἣν ἡ Ῥωμαίων σύγκλητος ἐπισχεθῆναι πεποίηκεν, ἕως 〈ἂν〉 αὐτὴ δοκιμάσῃ περὶ τοῦ πῶς ἡμᾶς πολιτεύεσθαι δεῖ. Καὶ μὴ περιίδωμεν τὰ ἱερὰ κεκλῃμένα, αὐχμῶντα δὲ τὰ γυμνάσια, [213d] τὸ δὲ θέατρον ἀνεκκλησίαστον, ἄφωνα δὲ τὰ δικαστήρια καὶ τὴν θεῶν χρησμοῖς καθωσιωμένην πύκνα ἀφῃρημένην τοῦ δήμου. Μὴ περιίδωμεν δέ, ἄνδρες Ἀθηναῖοι, τὴν ἱερὰν τοῦ Ἰάκχου φωνὴν κατασεσιγασμένην καὶ τὸ σεμνὸν ἀνάκτορον τοῖν θεοῖν κεκλῃμένον καὶ τῶν φιλοσόφων τὰς διατριβὰς ἀφώνους.  »

 Πολλῶν οὖν καὶ ἄλλων τοιούτων λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, [213e] συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι καὶ συνδραμόντες εἰς τὸ θέατρον εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν ἐπὶ τῶν ὅπλων. καὶ παρελθὼν ὁ περιπατητικὸς εἰς τὴν ὀρχήστραν

 «ἴσα βαίνων Πυθοκλεῖ  »

εὐχαρίστησέ τε τοῖς Ἀθηναίοις καὶ ἔφη διότι

  «Νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε, προέστηκα δ´ ἐγώ. Καὶ ἂν συνεπισχύητε, τοσοῦτον δυνήσομαι ὅσον κοινῇ πάντες ὑμεῖς.  »

 Ταῦτ´ εἰπὼν συγκατέστησεν ἑαυτῷ τοὺς ἄλλους ἄρχοντας, ὧν ἠβούλετο ὑποβαλὼν τὰ ὀνόματα.

[213f] 52. Καὶ μετ´ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλόσοφος καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα 〈τὸ〉 περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος, εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν — [214a] παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα· ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν

 «Μὴ παιδὶ μάχαιραν  »

— ἐκποδὼν εὐθὺς ἐποιήσατο, φύλακας δ´ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς τῶν Ἀθηναίων εὐλαβουμένους τὸ μέλλον κατὰ τῶν τειχῶν αὑτοὺς καθιμήσαντας φεύγειν. Καὶ ὁ Ἀθηνίων ἱππέας ἐπαποστείλας οὓς μὲν ἐφόνευσεν, οὓς δὲ καὶ δεδεμένους κατήγαγε, δορυφόρους ἔχων πολλοὺς τῶν καταφρακτικῶν καλουμένων. Συνάγων δὲ καὶ ἐκκλησίας πολλάκις τὰ Ῥωμαίων φρονεῖν προσεποιεῖτο .... [214b] καὶ πολλοῖς αἰτίας ἐπιφέρων ὡς διαπεμπομένοις πρὸς τοὺς φυγάδας καὶ νεωτερίζουσιν ἐφόνευεν αὐτούς· καὶ τὰς πύλας .... τριάκοντα καταστήσας ἐφ´ ἑκάστης οὔτ´ εἰσιέναι τὸν βουλόμενον οὔτ´ ἐξιέναι εἴα. Ἀνελάμβανεν δὲ καὶ τὰς οὐσίας πολλῶν καὶ τοσαῦτα χρήματα συνήθροισεν ὡς καὶ φρέατα πληρῶσαι πλείονα. Ἐξαπέστειλεν δὲ καὶ ἐπὶ τὴν χώραν ὥσπερ ὁδοιδόκους τῶν ἀποχωρούντων, οἵτινες αὐτοὺς ἀνῆγον ὡς αὐτόν· καὶ ἀκρίτους ἀπώλλυεν προβασανίσας καὶ στρεβλώσας. [214c]  Πολλοῖς δὲ καὶ προδοσίας δίκας ἐπῆγεν ὡς τοῖς φυγάσι περὶ καθόδου συνεργοῦσιν· ὧν οἳ μὲν διὰ τὸν φόβον πρὸ τῆς κρίσεως ἔφευγον, οἳ δ´ ἐν τοῖς δικαστηρίοις κατεδικάζοντο, αὐτοῦ τὰς ψήφους φέροντος. Ἐνειργάσατο δ´ ἐν τῇ πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν, κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν. Ἐξέπεμπε δὲ καὶ ἐπὶ τῆς χώρας ὁπλίτας τοὺς  θηρεύσοντας, εἴ τις τῶν ἀνακεχωρηκότων ἐντός ἐστι τῶν ὅρων ἢ [214d] τῶν Ἀθηναίων τις εἰς τὴν ὑπερόριον ἀποδημεῖ· καὶ τὸν ληφθέντα ἀπετυμπάνιζεν, ὧν ἐνίους καὶ προκατανάλισκε ταῖς βασάνοις. Ἐκήρυσσέν τε δύντος ἡλίου πάντας οἰκουρεῖν καὶ μετὰ λυχνοφόρου μηδένα φοιτᾶν.

53. Καὶ οὐ μόνον τὰ τῶν πολιτῶν διήρπαζεν, ἀλλ´ ἤδη καὶ τὰ τῶν ξένων, ἐκτείνας τὰς χεῖρας καὶ ἐπὶ τὰ ἐκ Δήλου τοῦ θεοῦ χρήματα. Ἐκπέμψας γοῦν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην δὲ Ἀθηναίων γενόμενον, ποικιλώτατόν τινα καὶ ἁψίκορον ζήσαντα βίον· ὅτε μὲν γὰρ ἐφιλοσόφει [καὶ] τὰ περιπατητικά, καὶ τὴν Ἀριστοτέλους βιβλιοθήκην καὶ ἄλλας συνηγόραζε συχνὰς  [214e] (ἦν γὰρ πολυχρήματος) τά τ´ ἐκ τοῦ Μητρῴου τῶν παλαιῶν αὐτόγραφα ψηφισμάτων ὑφαιρούμενος ἐκτᾶτο καὶ ἐκ τῶν ἄλλων πόλεων εἴ τι παλαιὸν εἴη καὶ ἀπόθετον. Ἐφ´ οἷς φωραθεὶς ἐν ταῖς Ἀθήναις ἐκινδύνευσεν ἄν, εἰ μὴ ἔφυγεν. Καὶ μετ´ οὐ πολὺ πάλιν κατῆλθε, θεραπεύσας πολλούς· καὶ συναπεγράφετο τῷ Ἀθηνίωνι ὡς δὴ ἀπὸ τῆς αὐτῆς αἱρέσεως ὄντι. Ἀθηνίων δ´ ἐπιλαθόμενος τῶν δογμάτων τῶν τοῦ περιπάτου χοίνικα [214f] κριθῶν εἰς τέσσαρας ἡμέρας διεμέτρει τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. Ἀπελλικῶν δὲ μετὰ δυνάμεως ἐξορμήσας εἰς Δῆλον καὶ πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρεφόμενος, καὶ προφυλακὴν ἀμελεστέραν πρὸς τὴν Δῆλον μερίσας, μάλιστα δὲ τὰ ἐξόπισθε τῆς νήσου ἐάσας ἀφύλακτα καὶ οὐδὲ χάρακα βαλόμενος ἐκοιμᾶτο. Τοῦτο δὲ ἐπιγνοὺς ὁ Ὀρόβιος στρατηγὸς Ῥωμαίων [215a] [καὶ φυλάσσων τὴν Δῆλον] φυλάξας ἀσέληνον νύκτα καὶ ἐκβιβάσας τοὺς ἑαυτοῦ στρατιώτας, κοιμωμένοις καὶ μεθύουσιν ἐπιπεσὼν κατέκοψε τοὺς Ἀθηναίους καὶ τοὺς μετ´ αὐτῶν συστρατευομένους ὡς βοσκήματα, ἑξακοσίους τὸν ἀριθμόν, ἐζώγρησε δὲ καὶ περὶ τετρακοσίους. Καὶ ὁ καλὸς στρατηγὸς Ἀπελλικῶν ἔλαθε φυγὼν ἐκ Δήλου. Πολλοὺς δὲ καὶ συμφυγόντας κατιδὼν ὁ Ὀρόβιος εἰς ἐπαύλεις συγκατέφλεξεν αὐταῖς οἰκίαις καὶ πάντα αὐτῶν τὰ πολιορκητικὰ ὄργανα σὺν τῇ ἑλεπόλει, ἣν εἰς Δῆλον ἐλθὼν κατεσκευάκει. [215b] Στήσας οὖν τρόπαιον ἐπὶ τῶν τόπων ὁ Ὀρόβιος καὶ βωμὸν ἐπέγραψε·

Τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δήλου
μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει,
τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον,
κοινὸν Ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.  »

54. Καὶ Ταρσοῦ δὲ Ἐπικούρειος φιλόσοφος ἐτυράννησε, Λυσίας ὄνομα· ὃς ὑπὸ τῆς πατρίδος στεφανηφόρος αἱρεθείς, τουτέστιν ἱερεὺς Ἡρακλέους, οὐκ ἀπετίθετο τὴν ἀρχήν, ἀλλ´ ἐξ ἱματίου τύραννος ἦν, πορφυροῦν μὲν μεσόλευκον χιτῶνα ἐνδεδυκώς, [215c] χλαμύδα δὲ ἐφεστρίδα περιβεβλημένος πολυτελῆ καὶ ὑποδούμενος λευκὰς Λακωνικάς, στέφανον δάφνης χρυσοῦν  ἐστεμμένος, καὶ διανέμων τὰ τῶν πλουσίων τοῖς πένησι, πολλοὺς φονεύων τῶν οὐ διδόντων.

55. Τοιοῦτοί εἰσιν οἱ ἀπὸ φιλοσοφίας στρατηγοί. Περὶ ὧν Δημοχάρης ἔλεγεν·

« Ὥσπερ ἐκ θύμβρας οὐδεὶς ἂν δύναιτο κατασκευάσαι λόγχην, οὐδ´ ἐκ Σωκράτους στρατιώτην ἄμεμπτον.  »

Ὁ γὰρ Πλάτων φησὶν τρεῖς στρατείας στρατεύσασθαι Σωκράτη, τὴν μὲν εἰς Ποτίδαιαν, [215d] τὴν δὲ εἰς Ἀμφίπολιν, τὴν δὲ εἰς Βοιωτοὺς ὅτε καὶ συνέβη τὴν ἐπὶ Δηλίῳ μάχην γενέσθαι. Μηδενὸς δὲ τοῦθ´ ἱστορηκότος αὐτὸς καὶ ἀριστείων φησὶν αὐτὸν τετυχηκέναι πάντων 〈τῶν〉 Ἀθηναίων φυγόντων, πολλῶν δὲ καὶ ἀπολομένων. Πάντα δὲ ταῦτα ἐψευδολόγηται. Ἡ μὲν γὰρ ἐπὶ Ἀμφίπολιν στρατεία γέγονεν ἐπὶ Ἀλκαίου ἄρχοντος Κλέωνος ἡγουμένου ἐξ ἐπιλέκτων ἀνδρῶν, ὥς φησι Θουκυδίδης. Τούτων οὖν τῶν ἐπιλέκτων ἀνάγκη εἶναι καὶ Σωκράτην, ᾧ πλὴν τρίβωνος καὶ βακτηρίας οὐδὲν ἦν. [215e] Τίς οὖν εἶπεν ἱστοριογράφος ἢ ποιητής; ἢ ποῦ Θουκυδίδης τὸν Σωκράτη παρενέχρωσε τὸν Πλάτωνος στρατιώτην;

« Τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ;  »

πότε δὲ καὶ εἰς Ποτίδαιαν ἐστρατεύσατο, ὡς ἐν τῷ Χαρμίδῃ εἴρηκεν ὁ Πλάτων φάσκων αὐτὸν καὶ τῶν ἀριστείων τότε Ἀλκιβιάδῃ παραχωρῆσαι; τοῦτο οὔτε Θουκυδίδου ἀλλ´ οὐδ´ Ἰσοκράτους εἰρηκότος ἐν τῷ περὶ τοῦ ζεύγους. Ποίας δὲ καὶ μάχης γενομένης ἔλαβε τὰ ἀριστεῖα Σωκράτης καὶ τί πράξας ἐπιφανὲς καὶ διάσημον; καθόλου μάχης  μηδεμιᾶς συμπεσούσης, [215f] ὡς ἱστόρηκε Θουκυδίδης. Οὐκ ἀρκεσθεὶς δὲ ταύτῃ τῇ τερατολογίᾳ ὁ Πλάτων ἐπάγει καὶ τὴν ἐπὶ Δηλίῳ γενομένην, μᾶλλον δὲ πεπλασμένην ἀνδραγαθίαν. Εἰ γὰρ καὶ τὸ Δήλιον ᾑρήκει Σωκράτης, ὡς ἱστορεῖ Ἡρόδικος ὁ Κρατήτειος ἐν τοῖς πρὸς τὸν Φιλοσωκράτην, ἅμα τοῖς πολλοῖς ἀσχημόνως ἂν ἔφυγε, Παγώνδου δύο τέλη περιπέμψαντος τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον. Τότε γὰρ οἳ μὲν πρὸς τὸ Δήλιον τῶν Ἀθηναίων ἔφυγον, [216a] οἳ δ´ ἐπὶ θάλατταν, ἄλλοι δὲ ἐπὶ Ὠρωπόν, οἳ δὲ 〈πρὸς〉 Πάρνηθα τὸ ὄρος· Βοιωτοὶ δ´ ἐφεπόμενοι ἔκτεινον καὶ μάλιστα οἱ ἱππεῖς οἵ τε αὐτῶν καὶ 〈οἱ〉 Λοκρῶν. Τοιούτου οὖν κυδοιμοῦ καὶ φόβου καταλαβόντος τοὺς Ἀθηναίους, μόνος Σωκράτης

« Βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων  »

 εἱστήκει ἀναστέλλων τὸ Βοιωτῶν καὶ Λοκρῶν ἱππικόν; καὶ ταύτης τῆς ἀνδρείας αὐτοῦ οὐ Θουκυδίδης μέμνηται, οὐκ ἄλλος οὐδεὶς ... ποιητής. Πῶς δὲ καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παραχωρεῖ τῷ μηδ´ ὅλως κεκοινωνηκότι [216b] ταύτης τῆς στρατείας; ἐν δὲ τῷ Κρίτωνι ὁ τῇ Μνημοσύνῃ φίλος Πλάτων οὐδὲ ποιήσασθαι πώποτε ἀποδημίαν τὸν Σωκράτη ἔξω τῆς εἰς Ἰσθμὸν θεωρίας εἴρηκε. Καὶ Ἀντισθένης δ´ ὁ Σωκρατικὸς περὶ τῶν ἀριστείων τὰ αὐτὰ τῷ Πλάτωνι ἱστορεῖ.

 « Οὔκ ἐστιν δ´ ἔτυμος ὁ λόγος οὗτος.  »

Χαρίζεται γὰρ καὶ ὁ κύων οὗτος πολλὰ τῷ Σωκράτει· ὅθεν οὐδετέρῳ αὐτῶν δεῖ πιστεύειν σκοπὸν ἔχοντας Θουκυδίδην. Ὁ γὰρ Ἀντισθένης καὶ προσεπάγει τῇ ψευδογραφίᾳ λέγων οὕτως·

[216c] « Ἡμεῖς δὲ ἀκούομεν κἀν τῇ πρὸς Βοιωτοὺς μάχῃ τὰ ἀριστεῖά σε λαβεῖν. — Εὐφήμει, ὦ ξένε· Ἀλκιβιάδου τὸ γέρας, οὐκ ἐμόν. — Σοῦ γε δόντος, ὡς ἡμεῖς ἀκούομεν.  »

Ὁ δὲ Πλάτωνος Σωκράτης εἰς Ποτίδαιαν λέγει παρεῖναι καὶ τῶν ἀριστείων Ἀλκιβιάδῃ παρακεχωρηκέναι. Προτερεῖ δὲ κατὰ πάντας τοὺς ἱστορικοὺς τῆς ἐπὶ Δήλιον στρατείας ἡ περὶ Ποτίδαιαν, ἧς Φορμίων ἐστρατήγει.

56. Πάντ´ οὖν ψεύδονται οἱ φιλόσοφοι καὶ πολλὰ παρὰ τοὺς χρόνους γράφοντες οὐκ αἰσθάνονται, καθάπερ οὐδ´ ὁ καλὸς Ξενοφῶν, [216d] ὃς ἐν τῷ Συμποσίῳ ὑποτίθεται Καλλίαν τὸν Ἱππονίκου Αὐτολύκου τοῦ Λύκωνος ἐρῶντα καὶ νενικηκότος αὐτοῦ παγκράτιον ἑστίασιν ποιούμενον καὶ σὺν τοῖς ἄλλοις δαιτυμόσι παρόντα 〈αὑτὸν〉 τὸν ἴσως μηδὲ γεννηθέντα ἢ περὶ τὴν παιδικὴν ἡλικίαν ὑπάρχοντα. Ἐστὶν δὲ οὗτος ὁ καιρὸς καθ´ ὃν Ἀριστίων ἄρχων ἦν. Ἐπὶ τούτου γὰρ Εὔπολις τὸν Αὐτόλυκον διδάξας διὰ Δημοστράτου χλευάζει τὴν νίκην τοῦ Αὐτολύκου. [216e] Πάλιν ὁ Ξενοφῶν ποιεῖ τὸν Σωκράτην λέγοντα ἐν τῷ Συμποσίῳ ταυτί·

« Καίτοι Παυσανίας γε ὁ Ἀγάθωνος τοῦ ποιητοῦ ἐραστὴς ἀπολογούμενος ὑπὲρ τῶν ἀκρασίᾳ συγκαλινδουμένων εἴρηκεν ὡς καὶ στράτευμα ἀλκιμώτατον ἂν γένοιτο ἐκ παιδικῶν καὶ ἐραστῶν. Τούτους γὰρ ἂν ἔφη οἴεσθαι μάλιστα ἂν αἰδεῖσθαι ἀλλήλους ἀπολιπεῖν, θαυμαστὰ λέγων, εἴ γε οἱ ψόγου τε ἀφροντιστεῖν καὶ  ἀναισχυντεῖν πρὸς ἀλλήλους ἐθιζόμενοι, οὗτοι μάλιστ´ αἰσχύνονται αἰσχρόν τι ποιεῖν.  »

[216f] Ὅὅτι μὲν οὖν τούτων οὐδὲν εἴρηκεν Παυσανίας ἔξεστι μαθεῖν ἐκ τοῦ Πλάτωνος Συμποσίου. Παυσανίου γὰρ οὐκ οἶδα σύγγραμμα, οὐδ´ εἰσῆκται παρ´ ἄλλῳ λαλῶν οὗτος περὶ χρήσεως ἐραστῶν καὶ παιδικῶν ἢ παρὰ Πλάτωνι· πλὴν εἴτε κατέψευσται τοῦτο Ξενοφῶν εἴτ´ ἄλλως γεγραμμένῳ τῷ Πλάτωνος ἐνέτυχε Συμποσίῳ, παρείσθω· τὸ δὲ κατὰ τοὺς χρόνους ἀστόχημα λεκτέον. Ἀριστίων, ἐφ´ οὗ τὸ συμπόσιον ὑπόκειται συνηγμένον, πρὸ τεσσάρων ἐτῶν Εὐφήμου πρότερος ἦρξεν, [217a] καθ´ ὃν Πλάτων τὰ Ἀγάθωνος νικητήρια γέγραφεν, ἐν οἷς Παυσανίας τὰ περὶ τῶν ἐρωτικῶν διεξέρχεται. Θαυμαστὸν οὖν καὶ τερατῶδες, εἰ τὰ μήπω ῥηθέντα, μετὰ δὲ τέτταρα ἔτη ἐπιχειρηθέντα παρ´ Ἀγάθωνι Σωκράτης παρὰ Καλλίᾳ δειπνῶν εὐθύνει 〈ὡς〉 οὐ δεόντως ῥηθέντα.

57. Ὅλως δὲ λῆρός ἐστι τῷ Πλάτωνι τὸ Συμπόσιον. Ὅτε γὰρ Ἀγάθων ἐνίκα, Πλάτων ἦν δεκατεσσάρων ἐτῶν. Ὃ μὲν γὰρ ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις, Πλάτων δὲ γεννᾶται ἐπὶ Ἀπολλοδώρου τοῦ μετ´ Εὐθύδημον ἄρξαντος· δύο δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη μετήλλαξεν [217b] ἐπὶ Θεοφίλου τοῦ μετὰ Καλλίμαχον, ὅς ἐστιν ὀγδοηκοστὸς καὶ δεύτερος. Ἀπὸ δὲ Ἀπολλοδώρου καὶ τῆς Πλάτωνος γενέσεως τεσσαρεσκαιδέκατός ἐστιν ἄρχων Εὔφημος, ἐφ´ οὗ τὰ ἐπινίκια Ἀγάθωνος ἑστιῶνται. Καὶ αὐτὸς δὲ ὁ Πλάτων δηλοῖ τὴν συνουσίαν ταύτην πρὸ πολλοῦ γεγονέναι, λέγων οὕτως ἐν τῷ Συμποσίῳ·

« ... Εἰ νεωστὶ ἡγεῖ τὴν συνουσίαν γεγονέναι, ὥστε κἀμὲ παραγενέσθαι. [217c] Ἐγὼ γάρ, ἔφη. Πόθεν, ἦν δ´ ἐγώ, ὦ Γλαύκων; οὐκ οἶσθ´ ὅτι πολλῶν ἐτῶν Ἀγάθων οὐκ ἐπιδεδήμηκε;  »

Καὶ προελθών φησιν·

« Ἀλλ´ εἰπέ μοι, πότε ἐγένετο ἡ συνουσία αὕτη; κἀγὼ εἶπον ὅτι παίδων ἔτι ὄντων ἡμῶν, ὅτε τῇ τραγῳδίᾳ ἐνίκησεν ὁ Ἀγάθων.  »

Ὅτι δὲ πολλὰ ὁ Πλάτων παρὰ τοὺς χρόνους ἁμαρτάνει δῆλόν ἐστιν ἐκ πολλῶν. Κατὰ γὰρ τὸν εἰπόντα ποιητήν

« Ὅττι κεν ἐπ´ ἀκαιρίμαν γλῶτταν ἔλθῃ  »,

τοῦτο μὴ διακρίνας γράφει. οὐ γὰρ ἀγράφως τι ἔλεγεν, Ἀλλὰ πάνυ ἐσκεμμένως,

[217d] 58. Ὡς ἐν τῷ Γοργίᾳ γράφων φησίν·

« Ἄθλιος ἄρα οὗτος  ὁ Ἀρχέλαός ἐστι κατὰ τὸν σὸν λόγον. — Εἴπερ γε, ὦ φίλε, ἄδικος.  »

Εἶτα ῥητῶς εἰπὼν ὡς κατέχοντος τὴν Μακεδόνων ἀρχὴν Ἀρχελάου προβὰς γράφει τάδε·

« Καὶ Περικλέα τοῦτον 〈τὸν〉 νεωστὶ τετελευτηκότα.  »

Εἰ δὲ νεωστὶ τετελεύτηκε Περικλῆς, Ἀρχέλαος οὔπω κύριός ἐστι τῆς ἀρχῆς· εἰ δ´ οὗτος βασιλεύει, πρὸ πολλοῦ πάνυ χρόνου ἀπέθανε Περικλῆς. Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν Νικομήδης, ἔτη μαʹ, Θεόπομπος δὲ λεʹ, Ἀναξιμένης μʹ, Ἱερώνυμος κηʹ, [217e] Μαρσύας δὲ καὶ Φιλόχορος κγʹ. Τούτων οὖν διαφόρως ἱστορουμένων λάβωμεν τὸν ἐλάχιστον ἀριθμὸν τὰ κγʹ ἔτη. Περικλῆς δ´ ἀποθνῄσκει κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἄρχοντος Ἐπαμείνονος, ἐφ´ οὗ τελευτᾷ ..... Περδίκκας καὶ τὴν βασιλείαν Ἀρχέλαος διαδέχεται. Πῶς οὖν νεωστὶ κατὰ Πλάτωνα τελευτᾷ Περικλῆς; ἐν δὲ τῷ αὐτῷ Γοργίᾳ ὁ Πλάτων τὸν Σωκράτη ποιεῖ λέγοντα·

« Καὶ πέρυσιν βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε [217f] καὶ ἔδει με ἐπιψηφίζειν, γέλωτα παρεῖχον καὶ οὐκ ἠδυνάμην ἐπιψηφίσαι.  »

Τοῦτο ὁ Σωκράτης οὐ κατὰ ἀδυναμίαν ἐποίησεν, ἀλλὰ μᾶλλον κατὰ ἀνδραγαθίαν· οὐ γὰρ ἠβούλετο λύειν δημοκρατίας νόμους. Παρίστησι δὲ τοῦτο σαφῶς ὁ Ξενοφῶν ἐν πρώτῳ Ἑλληνικῶν ἐκτιθεὶς οὕτως·

« Τῶν δὲ πρυτάνεών τινων οὐ φασκόντων προθήσειν τὴν διαψήφισιν παρὰ τοὺς νόμους, [218a] αὖθις Καλλίξεινος ἀναβὰς κατηγόρει αὐτῶν. Οἳ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας· οἱ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν ἅπαντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου. Οὗτος δὲ οὐκ ἔφη, ἀλλὰ κατὰ τοὺς νόμους πάντα ποιήσειν.  »

Οὗτός ἐστιν ὁ διαψηφισμὸς ὁ γενόμενος κατὰ τῶν περὶ Ἐρασινίδην στρατηγῶν, ὅτι τοὺς ἐν Ἀργινούσσαις ἐν τῇ ναυμαχίᾳ ἀπολομένους οὐκ ἀνείλοντο. Ἐγένετο δὲ ἡ ναυμαχία ἐπὶ ἄρχοντος Καλλίου, τῆς Περικλέους τελευτῆς ὕστερον ἔτεσιν εἴκοσι καὶ τέτταρσιν.

[218b] 59. Ἀλλὰ μὴν καὶ ὁ ἐν τῷ Πρωταγόρᾳ διάλογος, μετὰ τὴν Ἱππονίκου τελευτὴν γενόμενος παρειληφότος ἤδη τὴν οὐσίαν Καλλίου, τοῦ Πρωταγόρου 〈μέμνηται〉 παραγεγονότος τὸ δεύτερον οὐ πολλαῖς πρότερον ἡμέραις. Ὁ δ´ Ἱππόνικος ἐπὶ μὲν Εὐθυδήμου ἄρχοντος στρατηγῶν παρατέτακται μετὰ Νικίου πρὸς Ταναγραίους καὶ τοὺς παραβοηθοῦντας Βοιωτῶν καὶ τῇ μάχῃ νενίκηκε. Τέθνηκε δὲ πρὸ τῆς ἐπ´ Ἀλκαίου διδασκαλίας τῶν Εὐπόλιδος Κολάκων οὐ πολλῷ χρόνῳ κατὰ τὸ εἰκός. [218c] Πρόσφατον γάρ τινα τοῦ Καλλίου τὴν παράληψιν τῆς οὐσίας ἐμφαίνει τὸ δρᾶμα. Ἐν οὖν τούτῳ τῷ δράματι Εὔπολις τὸν Πρωταγόραν ὡς ἐπιδημοῦντα εἰσάγει, Ἀμειψίας δ´ ἐν τῷ Κόννῳ δύο πρότερον ἔτεσιν διδαχθέντι οὐ καταριθμεῖ αὐτὸν ἐν τῷ τῶν φροντιστῶν χορῷ. δῆλον οὖν ὡς μεταξὺ τούτων τῶν χρόνων παραγέγονεν. Ὁ δὲ Πλάτων καὶ τὸν Ἠλεῖον Ἱππίαν συμπαρόντα ποιεῖ [ἐν] τῷ Πρωταγόρᾳ μετά τινων ἰδίων πολιτῶν, οὓς οὐκ εἰκὸς ἐν Ἀθήναις ἀσφαλῶς διατρίβειν πρὸ τοῦ τὰς ἐνιαυσίας [218d] ἐπὶ Ἰσάρχου [τοῦ] Ἐλαφηβολιῶνος συντελεσθῆναι σπονδάς. Ὃ δὲ τὸν διάλογον ὑφίσταται γινόμενον περὶ τοὺς καιροὺς τούτους καθ´ οὓς αἱ σπονδαὶ προσφάτως ἐγεγόνεσαν· λέγει γοῦν·

« Εἰ γὰρ εἶεν ἄνθρωποι ἄγριοι οἵους πέρυσι Φερεκράτης ὁ ποιητὴς ἐδίδαξεν ἐπὶ Ληναίῳ.  » 

Ἐδιδάχθησαν δὲ οἱ Ἄγριοι ἐπ´ Ἀριστίωνος ἄρχοντος, ἀφ´ οὗ ἐστιν ἄρχων Ἀστύφιλος, πέμπτος ὢν ἀπὸ Ἰσάρχου, καθ´ ὃν αἱ σπονδαὶ ἐγένοντο. Ἴσαρχος γάρ, εἶτ´ Ἀμεινίας, μεθ´ ὃν Ἀλκαῖος, εἶτ´ Ἀριστίων, εἶτ´ Ἀστύφιλος. [218e] Παρὰ τὴν ἱστορίαν οὖν ὁ Πλάτων ἐν τῷ διαλόγῳ εἰς τὰς Ἀθήνας παράγει πολεμίους ὄντας τοὺς περὶ τὸν Ἱππίαν, μὴ τῆς ἐκεχειρίας αὐτῆς μενούσης.

60. Κἀν ἄλλοις δ´ ὁ Πλάτων φησὶ Χαιρεφῶντα ἐρωτῆσαι τὴν Πυθίαν εἴ τις εἴη Σωκράτους σοφώτερος· καὶ τὴν ἀνελεῖν μηδένα. Κἀν τούτοις δὲ μὴ συμφωνῶν Ξενοφῶν φησι·

« Χαιρεφῶντος γάρ ποτε ἐπερωτήσαντος ἐν Δελφοῖς ὑπὲρ ἐμοῦ, ἀνεῖλεν ὁ Ἀπόλλων 〈πολλῶν〉 παρόντων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε δικαιότερον μήτε σωφρονέστερον.  »

[218f] Πῶς οὖν εὔλογον ἢ πιθανὸν Σωκράτη τὸν ὁμολογοῦντα μηδὲν ἐπίστασθαι σοφώτατον ἁπάντων ὑπὸ τοῦ πάντα ἐπισταμένου θεοῦ ἀναρρηθῆναι; εἰ γὰρ τοῦτό ἐστι σοφία, τὸ μηδὲν εἰδέναι, τὸ πάντα εἰδέναι φαυλότης ἂν εἴη. Τίς δ´ ἦν χρεία τῷ Χαιρεφῶντι παρενοχλεῖν τὸν θεὸν περὶ Σωκράτους πυνθανόμενον; αὐτὸς γὰρ ἦν ἀξιόπιστος ὑπὲρ αὑτοῦ λέγων ὡς οὔκ ἐστι σοφός.

[219a] « Βλὰξ γάρ τις ἦν τοιαῦτ´ ἐρωτῶν τὸν θεόν,  »

ὡς ἂν εἰ καὶ τοιαῦτα, τίνα τῶν Ἀττικῶν ἐρίων ἄλλ´ ἐστὶ μαλακώτερα, εἰ τῶν ἐν Βάκτροις καμήλων εἰσί τινες δυνατώτεροι, ἢ εἰ Σωκράτους ἐστί τις σιμότερος; τοὺς γὰρ τὰ τοιαῦτα πυνθανομένους εὐστόχως ἐπιρραπίζει ὁ θεός, ὡς καὶ τὸν πυθόμενον, εἴτ´ Αἴσωπός ἐστιν ὁ λογοποιὸς ἢ ἄλλος τις,

Πῶς ἂν πλουτήσαιμι, Διὸς καὶ Λητοῦς υἱέ;

χλευάζων ἀπεκρίνατο·

Εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος.

61. Ἀλλὰ μὴν οὐδ´ ὧν ὁ Πλάτων εἴρηκε περὶ Σωκράτους τῶν κωμικῶν τις εἴρηκεν, [219b] οὔθ´ ὅτι μαίας βλοσυρᾶς υἱὸς ἦν οὔθ´ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ἥτις καὶ νιπτῆρας αὐτοῦ κατέχει τῆς κεφαλῆς, οὔθ´ ὡς Ἀλκιβιάδῃ συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν. Καίτοι ἀναγκαῖον ἦν τοῦτο ἐκκωδωνισθῆναι ὑπὸ Ἀριστοφάνους τοῦ καὶ ἐν τῷ συμποσίῳ κατὰ Πλάτωνα· οὐ γὰρ ἂν ἐσίγησε τοῦτ´ Ἀριστοφάνης ... ὡς τοὺς νέους διαφθείροντος. Ἀσπασία μέντοι ἡ σοφὴ τοῦ Σωκράτους [219c] διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος ὁ Κρατήτειος παρέθετο, φησὶν οὕτως·

Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν
παιδὸς Δεινομάχης καὶ Κλεινίου. Ἀλλ´ ὑπάκουσον,
εἰ βούλει σοι ἔχειν εὖ παιδικά· μηδ´ ἀπιθήσῃς
ἀγγέλῳ, ἀλλὰ πιθοῦ· καί σοι πολὺ βέλτιον ἔσται.
Κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη
[
219d] ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ.
Στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο,
ᾗ τόνδ´ αἱρήσεις, ὠσὶν δ´ ἐνίει ποθέουσιν·
ἀμφοῖν γὰρ φιλίας ἥδ´ ἀρχή· τῇδε καθέξεις
αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.

Κυνηγεῖ οὖν ὁ καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλ´ οὐκ αὐτὸς θηρεύεται, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. Καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, [219e] δυσημερῶν. Ἰδοῦσα γὰρ αὐτὸν ἐν οἵῳ ἦν καταστήματι Ἀσπασία φησίν·

Τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ ς´ ἀνακινεῖ
στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς
παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην ποιῆσαι.

Ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. [219f] Λέγει δ´ οὕτως·

« Πόθεν, ὦ Σώκρατες, φαίνει; ἢ δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ὁ ἀνὴρ ἔτι· ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος. [220a] — Εἶτα τί δὴ τοῦτ´; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει.  »

62. Πεφύκασι δ´ οἱ πλεῖστοι τῶν φιλοσόφων τῶν κωμικῶν κακήγοροι μᾶλλον εἶναι, εἴ γε καὶ Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει Κριτόβουλον τὸν Κρίτωνος ἐπ´ ἀμαθείᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ, τὸν δὲ Τηλαύγην αὐτὸν ἱματίου μὲν φορήσεως καθ´ ἡμέραν ἡμιωβέλιον κναφεῖ τελοῦντα μισθόν, κωδίῳ δὲ ἐζωσμένον καὶ τὰ ὑποδήματα σπαρτίοις ἐνημμένον σαπροῖς, [220b] καὶ τελέσαντα τὸν ῥήτορα οὐ μετρίως διαγελᾷ. Ἐν δὲ τῇ Ἀσπασίᾳ Ἱππόνικον μὲν τὸν Καλλίου κοάλεμον προσαγορεύει, τὰς δ´ ἐκ τῆς Ἰωνίας γυναῖκας συλλήβδην μοιχάδας καὶ κερδαλέας. Ὁ δὲ Καλλίας αὐτοῦ περιέχει τὴν τοῦ Καλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν Προδίκου καὶ Ἀναξαγόρου τῶν σοφιστῶν διαμώκησιν. Λέγει γὰρ ὡς ὁ μὲν Πρόδικος Θηραμένην μαθητὴν ἀπετέλεσεν, ὁ δ´ ἕτερος Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρῳδοῦ, [220c] θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανίσαι τὴν τῶν παιδευσάντων διδασκαλίαν. Ἐν δὲ τῷ Ἀξιόχῳ πικρῶς Ἀλκιβιάδου κατατρέχει ὡς οἰνόφλυγος καὶ περὶ τὰς ἀλλοτρίας γυναῖκας σπουδάζοντος.

63. Ἀντισθένης δ´ ἐν θατέρῳ τῶν Κύρων κακολογῶν Ἀλκιβιάδην καὶ παράνομον εἶναι λέγει καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν. Συνεῖναι γάρ φησιν αὐτὸν καὶ μητρὶ καὶ θυγατρὶ καὶ ἀδελφῇ, ὡς Πέρσας. [220d] Ὁ δὲ πολιτικὸς αὐτοῦ διάλογος ἁπάντων καταδρομὴν περιέχει τῶν Ἀθήνησιν δημαγωγῶν, ὁ δ´ Ἀρχέλαος Γοργίου τοῦ ῥήτορος, ἡ δ´ Ἀσπασία τῶν Περικλέους υἱῶν Ξανθίππου καὶ Παράλου διαβολήν. Τούτων γὰρ τὸν μὲν Ἀρχεστράτου φησὶν εἶναι συμ–βιωτὴν τοῦ παραπλήσια ταῖς ἐπὶ τῶν μικρῶν οἰκημάτων ἐργαζομένου, τὸν δ´ Εὐφήμου συνήθη καὶ γνώριμον τοῦ φορτικὰ σκώπτοντος καὶ ψυχρὰ τοὺς συναντῶντας. Καὶ Πλάτωνα δὲ μετονομάσας Σάθωνα ἀσυρῶς καὶ φορτικῶς τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκε κατ´ αὐτοῦ. [220e] Τούτοις γὰρ τοῖς ἀνδράσιν οὐδεὶς ἀγαθὸς σύμβουλος εἶναι δοκεῖ, οὐ στρατηγὸς φρόνιμος, οὐ σοφιστὴς ἀξιόλογος, οὐ ποιητὴς ὠφέλιμος, οὐ δῆμος εὐλόγιστος ἀλλ´ ἢ Σωκράτης ὁ μετὰ τῶν Ἀσπασίας αὐλητρίδων ἐπὶ τῶν ἐργαστηρίων συνδιατρίβων καὶ Πίστωνι τῷ θωρακοποιῷ διαλεγόμενος καὶ Θεοδότην διδάσκων τὴν ἑταίραν ὡς δεῖ τοὺς ἐραστὰς παλεύειν, ὡς Ξενοφῶν παρίστησιν ἐν δευτέρῳ Ἀπομνημονευμάτων. Τοιαῦτα γὰρ ποιεῖ αὐτὸν παραγγέλματα [220f] τῇ Θεοδότῃ λέγοντα, ἃ οὔτε Νικὼ ἡ Σαμία ἢ Καλλιστράτη ἡ Λεσβία ἢ Φιλαινὶς ἡ Λευκαδία, ἀλλ´ οὐδὲ ὁ Ἀθηναῖος Πυθόνικος συνεωράκασιν πόθων θέλγητρα· οὗτοι γὰρ περὶ ταῦτα ἠσχόληντο περιττῶς. Ἐπιλείποι δ´ ἄν μ´ ὁ πᾶς χρόνος, εἰ ἐκτίθεσθαι βουληθείην τὰς σεμνὰς τῶν φιλοσόφων μέμψεις. κατὰ γὰρ αὐτὸν δὴ τὸν Πλάτωνα ·

« Ἐπιρρεῖ δὲ ὄχλος μοι τοιούτων [221a] Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθει τε καὶ ἀτοπίᾳ τερατολόγων τινῶν φύσεων.  »

Διόπερ κατασιωπήσομαι.

64. «  Τοσαῦτα τοῦ Μασουρίου εἰπόντος καὶ ὑπὸ πάντων θαυμασθέντος διὰ σοφίαν ὁ Οὐλπιανὸς σιωπῆς γενομένης ἔφη·   »

δοκεῖτέ μοι, ἄνδρες δαιτυμόνες, σφοδροῖς κατηντλῆσθαι λόγοις παρὰ προσδοκίαν βεβαπτίσθαι τε τῷ ἀκράτῳ·

Ἀνὴρ γὰρ ἕλκων οἶνον ὡς ὕδωρ ἵππος
Σκυθιστὶ φωνεῖ, οὐδὲ κόππα γινώσκων·
κεῖται δ´ ἄναυδος ἐν πίθῳ κολυμβήσας,
[221b] κάθυπνος ὡς μήκωνα φάρμακον πίνων,

φησὶν ὁ Βυζάντιος Παρμένων, ἢ ἀπολελίθωσθε ὑπὸ τῶν προειρημένων Γοργόνων; περὶ ὧν 〈ὡς〉 ὄντως γεγόνασί τινα ζῷα ἀπολιθώσεως ἀνθρώποις αἴτια, ἱστορεῖ Ἀλέξανδρος ὁ Μύνδιος ἐν δευτέρῳ κτηνῶν ἱστορίας οὕτως·

« Τὴν γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ Νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπον. Ἐστὶν δέ, ὡς μὲν οἱ πλεῖστοι λέγουσιν ἐκ τῆς δορᾶς σημειούμενοι, προβάτῳ ἀγρίῳ ὅμοιον, ὡς δ´ ἔνιοί φασι, μόσχῳ. Ἔχειν δὲ λέγουσιν αὐτὸ τοιαύτην ἀναπνοὴν ὥστε πάντα τὸν ἐντυχόντα τῷ ζῴῳ διαφθείρειν. [221c] Φέρειν δὲ χαίτην ἀπὸ τοῦ μετώπου καθειμένην ἐπὶ τοὺς ὀφθαλμούς, ἣν ὁπόταν μόγις διασεισαμένη διὰ τὴν βαρύτητα ἐμβλέψῃ, κτείνει τὸν ὑπ´ αὐτῆς θεωρηθέντα οὐ τῷ πνεύματι, ἀλλὰ τῇ γιγνομένῃ ἀπὸ τῶν ὀμμάτων φύσεως φορᾷ καὶ  νεκρὸν ποιεῖ. Ἐγνώσθη δὲ οὕτως. Τῶν μετὰ Μαρίου τινὲς ἐπὶ Ἰογόρθαν στρατευσαμένων ἰδόντες τὴν γοργόνα δόξαντές τε διὰ τὸ κάτω νενευκέναι βραδέως τε κινεῖσθαι ἄγριον εἶναι πρόβατον ὥρμησαν ἐπ´ αὐτὸ ὡς κατεργασόμενοι οἷς εἶχον ξίφεσι. [221d] Τὸ δὲ πτοηθὲν διασεισάμενόν τε τὴν τοῖς ὄμμασιν ἐπικειμένην χαίτην παραχρῆμα ἐποίησε τοὺς ὁρμήσαντας ἐπ´ αὐτὸ νεκρούς. Πάλιν δὲ καὶ πάλιν τὸ αὐτὸ ποιησάντων ἑτέρων νεκρῶν τε γενηθέντων, ἀεὶ τῶν προσφερομένων ἀπολλυμένων, ἱστορήσαντές τινες παρὰ τῶν ἐπιχωρίων τὴν τοῦ ζῴου φύσιν, μακρόθεν ἐνεδρεύσαντες αὐτὸ ἱππῆς τινες Νομάδες Μαρίου κελεύσαντος κατηκόντισαν ἧκόν τε φέροντες πρὸς τὸν στρατηγὸν τὸ θηρίον.  »

[221e] Τοῦτο μὲν οὖν ὡς ἦν ἄρα τοιοῦτο ἡ δορὰ ἥ τε Μαρίου στρατεία μηνύει· ἐκεῖνο μέντοι τὸ λεγόμενον ὑπὸ τοῦ ἱστοριογράφου οὔκ ἐστι πιστόν, ὡς εἰσί τινες κατὰ τὴν Λιβύην ὀπισθονόμοι καλούμενοι βόες διὰ τὸ μὴ ἔμπροσθεν αὐτοὺς πορευομένους νέμεσθαι, ἀλλ´ εἰς τοὐπίσω ὑποχωροῦντας τοῦτο ποιεῖν· εἶναι γὰρ αὐτοῖς ἐμπόδιον πρὸς τὴν τοῦ κατὰ φύσιν νομὴν τὰ κέρατα οὐκ ἄνω ἀνακεκυφότα, καθάπερ τὰ τῶν λοιπῶν ζῴων, ἀλλὰ κάτω νενευκότα καὶ ἐπισκοτοῦντα τοῖς ὄμμασι. Τοῦτο γὰρ ἄπιστόν ἐστιν, οὐδενὸς ἑτέρου ἐπιμαρτυροῦντος ἱστορικοῦ.  »

[221f] 65. Ταῦτα τοῦ Οὐλπιανοῦ εἰπόντος ἐπιμαρτυρῶν ὁ Λαρήνσιος καὶ συγκατατιθέμενος τῷ λόγῳ ἔφη τὸν Μάριον τῶν ζῴων τούτων δορὰς εἰς τὴν Ῥώμην ἀναπεπομφέναι, ἃς μηδένα εἰκάσαι δεδυνῆσθαι τίνος εἰσὶ διὰ τὸ παράδοξον τῆς ὄψεως· ἀνατεθεῖσθαί τε τὰς δορὰς ταύτας ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, ἐν ᾧ οἱ τοὺς θριάμβους κατάγοντες στρατηγοὶ ἑστιῶσι τοὺς πολίτας, [222a] καθάπερ πολλοὶ τῶν ἡμεδαπῶν ποιηταὶ καὶ συγγραφεῖς εἰρήκασιν·

 «Ὑμεῖς οὖν, ὦ γραμματικοί, κατὰ τὸν Βαβυλώνιον Ἡρόδικον, μηδὲν τῶν τοιούτων ἱστοροῦντες,

Φεύγετ´, Ἀριστάρχειοι, ἐπ´ εὐρέα νῶτα θαλάττης
Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,
γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε
τὸ σφὶν καὶ σφῶιν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
Τοῦθ´ ὑμῖν εἴη δυσπέμφελον· Ἡροδίκῳ δὲ
Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.  »

Κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀναξανδρίδην·

[222b] Ἡδονὴν ἔχει,
ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
δηλοῦν ἅπασιν· οἱ δ´ ἑαυτοῖσιν σοφοὶ
πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
εἶτα φθονοῦνται. Χρὴ γὰρ εἰς ὄχλον φέρειν
ἅπανθ´ ὅς´ ἄν τις καινότητ´ ἔχειν δοκῇ.

Ἐπὶ τούτοις τοῖς λόγοις ἀναχωροῦντες οἱ πολλοὶ λεληθότως διέλυσαν τὴν συνουσίαν.