|
introduction à athénée de naucratis
ATHÉNÉE DE
NAUCRATIS
Des vases
Le Livre XI des Deipnosophistes
texte grec LIVRE ONZIÈME.
la traduction française est divisée en chapitres (d'après la traduction française), en chapitres en chiffres arabes (d'après le texte grec de Teubner) et en pages (d'après l'édition originale) vous pouvez cliquer sur l'un ou l'autre dans le texte grec pour avoir le texte grec correspondant.
(1) [459] « Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται; Κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον, ἑταῖρε Τιμόκρατες. Συναχθέντων γὰρ ἡμῶν καθ´ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη· « Παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. Καὶ τῷ Αὐτολύκῳ ἐλθόντι [460] Ἰθάκης ἐς πίονα δῆμον » ἡ τροφὸς καθημένῳ δηλονότι — οὕτως γὰρ ἐδείπνουν οἱ τότε — τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής,
«
[παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς, ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. Ἡμεῖς οὖν μὴ διατρίβωμεν, ἀλλ´ ἤδη κατακλινώμεθα, ἵν´ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις [460b] ἅπασι προπίῃ. (2) Ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως· « Ἀπὸ τράπεζαν εἷλέ νιν ποτήρια. » Καὶ ὁ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν·
«
Νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας Ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ Ἀττικοί, ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. [460c] Ἀριστοφάνης ἐν Ἱππεῦσιν· « Γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην. » Κἀν τῷ αὐτῷ δὲ ἔφη· « Πολλῷ γ´ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ. » Καὶ Φερεκράτης ἐν Τυραννίδι· « 〈Ἣ δὲ〉 κρείττων 〈ἡ〉 μί´ ἐστὶ χιλίων ποτηρίων. » Ὁ δὲ Ἀνακρέων ἔφη· « Οἰνοπότης δὲ πεποίημαι. » [460d] Ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· « Οἰνοποτάζων γὰρ εἴρηκε. » Καὶ Σαπφὼ δ´ ἐν τῷ βʹ ἔφη·
«
Πολλὰ δ´ ἀνάριθμα ποτήρια Καὶ Ἀλκαῖος·
«
Ἐκ δὲ ποτήριον Τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν βʹ Ἀχαικῶν. (3) Ἄξιον δὲ εἶναι νομίζω ζητῆσαι ὑμᾶς πρὸ τοῦ καταλόγου τῶν ποτηρίων, ὧν πλῆρές ἐστι τὸ κυλικεῖον τοδί — εἴρηται γὰρ οὕτως ἡ τῶν ποτηρίων σκευοθήκη παρ´ Ἀριστοφάνει μὲν ἐν Γεωργοῖς· [460e] « Ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται. » Ἔστι καὶ παρὰ Ἀναξανδρίδῃ ἐν Μελιλώτῳ. Εὔβουλος δ´ ἐν Λήδᾳ·
«
Ὡσπερεὶ σπονδὴν διδοὺς Κἀν Ψαλτρίᾳ δ´ ἔφη·
«
Τὰ κυλικεῖα δὲ Ἐν δὲ Σεμέλῃ ἢ Διονύσῳ·
«
Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν [460f] Κρατῖνος δ´ ὁ νεώτερος ἐν Χείρωνι·
«
Πολλοστῷ δ´ ἔτει (4) [461] ἄξιον δ´ ἐστὶ ζητῆσαι εἰ οἱ ἀρχαῖοι μεγάλοις ἔπινον ποτηρίοις. Δικαίαρχος μὲν γὰρ ὁ Μεσσήνιος, ὁ Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου μικροῖς φησιν αὐτοὺς ἐκπώμασι κεχρῆσθαι καὶ ὑδαρέστερον πεπωκέναι. Χαμαιλέων δ´ ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Μέθης, εἴ γε τῆς φωνῆς μνημονεύω, φησίν· « Εἰ δὲ οἱ ταῖς ἐξουσίαις χρώμενοι καὶ τῷ πλουτεῖν προτιμῶσι τὴν μέθην ταύτην, οὐδὲν θαυμαστόν. Οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. [461b] Ὅθεν δὴ καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. Οὐ γὰρ παλαιὸν οὐδὲ τοῦτό γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη πεμφθὲν ἐκ τῶν βαρβάρων. Ἐκεῖνοι γὰρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον καὶ πορίζονται τροφὰς περιέργους καὶ παντοίας. Ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὔτ´ ἐν γραφαῖς οὔτ´ ἐπὶ τῶν πρότερον εὑρήσομεν ποτήριον εὐμέγεθες εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. Τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. Ὃ καὶ δόξει τισὶν ἔχειν ἀπορίαν, εἰ μή τις ἄρα φήσειε διὰ τὴν ὀξύτητα [461c] τῆς ἐπιφανείας τῶν δαιμόνων καταδειχθῆναι τοῦτο. Χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθ´ ἡμέραν. Ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐκπώμασι μεγάλοις. Καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ φάσκοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι. » Ἐν τούτοις ἀγνοεῖν ἔοικεν ὁ Χαμαιλέων ὅτι οὔκ ἐστι μικρὸν τὸ παρ´ Ὁμήρῳ [461d] διδόμενον τῷ Κύκλωπι ὑπ´ Ὀδυσσέως κισσύβιον. Οὐ γὰρ ἂν τρὶς πιὼν οὕτως κατηνέχθη ὑπὸ μέθης τηλικοῦτος ὤν. Ἦν οὖν καὶ τότε μεγάλα ποτήρια, εἰ μὴ αἰτιάσεταί τις τὴν δύναμιν τοῦ οἴνου, ἣν αὐτὸς Ὅμηρος ἐξηγήσατο, ἢ τὸ ἄηθες τῆς πόσεως τοῦ Κύκλωπος, ἐπεὶ τὰ πολλὰ ἐγαλακτοπότει. Ἢ τάχα καὶ βαρβαρικὸν ἦν τὸ ἔκπωμα, εἴπερ μέγα ἦν, ἐκ τῆς Κικόνων εἰλημμένον λείας. Τί οὖν ἔχομεν λέγειν περὶ τοῦ Νέστορος ποτηρίου, ὃ μόλις ἂν νέος βαστάσαι ἴσχυεν, « Νέστωρ δ´ ὁ γέρων ἀμογητὶ ἄειρε, [461e] περὶ οὗ καὶ αὐτοῦ διδάξει τι ἡμᾶς ὁ Πλούταρχος. Ὥρα οὖν κατακλίνεσθαι. (5) Καὶ κατακλιθέντων « Ἀλλὰ μήν », ὁ Πλούταρχος ἔφη, « κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν. Οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ´ ἄσκαφον ματεύων, κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος ὁ κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησίν·
«
Εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην· Ἡρακλεῶται δ´ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, [461f] ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. Μνημονεύει δ´ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως· « Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ´ Εὐβοέων. [462] Κυλικρῆνας ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην. » Πολέμων δ´ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως· « Τῆς δ´ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθ´ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἳ δ´ Ἀθαμᾶνες, ἀφ´ ὧν οἱ τόποι διαμένουσιν· οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν. » (6) Οἶδα δὲ καὶ Ἑλλάνικον ἐν Ἐθνῶν Ὀνομασίαις λέγοντα [462b] ὅτι Λιβύων τῶν Νομάδων τινὲς οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται. Πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ´ ᾧ ἐστι τὸ Κάδμου καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν. Καὶ Πολέμων δ´ ἐν τῷ περὶ τοῦ Μορύχου ἐν Συρακούσαις φησὶν ἐπ´ ἄκρᾳ τῇ νήσῳ πρὸς τῷ Γῆς Ὀλυμπίας ἱερῷ [462c] ἐκτὸς τοῦ τείχους ἐσχάραν τινὰ εἶναι, ἀφ´ ἧς, φησί, τὴν κύλικα ναυστολοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα· καὶ οὕτως ἀφιᾶσιν εἰς τὴν θάλασσαν κεραμέαν κύλικα, καθέντες εἰς αὐτὴν ἄνθεα καὶ κηρία καὶ λιβανωτὸν ἄτμητον καὶ ἄλλα ἄττα μετὰ τούτων ἀρώματα. (7) Ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας·
« Νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων (8) Καὶ ὁ χαρίεις δ´ Ἀνακρέων φησίν·
«
Οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων Καὶ Ἴων δὲ ὁ Χῖός φησιν·
[463b]
«
Χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε· Ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας. « Παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν » φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης. (9) Διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους,
«
Οἳ τῶν πέλας Καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ·
«
Ἐλθέ, Κύπρι, τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς. (10) Πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ διὰ τούτων· « Ὁ μὲν Χῖος [463f] καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ´ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ´ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ » τοῦ δ´ ἐπιδέξια πίνειν μνημονεύει καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως·
[464]
«
Τίνα δὴ παρεσκευασμένοι
(11) Παραιτητέον δ´ ἡμῖν τὰ κεράμεα ποτήρια. Καὶ γὰρ Κτησίας « Παρὰ Πέρσαις, φησίν, ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμέοις χρῆται. » Χοιρίλος δ´ ὁ ἐποποιός φησι·
[464b] « Χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός, Ἐγὼ δὲ εὖ οἶδα ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα, ὡς καὶ τὰ παρ´ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. [464c] Καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης « Αἱ Ῥοδιακαί, φησί, προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. Σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν. » Κἀν ἄλλῳ δὲ μέρει φησίν· « Αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχοίνου, ἀνήθου, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ´ ὧν τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω 〈τὰς〉 μέθας ἵστησιν [464d] ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον. » (12) Οὐ δεῖ οὖν ἡμᾶς ἐκμανῶς πίνειν ἀποβλέποντας εἰς τὸ πλῆθος τῶν καλῶν τούτων καὶ παντοδαπῶν κατὰ τὰς τέχνας ἐκπωμάτων. Τὴν δὲ μανίαν τοὺς πολλούς φησιν ὁ Χρύσιππος ἐν τῇ Εἰσαγωγικῇ περὶ ἀγαθῶν καὶ κακῶν Πραγματείᾳ τοῖς πλείστοις προσάπτειν. Καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δ´ ὀρτυγομανίαν. « Τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, [464e] καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς καὶ τοὺς φιλόρνιθας ὀρνιθομανεῖς, τὸ αὐτὸ σημαινόντων τῶν ὀνομάτων τούτων. Ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλλοτρίως καλεῖσθαι τὸν τρόπον τοῦτον. Καὶ γὰρ ὁ φίλοψος καὶ ὁ ὀψοφάγος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς καὶ ὡσαύτως ἐπὶ τῶν ὁμοίων, οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐπ´ αὐτοῖς ὡς ἁμαρτάνουσι μανικῶς καὶ τῆς ἀληθείας ἐπὶ πλεῖστον ἀπαρτωμένοις. » (13) Ἡμεῖς οὖν, ὡς καὶ παρ´ Ἀθηναίοις ἐγίνετο, ἅμα ἀκροώμενοι τῶν γελωτοποιῶν τούτων καὶ μίμων, ἔτι δὲ τῶν ἄλλων τεχνιτῶν ὑποπίνωμεν. [464f] Λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί· « Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτ´ ἐξεπορεύοντο ἐνέχεον πάλιν· μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν ὅτι μέχρι τῆς καθ´ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας. » [465] Φανόδημος δὲ πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ´ αὐτοὺς προσφέρεσθαι· ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον. Διόπερ ὀνομασθῆναι τὰς [πηγὰς] Νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. Ἡσθέντες οὖν τῇ κράσει ἐν ᾠδαῖς ἔμελπον τὸν Διόνυσον, χορεύοντες καὶ ἀνακαλοῦντες Εὔαν τε καὶ Διθύραμβον καὶ Βακχευτὰν καὶ Βρόμιον. [465b] Καὶ Θεόφραστος δ´ ἐν τῷ περὶ Μέθης φησὶν ὅτι « Τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατ´ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσι. » Διόπερ καὶ Εὐριπίδης ἕνα τῶν τοῦ Ἡλίου ἵππων φησὶν εἶναι
«
Βακχίου φιλανθέμου Καὶ Ὀδυσσεὺς ὤπασεν
«
Μελιηδέα οἶνον ἐρυθρόν, Τιμόθεος δ´ ἐν Κύκλωπι·
«
Ἔγχευε δ´ ἓν μὲν δέπας κίσσινον μελαίνας (14) οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. Ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιαλείας, [465d] ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ´ ἔστ´, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,
«
Ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον Τοῦτο δ´ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων. [465e] Ξενοφῶν δ´ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα· « Καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δ´ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. Πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια. Ὁ δὲ Οἰδίπους [δι´ ἐκπώματα] τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως·
[465f]
«
Αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης (15) Καικίλιος δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ περὶ Ἱστορίας Ἀγαθοκλέα φησὶ τὸν τύραννον ἐκπώματα χρυσᾶ ἐπιδεικνύντα τοῖς ἑταίροις φάσκειν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. Ὁ δὲ παρὰ Σοφοκλεῖ [466b] ἐν τοῖς Λαρισαίοις Ἀκρίσιος καὶ αὐτὸς ἐκπώματα ὅσα πλεῖστα εἶχεν, ὥς φησιν ὁ τραγικός·
«
Πολὺν δ´ ἀγῶνα παγξενεὶ κηρύσσεται, Ποσειδώνιος δ´ ἐν ιϚʹ τῶν Ἱστοριῶν Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ [466c] τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν· καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. Ἀντικλείδης δ´ ὁ Ἀθηναῖος ἐν τῷ ιϚʹ Νόστων. Περὶ Γρᾶ διηγούμενος τοῦ τὴν ἀποικίαν εἰς Λέσβον στείλαντος σὺν ἄλλοις βασιλεῦσι, καὶ ὅτι χρησμὸς ἦν αὐτοῖς δηλώσας καθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, γράφει καὶ ταῦτα· « Μυθολογοῦσι δὲ [περὶ] τῶν ἐν Μηθύμνῃ τινὲς περὶ τῆς ἀφεθείσης εἰς τὴν θάλασσαν παρθένου καὶ φασὶν ἐρασθέντα αὐτῆς τῶν ἡγεμόνων τινά, [466d] ᾧ ἦν τοὔνομα Ἔναλος, ἐκκολυμβῆσαι βουλόμενον ἀνασῶσαι τὴν παιδίσκην. Τότε μὲν οὖν ὑπὸ κύματος αὐτοὺς ἀμφοτέρους κρυφθέντας ἀφανεῖς γενέσθαι, χρόνῳ δ´ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενέσθαι τὸν Ἔναλον καὶ διηγεῖσθαι τὸν τρόπον, καὶ ὅτι ἡ μὲν παρθένος παρὰ ταῖς Νηρῇσι διέτριβεν, αὐτὸς δὲ τὰς τοῦ [781] Ποσειδῶνος ἔβοσκεν ἵππους· καί ποτε [καὶ] κύματος ἐπιφερομένου μεγάλου συγκολυμβήσαντα αὐτὸν ἐκβῆναι [781c] ἔχοντα κύπελλον χρυσοῦ οὕτω θαυμασίου ὡς τὸν παρ´ αὐτοῖς αὐτῷ παραβαλλόμενον οὐδὲν διάφορον εἶναι χαλκοῦ. » (16) Τιμιώτατον δ´ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, Οὐδέ τις ἄλλος οὔτ´ ἀνδρῶν πίνεσκεν ἀπ´ αὐτοῦ οὔτε τεῳ σπένδεσκε 〈θεῶν〉, ὅτε μὴ Διί. Καὶ ὁ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές. Αὐτός γε μὴν ὁ Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν, [781d] « Ἃ δ´ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα » [ποτήριον]. Τὸν δὲ Ἥλιον ὁ Στησίχορος ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. Οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων 〈ζʹ〉 σοφῶν ἀπέλιπε. Τὸ δὲ Νέστορος ποτήριον πολλοὶ 〈καὶ〉 κεραμεύουσι· πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. Καὶ θεοφιλὲς δὲ τὸ ποτήριον· χρυσέοις γοῦν δεπάεσσιν ἀλλήλους δεξιοῦνται. Ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.
|