Isocrate : oeuvres complètes, tome I

ISOCRATE

OEUVRES COMPLÈTES.

 

  ΥΠΟΘΕΣΕΙΣι

Fragments-  Table alphabétique des matières  

 

OEUVRES COMPLÈTES D'ISOCRATE, TRADUCTION NOUVELLE AVEC TEXTE EN REGARD  LE DUC DE CLERMONT-TONNERRE (AIMÉ-MARIE GASPARD) Ancien Ministre de la guerre et de la marine. Ancien élève de l'École polytechnique TOME PREMIER PARIS LIBRAIRIE DE FIRMIN DIDOT FRÈRES, FILS ET C Imprimeurs de l'Institut, rue Jacob, 56. M D CCC LXII

 

 

 

..577 ΥΠΟΘΕΣΕΙΣ.

 

 

Discours 1. Isocrate à Démonicus (t. I, p. 1-37).

ΥΠΟΘΕΣΙΣ ΑΝΩΝΓΜΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Ἔγραψε πολλοὺς λόγους, ὧν εἰσὶν αἱ παραινέσεις, εἰ και τινες ἠβουλήθησαν αὐτὰς εἰπεῖν μὴ εἶναι αὐτοῦ διὰ τὸ ἀσθενὲς τῆς φράσεως, ἃς πρῶτον εκότως ἀναγινοίσκομεν, οὐχ ὡς βέλτίονας οὔσας τῶν ἄλλων λόγων· καὶ γὰρ καὶ ὁ πανηγυρικὸς αὐτῶν προέχει καὶ ἄλλοι πολλοί· ἀλλ' ὅτι περὶ ἠθῶν διαλαμβάνουσιν. Ἀναγκαῖον δὲ τὰ ἤθη πρὸ τῶν λόγων κοσμῆσαι, ὥσπερ ὁ γεωργὸς ὀφείλει πρὸ τῶν σπερμάτων καὶ ἧς μέλλει καταβάλλειν φυτείας ἐκκόπτειν ἀπὸ τῶν χωρίων τὰ λυμαινόμενα τούτοις, οἷον ἄγρωστιν καὶ τὰ τούτοις παραπλήσια· δι' ὃ, ὡς καὶ πρὸς παῖδας ταῦτα γράφων, ἠναγκάσθη ταπεινότερα χρήσασθαι τῇ φράσει· ὥστε αὐτοῦ ἂν εἴησαν καὶ αἱ παραινέσεις. Ἄξιον δὲ ζητῆσαι, διὰ ποίαν αἰτίαν οὕτως αὐτὰς άναγινώσκομεν κατὰ τάξιν, πρῶτον τὴν πρὸς Δημόνικον, ἔπειτα τὴν πρὸς Νικοκλέα, καὶ μὴ ἀδιαφόρως, ὥσπερ ἐν τοῖς ἄλλοις αὐτοῦ λόγοις. Λέγομεν, ὅτι Ἰσοκράτης βουλόμενος κοινωφελὴς γενέσθαι, φορτικὸν δὲ ἡγούμενος τὸ πρὸς πάντας γράφειν τὰς συμβουλὰς, ἦλθεν ὡς τούτους γράφειν. Τὸ δὲ ἀληθὲς πᾶσι παραινεῖ διὰ τῶν τριῶν παραινέσεων, ὥσπερ καὶ ὁ Ἡσίοδος, ὡς πρὸς τὸν ἀδελφὸν λέγων, ἐ'ργάζευ νήπιε Πέρση, πᾶσι παραινεῖ. Οὕτω καὶ ὁ Ἰσοκράτης. Τάττει οὖν πρῶτον τὸν πρὸς Δημόνικον, ὡς πρὸς ἰδιώτας πρῶτον διαλεγόμενος, εἶτα βασιλεύειν διδάσκων ἐν τῷ πρὸς Νικοκλέα· πρῶτον γάρ τις ἰδιώτης γενόμενος ὕστερον ἔρχεται ἐπὶ τὴν βασίλείαν. Εἶτα λέγει ἐν τῷ πρὸς Νικοκλέα ἢ συμμαχικῷ, πῶς δεῖ καὶ τὸν ἰδιώτην βασιλεύεσθαι. — Ἀνάγονται δὲ αἱ παραινέσεις ὑπὸ τὸ συμβουλευτικῶν εἶδος, κέκληνται δὲ παραινέσεις παρὰ τὸν αἶνον, ὃ ἐστι τὴν συμβουλὴν, ὡς καὶ Ἡσίοδος· νῦν δὲ αἶνον βασιλεῦσι· στάσιν δὲ οὐκ ἐπιδέχονται· οὐ γὰρ ἔχουσι τὸν ἀντιλέγοντα. Καιρὸς μὴν ἤδη, ὡς εἴπομεν, ἐπ' αὐτὰς λοιπὸν χωρεῖν τῶν λόγων τὰς έξη-  578 γήσεις. Ἀλλ' επειδὴ ἀναγκαῖον πρὸ αὐτῶν τῶν ἐξηγήσεων προηγεῖσθαι τὰς ὑποθέσεις καὶ τοὺς σκοποὺς τῶν λόγων, δεικτέον πρῶτον τοῦ λόγου τὴν ὑπόθεσιν. Ἱππόνικός τις, ὡς ἔχει ὁ πολὺς λόγος, Κύπριος μὲν ἦν τῷ γένει, Ἰσοκράτους δὲ φίλος τοῦ σοφιστοῦ· οὗτος τελευτήσας κατέλειψε παῖδα, ὀνόματι Δημόνικον. Τοῦτον Ἰσοκράτης ὁρῶν παῖδα ὄντα καὶ πολλῆς ἐπιμελείας λόγων δεόμενον , γράφει αὐτῷ ὑποθήκας, ὅπως δεῖ ζῆν αὐτὸν διδάξαι βουλόμενος· ὥσπερ ἣν εἶχε πρὸς τὸν πατέρα εὐνοιαν παραπέμψαι καὶ μέχρι τοῦ παῖδος, ὡς καὶ ἐν αὐτῇ τῇ ἀρχῇ τοῦ λόγου προοιμιάζεται. Συμβουλεύει οὖν αὐτῷ, γράψας δι' ἐπιστολής· οὐ γὰρ ἐδύνατο καταλεϊψαι Ἀθήνας διὰ τοὺς μαθητάς. Τινὲς δὲ ἐπιχειροῦσι λέγειν τὸν λόγον, ἐπιστολὴ πρὸς Δημόνικον. Καὶ ἡ μὲν φαινόμενη ὑπόθεσις αὕτη. Εἰρήκαμεν δὲ ἐν τοῖς ἄνω, ὡς ὅτι κοινωφελεῖς αὐτοῦ βούλεται ποιήσασθαι τὰς παραινέσεις.καὶ συμβουλεῦσαι, πῶς δεῖ ζῆν. τὸν ἰδιώτην. Καὶ τοῦτο ποιεῖ διὰ τοῦ Δημονίκου, καὶ τὸ πῶς δεῖ βασιλεύειν προβαλλόμενος τὸν Νικοκλέα. Φεύγων δὲ τὸ φορτικὸν οὐ φανερῶς ἐπιφέρει τοῖς ἑαυτοῦ λόγοις τὸν ἴδιον σκοπόν. Ἄρχεται δὲ ἀπὸ θείων, εἶτα εἰς γονέας μεταβαίνει, εἶτα φίλους καὶ οἶκον καὶ πατρίδα, τήν τε δίαιταν.καὶ τὴν περὶ τὸ σῶμα καὶ τὴν περὶ ψυχήν. Χωρητέον οὖν λοιπὸν κοὶ ἐπὶ τὸ προοίμιον παρὰ τὸν οἶμον, ὅ ἐστιν ὁδόν.  Ἡσίοδος·

μάκρος τε καὶ ὄρθιος οἶμος ἐπ' αὐτήν.

Ὁδος δὲ τοῦ λόγου οἱ ἀγῶνες καὶ αἱ πράξεις.

Discours ΙΙ Isocrate à Nicoclès (t. 1. 38-73)

ΥΠΟΘΕΣΙΣ TOY ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ, ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ ΑΝΩΝΓΜΟΥ

Ἤδή φθάσαντες εἰρήκαμεν τὴν αἴτιαν, δι' ἣv οὕτως ἀναγινώσκομεν ; ἡ δὲ φαινόμενη ὑπόθεσις αὕτη.Νικοκλής υἱὸς μὲν ὢν Εὐαγόρού κατάγων δὲ τὸ γένος ἀπὸ Τεύκρου καὶ Τελαμῶνος, ὡς σὺν θεῷ μαθησόμεθα ἐν αὐτῷ τῷ Εὐαγόρᾳ, ἐβασίλευσε Σαλαμῖνος, μῖας πόλεως ἐν Κύπρῳ τῆς νῦν Κωνσταντίνου καλούμενης καὶ μητροπόλεως οὔσης πάσης τῆς Κύπρου. Πρὸς τοῦτον γράφει πάλιν ὁ Ἰσοκράτης παραινέσεις, πῶς δεῖ βασιλεύειν ὀρθῶς.Ἕρμιππος δέ φησιν ἐν 579 τῷ περὶ τοῦ Ἰσοκράτους, παρατιθέμενος Εὐανδρόν τινα κατὰ τῶν σοφιστῶν εἰρηκότα, ὡς ὅτι λαβὼν εἴκοσι τάλαντα παρὰ τοῦ Νικοκλέους αὐτὸς ὁ Ἰσοκράτης, ἔπεμψεν αὐτῷ τὸν λόγον τοῦτον, τελευτήσαντος τοῦ Εὐαγόρου, ὥσπερ καὶ τούτῳ βουλόμενος χρήσιμος γενέσθαι μετὰ τὴν τοῦ πατρὸς τελευτήν.

Discours III. Nicoclès à ses sujets (t. I, p. 74-117).

ΥΠΟΘΕΣΙΣ ΕΙΣ TON ΝΙΚΟΚΛΕΑ H ΣΥΜΜΑΧΙΚΟΝ ΑΝΩΝΓΜΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Οὗτος ὁ λόγος οὔτε περὶ τῶν αὐτῶν ἐστίν οὔτε μὴν παρὰ τοῦ αὐτοῦ λέγεται· ἐν γὰρ τῷ πρὸ αὐτοῦ λόγῳ διελέγετο, πῶς δεῖ βασιλεύειν, ὧδε δὲ πῶς δεῖ βασιλεύεσθαι τὸ ὑπήκοον. Καὶ πάλιν ἐκεῖ παρὰ Ἰσοκράτους ἦν λεγόμενα πρὸς Νικοκλέα, ὧδε δὲ παρὰ τοῦ Νικοκλέους πρὸς τοὺς τῶν ὑπηκόων τιμιότατους, τοῦ Ἰσοκράτους αὐτῷ πέμψαντος τὸν λόγον. Έἰ δέ τις εἴποι, διὰ τί γὰρ μὴ πρὸς τοὺς ὑπηκόους ἔπεμψε τὸν λόγον Ἱσοκράτης, λέγομεν, ὅτι εἰκότως οὐ δι' ἑαυτοῦ ἀλλὰ διὰ τοῦ βασιλέως αὐτοῖς συμβουλεύει, ἐπειδὴ πλήθει συμβουλεύων ἐνάγκην εἶχε καὶ φόβον κεράσαι τῷ λόγῳ, ἵνα πάντως πεισθῇ τοῖς λεγόμενοις τὸ πλῆθος. Ἐπιγέγραπται δὲ Νικοκλῆς ἢ συμμαχικὸς, οὐχ ὅτι διὰ τοῦ συνδέσμου ἀναιροῦμεν τὸ ἕν, ἀλλ' ὃτι καὶ τὰ δύο ἕν ἐστίν, ὥσπερ καὶ οὗτος· Φαίδων ἢ περὶ ψυχῆς. Καὶ λέγεται οὗτος ὁ σύνδεσμος διαζευκτικὸς, ὁ καὶ τὸ πρότερον πράγμα διαβεβαιούμενος. Καὶ γὰρ καὶ ὁ.λόγος ὑπὸ Νικοκλέους λέγεται καὶ πρὸς τοὺς ξυμμάχους καὶ ὑπηκόους. Ὅτι δὲ διὰ τοῦτο παρ' Ἰσοκράτους ἑστὶν ὁ λόγος πρὸς τὸν βασιλέα πεμφθεὶς, αὐτὸς ἡμῖν σαφὲς ποιεῖ, ἐν τῷ λόγῳ λέγων τὸν μὲν οὖν ἕτερον λόγον, ὡς χρῆ τυραννεῖν, Ἱσοκράτους ἠκούσατε, ἃ δὲ δεῖ ποιεῖν τοὺς ἀρχόμενους, ἐγὼ πειράσομαι διέλθειν, οὐχ ὡς ἐκεῖνον ὑπερβαλούμενος ἀλλ' ὡς πρέπον μοι περὶ αὐτῶν διελθεῖν.

580 Discours IV. Panégyrique (t. I, p. 118-241).

ΥΠΟΘΕΣίΣ ΙΣΟΚΡΑΤΟΥΣ.

Ὁ λόγος κατ' ἐκείνους ἐγράφη τοὺς χρόνους, ὅτε Λακεδαιμόνιοι μὲν ἦρχον τῶν Ἑλλήνων, ἡμεῖς δὲ ταπεινῶς ἐπράττομεν. Ἔστί δὲ τοὺς μὲν Ἕλληνας παρακαλῶν ἐπὶ τὴν τῶν βαρβάριον στρατείαν, Λακεδαιμονίοις δὲ περὶ τῆς ἡγεμονίας ἀμφισβητῶν. Τοιαύτην δὲ τὴν ὑπόθεσιν ποιησάμενος ἀποφαίνω τὴν πόλιν ἁπάντων τῶν ὑπαρχόντων τοῖς Ἕλλησιν ἀγαθῶν αἰτίαν γεγενημένην. Ἀφορισάμενος δὲ τὸν λόγον τὸν περὶ τῶν τοιούτων εὐεργεσιῶν καὶ βουλόμενος τὴν ἡγεμονίαν ἔτι σαφέστερον ἀποφαίνειν ὡς ἔστι τῆς πόλεως, ἐνθένδε ποθὲν ἐπιχειρῶ διδάσκειν περὶ τούτων, ὡς τῇ πόλει τιμᾶσθαι προσήκει πολὺ μᾶλλον ἐκ τῶν περὶ τὸν πόλεμον κινδύνον ἢ τῶν ἄλλων εὐεργεσιῶν.

Discours V. Discours à Philippe (t. I, p. 242-339).

ΥΠΟΘΕΣΙΣ ΤΟΥ ΠΡΟΣ ΦΙΛΙΠΠΟΝ ΛΟΓΟΥ ΑΔΗΛΟΥ ΤΟΥ ΓΡΑΨΑΝΤΟΣ.

Ἰστέον, ὅτι τὸν λόγον τοῦτον ἔγραψε τῷ Φιλίππῳ ὁ Ἰσοκράτης μετὰ τὴν εἰρήνην τὴν γενομένην ὑπὸ τῶν περὶ τὸν Αἰσχίνην καὶ Δημοσθένην· διὸ καὶ ἔσχε καιρὸν γράψαι αὐτῷ, τῷ Φιλίππῳ, ὡς φίλῳ γενομένῳ τῆς Ἀθηναίοι πόλεως. Ἐν σχήματι δὲ τοῦ ἐγκομιάσαι αὐτὸν παραινεῖ αὐτῷ διαλλάξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλας, πρὸς ἑαυτὰς στασιαζούσας, στρατευσαι κατὰ Περσῶν. Πρέπει γάρ σοι, φησί, τοῦτο ποιῆσαι, Ἡρακλείδῃ ὄντι καὶ τοιούτῳ δυνατῷ. Καὶ ὁ μὲν Φίλιππος λαβὼν τὸν λόγον καὶ ἀναγνοὺς οὐκ ἐπείσθη τοῖς λεγομένοις ἀλλ' ἀνεβάλετο τέως. ὕστερον δὲ ὁ παῖς ὁ τούτου Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον καὶ ἐρεθισθεὶς ἐστράτευσε κατὰ Δαρείου τοῦ ὑστέρου καὶ λεγομένου Ὤχου. Τὸ μὲν γὰρ κύριον ὄνομα Ὦχος ἐλέγετο, κολακεύοντες δ' αὐτὸν οἱ Πέρσαι ἐπίκλην αὐτὸν ὠνόμαζον Δαρεῖον, ὡς πρὸς τοὺς πρώτους προγόνους.

Ἡ δὲ στάσις τοῦ λόγου πραγματική· συμβουλεύει γὰρ. Ἔγραψε δὲ ὁ ἸΙσοκράτης τὸν λόγον γέρων ὢν, μικρὸν πρὸ τῆς ἑαυτοῦ καὶ Φιλίππου τελευτῆς, ὥς φασιν ὁ Ἕρμιππος.

581 Discours VI. Archidamus (t. I, p. 340-411).

ΥΠΟΘΕΣΙΣ ΑΔΗΛΟΥ ΤΟΥ ΓΡΑΨΑΝΤΟΣ.

Μετὰ τὰ Λευκτρικὰ κατέτρεχον τὴν Λακεδαίμονα Θηβαῖοι, καὶ ττολλάκις αὐτὴν ἐκάκωσαν, ὡς καὶ τὰς Λακεδαιμονίων γυναῖκας ἀπαντῆσαι Λακεδαιμόνιοι; συνεχῶς φεύγουσι, καὶ εἰπεῖν « ἢ καὶ δεύτερον ὑμᾶς ἔχομεν ἐν τῇ γαστρὶ δέξασθαι; » καὶ οὕτω συστραφέντες ἐν Μαντινείᾳ ἐνίκησαν, τῶν Ἀθηναίων ἱππέων καλῶς παράταξαμένων. Μετὰ τὰ ἐν Μαντινείᾳ οὖν ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Θηβαίους, αἰτοῦντες αὐτοὺς τὴν εἰρήνην· οἱ δὲ ὑπέσχοντο αὐτοῖς ἠσυχάσειν, εἰ Μεσσήνην ἀνοικίσώσι καὶ αὐτόνομον ἐάσωσι. Τῶν οὖν ἄλλον συμβουλευόντων Λακεδαίμονίοις ἀνοικίσαι, Ἀρχίδαμος ὁ νεώτερος συμβουλεύει Λακ'εδαιμονίοις μὴ ἀνοικίσαι. Κατάγεται δ' οὕτως ὁ μικρὸς Ἀρχίδαμος. Ζευξίδαμος, οὗ Ἀχίδαμος, οὗ Ἄγις, οὖ Ἀγησίλαος, οὗ Ἀρχιίδαμος·  καὶ οἱ μὲν λέγουσιν, ὅτι πέμψας Ἀρχίδαμος ἐν Ἀθήναις τὸν λόγον παρὰ Ἰσοκράτους ἐδέξατο. ἄλλοι δέ φασι 'γυμνασίαν εἶναι τὸν λόγον Ἰσοκράτους, τίνας. ἂν εἶποι λόγους Ἀρχίδαμος συμβουλεύων Λακεδαιμόνίοις. Καὶ ἡ μὲν ὑπόθέσις αὕτη, στάσις δὲ τῷ λόγῳ πραγματικὴ, κεφάλαιον δὲ τὸ ξυμφέρον.

Discours VII. Discouru aréopagitique (t.  I, p. 412-469).

ΥΠΟΘΕΣΙΣ ΑΝΩΝΥΜΟΣ ΓΡΑΜΜΑΤΙΚΟΝ

Ἐν τούτῳ τῷ λόγῳι συμβουλεύει, ὥστε τοὺς Ἀρεοπαγίτας ἀναλαβεῖν τὴν προτέραν πολιτείαν, ἥτις ἦν ἔχουσα πᾶσαν ἐξουσίαν, σχεδὸν εἰπεῖν, τῶν ἐν πόλει πάντων πραγμάτων. Ἦσαν γὰρ αὐτὴν ἀποβαλόντες ἀπὸ τοιαύτης αἰτίας. Ἐφιάλτης τις καὶ Θεμιστοκλῆς χρεωστοῦντες τῇ πόλει χρήματα καὶ εἰδότες, ὅτι, ἐὰν δικάσωσιν οἱ Ἀρεοπαγῖται πάντως ἀποδώσουσι, καταλῦσαι αὐτοὺς ἔπεισαν τὴν πόλιν, οὕτως τινός μέλλοντος κριθῆναι. Ὁ γὰρ Ἀριστπτέλης λέγει ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων, ὅτι καὶ ὁ Θεμιστοκλῆς αἴτιος ἦν μὴ πάντα δικάζειν τοὺς Ἀρεοπαγίτας· δῆθεν μὲν, ὡς δι' αὐτούς τοῦτο ποιοῦντες, τὸ δ' ἀληθὲς διὰ τοῦτο πάντα κατασκευάζοντες.  Εἶτα οἱ Ἀθηναῖοι ἀσμένως ἀκούσαντες τῆς ταιαύτης συμβουλῆς κατέ- 582 λυσαν αὐτούς. Καὶ ἡ μὲν ὑπόθεσις αὕτη , ἡ δὲ στάσις τοῦ λόγου πραγματική. Κεφάλαιον δὲ τὸ συμφέρον. Ἐράφη δ' ὁ λόγος ἐν ἀρχαῖς τῶν Φΐλιππικῶν χρόνων, ὡς καὶ αὐτὸς δηλοῖ.

Discours VIII. Discours sur la paix (t. ΙΙ, p. 1-95).

ΥΠΟΘΕΣΙΣ ΑΔΗΛΟΥ ΤΟΥ ΓΡΑΨΑΝΤΟΣ.

Πεμφθεὶς ὁ Χάρης καταδουλώσασθαι τὴν Ἀμφίπολιν, αὐτονομουμένην κατ' ἐκείνον τὸν χρόνον καὶ καθ' ἑαυτὴν γενομένην, ὡς τῶν Λακεδαιμονίων μὲν κακῶς διακειμένων μετὰ τὰ Λευκτρικὰ, τῶν Ἀθηναίων δ' ἀσθενῶν ὄντων, οὗτος νομίζων εὐχερῶς αὐτὴν ὅτε δή ποτε λαβεῖν, καὶ μᾶλλον βουλόμενος τὴν ἀρχαίαν δύναμιν περιποιῆσαι τοῖς Ἀθηναίοις, ἐπεχείρησε Χίοις καὶ Ῥοδίοις καὶ τοῖς λοιποῖς συμμάχοις. Εἶτα ἐκεῖνοι ἀντέστησαν, καὶ ἡττήθη ὁ Χάρης οὕτως ὥστε λοιπόν αὐτὸν ἀπορεῖν, τί δεῖ ποιῆσαι· καὶ γὰρ εἰ ἀνενώρησεν ἐξ αὐτῶν καὶ ἦλθεν εἰς Ἀμφίπολιν, αὐτοὶ ἂν ἀμυνόμενοι ἤρχοντο εἰς τὴν Ἀττικήν. Ταῦτα δὲ οἱ Ἀθηναῖοι ἀκούσαντες ᾔτησαν σπονδὰς, καὶ εὐθὺς oἱ Χϊοι καὶ Ῥόδιοι σὺν τοῖς ἄλλοις συνέθεντο. Καὶ οὗτός ἐστιν ὁ συμμαχικὸς πόλεμος. Νῦν οὖν πρόκειται ἐκκλησία περὶ τοῦ καταθέσθαι τὸν πόλεμον, καὶ ἀνίσταται ὁ Ἰσοκράτης συμβουλεύων, ὡς δεῖ μὴ πολυπραγμονεῖν ἀλλ' ἠσυχάζειν. Καὶ μερίζει τὸν λόγον εἰς δύο, ἓν μὲν τὸ καὶ τοὺς Χίους καὶ τοὺς ἄλλους ἐᾶσαι αὐτονόμους, ἓν δὲ τὸ ἐᾶσαι τὴν ἡγεμονίαν τὴν κατὰ θάλατταν. Κατὰ τοῦτο δὲ τὸ μέρος λέγεται Ἀριστείδης ἐπαφεῖναι τὸν ἀντιρρτικὸν τῆς εἰρήνης. Καὶ ἡ μὲν ὑπόθεσις αὕτη, κεφάλαιον δὲ τοῦ λόγου τὸ συμφέρον, ἡ δὲ στάσις πραγματική. συμβουλὴ γὰρ περὶ τῆς εἰρήνης.

Ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτῷ ἰδίαν πρόσαγε, ὠς ἐν τῷδε τῷ περὶ εἰρήνης Ἰσοκράτους ἡ κατασκευὴ ἰδία προσετέθη, ὅπου φησὶ, « περὶ μεγάλων ἥκομεν· περὶ γὰρ πολέμου καὶ εἰρήνης. » Κάλλιστον δὲ ἐν τούτοις καὶ τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη.

583 Discours IX. Éloge d'Évagoras (t. II, p. 96-151).

ΥΠΟΘΕΣΙΣ ΑΝΩΝΓΜΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Ἰστέον, ὅτι τὸν λόγον τοῦτον ἔγραψεν Ἰσοκράτης πρὸς τὸν Νικοκλέα μετὰ τὴν παραίνεσιν τὴν πρὸς αὐτόν. Πόθεν δὲ τοῦτο δῆλον ; λέγομεν, ἐπειδὴ αὐτὸς φανερὸν ἡμῖν τοῦτο καθίστησι περὶ τὸ τέλος τοῦ λόγου τούτου λέγων ὅτι· οὐ νῦν σὲ παρακελεύομαι σπουδάζειν περὶ τὴν ἀρετὴν ἀλλὰ καὶ πάλαι, ὅ ἐστιν ἐν ταῖς παραινέσεσιν. Πρῶτον οὖν ἔγραψεν αὐτῷ τὰς παραινέσεις μετὰ τὸν τοῦ πατρὸς θάνατον, εἶτα δεύτερον τὸν ἐπιτάφιον τοῦτον, ἵνα πλέον καὶ διὰ τούτου εὔνους αὐτῷ φανῇ τιμῶν τὸν Εὐαγόρου θάνατον· Λέγουσι δέ τινες, ὅτι καὶ τριάκοντα τάλαντα ὑπὲρ τούτου ἐδέξατο. Ζητήσειε δ' ἄν τις ἐν τῷ λόγῳ τούτῳ, διὰ τί ἐπιταφίου ὄντος καὶ τοῦ ἐπιταφίου ἀπαιτοῦντος παρὰ τὰ ἐγκωμιαστικὰ πάντα κεφάλαια πλέον τό τε θρηνητικὸν ἐν τῇ ἀρχῇ καὶ τὸ παραμυθητικὸν ἐν τῷ τέλει, ἐν γὰρ μόνοις τοῖς δύο τούτοις κεφαλαίοις διαφέρουσιν ὅ' τε ἐπιτάφιος λόγος καὶ τὸ ἐγκώμιον, ἐνταῦθα δὲ παρῆκε τὰ δύο .κεφάλαια ; καὶ λέγομεν, ὅτι φαίνεται ἐκ πολλού τοῦ χρόνου τετελευτηκὼς  Εὐαγόρας· καὶ ὁ Ἰσοκράτης νῦν πέμψας τὸν λόγον μετὰ πολὺ τοῦ ἐκείνου θανάτου, ἄτοπον ἡγεῖτο θρηνητικὸν τάττειν καὶ ἀναμιμνήσκειν τῶν θρήνων τῶν ὀφειλόντων προτοῦ λεχθῆναι παρ' αὐτὸν τὸν θάνατον. Εἰ δέ τις εἶποι, ὅτι, εἰ διὰ ταύτην τὴν αἰτίαν παρῆκε τὸ θρηνητικὸν, διὰ τί καὶ ἐν τῷ τέλει ἐξέστη τοῦ εἰπεῖν τὸ παραμυθητικόν; λέγομεν, ὅτι, εἰ τοῦτο ἐπήγαγε, μὴ προηγησαμένου τοῦ θρηνητικοῦ, ἔτι πλέον ἀκαιρότερον ἐδόκεῖ ποιεῖν. Ἔνθα γάρ εἰσι θρήνοι, ἐκεῖ ὀφείλει καὶ ἡ παραμυθία παρέπεσθαι· εἰ δὲ μηδένα ἐθρηνήσαμεν τῷ λόγῳ, ὑπέρ τίνος ἐμέλλομεν παραμυθεῖσθαι τοὺς τῷ γένει προσήκοντας; Ὥστε οὖν δύναται ὁ λόγος καὶ Ἐπιτάφιος λέγεσθαι καὶ Ἐγκώμιον· Ἐπιτάφιος μὲν, διότι εἰς τὸν τετελευτηκότα Εὐαγόραν γράφει τὸν λόγον, Ἐγκώμιον δὲ, διότι παρῆκε τὰ δύο κεφάλαια τοῦ Ἐπιταφίου. Ἐνίκησε δὲ αὐτὸν τὸν λόγον Ἐγκώμιον μᾶλλον λέγεσθαι. Ἰστέον δὲ, ὡς ὅτι άντὶ τῶν δύο τούτων κεφαλαίων ἕτερα δύο ἀντεισήγαγε, τό τε τρίτον προοίμιον, ὅπερ οὐκ ἔστίν εὑρεῖν ἐγκώμιον, ὡς προείρηται, καὶ τὸ παραινετικόν. Καὶ τὸ μὲν προσθεϊναι τρίτον προοίμιον ἦν αντὶ τοῦ θρηνητικοῦ· τὸ δὲ παραινετικὸν ἐν τῷ τέλει ἀντὶ τοῦ παραμυθητικοῦ· ἐν ᾧ αὐτῷ παραινεῖ, ὅτι « Ὀφείλεις, ὦ Νικόκλεις, μιμήσασθαι τὰς πράξεις τὰς τοῦ πατρὸς, ἂς νῦν διήλθομεν ἐν τῷ ἐπιτταφίῳ. » Διὰ τοῦτο γὰρ καὶ τὸ παραινετικὸν ἐν τῷ τέλει ἔταξε καὶ οὐκ ἐν τῇ ἀρχῇ, ἐπειδὴ ἔδει πρῶτον ἀποδειχθῆναι τοῦ πατρὸς; τὰς πράξςίς, ἵνα πρὸς ταύτας ὕστερον δυνηθῇ αὐτῷ παραινεῖν βιῶναι.

Discours Χ. Éloge d'Hélène (t. II, p. 152-199).

ΥΠΟΘΕΣΙΣ ΑΝΩΝΪΜΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Τινὲς λέγουσιν, ὡς ὅτι καὶ τὸν λόγον τοῦτον ἔγραψε πρὸς Πολυκράτην, ἐπιλαμβανόμενος αὐτοῦ καὶ ἐν τούτῳ , οὐκ ἔστι δέ· καὶ γὰρ τὸ ἐναντίον συνέβη. Ἐκεῖνος γὰρ Πολυκράτης, ἐπελάβετο τοῦ Ἰσοκράτους ὡς; κακῶς γράψαντο; τὸν λόγον τοῦτον, ὥσπερ ἐκείνου ἐπελάβετο ἐν τῷ Βουσίριδι. Ἀλλὰ τί οὖν ἐροῦμεν; λέγομεν, ὅτι Γοργίου ἐπιλαμβάνεται τοῦ Λεοντίνου , τοῦ ἐνεγκόντος τὴν ῥητορικὴν εἰς τὴν Ἑλλάδα, ὡς κακῶς γράψαντος, ὡς καὶ αὐτὸς ἐν τοῖς προοιμίοις δηλοῖ ὑποκατιώ. Βέλτιον δὲ λέγειν, ὥσπερ ὁ Μαχάων, ὅτι πρὸς Ἀναξιμένην τὸν Λαμψακηνὸν γράφει. Φέρεται δὲ ἐκείνου λόγος, Ἑλένης ἀπολογία μᾶλλον οὖσα ἥπερ ἐγκώμιον. Ἐπαινεῖ μὲν γὰρ αὐτὸν, καθὰ καλὴν ὑπόθεσιν προείλετο γράφειν, περὶ Ἑλένης· ψέγει δὲ διὰ πολλῶν ἐν τοῖς προοίμιοις φιλοσόφους τινὰς, τοὺς μὴ αἱρουμένους τοιαύτας τινὰς καλὰς ὑποθέσεις γράφειν, ἀλλ' ἁπλῶς ἄτοπά τινα καὶ παράδοξα λέγειν ἐπινειροῦντας μηδεμίαν ὄνησιν ἔχόντα, ἅτινα καὶ διεξερχεται.

Discours.XI. Éloge de Busiris (t. II, p. 200-233).

ΥΠΟΘΕΣΙΣ ΤΟΥ ΒΟΥΣΙΡΙΔΟΣ ΑΔΗΑΟΥ TOΥ ΓΡΑΨΑΝΤΟΣ.

Τοῦτον. τὸν λόγον γράφει.πρὸς Πολυκράτη τινὰ σοφίστήν, ἐξ ἀνάγκης ἐλθόντα ἐπὶ τὸ σοφιστεύειν διὰ πενίαν, Ἀθήναῖον μὲν τῷ γένει, σοφιστεύοντα δὲ νῦν ἐν Κύπρῳ. Γράφει δὲ αὐτῷ, ὡς φίλος, ἐπανορθούμενος αὐτὸν δῆθεν ὡς σφαλέντα ἐν τούτοις τοῖς λόγοις οἷς 583 ἔγραφεν, ἔν τε τῷ ἐγκωμίῳ τοῦ Βουσίριδος καὶ ἐν τῇ κατηγορίᾳ τοῦ Σωκράτους. Αὐτὸς γάρ ἐστίν ὁ παράσχων τὸν λόγον τῆς κατηγορίας Σωκράτους τοῖς περὶ Ἄνυτον καὶ Μέλητον, ἵνα κατηγορηθεὶς άποθάνῃ. Κατηγοροῦν δὲ αὐτοῦ, ὡς ὅτι καινὰ δαιμόνια εἰσφέρει τοῖς Ἀθηναίοις, λέγων δεῖν σέβειν ὄρνεα καὶ κύνας καὶ τὰ τοιαῦτα, καὶ διὰ τοῦτο διαφθείρει τούς νέους τούς μανθάνοντας. Ἐζήτησαν δέ τινες, διὰ ποίαν αἰτίαν μὴ φανερῶς τὴν κατ' αὐτοῦ λόγον εἰσῆλθεν, εἴ γε φείδεται τοῦ διδασκάλου ; καὶ λέγομεν, ἵνα μὴ ὀργισθῶσιν οἱ Ἀθηναῖοι, ἀρτίως Σωκράτους καταψηφισάμενοι. Δοκεῖ οὖν διὰ τούτου ὥσπερ ἐλέγχειν αὐτοὺς ὡς κακῶς καταψηφισαμένους. Καὶ γὰρ καὶ αὐτοὶ μετέγνωσαν ὕστερον, ὅτι ἀσεβῶς ἔπραξαν καταψηφισάμενοι Σωκράτους, εἶτα καὶ σωφρονισθέντες διὰ τοῦ λοιμοῦ τοῦ ἐγκατασκήψαντος αὐτοῖς διὰ τὸν Σωκράτους θάνατον. Ἀπέθανε δὲ ἐπὶ Λάχητος ἄρχοντος. Ὅθεν λοιπὸν ἐκέλευσαν μηδένα δημοσίᾳ, οἷον ἐν κοινῷ θεάτρῳ, λέγειν περὶ Σωκράτους. Ἀμέλει λέγεται τι τοιοῦτον, ὡς ὅτι Εὐριπίδου βουλομένου εἰπεῖν περὶ αὐτοῦ καὶ δεδιότος, ἀναπλάσασθαι Παλαμήδην, ἵνα διὰ τούτου σχοίη καιρὸν τοῦ αἰνίξασθαι εἰς τὸν Σωκράτη καὶ εἰς τοὺς Ἀθηναίους « ἐκάνετε, ἐκάνετε τῶν Ἑλλήνων τὸν ἂριστον » ὃ ἔστίν ἐφονεύσατε. Καὶ νόησαν τὸ θέατρον ἅπαν ἐδάκρυσε, διότι περὶ Σωκράτους ᾐνίττετο. Γράφει οὖν αὐτῷ τὸν λόγον τοῦτον, ὥσπερ εἴπομεν, ἐπιλαμβανόμενος αὐτοῦ. Εἰ δέ τις ζητήσει τὴν αἰτίαν, διὰ τί μὴ καὶ τὸν ἄλλον λόγον εἶπεν εἰς τὸν Σωκράτην, λέγομεν, ὡς ἤδη περὶ τούτου προειρήκαμεν, ἵνα μὴ ὀργισθῶσιν αὐτῷ οἱ Ἀθηναῖοι ἔναγχος καταψηφισάμενοι.

Ἡ δ' ὑπόθεσις τοῦ Βουσίριδος τοιαύτη. Βούσιρις τῆς Λιβύης καὶ Ποσειδώνος ἐγένετο παῖς· οὗτος τεχθεὶς ἐν Λιβύῃ τῷ χώρᾳ, ὑπεριδὼν τῆς ἐκεῖ ο)ικήσεως εἵλετο τὴν ἐν Αἰγύπτῳ, καὶ κτίζει πόλιν ὁμώνυμον αὐτῷ Βούσιριν, ἥτις καὶ νῦν οὕτω κέκληται. Αἰτίαν δ' ἔσχεν ὡς ξενηλάτης καὶ ὡς θύων τοὺς ξένους. Ὁ οὖν Πολυκράτης, ἅτε δὴ καὶ σοφιστὴς καὶ λογογράφος, ἠθέλησε καὶ ἀπολογίαν γράψαι ὑπὲρ τοῦ Βουσίριδος καὶ ὑπὲρ τούτων ὧν ἐνεκαλεῖτο· εἰς ἣν αὐτοῦ ὁ Ἰσοκράτης ἐπιλαμβάνεται καὶ ὑποτίθεται αὐτὸς, πῶς ἔδει αὐτὸν γράψαι τὸ ἐγκώμιον. Διὸ καὶ ὁ λόγος οὗτος τῶν τεσσάρων ἐγκωμίων ἐστίν.

586 Discours XII. Discours panathénaïque (t. III, p. 234-415).

ΥΠΟΘΕΣΙΣ EK TOΥ ΦΩΤΙΟΥ.

Ὁ δὲ Παναθηναϊκὸς ἐγκιομιόν ἐστι τῆς Ἀθηναίων πόλεως καὶ τῶν προγόνων, ὃν ἀπάρξασθαι μέν φησι συγγράφειν ἐνενήκοντα καὶ τεττάρων ἐτῶν ἄγων ἡλικίαν, νόσου δὲ χαλεπῆς τριετίαν κατασχούσης ἐν τῷ ἐνενηκοστῳ ἑβδόμῳ εἰς πέρας ἀγαγεῖν τὸν λόγον.

Discours XIII. Discours contre les sophistes (t. II, p. 416-433).

ΥΠΟΘΕΣΙΣ ΑΝΩΝΓΜΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Οὗτος ὁ λόγος τῶν ἄγαν τεχνικῶς γεγραμμένων ἐστὶν Ἰσοκράτους, εἴπερ τις ἄλλος· ἐν τούτῳ γὰρ σχεδὸν ἅπασαν διέλαβε τὴν ῥητορικήν. Διδάσκει γὰρ ἡμᾶς ἐν αὐτῷ, ὁποῖος ὀφείλει εἶναι ὁ μαθητὴς, οἷος δὲ ὁ διδάσκαλος, καὶ διαιρεῖ τὸν λόγον εἰς δύο, εἴς τε τὴν ἑριστικήν φιλοσοφίαν καὶ εἰς τὴν πολιτικὴν ἀρετήν, ὅ ἐστι τὴν ῥητορικὴν, τοὺς ἐν αὐταῖς κακῶς ἐξεταζομένους ἐξελέγξαι βουλόμενος. Καὶ λέγει πρῶτον περὶ τῶν ἑριστικῶν, εἶτα περὶ τῶν πολιτικῶν· τέμνει δὲ τοῦτό εἰς δύο, εἴς τε τοὺς ἐπαγγελλομένους διδάσκειν, μὴ εἰδότας δὲ, καὶ εἰς τοὺς γράψαντας τέχνην ῥητορικὴν, πάλιν δὲ καὶ αὐτοὺς ἀγνοοῦντας. Ἐζήτησαν δέ τινες, διὰ ποίαν αἰτίαν οὕτως ἦλθεν ἐπὶ τοῦτον τὸν λόγον ὡστε ἁπλῶς καταδραμεῖν τούτων. Καὶ οἱ μὲν ἀπελογήσαντο, λέγοντες τὴν αἰτίαν, ἣν προείπομεν, διὰ τὸ.τὸν Ἀριστοτέλην λυπῆσαι αὐτὸν διὰ τὰ ἀφελέσθαι τὸν μαθητὴν αὐτοῦ, Θεοδέκτην ὀνόματι. Αὕτη δὲ ἡ αἰτία ὥς ἐστιν εὐήθης οὐ δύσκολον καταμαθεῖν· ουδὲ γὰρ κατὰ μόνων φιλοσόφων ποιεῖται τὸν λόγον ἀλλὰ καί ῥητόρων αὐτῶν. Ποία οὖν εἴη ἂν ἀληθής αἰτία ἡ αὕτη, διότι, ἑώρα ἐν τῷ χρόνῳ τοῦ λόγου τούτου πολλοὺς ἐπιπηδώντας ταῖς τέχναις ἀπερισκέπτως καὶ ἐπαγγελλομένους διδάσκειν ἅπερ οὐκ ἴσασι, καὶ σοφιζομένους τὴν ἀλήθειαν. Διὸ καὶ ὁ λόγος αὐτῷ ἐπιγέγραπται κατὰ τῶν σοφιστῶν, οὐχ ἁπλώς τῶν σοφιστευόντων ἀλλὰ κατὰ πάντων τῶν σόφιζομένων τὴν ἀλήθειαν. Τριχῶς γὰρ τοῦτο τοὔνομα λέγεται παρὰ τοῖς πάλαιοῖς· οἷον οὕτω σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν· ὅθεν καὶ ὀ Πλάτων φίλόσοφον καλεῖ τὸ πρῶτον 587 αἴτιον, τὸ φιλοῦν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ καλὸν, ὅθεν καὶ ὁ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν ἐκ τούτου παρωνόμασται, καθὰ καὶ αὐτὸς μιμεῖται τὸν θεὸν κατὰ τὸ δυνατόν· καὶ πάλιν σοφιστὴν καλοῦσιν αὐτὸν τὸν ῥήτορα, τὸν διδάσκοντα τοὺς Ῥητορικοὺς λόγους· σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν, περὶ οὗ νῦν διέρχεται. Ἐζήτησαν δέ τινες πάλιν καὶ διὰ τί αὐτὸς ὁ λόγος, εἴ γε εἷς ἐστι τῶν τεσσάρων ἐγκωμίων, κατὰ τῶν σοφιστῶν ἐπιγράφεται, καὶ ψόγος ἐστὶ καὶ μὴ ὅπερ οἰκεῖον ἐγκομίου, τὸ μᾶλλον ὑπέρ τινος λέγειν ἢ κατά τινος. Καὶ λέγομεν, ὅτι, ἐὰν σκοπήσῃ τις, ὑπὸ τί ἀνάγεται καὶ ὁ ψόγος καὶ τὸ ἐγκώμιον, ὅτι ἑκάτερον ὑπὸ ἓν εἶδος τὸ πανηγυρικὸν, εὐρήσει τὴν αἰτίαν· ἡ γὰρ οἰκειότης πρὸς τὸ ἐγκώμιον καὶ τὸ τοῖς αὐτοῖς κεφαλαίοις τέμνεσθαι τὸν ψόγον, ὥσπερ καὶ τὸ ἐγκώμιον, ἐποίησε καὶ τὸν ψόγον ἐγκώμιον ὀνομάζεσθαι κατὰ άντίφρασιν. Εἰ δέ τις εἴποι· διὰ τί δὲ μὴ δικανικοῦ εἴδους ἐστίν, εἴ γε καταδρομῇ κέχρηται, λέγομεν, ἐπειδὴ οὔτε ἐν δικαστηρίῳ ἐλέχθη οὔτε ἡ τιμωρία ὥρισται.

Discours XIV. Le Plataïque (t. II, p. 434-475).

ΥΠΟΘΕΣΙΣ ΑΝΩΝΓΜΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Περὶ τοὺς χρόνους τοῦ λόγου τούτου πολλο πλανῶνται· ζητοῦσι γὰρ, πῶς δυνατὸν εἰρηκέναι τὸν Ἱσοκράτην ὑπέρ Πλαταιέων, κατασκαφέντων ἐν τῇ γ' ἱστορίᾳ τοῦ Πελοποννησιακοῦ πολέμου, τὸν ὑστερον μετὰ πολλὰ ἔτη γενόμενον τῶν Πελοποννησιακῶν. Ἐγένετο γὰρ ἡ κατασκαφὴ τῶν Πλαταιέων ἐν τῷ ε' ἔτει τοῦ Πελοποννησιακοῦ· κατέσχε δὲ κ' καὶ ἑπτά ἔτη ὁ πᾶς πόλεμος, καὶ τὰ λοιπὰ κβ'· εἶτα ἐν ᾧ ἦρξαν Λακεδαιμόνιοι, τριάκοντα, ἤγουν πεντήκοντα δύο [κατὰ] Φιλίππου ἔτη εἴρηται ὁ λόγος, ὡς ἀνάγκη τὸν Ἰσοκράτην τριών ἐτῶν ὄντα εἰπεῖν τὸν λόγον, ὅπερ ἀδύνατον. Πρὸς ὃ καί τίνες ἀπολογούμενοι λέγουσιν, ὅτι πρὸς μελέτην εἴρηται ὁ λόγος ζητήματος· οὐκ ἔστι δέ. Ἀλλὰ τὸ δεύτερον κατεσκάφησαν οἱ Πλαταιεῖς· ὅτέ μὲν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ὑπὸ Λακεδαιμονίων χαριζομένων Θηβαίοις, εἶτα ὅτε ἐπολέμησαν Λακεδαιμόνιοι Θηβαίοις μετὰ τὸν Πελοποννησιακὸν πόλεμον καὶ ἐνίκησαν οἱ   Λακεδαιμόνιοι, πολεμίους ὁμόρους ἀναστήσαι Θηβαίοις βουλόμενοι ἀνῴκισαν Πλάταιαν; εἶτα 588  ὕστερον νικήσαντες οἱ Θηβαῖοι ἐν Λεύκτροις, κατέσκαψαν αὐτοὺς, Πλαταιέας, οὓς ὕστερον ἀνοικίζει πάλιν Φίλιππος κατὰ Θηβαίων. Κατασκαφέντες οὖν νῦν τὴν δευτέραν κατασκαφὴν ἔρχονται εἰς τὰς Ἁθήνας, ἀναλαβεῖν βουλόμενοι τὴν πόλιν διὰ τῶν Ἀθηναίων, εἰς οὓς κατέφυγον, ὥς φησιν ὁ Ἀριστείδης. Καὶ ἡ μέν υπδθεσις αὕτη· ἡ δὲ στάσις πραγματικὴ ἄγραφος.

Discours XV. Discours sur la permutation (t. III, p. 1-263).

ΥΠΟΘΕΣΙΣ ΕΚ ΤΟΥ ΦΩΤΙΟΥ.

Ὁ δὲ πετὶ τῆς ἀντιδόσεως ἐπιγραφόμενος λόγος δικανικός τις εἶναι δοκεῖ καὶ ἀπολογίαν ἔχων, ὧν Λυσίμαχος κακῶς εἶπεν Ἰσοκράτην. Δυο δὲ καὶ ὀγδοήκοντα ἐτῶν ὄντι οὗτος αὐτῷ μέγιστος ὢν τῶν ἄλλων λόγος συνετάγη. Ἔστι δ' ὁ λόγος σύμμικτος καὶ ποικίλος μᾶλλον ἢ οἱ ἄλλο· παρατίθεται δὲ καὶ τῶν ἄλλων αὐτοῦ λόγων περικοπὰςι τινας, ἐξ ὧν οὐ φθείρειν τοὺς νέους ἀλλ' ὠφελεῖν, τὸ κοινὸν ἐπιδείκνυσιν ἑαυτόν.

Discours XVI. Discours sur le couple de chevaux ou pour le fils d'Alcibiade (t. III, p. 264-303)f

Discours XVII. Discours trapézitique, ὃν ἔραψε ξένῳ τινὶ τῶν μαθητῶν κατὰ Πασίωνος τοῦ Τραπεζίτου. Dion. (t. III, p. 304 -345)

Discours XVIII. Exception contre Callimaque (t. III, p. 346-391).

Discours XIX. Discours éginétique, ὑπὲρ κλήρου ἀγωνιζόμενος. Phot. (t. III, p. 392-427).

Discours XX. Discours contre Lochitès, ὑβρεως καὶ πληγῶν δίκην ἀπαιτῶν. Phot. (t. III, p. 428-445).

Discours XXI. Discours contre Euthynus, ὑπὲρ Νικίου. Phot. (t. III, p. 446-463).

589 16-21.

ΕΚ ΤΟΥ ΔΙΟΝΥΣΙΟΥ

Τοιοῦτος μὲν δή τις ἐν τοῖς συμβουλευτικοῖς λόγοις ὁ ἀνηρ· ἐν δὲ τοῖς δικανικοῖς τὰ μὲν ἄλλα πάνυ ἀκριβὴς καὶ ἀληθινὸς καὶ τῷ Λυσίου χαρακτῆρι ἔγγιστα μὲν προσεληλυθὼς, ἐν δὲ τῇ συνθέσει τῶν ὀνομάτων τὸ λεῖον ἐκεῖνο καὶ εὐπρεπὲς ἔχων ἔλαττον μὲν ἢ ἐν ἄλλοις λόγοις, οὐ μὴν ἀλλ' ἔχων γε. Μηδεὶς δ' ἀγνοεῖν ὑπολάβῃ με, μήθ' ὅτι Ἀφαρεὺς, ὁ πρόγονός τε καὶ εἰσποίήτος Ἰσόκράτει γενόμενος, ἐν τῷ πρὸς Μεγακλείδην περὶ τῆς ἀντιδόσεως λόγῳ διορίζεται μηδεμίαν ὑπὸ τοῦ πατρός ὑπόθεσιν εἰς δικαστήοιον γεγράφθαι, μήθ' ὅτι δέσμας πάνυ πολλὰς δικαστικῶν λόγων Ἰσοκρατεων περιφέρεσθαί φησιν ὑπὸ τῶν βιβλιοπωλῶν Ἀριστοτέλης· ἐπίσταμαι γὰρ ταῦτα ὑπὸ τῶν ἀνδρῶν ἐκείνων λεγόμενα· καὶ οὔτ' Ἀριστοτέλει πείθομαι ῥυπαίνειν τὸν ἄνδρα βουλομένῳ, οὔτ Ἀφαρεῖ, τούτου γ' ἕνεκα λόγον εὐπρεπῆ πλαττομένῳ συντιθεμαι, ἵκανον ὁ ἡγησάμενος εἶναι τῆς ἀλήθειας βεβαιωτὴν τὸν Ἀθήναῖον Κηφισόδωρον, ὃς καὶ συνεβίώσεν Ἰσοκράτει καὶ γνησιότατος ἀκουστὴς ἐγένετο καὶ τὴν ἀπολογίαν τὴν πάνυ θαυμαστὴν ἐν ταῖς πρὸς Ἀριστοτέλην ἀντιγραφαῖς ἐποίησατο,  πιστεύω γεγράφθαι λόγους τινὰς ὑπὸ τοῦ ἀνδρὸς εἰς δικαστήρια, οὐ μέντοι πολλούς.