ANECDOTES PAR LE SÉNATEUR PROCOPE DE CÉSARÉE
ΠΡΟΚΟΠΙΟΥ ΑΝΕΚΔΟΤΑ.
(HISTOIRE SECRÈTE DE JUSTINIEN)
LIVRE IX DES HISTOIRES.
texte grec
chapitres I - XIII XIV - FIN
ΚΕΦΑΛΑΙΟΝ ΙΔ'.
1.
Πραγμάτων
γὰρ ἦν ἀωρία
πολλὴ, καὶ τῶν
εἰωθότων
οὐδὲν
ἔμεινεν,
ὧνπέρ μοι
ὀλίγων
ἐπιμνησθέντι,
σιωπῇ δοτέον
τὰ λοιπὰ,
ξύμπαντα, ὡς
μὴ ὁ λόγος
ἀπέ ραντος
εἴη. Πρῶτα μὲν
γὰρ οὐδὲν ἐς
βασιλικὸν
ἀξίωμα
ἐπιτηδείως
ἔχον, οὔτε
αὐτὸς εἶχεν,
οὔτε
ξυμφυλάσσειν
ἠξίου·
ἀλλὰ τήν τε
γλῶτταν καὶ
τὸ σχῆμα, καὶ
τὴν διάνοιαν
ἐβαρβάριζεν.
Ὅσα τε
γράφεσθαι
πρὸς αὐτοῦ
βούλοιτο, οὐ
τῷ τὴν
κοιαίστωρος
ἔχοντι τιμὴν,
ᾗπερ εἰώθει,
ἐπέστελλε
διοικεῖσθαι·
ἀλλ' αὐτός τε
τὰ πλεῖστα,
καίπερ οὕτω
τῆς γλώττης
ἔχων,
ἐκφέρειν
ἠξίου, καὶ
τῶν
παρατυχόντων
πολὺς ὅμιλος,
ὥστε τοὺς
ἐνθένδε
ἠδικημένους
οὐκ ἔχειν ὅτῳ
ἐπικαλοῖεν.
2.
Τοῖς
δὲ
Ἀσηκρῆτις
καλουμένοις,
οὐκ
ἀπεκέκριτο
τὸ ἀξίωμα, ἐς
τὸ τὰ
βασιλέως
ἀπόρρητα
γράφειν, ἐφ'
ᾧπερ τὸ
ἀνέκαθεν
ἐτετάχατο. Ἀλλὰ
τά τε ἄλλα
ἔγραφεν
αὐτὸς ὡς
εἰπεῖν
ἅπαντα·
καὶ εἴ που
διατάσσειν
τοὺς
διαιτῶντας
ἐν πόλει
δεήσειεν, (ἠγνόουν)
ὅποι ποτὲ
αὐτοῖς τὰ ἐς
τὴν γνῶσιν
ἰτέον εἴη. Οὐ
γὰρ εἴα τινὰ
ἔν γε τῇ
Ῥωμαίων ἀρχῇ
γνώμῃ
αὐτονόμῳ τὰς
ψήφους
διδόναι·
ἀλλὰ
αὐθαδιζόμενος
ἀλογίστῳ
τινὶ
παρρησίᾳ,
κρίσεις τε
αὐτὸς τὰς
ἐσομένας
ἐρρύθμιζεν,
ἀκοῆς λόγον
πρός του τῶν
διαφερομένων
λαβὼν, καὶ
ἀνάδικα
εὐθὺς
ἀβασανίστως
τὰ
δεδικασμένα
ἐποίει, οὐ
νόμῳ τινὶ ἢ
δικαίῳ
ἠγμένος, ἀλλ'
ἀπαρακαλύπτως
αἰσχροκερδείᾳ
ἡσσώμενος.
Δωρο δοκῶν
γὰρ ὁ
βασιλεὺς οὐκ
ᾐσχύνετο,
πᾶσαν αὐτοῦ
τὴν αἰδῶ τῆς
ἀπληστίας
ἀφελομένης.
3.
Πολλάκις δὲ
τά τε τῇ
συγκλήτῳ
βουλῇ καὶ τῷ
αὐτοκράτορι
δεδοκιμασμένα,
ἐς ἑτέραν
τινὰ
ἐτελεύτησε
κρίσιν. Ἡ μὲν
γὰρ βουλὴ
ὥσπερ ἐν
εἰκόνι
ἐκάθητο, οὔτε
τῆς ψήφου
οὔτε τοῦ
καλοῦ κυρία
οὖσα·
σχήματος δὲ
μόνου καὶ
νόμου
ξυνειλεγμένη
παλαιοῦ
εἵνεκα·
ἐπεὶ οὐδὲ
φωνὴν
ἀφεῖναί τινα
ὁτῳοῦν τῶν
ἐνταῦθα
ξυνειλεγμένων
τὸ παράπαν
ἐξῆν·
ἀλλ' ὅ τε
βασιλεὺς καὶ
ἡ σύνοικος ἐκ
τοῦ ἐπὶ
πλεῖστον
διαλαγχάνειν
μὲν ἀλλήλοιν
τῶν
διαφερομένων
ἐσκήπτοντο·
ἐνίκα δὲ τὰ
ἐν σφίσιν
αὐτοῖς ὑπὲρ
τούτων
ξυγκείμενα.
Ἢν δέ τῳ
δόξειεν οὐκ
ἐν ἀσφαλεῖ
εἶναι
παρανενομηκότι
νενικηκέναι·
ὅδε καὶ ἄλλο
τι χρυσίον τῷ
βασιλεῖ
τούτῳ
προέμενος,
νόμον εὐθὺς
διεπράττετο
ἀπ' ἐναντίας
ἁπάντων
ἐλθόντα τῶν
πρόσθεν
κειμένων. Ἢν
δὲ καί τις
ἕτερος
τοῦτον δὴ τὸν
νόμον τὸν
ἀπολωλότα
ἐπιζητοίη,
αὖθις αὐτὸν
μετακαλεῖν
τε καὶ
ἀντικαθιστάναι
αὐτοκράτωρ,
οὐδαμῆ
ἀπηξίου.
4.
Οὐδέν
τε ἐν τῷ τῆς
δυνάμεως
βεβαίῳ
εἱστήκει, ἀλλ'
ἐπλανᾶτο
περιφερομένη
πανταχόσε ἡ
τῆς δίκης
ῥοπὴ·
ὅπη ἂν αὐτὴν
βαρήσας ὁ
πλείων
χρυσὸς
ἀνθέλκειν
ἰσχύοι·
ἔκειτό τε ἐν
τῷ δημοσίῳ
τῆς ἀγορᾶς,
καὶ ταῦτα ἐκ
Παλατίου, καὶ
προὐτίθετο
οὐ
δικαστικῆς
μόνον, ἀλλὰ
καὶ
νομοθετικῆς
πωλητήρια.
5.
Τοῖς
δὲ
Ῥαιφερενδαρίοις
καλουμένοις
οὐκέτι
ἀπέχρη
ἀνενεγκεῖν
εἰς τὸν
βασιλέα τὰς
τῶν
ἱκετευόντων
δεήσεις, ἐς δὲ
τὰς ἀρχὰς
ἀναγγεῖλαι
μόνον, ᾗπερ
εἰώθει·
ὅ τι ἂν αὐτῷ
ἀμφὶ τῷ
ἱκέτῃ δοκῇ·
ἀλλὰ
ξυμφορήσαντες
ἐκ πάντων
ἀνθρώπων τὸν
ἄδικον λόγον,
φενακισμοῖς
μὲν τὸν
Ἰουστινιανὸν
καὶ
παραγωγαῖς
τισιν
ἐξηπάτων·
τοῖς ταῦτα
ἐπιτηδεύουσιν
ὑποκείμενον
φύσει. Ἔξω δὲ
αὐτίκα
γενόμενοι,
καὶ τῶν
σφίσιν
ὡμιληκότων
τοὺς
ἀντιδίκους
καθείρξαντες,
χρήματα
οὐδενὸς
ἀμυνομένου (ἀνεξελέγκτως)
ἐπράσσοντο,
ὅσα ἂν αὐτοῖς
διαρκῆ εἴη.
6.
Καὶ
στρατιῶται
οἱ τὴν ἐν
Παλατίῳ
φρουρὰν
ἔχοντες, ἐν τῇ
βασιλείῳ
στοᾷ παρὰ
τοὺς
διαιτῶντας
γενόμενοι,
βιαίᾳ χειρὶ
τὰς δίκας
ἐσῆγον.
Πάντες τε ὡς
εἰπεῖν τὴν
αὑτῶν
ἐκλιπόντες
τάξιν, ὁδοὺς
τότε κατ'
ἐξουσίαν
ἐβάδιζον
ἀπόρους τε
καὶ
ἀστιβήτους
σφίσι τὰ
πρότερα
οὔσας·
καὶ τὰ
πράγματα
πλημμελῶς
πάντα
ἐφέρετο, οὐδὲ
ὀνόματός
τινος ἰδίου
μεταλαχόντα·
ἐῴκει τε ἡ
πολιτεία
βασιλίδι
παιζόντων
παιδίων. Ἀλλὰ
τὰ μὲν ἄλλα
μοι παριτέον,
ὥσπερ τοῦδε
ἀρχόμενος
τοῦ λόγου
ὑπεῖπον.
7.
Λελέξεται δὲ
ὅστις ἀνὴρ
πρῶτος
δικάζοντα
δωροδοκεῖν
τὸν βασιλέα
τοῦτον
ἀνέπεισε.
Λέων ἦν τις,
Κίλιξ μὲν
γένος, ἐς δὲ
φιλοχρηματίαν
δαιμονίως
ἐσπουδακώς.
Οὗτος ὁ Λέων
κράτιστος
ἐγένετο
κολάκων
ἁπάντων, καὶ
οἷος ταῖς τῶν
ἀμαθῶν
διανοίαις (τὸ)
δόξαν
ὑποβαλέσθαι.
Πειθὼ γάρ οἵ
τινα
ξυναιρομένην
ἐς τοῦ
τυράννου τὴν
ἀβελτερίαν
ἐπὶ φθόρῳ
τῶν ἀνθρώπων
εἶχεν. Οὗτος (ὁ)
ἀνὴρ πρῶτος
Ἰουστινιανὸν
ἀναπείθει
ἀπεμπολεῖν
χρημάτων τὰς
δίκας.
8.
Ἐπειδή
τε κλέπτειν
ὅδε ὁ ἀνὴρ
τρόπῳ τῷ
εἰρημένῳ
ἔγνω, οὐκέτι
ἀνίε·,
ἀλλ' ὁδῷ
προϊὸν τὸ
κακὸν τοῦτο
ἐπὶ μέγα
ἐχώρει·
ὅστις τε
δίκην λαχεῖν
ἄδικον τῶν
τινι
ἐπιεικῶν ἐν
σπουδῇ εἶχεν·
εὐθὺς παρὰ
τὸν Λέοντα
ᾖει·
καὶ μοῖραν
τῶν
ἀντιλεγομένων
τινὰ
ὁμολογήσας
τῷ τε τυράννῳ
καὶ αὐτῷ
κείσεσθαι,
αὐτίκα
νενικηκὼς, οὐ
δέον,
ἀπηλλάσσετο
ἐκ τοῦ
Παλατίου. Καὶ
Λέων μὲν
χρήματα
ἐνθένδε
περιβαλέσθαι
μεγάλα
κομιδῆ
ἴσχυσε·
χώρας τε
πολλῆς
κύριος
γέγονε·
Ῥωμαίοις δὲ
τὴν
πολιτείαν
αἰτιώτατος
γέγονεν ἐς
γόνυ ἐλθεῖν.
9.
Ἦν
τε οὐδὲν τοῖς
ξυμβεβηκόσιν
ὀχύρωμα, οὐ
νόμος, οὐχ
ὅρκος, οὐ
γράμματα, οὐ
ποινὴ
ξυγκειμένη,
οὐκ ἄλλο τῶν
πάντων οὐδὲν,
ὅτι μὴ Λέοντι
καὶ βασιλεῖ
χρήματα
προέσθαι. Οὐ
μὴν οὐδὲ
τοῦτο ἐν τῷ
βεβαίῳ τῆς
γνώμης τῆς
τοῦ Λέοντος
ἔμενεν, ἀλλὰ
μισθαρνεῖν
καὶ πρὸς τῶν
ἐναντίων
ἠξίου.
Κλέπτων γὰρ
ἀεὶ ἐφ'
ἑκάτερα τῶν
ἐπ' αὐτῷ
προστεθαρρηκότων,
ὀλιγωρεῖν τε
καὶ ἀπ'
ἐναντίας
ἰέναι, οὐδαμῆ
αἰσχύνην
ὑπώπτευεν
εἶναι. Οὐδὲν
γὰρ αἰσχρὸν,
εἰ μόνον τὸ
κερδαίνειν
προσῇ,
ἐδόξαζέν οἱ
αὐτῷ
ἐπαμφοτερίζοντι
ἔσεσθαι. Ὁ
μὲν οὖν
Ἰουστινιανὸς
τοιοῦτός τις
ἦν.
ΚΕΦΑΛΑΙΟΝ ΙΕ'.
1.
Θεοδώρα
δὲ ἐν τῷ
βεβαίῳ τῆς
ἀπανθρωπίας
ἐνδελεχέστατα
ἐπεπήγει τὴν
γνώμην. Ἄλλῳ
μὲν γὰρ
ἀναπεισθεῖσα
ἢ
ἀναγκασθεῖσα;
εἰργάζετο
οὐδὲν πώποτε·
αὐτὴ δὲ τὰ
δόξαντα
ἐπετέλει
αὐθαδιαζομένη
δυνάμει τῇ
πάσῃ, οὐδενὸς
ἐξαιτεῖσθαι
τὸν
παραπεπτωκότα
τολμῶντος.
Οὐδὲ γὰρ
χρόνου μῆκος,
οὐ κολάσεως
πλησμονὴ, οὐχ
ἱκετείας τις
μηχανὴ, οὐ
θανάτου
ἀπειλὴ·
ὅτι δὴ ἐξ
οὐρανοῦ
πεσεῖται τῷ
παντὶ γένει
ἐπίδοξος
οὖσα,
καταθέσθαι
αὐτήν τι τῆς
ὀργῆς ἔπειθε.
Καὶ
συλλήβδην
Θεοδώραν τῷ
προσκεκρουκότι
καταλλαγεῖσαν,
οὐδείς ποτε
εἶδεν, οὐδὲ
ἐξ ἀνθρώπων
ἀφανισθέντι·
ἀλλὰ τοῦ
τετελευτηκότος
ὁ παῖς
διαδεξάμενος
τὸ τῆς
βασιλίδος
ἔχθος, ὥσπερ
ἄλλο τι τοῦ
πατρὸς, ἐς
τριγένειαν
παρέπεμπεν. Ὁ
γὰρ θυμὸς
αὐτῇ
κινεῖσθαι
μὲν εἰς
ἀνθρώπων
φθορὰν
ἑτοιμότατος
ἦν, ἐς δὲ τὸ
λωφῆσαι
ἀμήχανος.
2.
Τὸ
μέντοι σῶμα
ἐθεράπευε,
μειζόνως μὲν
ἢ κατὰ τὴν
χρείαν,
ἐλασσόνως δὲ
ἢ κατὰ τὴν
αὐτῆς
ἐπιθυμίαν.
Ταχύτατα μὲν
γὰρ ἐς τὸ
βαλανεῖον
εἰσῄει,
ὀψιαίτατα δὲ
ἀπαλλαγεῖσα,
καὶ
καταλουσαμένη,
ἐς τὸ
ἀκρατίζεσθαι
ἐνθένδε
ἐχώρει.
Ἀκρατισαμένη
δὲ, ἡσυχίαν
ἦγεν.
Ἀριστῶσα
μέντοι, καὶ
δεῖπνον
αἱρουμένη ἐς
πᾶσαν ἰδέαν
ἐδωδίμων τε
καὶ ποτῶν
ἤρχετο·
ὕπνοι τε
αὐτῆς ἀεὶ
μακρότατοι
ἀντελαμβάνοντο·
ἡμερινοὶ μὲν
ἄχρι πρώτων
νυκτῶν·
νυκτερινοὶ
δὲ ἄχρις
ἡλίου
ἀνίσχοντος.
Εἰς πᾶσάν τε
οὕτως
ἀκρασίας
ἐκπεπτωκυῖα
τρίβον, ἐς
τόσον ἡμέρας
καιρὸν,
ἅπασαν
διοικεῖσθαι
ἠξίου τὴν
Ῥωμαίων
ἀρχήν.
3.
Καὶ
ἤν τῳ
ἐπιστείλειε
πρᾶξίν τινα ὁ
βασιλεὺς οὐκ
αὐτῆς γνώμῃ,
ἐς τοῦτο
τύχης
περιειστήκει
τούτῳ δὴ τῷ
ἀνθρώπῳ τὰ
πράγματα·
ὥστε οὐ πολλῷ
ὕστερον, τῆς
τε τιμῆς
παραλυθῆναι
ξὺν ὕβρει
μεγάλῃ, καὶ
ἀπολωλέναι
θανάτῳ
αἰσχίστῳ.
4.
Τῷ
μὲν οὖν
Ἰουστινιανῷ
ἅπαντα
πράσσειν
ῥᾴδιον ἦν·
οὐχ ὅσον τῷ
τῆς διανοίας
εὐκόλῳ, ἀλλ'
ὅτι καὶ
ἄυπνος ἦν ἐπὶ
πλεῖστον,
ὥσπερ
εἴρηται, καὶ
εὐπρόσοδος
πάντων
μάλιστα.
Πολλὴ γὰρ
ἀνθρώποις
ἐξουσία
ἐγίνετο,
καίτοι
ἀδόξοις τε
καὶ ἀφανέσι
παντάπασιν
οὖσιν·
οὐχ ὅτι
ἐντυχεῖν τῷ
τυράννῳ
τούτῳ, ἀλλὰ
καὶ
κοινολογεῖσθαι
καὶ ἐξ
ἀπορρήτων
συγγίνεσθαι.
5.
Παρὰ
δὲ τὴν
βασιλίδα,
οὐδὲ τῶν
ἀρχόντων
τινὶ ὅτι μὴ
χρόνῳ τε καὶ
πόνῳ πολλῷ
εἰσιτητὰ ἦν,
ἀλλὰ
προσήδρευον
μὲν ἐς ἀεὶ
ἅπαντες,
ἀνδραποδώδη
τινὰ
προσεδρείαν
ἐν δωματίῳ
στενῷ τε καὶ
πνιγηρῷ, τὸν
ἅπαντα
χρόνον. Κίνδυνος
γὰρ
ἀπολελεῖφθαι
τῶν ἀρχόντων
τινὶ
ἀνύποιστος
ἦν. Ἵσταντο δὲ
διηνεκὲς ἐπ'
ἄκρων
δακτύλων·
καθυπέρτερον
ἕκαστος τῶν
πέλας
διατεινόμενος
τὸ πρόσωπον
ἔχειν·
ὅπως αὐτὸν
ἔνδοθεν
ἐξιόντες
εὐνοῦχοι
ὁρῷεν.
Ἐκαλοῦντο δὲ
αὐτῶν τινες
μόλις τε καὶ
ἡμέραις
πολλαῖς
ὕστερον·
ἐσιόντες δὲ
παρ' αὐτὴν ξὺν
δέει πολλῷ,
ὅτι τάχιστα
ἀπηλλάσσοντο,
προσκυνήσαντες
μόνον, καὶ
ταρσοῦ
ἑκατέρου
ποδὸς ἄκρῳ
χείλει
ἁψάμενοι.
Φθέγγεσθαι
γὰρ ἢ
αἰτεῖσθαί τι,
μὴ ἐκείνης
ἐγκελευομένης,
οὐδεμία
παρρησία
ἐγίνετο.
6.
Ἐς
δουλοπρέπειαν
γὰρ ἡ
πολιτεία
ἦλθε,
δουλοδιδάσκαλον
αὐτὴν ἔχουσα.
Οὕτω τε
Ῥωμαίοις τὰ
πράγματα
διεφθείρετο,
τοῦ μὲν
τυράννου τῷ
ἄγαν εὐήθει
δοκοῦντι
εἶναι·
Θεοδώρας δὲ
τῷ χαλεπῷ καὶ
λίαν δυσκόλῳ.
Ἐν μὲν γὰρ τῷ
εὐήθει τὸ
ἀβέβαιον ἦν·
ἐν δὲ τῷ
δυσκόλῳ τὸ
ἄπρακτον. Ἐν
τοῖς μὲν οὖν
τῆς τε γνώμης
αὐτοῖς καὶ
τῆς διαίτης
τὸ
διαλλάσσον
ἐφαίνετο·
κοινὰ δὲ ἦν
αὐτοῖς ἥ τε
φιλοχρηματία,
καὶ ἡ τῶν
φόνων
ἐπιθυμία, καὶ
τὸ μηδενὶ
ἀληθίζεσθαι.
Ἄμφω γὰρ
ἐπιτηδείως
ἐς τὰ μάλιστα
ψεύδεσθαι
εἶχον
7.
Καὶ
ἢν μέν τις τῶν
Θεοδώρᾳ
προσκεκρουκότων
ἁμαρτάνειν
λέγοιτό τι,
βραχύ τε καὶ
λόγου οὐδαμῆ
ἄξιον, αἰτίας
εὐθὺς
ἀναπλάσσουσα
τῷ ἀνθρώπῳ
οὐδὲν
προσηκούσας,
ἐς μέγα τι
κακοῦ τὸ
πρᾶγμα ᾖρεν.
Ἐγκλημάτων
τε ἠκούετο
πλῆθος, καὶ
καταλύσεως
πέρι τῶν
καθεστώτων
ληίίζεσθαι
δικαστήριον
ἦν·
καὶ δικασταὶ
ξυνελέγοντο
πρὸς αὐτῆς
ἀγειρόμενοι,
οἳ δὴ ἔμελλον
διαμαχέσασθαι
πρὸς
ἀλλήλους,
ὅστις ἂν
αὐτῶν μᾶλλον
τῶν ἄλλων
ἀρέσκειν τῇ
ἐς τὴν γνῶσιν
ἀπανθρωπίᾳ
τῇ βασιλίδι
τὸ βούλημα
ἱκανὸς
γένοιτο. Οὕτω
τε τοῦ
παραπεπτωκότος
τὴν μὲν
οὐσίαν
αὐτίκα ἐς τὸ
δημόσιον
ἀνάγραπτον
ἐποίει·
πικρότατα δὲ
αὐτὸν
αἰκισαμένη,
καίπερ ἴσως
εὐπατρίδην
τὸ ἀνέκαθεν
ὄντα·
ἢ φυγῇ
ζημιοῦν ἢ
θανάτῳ
οὐδαμῆ
ἀπηξίου.
8.
Ἢν
δέ γε τῶν
αὐτῇ
ἐσπουδασμένων
τινὶ ἐπὶ
φόνοις
ἀδίκοις, ἢ
ἑτέρῳ τῳ τῶν
μεγίστων
ἀδικημάτων
ἁλῶναι
ξυμβαίνῃ,
διασύρουσα
καὶ
χλευάζουσα
τὴν τῶν
κατηγόρων
ὁρμὴν·
σιωπᾶν τὰ
προσπεσόντα
οὔτι
ἐθελουσίους
ἠνάγκαζεν.
Ἀλλὰ καὶ τῶν
πραγμάτων τὰ
σπουδαιότατα
εἰς
γελωτοποιίαν
μεταβάλλειν,
ὅταν αὐτῇ
δοκῇ, ὥσπερ ἐν
σκηνῇ καὶ
θεάτρῳ ἔργον
πεποίηται.
9.
Καί
ποτε ἦν τις
τῶν
πατρικίων
γέρων τε καὶ
χρόνον πολὺν
ἐν ἀρχῇ
γεγονὼς, (οὗπερ
ἐγὼ τὸ ὄνομα
ἐξεπιστάμενος
ὡς ἥκιστα
ἐπιμνήσομαι,
ὡς μὴ
ἀπέραντον
τὴν ἐς αὐτὸν
ὕβριν
ποιήσωμαι),
τῶν αὐτῇ
ὑπηρετούντων
τινὰ,
ὀφείλοντά οἱ
χρήματα
μεγάλα
εἰσπράξασθαι
οὐχ οἷός τε
ὢν, ἐσῆλθε παρ'
αὐτὴν, τόν τε
συμβαλόντα
αἰτιασόμενος,
καὶ
δεηθησόμενος
αὐτῷ
βοηθῆσαι τὰ
δίκαια. Ὅπερ ἡ
Θεοδώρα
προμαθοῦσα,
τοῖς
εὐνούχοις
ἐπέστελλεν,
ἐπειδὰν ὁ
πατρίκιος
πρὸς αὐτὴν
ἵκοιτο,
κυκλώσασθαι
μὲν αὐτὸν
ἅπαντας,
ἐπακούειν δὲ
αὐτῇ
φθεγγομένῃ,
ὑπειποῦσα ὅ
τι αὐτοὺς
ἀντιφθέγγεσθαι
δεῖ. Ἐπεὶ δὲ ὁ
πατρίκιος ἐς
τὴν
γυναικωνῖτιν
(ἦλθε),
προσεκύνησε
μὲν ὥσπερ
αὐτὴν
προσκυνεῖν
εἴθιστο·
δεδακρυμένῳ
δὲ ἐοικὼς·
10.
Ἐν
προαστείοις
δὲ τοῖς
ἐπιθαλαττίοις
τὸ πλεῖστον
τοῦ ἔτους, καὶ
οὐχ ἥκιστα ἐν
τῷ
ἐπικαλουμένῳ
Ἡρίῳ
διατριβὴν
εἶχε, καὶ ἀπ'
αὐτοῦ τῶν
ἑπομένων ὁ
πολὺς ὅμιλος
κακοπαθείᾳ
πολλῇ εἴχετο.
Τῶν τε (γὰρ)
ἀναγκαίων
ἐσπάνιζον,
καὶ
θαλαττίοις
ὡμίλουν
κινδύνοις·
ἄλλως τε καὶ
χειμῶνος, ἂν
οὕτω τύχῃ,
ἐπιπεσόντος,
ἢ τοῦ κήτους
ἐνταῦθά ποι
ἐπισκήψαντος.
Ἀλλ' αὐτοὶ τὰ
πάντων
ἀνθρώπων
κακὰ οὐδὲν
πρᾶγμα ᾤοντο
εἶναι, ὅσον ἤν
γε μόνον
αὐτοῖς
τρυφᾶν ἐξείη.
ΚΕΦΑΛΑΙΟΝ Ι ΣΤΙΓΜΑ'.
1. Ὁποῖος δὲ ὁ
Θεοδώρας
πρὸς τρόπος
τοὺς
προσκεκρουκότας
ἐφαίνετο,
αὐτίκα
δηλώσω,
ὀλίγων
δηλονότι
ἐπιμνησθεὶς,
ὡς μὴ
ἀτελεύτητα
πονεῖν
δόξαιμι. Ἡνίκα
Ἀμαλασοῦνθα
τῆς ἐν
Γότθοις
ἀπαλλαξείουσα
διατριβῆς,
μεταμπίσχεσθαί
τε τὸν βίον
ἔγνω, καὶ τὴν
ἐπὶ τὸ
Βυζάντιον
διενοεῖτο
πορεύεσθαι·
ὥσπερ μοι ἐν
τοῖς
ἔμπροσθεν
λόγοις
ἐρρήθη·
λογισαμένη ἡ
Θεοδώρα, ὡς
εὐπατρίδης
τε ἡ γυνὴ καὶ
βασιλὶς εἴη,
καὶ ἰδεῖν μὲν
εὐπρεπὴς
ἄγαν,
ἐπινοεῖν δὲ ὅ
τι ἂν
βούλοιτο
γοργὸς
μάλιστα,
ὕποπτον δὲ
αὐτῆς
ποιησαμένη
τό τε
μεγαλοπρεπὲς
καὶ
διαφερόντως
ἀρρενωπὸν·
ἅμα δὲ καὶ τὸ
τοῦ ἀνδρὸς
ἐλαφρὸν
δείσασα, οὐκ
ἐπὶ μικροῖς
τὴν
ζηλοτυπίαν
ἐξήνεγκεν,
ἀλλ'
ἐνεδρεύειν
τὴν γυναῖκα,
μέχρις ἐς
θάνατον, ἐν
βουλῇ ἔσχεν.
2.
Αὐτίκα
τοίνυν
ἀναπείθει
τὸν ἄνδρα,
Πέτρον μόνον
αὐτὸν ἅτε
πρεσβεύσοντα,
ἐς Ἰταλίαν
πέμψαι. ᾯ δὴ
στελλομένῳ
βασιλεὺς μὲν
ἐπέστελλεν,
ἅπερ μοι ἐν
τοῖς
ἐγκαίροις
δεδιήγηται
λόγοις·
ἵνα δή μοι τῶν
πεπραγμένων
ἐκπύστους
ποιεῖσθαι
τὰς ἀληθείας
δέει τῆς
βασιλίδος
ἀδύνατα ἦν.
Αὐτὴ δὲ τοῦτο
ἐπήγγελλε
μόνον, ὅτι
τάχιστα τὴν
γυναῖκα ἐξ
ἀνθρώπων
ἀφανιεῖν, ἐπ'
ἐλπίδος
ὀχεῖσθαι
μεγάλων
ἀγαθῶν, ἢν τὰ
ἐπηγγελμένα
ποιοίη,
καταστησαμένη
τὸν ἄνθρωπον.
Καὶ ὃς ἐν
Ἰταλίᾳ
γενόμενος (οὐ
γὰρ οἶδεν
ἀνθρώπου
φύσις
ὀκνηρῶς ἐς
ἄδικον φόνον
ἰέναι, ἀρχῆς
τινος ἴσως ἢ
χρημάτων ἐν
ἐλπίδι
κειμένων
μεγάλων), οὐκ
οἶδα ἥντινα
Θευδάτῳ
παραίνεσιν
ποιησάμενος,
διαχρήσασθαι
τὴν
Ἀμαλασοῦνθαν,
ἀνέπεισε. Καὶ
ἀπ' αὐτοῦ, ἔς
τε τὸ τοῦ
μαγίστρου
ἀξίωμα ἦλθε,
καὶ ἐπὶ
πλεῖστον
δυνάμεώς, καὶ
μάλιστα
πάντων
ἔχθους. Τὰ μὲν
οὖν κατὰ τὴν
Ἀμαλασοῦνθαν
ἐς τοῦτο
ἐτελεύτα.
3.
Ἦν δέ τις
Ἰουστινιανῷ
ἐπιστολογράφος,
Πρίσκος
ὀνόματι, ἄγαν
πονηρὸς μὲν
καὶ Παφλαγὼν,
καὶ πρέπων τῷ
προστάτῃ τὸν
τρόπον
ἀρέσκειν·
λίαν δὲ πρὸς
αὐτὸν
εὐνοϊκῶς
ἔχων, καὶ πρὸς
αὐτοῦ
τυγχάνειν
τῶν ὁμοίων
οἰόμενος·
διὸ δὴ καὶ
χρημάτων
μεγάλων, ὧν
κύριος
ὑπῆρχεν, οὐκ
ἐν δίκῃ
τάχιστα
γέγονε.
Τοῦτον δὴ ἅτε
ὀφρυάζοντά
τε, καί οἱ
ἀντιτείνειν
πειρώμενον, ἡ
Θεοδώρα ἐς
τὸν ἄνδρα
διέβαλε. Καὶ
τὰ μὲν πρῶτα
οὐδὲν ἤνυσεν·
οὐ πολλῷ δὲ
ὕστερον αὐτὴ
μὲν τὸν
ἄνθρωπον
χειμῶνος
μέσου εἰς
ναῦν
ἐμβιβάσασα·
ὅπῃ ἐβούλετο
ἔπεμψε·
καὶ
ἀποθρίξασα·
ἱερέα οὔτι
ἑκούσιον
ἠνάγκασεν
εἶναι. Αὐτὸς
δὲ δόκησιν
παρεχόμενος,
ὅτι δὴ τῶν
ποιουμένων
οὐδὲν εἰδείη,
Πρίσκον μὲν
οὐ
διηρευνᾶτο
ὅπῃ γῆς εἴη
οὐδὲ ἐν
μνήμῃ τὸ
λοιπὸν εἶχεν·
ἀλλὰ σιωπῇ
ὥσπερ
ληθάργῳ
ἁλοὺς
καθῆστο, τὰ
μέντοι
χρήματα
ὀλίγων οἱ
ἀπολελειμμένων
ἐληίίσατο
πάντα.
4.
Ὑποψίας δὲ
συμπεσούσης
αὐτῇ
ἐρωτολήπτῳ
εἶναι εἰς τῶν
οἰκετῶν ἕνα,
Ἀρεόβινδον
ὄνομα,
βάρβαρον μὲν
γένος,
εὐπρεπῆ δὲ
καὶ νεανίαν·
ὅνπερ ταμίαν
αὐτὴ
καταστησαμένη
ἐτύγχανεν,
ἀπολύσασθαι
βουλομένη τὸ
ἔγκλημα,
καίπερ, ὥς
φασι, τοῦ
ἀνθρώπου
δαιμονίως
ἐρῶσα·
ἐν μὲν τῷ
παρόντι
πικρότατα
αὐτὸν ἀπ'
οὐδεμιᾶς
αἰτίας
αἰκίζεσθαι
ἔγνω·
τὸ δὲ λοιπὸν
οὐδέν τι ἀμφ'
αὐτῷ ἔγνωμεν·
οὐδέ τις
αὐτὸν ἄχρι
νῦν εἶδεν. Ἢν
γάρ τι τῶν
πρασσομένων
ἀποκρύπτεσθαι
αὐτῇ
βουλομένῃ
εἴη, τοῦτο δὴ
ἄρρητόν τε
καὶ
ἀμνημόνευτον
ἅπασιν
ἔμεινε, καὶ
οὔτε τῷ
ἐπισταμένῳ
ἀγγεῖλαι τῶν
τινι
ἀναγκαίων
ἔτι ἐξῆν,
οὔτε τῷ
μανθάνειν
βουλομένῳ
πυνθάνεσθαι,
κἂν πάνυ τις
περίεργος ἦν.
5.
Τοιοῦτο γὰρ
δέος, ἐξ οὗ
γεγόνασιν
ἄνθρωποι, ἐκ
τυράννων
οὐδενὸς
γέγονεν·
ἐπεὶ οὐδὲ
λαθεῖν τινα
τῶν
προσκεκρουκότων
οἷόν τε ἦν.
Πλῆθος γὰρ
κατασκόπων
αὐτῇ τὰ
λεγόμενα καὶ
πρασσόμενα
ἔν τε τῇ
ἀγορᾷ καὶ
ταῖς οἰκίαις
ἐσήγγελλον.
Ἡνίκα τοίνυν
τοῦ
παραπεπτωκότος
τὴν κόλασιν
ἐκφέρεσθαι
οὐδαμῆ
ἤθελεν,
ἐποίει τάδε.
Τὸν ἄνθρωπον
μετακαλεσαμένη,
ἤν τις τῶν
λογίμων
ἐτύγχανεν ὢν,
μόνη τε αὐτὴ
τῶν
ὑπουργούντων
τινὶ
παραδοῦσα
μόνῳ,
ἐπήγγελλεν
εἰς τὰς
ἐσχατιὰς
αὐτὸν
μετακομίσαι
τῆς Ῥωμαίων
ἀρχῆς. Καὶ ὃς
ἀωρὶ τῶν
νυκτῶν
κατακεκαλυμμένον
αὐτὸν, καὶ
δεθέντα, εἰς
τὴν ναῦν
ἐμβιβάσας,
καὶ σὺν αὐτῷ
γεγονὼς, οὗ οἱ
πρὸς τῆς
γυναικὸς
ἐπετέτακτο,
ἐνταῦθα
παρεδίδου
λαθραιότερον
τῷ ἐς ταύτην
τὴν
ὑπουργίαν
ἱκανῶς
ἔχοντι·
φυλάσσειν τε
ὡς
ἀσφαλέστατα
ἐπιστείλας
τὸν ἄνθρωπον,
καὶ ἀπειπὼν
μηδενὶ
φράζειν, ἕως
ἂν ἢ τὸν
ταλαίπωρον ἡ
βασιλὶς
οἰκτίζηται, ἢ
χρόνον πολὺν
τῇ ἐνταῦθα
κακοπαθείᾳ
δυσθανατήσας
τε καὶ
καταμαρανθεὶς
τελευτήσειεν,
ἀπηλλάσσετο.
6.
Καὶ
Βασιανὸν δέ
τινα
Πράσινον, οὐκ
ἀφανῆ νέον
ὄντα, αὐτῇ
διαλοιδορησάμενον
δι' ὀργῆς ἔσχε.
Διὸ δὴ ὁ
Βασιανὸς (οὐ
γὰρ ἀνήκοος
ταύτης δὴ τῆς
ὀργῆς
ἐγεγόνει), ἐς
τοῦ
ἀρχαγγέλου
τὸν νεὼν
φεύγει. Ἡ δέ
οἱ ἐπέστησεν
αὐτίκα τὴν τῷ
δήμῳ
ἐφεστῶσαν
ἀρχὴν, οὐδὲν
μὲν τῆς
λοιδορίας
ἐπικαλεῖν
ἐπαγγείλασα,
ὅτι δὲ
παιδεραστοίη
ἐπενεγκοῦσα.
Καὶ ἡ μὲν
ἀρχὴ ἐκ τοῦ
ἱεροῦ τὸν
ἄνθρωπον
ἀναστήσασα,
ᾐκίζετο
ἀνυποίστῳ
τινὶ κολάσει·
ὁ δὲ δῆμος
ἅπας, ἐπεὶ ἐν
τοιαύταις
συμφοραῖς
εἶδε σῶμα
ἐλευθέριόν
τε, καὶ
ἀνειμένῃ
ἄνωθεν
διαίτῃ
ἐντραφὲν,
ἀπήλγησάν τε
τὸ πάθος
εὐθὺς, καὶ
ξὺν οἰμωγῇ
ἀνέκραγον
οὐράνιον
ὅσον
ἐξαιτούμενοι
τὸν νεανίαν. Ἡ
δὲ αὐτὸν ἔτι
μᾶλλον
κολάσασα, καὶ
τὸ αἰδοῖον
ἀποτεμομένη
διέφθειρεν
ἀνεξελέγκτως,
καὶ τὴν
οὐσίαν ἐς τὸ
δημόσιον
ἀνεγράψατο.
Οὕτως, ἡνίκα
ὀργῴη τὸ
γύναιον
τοῦτο, οὔτε
ἱερὸν ὀχυρὸν
ἐγεγόνει,
οὔτε νόμου
του
ἀπαγόρευσις,
οὔτε πόλεως
ἀντιβόλησις
ἐξελέσθαι
τὸν
παραπεπτωκότα
ἱκανὴ
ἐφαίνετο
οὖσα, οὔτε
ἄλλο αὐτῇ
ἀπήντα τῶν
πάντων οὐδέν.
7.
Καὶ
Διογένην δέ
τινα οἷα
Πράσινον
ὄντα δι' ὀργῆς
ἔχουσα, ἄνδρα
ἀστεῖον, καὶ
ποθεινὸν
ἅπασί τε καὶ
αὐτῷ τῷ
βασιλεῖ,
οὐδέν τι
ἧσσον, γάμων
ἀνδρείων
συκοφαντεῖν
ἐν σπουδῇ
εἶχε. Δύο γοῦν
ἀναπείσασα
τῶν αὐτοῦ
οἰκετῶν,
κατηγόρους
τε καὶ
μάρτυρας τῷ
κεκτημένῳ
ἐπέστησε. Τοῦ
δὲ οὐ κρύβδην
ἐξεταζομένου
καὶ
λαθραιότατα,
ᾗπερ εἰώθει,
ἀλλ' ἐν
δημοσίῳ,
δικαστῶν
ᾑρημένων
πολλῶν τε καὶ
οὐκ ἀδόξων,
διὰ τὴν
Διογένους
δόξαν·
ἐπεὶ οὐκ
ἐδόκουν
ἀκριβολογουμένοις
τοῖς
δικασταῖς, οἱ
τῶν οἰκετῶν
λόγοι
ἀξιόχρεῳ ἐς
τὴν κρίσιν
εἶναι, ἄλλως
τε καὶ
παιδαρίων
ὄντων.
8.
Θεόδωρον τῶν
Διογένει
ἀναγκαίων
τινὰ ἐν τοῖς
εἰωθόσιν
οἰκιδίοις
καθεῖρξεν.
Ἐνταῦθα
πολλαῖς μὲν
θωπείαις,
πολλοῖς δὲ
τὸν ἄνθρωπον
αἰκισμοῖς
περιῆλθεν.
Ἐπεί τέ οἱ
οὐδὲν
προὐχώρει,
νευρὰν
βοείαν ἐς τοῦ
ἀνθρώπου τὴν
κεφαλὴν ἀμφὶ
τὰ ὦτα
περιελίξαντας
τὴν νευρὰν
στρέφειν τε
καὶ σφίγγειν
ἐκέλευε. Καὶ
τοὺς μέν οἱ
ὀφθαλμοὺς
Θεόδωρος
ἐκπεπηδηκέναι
τὴν οἰκείαν
λιπόντας
χώραν
ὑπώπτευεν·
οὐδὲν μέντοι
τῶν οὐ
γεγονότων
ἀναπλάσσειν
ἔγνω. Διὸ δὴ
οἱ μὲν
δικασταὶ, ἅτε
ἀμαρτυρήτου
δίκης
Διογένους
ἀπέγνωσαν·
ἡ δὲ πόλις
ἑορτὴν ἀπ'
αὐτοῦ
πανδημεὶ
ἦγεν. Ἀλλὰ
τοῦτο μὲν
τῇδε
ἐχώρησεν.
ΚΕΦΑΛΑΙΟΝ ΙΖ'
1.
Ἐρρήθη
δὲ ἀρχομένῳ
μοι τοῦδε τοῦ
λόγου, καὶ ὅσα
Βελισάριόν
τε, καὶ Φώτιον,
καὶ Βούζην,
αὐτῇ
ἐργασθείη.
Στασιῶται δὲ
Βένετοι δύο,
Κίλικες
γένος,
Καλλινίκῳ τῷ
Κιλικίας
Δευτέρας
ἄρχοντι, σὺν
θορύβῳ πολλῷ
ἐπιστάντες,
χειρῶν
ἀδίκων ἐπ'
αὐτὸν ἦρξαν·
τόν τε αὐτοῦ
ἱπποκόμον
ἄγχιστά που
ἑστῶτα, καὶ
ἀμύνειν τῷ
κεκτημένῳ
πειρώμενον,
ἔκτειναν, τοῦ
τε ἄρχοντος
καὶ τοῦ δήμου
θεωμένου
παντός. Καὶ ὁ
μὲν τοὺς
στασιώτας
ἄλλων τε
πολλῶν καὶ
τοῦδε
ἁλόντας τοῦ
φόνου, ἐν
δίκῃ ἀνεῖλεν·
ἡ δὲ μαθοῦσα,
ὅτι καὶ τοὺς
Βενέτους
προσποιεῖται,
ἐνδεικνυμένη,
ἔτι αὐτὸν τὴν
ἀρχὴν ἔχοντα,
ἐν τῷ τῶν
φονέων τάφῳ,
ἀνεσκολόπισεν
οὐδενὶ λόγῳ.
Βασιλεὺς δὲ
κλάειν τε καὶ
ὀδύρεσθαι
τὸν
ἀπολωλότα
σκηπτόμενος,
καθῆστο
γρυλλίζων·
πολλά τε τοῖς
ἐς τὴν πρᾶξιν
ὑπουργηκόσιν
ἀνατεινάμενος,
οὐδὲν ἔδρασε·
τὰ μέντοι
χρήματα τοῦ
τετελευτηκότος
ληίζεσθαι, ὡς
ἥκιστα,
ἀπηξίωσεν.
Ἀλλὰ καὶ
ὑπὲρ
ἁμαρτάδων
τῶν ἐς τὸ
σῶμα
κολάσεις τῇ
Θεοδώρᾳ
ἐπινοεῖν
ἐπιμελὲς ἦν.
2.
Πόρνας
ἀμέλει, πλέον
ἢ
πεντακοσίας
ἀγείρασα, ἐν
ἀγορᾷ μέσῃ
ἐς τριώβολον,
ὅσον ἀποζῆν
μισθαρνούσας·
ἔς τε τὴν
ἀντιπέρας
ἤπειρον
στείλασα ἐν
τῷ καλουμένῳ (Μετανοίᾳ)
μοναστηρίῳ
καθεῖρξε τὸν
βίον
μεταμφιέσασθαι
ἀναγκάζουσα.
Ὧν δή τινες
ἐρρίπτουν
αὑτὰς ἀφ'
ὑψηλοῦ
νύκτωρ, ταύτῃ
τε τῆς
ἀκουσίου
μεταβολῆς
ἀπηλλάσσοντο.
3.
Δύο δὲ κόραι
ἐν Βυζαντίῳ,
ἀδελφαὶ ἤτην,
οὐκ ἐκ πατρός
τε καὶ
τριγονίας
ὑπάτων μόνον,
ἀλλ' ἀνέκαθεν
αἵματος τοῦ
πρώτου, ἔν γε
τῇ συγκλήτῳ
βουλῇ
γεγονυῖαι.
Ταύταις ἤδη
ἐς γάμον
ἐλθούσαις
ἀπολωλότων
τῶν ἀνδρῶν
χήραις
γεγονέναι
ξυνέπεσεν.
Αὐτίκα δὲ
ἄνδρας ἡ
Θεοδώρα δύο
ἀγελαίους τε
καὶ
βδελυροὺς
ἀπολέξασα,
συνοικίζειν
αὐταῖς ἐν
σπουδῇ εἶχεν,
ἐπικαλοῦσα
μὴ σωφρόνως
βιοῦν. Ὅπερ
ἵνα μὴ
γένηται,
δείσασαι, ἐς
τὸ τῆς Σοφίας
ἱερὸν
φεύγουσιν·
ἔς τε τὸν
θεῖον
λουτρῶνα
ἐλθοῦσαι, τῆς
ἐνταῦθα
κολυμβήθρας
ἀπρὶξ
εἴχοντο. Ἀλλὰ
τοσαύτην
αὐταῖς
ἀνάγκην τε
καὶ
κακοπάθειαν
προσετρίψατο
ἡ βασίλισσα,
ὥστε αὐταῖς
ἀπαλλαξειούσαις
τῶν ἐνθένδε
κακῶν τὸν
γάμον αὐτῶν
ἀνταλλάξασθαι
ἐν σπουδῇ
γέγονεν.
Οὕτως αὐτῇ
ἄχραντος
οὐδεὶς, ἢ
ἄσυλος
μεμένηκε
χῶρος. Αὗται
μὲν οὖν
ἀνδράσι
πτωχοῖς τε
καὶ
ἀπερριμμένοις
πολλῷ ἀπὸ τῆς
σφετέρας
ἀξίας,
ἀκούσιαι
ξυνῳκίσθησαν,
καίπερ
εὐπατριδῶν
σφίσι
παρόντων
μνηστήρων. Ἡ
δὲ μήτηρ
αὐταῖς, χήρα
καὶ αὐτὴ
γεγονυῖα,
οὔτε
ἀνοιμῶξαι,
οὔτε
ἀποκλαῦσαι
τολμῶσα τὸ
πάθος, παρῆν
τῇ ἐγγύῃ.
Ὕστερον δὲ
ἀφοσιουμένη
ἡ Θεοδώρα τὸ
μίασμα,
δημοσίαις
αὐτ(ὰς)
παρηγορῆσαι
ξυμφοραῖς
ἔγνω. Ἄρχοντα
γὰρ ἑκάτερον
κατεστήσατο.
Καὶ ταῖς μὲν
κόραις
παραψυχὴ, οὐδ'
ὣς γέγονε·
πάθη δὲ
ἀνήκεστα καὶ
ἀνύποιστα
τοῖς
ὑπηκόοις
σχεδόν τι
ἅπασι πρὸς
τῶν ἀνδρῶν
τούτων
ξυνηνέχθη
παθεῖν·
ἅπερ μοι ἐν
τοῖς ὄπισθεν
λόγοις
λελέξεται.
Θεοδώρᾳ γὰρ
οὔτε ἀρχῆς
οὔτε
πολιτείας
ἀξίωσις, οὔτε
τι ἄλλο
ἐπιμελὲς ἦν,
εἰ τὸ βούλημα
περανεῖται
μόνον.
4.
Ἐτύγχανε
δὲ ὑπό του
κυήσασα τῶν
ἐραστῶν,
ἡνίκα ἔτι
ἐπὶ σκηνῆς ἦν·
τοῦ δὲ κακοῦ
ὀψὲ τοῦ
καιροῦ
αἰσθομένη
πάντα μὲν ἐς
τὸ
ἀμβλύσκειν,
ὥσπερ εἰώθει,
ἐποίει·
ἄωρον δὲ
ἀποκτιννύναι
τὸ βρέφος,
οὐδεμιᾷ
μηχανῇ εἶχεν·
ἐπεὶ οὐ πολλῷ
ἀπελέλειπτο
τοῦ
ἀνθρωποειδὲς
γένος
γεγονέναι.
Διὸ δὴ ἐπεὶ
οὐδὲν
προὐχώρει,
τῆς πείρας
ἀφεμένη,
τίκτειν
ἠνάγκαστο.
Ὁρῶν δὲ
αὐτὴν ὁ τοῦ
τεχθέντος
πατὴρ
ἀπορουμένην
τε καὶ
ἀσχάλλουσαν,
ὅτι μήτηρ
γενομένη τῷ
σώματι
ὁμοίως
ἐργάζεσθαι
οὐκέτι ἂν
δυνατὴ εἴη,
ἐπεὶ καὶ
ἀληθῶς δὴ
ὑπῄσθετο, ὡς
διαχρήσεται
τὸ παιδίον,
ἀνείλετό τε,
καὶ Ἰωάννην
ἐπονομάσας,
ἐπεὶ ἄρσεν ἦν,
ἐς τὴν
Ἀραβίαν, ἐς
ἥνπερ ὥρμητο,
ἀπιὼν ᾤχετο.
Ἐπεὶ δὲ
αὐτὸς μὲν
τελευτᾶν
ἔμελλεν,
Ἰωάννης (δὲ)
ἤδη
μειράκιον ἦν,
τὸν πάντα
λόγον αὐτῷ
ἀμφὶ τῇ μητρὶ
ὁ πατὴρ
ἔφρασε. Καὶ ὃς
ἅπαντα ἐπὶ τῷ
πατρὶ ἐξ
ἀνθρώπων
ἀφανισθέντι,
τὰ νόμιμα
ποιήσας,
χρόνῳ τινὶ
ὕστερον, ἐς
Βυζάντιον
ἦλθε, καὶ τοῖς
παρὰ τὴν
μητέρα τὰς
εἰσόδους ἀεὶ
ποιουμένοις,
τὸ πρᾶγμα
ἀγγέλλει. Οἱ
δὲ οὐδὲν ἀπὸ
τοῦ
ἀνθρωπείου
τρόπου αὐτὴν
λογιεῖσθαι
ὑποτοπήσαντες,
ἐπαγγέλλουσι
τῇ μητρὶ, ὅτι
δὴ αὐτῆς
Ἰωάννης ὁ
υἱὸς ἥκοι.
Δείσασα δὲ ἡ
γυνὴ, μὴ ἐς
τὸν ἄνδρα
ἔκπυστος ὁ
λόγος
γένηται, τὸν
παῖδά οἱ ἐς
ὄψιν
ἐκέλευεν
ἥκειν. Ἐπεί τε
εἶδε
παραγενόμενον,
τῶν οἰκείων
τινὶ
ἐνεχείρισεν,
ᾧπερ ἀεὶ τὰ
τοιαῦτα
ἐπέχειν
εἰώθει. Καὶ
τρόπῳ μὲν
ὅτῳ ὁ
ταλαίπωρος
ἐξ ἀνθρώπων
ἠφάνισται,
οὐκ ἔχω
εἰπεῖν,
οὐδεὶς δὲ
αὐτὸν ἄχρι
δεῦρο ἰδεῖν
οὐδὲ
ἀπογενομένης
τῆς
βασιλίδος
ἔσχε.
5.
Τότε
καὶ ταῖς
γυναιξὶ
σχεδόν τι
ἁπάσαις τὸν
τρόπον
διεφθάρθαι
ξυνέβη.
Ἐξήμαρτον
γὰρ ἐς τοὺς
ἄνδρας
ἐξουσίᾳ τῇ
πάσῃ, οὐ
φέροντος
αὐταῖς
κίνδυνόν
τινα ἢ βλάβην
τοῦ ἔργου·
ἐπεὶ καὶ ὅσαι
μοιχείας
ἁλοῖεν, αὗται
κακῶν
ἀπαθεῖς
ἔμενον, παρὰ
δὲ τὴν
βασιλίδα
αὐτίκα
ἰοῦσαι,
ἀντίστροφοί
τε γενόμεναι,
καὶ δίκην οὐ
γεγονότων
ἐγκλημάτων
ἀντιλαχοῦσαι,
τοὺς ἄνδρας
ὑπῆγον.
Περιῆν τε
αὐτοῖς
ἀνεξελέγκτοις
οὖσι, τὴν μὲν
προῖκα ἐν
διπλασίῳ
ἀποτιννύναι·
μεμαστιγωμένοις
δὲ ἐκ τοῦ ἐπὶ
πλεῖστον ἐς
τὸ
δεσμωτήριον
ἀπαχθῆναι·
καὶ αὖ πάλιν
τὰς
μοιχευτρίας
ἐπιδεῖν,
κεκομψευμένας
τε καὶ πρὸς
τῶν μοιχῶν
ἀδεέστερον
λαγνευομένας.
Τῶν δὲ μοιχῶν
πολλοὶ ἀπ'
αὐτοῦ τοῦ
ἔργου καὶ
τιμῆς ἔτυχον.
Διόπερ οἱ
πλεῖστοι τὸ
λοιπὸν
πάσχοντες
πρὸς τῶν
γυναικῶν
ἀνόσια ἔργα,
ἀσμενέστατα
ἀμαστίγωτοι
σιωπῇ ἔμενον,
τὴν
παρρησίαν
αὐταῖς τῷ μὴ
πεφωρᾶσθαι
δοκεῖν,
ἐνδιδόντες.
6. Αὕτη
ἅπαντα
πρυτανεύειν
αὐτογνωμονοῦσα
τὰ ἐν τῇ
πολιτείᾳ
ἠξίου. Τάς τε
γὰρ ἀρχὰς καὶ
ἱερωσύνας
ἐχειροτόνει·
ἐκεῖνο μόνον
διερευνωμένη,
καὶ
φυλασσομένη
ἐνδελεχέστατα,
μὴ καλὸς ἢ
ἀγαθός τις ὁ
τὸ ἀξίωμα
μετιὼν εἴη·
καὶ οὐχ οἷός
τέ οἱ
ἐσόμενος ἐς
τὰ
ἐπαγγελλόμενα
ὑπουργήσειν.
7.
Καὶ
τοὺς γάμους
ἅπαντας, τῇ
θείᾳ ἐξουσίᾳ
τινὶ
διῳκεῖτο, τοῦ
τε γαμεῖν
πρότερον
οὐδεμίαν
ἄνθρωποι
ἐγγύην
ἑκουσίαν
πεποίηνται.
Γυνὴ γὰρ
ἑκάστῳ
ἐξαπιναίως
ἐγίνετο·
οὐχ ὅτι δὴ ἐς
αὐτὸν
ἤρεσκεν, ὅπερ
κἀν τοῖς
βαρβάροις
εἰώθει, ἀλλ'
ὅτι
βουλομένῃ τῇ
Θεοδώρᾳ εἴη.
Ὅπερ αὖ καὶ
ταῖς
γαμουμέναις
ἀνάπαλιν
ξυνέβαινε
πάσχειν.
Ἀνδράσι γὰρ
ξυνιέναι
οὐδαμῆ
ἐθελούσιαι
ἠναγκάζοντο.
Πολλάκις δὲ
καὶ τὴν
νύμφην ἐκ τῆς
παστάδος
ἀποβιβάσασα,
λόγῳ οὐδενὶ
ἀνυμέναιον
τὸν νυμφίον
ἀφῆκε·
τοῦτο μόνον
ξὺν
ἀκροχολίᾳ
εἰποῦσα, ὅτι
δὴ αὐτὴν
ἀπαρέσκοι.
Ὅπερ ἄλλους
τε πολλοὺς
ἔδρασε, καὶ
Λέοντα, ὅσπερ
ῥεφερενδάριος
ἦν τὴν τιμὴν,
καὶ
Σατορνῖνον,
τὸν
Ἑρμογένους
τοῦ
μαγίστρου
γεγονότος,
ἐπὶ μνηστῇ.
8.
Τούτῳ
γὰρ τῷ
Σατορνίνῳ ἦν
τις ἀνεψιαδῆ
παρθένος
μνηστὴ,
ἐλευθέριος
καὶ κοσμία·
ἥνπερ οἱ
Κύριλλος ὁ
πατὴρ
κατηγγύησεν·
Ἑρμογένους
τοῦ βίου ἤδη
ἀπολυθέντος.
Πεπηγυίας τε
αὐτοῖς τῆς
παστάδος, τὸν
νυμφίον
καθεῖρξεν, ἔς
τε τὴν ἑτέραν
παστάδα ἤχθη·
ἔγημέ τε
κωκύων καὶ
οἰμώζων ὅσον
τὴν
Χρυσομαλλοῦς
παῖδα.
Χρυσομαλλὼ
δὲ αὕτη, πάλαι
μὲν
ὀρχηστρὶς
ἐγεγόνει, καὶ
αὖθις ἑταίρα·
τότε δὲ ξὺν
ἑτέρᾳ
Χρυσομαλλοῖ
καὶ Ἰνδαροῖ,
ἐν Παλατίῳ
τὴν δίαιταν
εἶχεν. Ἀντὶ
γὰρ τοῦ
φαλλοῦ, καὶ
τῆς ἐν θεάτρῳ
διατριβῆς,
τῇδε
διῳκοῦντο τὰ
πράγματα.
Ξυγκαταδαρθὼν
δὲ ὁ
Σατορνῖνος
τῇ νύμφῃ, καὶ
διαπεπαρθενευμένην
εὑρὼν, ἔς τινα
τῶν
ἐπιτηδείων
ἐξήνεγκεν,
ὅτι δὴ οὐκ
ἄτρητον
γήμαι. Ὅπερ
ἐπεὶ ἐς
Θεοδώραν
ἦλθε, τοὺς
ὑπηρέτας
ἐκέλευεν, ἅτε
ἀποσεμνυνόμενόν
τε καὶ
ὀγκωθέντα
οὐδὲν αὐτῷ
προσῆκον,
μετέωρον
αἴρειν, οἷα τὰ
ἐς
γραμματιστοῦ
φοιτῶντα
παιδία,
ξαίνουσά τε
κατὰ τῶν
νώτων πολλὰς,
ἀπεῖπεν αὐτῷ
μὴ φλυάρῳ
εἶναι.
9.
Οἷα
μέντοι καὶ
Ἰωάννην τὸν
Καππαδόκην
εἰργάσατο ἐν
τοῖς
ἔμπροσθεν
λόγοις
ἐρρήθη. Ἅπερ
αὐτῇ
διαπέπρακται
τῷ ἀνθρώπῳ
χαλεπαινούσῃ·
οὐχ ὑπὲρ ὧν
ἐς τὴν
πολιτείαν
ἡμάρτανε·
(τεκμήριον
δέ, τῶν γὰρ 'ὕστερον
δεινότερα ἐς
τοὺς
ὑπηκόους
ἐργασαμένων
οὐδένα τοῦτο
πεποίηται·)
ἀλλ' ὅτι τά τε
ἄλλα τῇ
γυναικὶ
καταντικρὺ
ἐτόλμα ἰέναι,
καὶ αὐτὴν ἐς
τὸν βασιλέα
διέβαλλεν·
ὥστε αὐτῇ καὶ
τὸν ἄνδρα
ἐκπεπολεμῶσθαι
παρ' ὀλίγον
ἐλθεῖν. Τῶν
γὰρ αἰτιῶν,
ὅπερ ὑπεῖπον,
ἐνταῦθά μοι
μάλιστα τὰς
ἀληθεστάτας
ἀναγκαῖον
εἰπεῖν. Ἡνίκα
τε αὐτὸν ἐπ'
Αἰγύπτου
καθεῖρξε,
πεπονθότα
ὅσα μοι ἀμφ'
αὐτῷ
προδεδήλωται·
οὐδ' ὥς τινα
ἔλαβε τῆς τοῦ
ἀνθρώπου
κολάσεως
κόρον, ἀλλὰ
ψευδομάρτυρας
ἐπ' ἐκείνῳ
διερευνωμένη,
οὐδέποτε
ἀνίει.
Τέτρασι δὲ
ἐνιαυτοῖς
ὕστερον
Πρασίνους
εὑρέσθαι δύο,
τῶν ἐν Κυζίκῳ
στασιωτῶν,
ἴσχυσεν,
οἵπερ τῶν τῷ
ἐπισκόπῳ
ἐπαναστάντων
ἐλέγοντο
εἶναι. Καὶ
αὐτοὺς
θωπείαις τε
καὶ λόγοις
καὶ ἀπειλαῖς
περιῆλθεν,
ὥστε ἅτερος
μὲν
κατορρωδήσας
καὶ ταῖς
ἐλπίσιν
ἐπαρθεὶς, τὸ
μίασμα τοῦ
φόνου ἐς τὸν
Ἰωάννην
ἀνήνεγκεν. Ὁ
δὲ δὴ ἕτερος
τῆς ἀληθείας
ἀπ' ἐναντίας
ἐλθεῖν
οὐδαμῆ ἔγνω·
καίπερ οὕτως
ἐκ τῆς
βασάνου
καταταθεὶς,
ὥστε ὅτι δὴ
καὶ
τεθνήξεται
αὐτίκα μάλα,
ἐπίδοξος ἦν.
Διὸ δὴ τὸν
μὲν Ἰωάννην
τούτῳ δὴ τῷ
παραπετάσματι
διαχρήσασθαι
οὐδεμιᾷ
μηχανῇ ἔσχε,
τοῖν δὲ
νεανίαιν
τούτοιν
χεῖρας τὰς
δεξιὰς ἔτεμε·
τοῦ μὲν, ὅτι
ψευδομαρτυρεῖν
οὐδαμῆ ἤθελε·
τοῦ δὲ, ὅπως
μὴ ἐπιφανὴς ἡ
ἐπιβουλὴ ἐς
τὸ πᾶν
γένηται.
Τούτων δὲ
οὕτως ἐν τῷ
δημοσίῳ
πρασσομένων
τῆς ἀγορᾶς,
Ἰουστινιανὸς
ἐποιεῖτο τῶν
πρασσομένων
μηδενὸς τὸ
παράπαν
ξυνεῖναι.
ΚΕΦΑΛΑΙΟΝ ΙΗ'.
1.
Ὅτι
δὲ οὐκ
ἄνθρωπος,
ἀλλὰ δαίμων
τις, ὥσπερ
εἴρηται,
ἀνθρωπόμορφος
ἦν,
τεκμηριώσαιτο
ἄν τις τῷ
μεγέθει
σταθμώμενος,
ὧν εἰς τοὺς
ἀνθρώπους
κακῶν
ἔδρασεν. Ἐν
γὰρ τῷ
ὑπερβάλλοντι
τῶν
πεπραγμένων,
καὶ ἡ τοῦ
δεδρακότος
δύναμις
ἔνδηλος
γίνεται. Τὸ
μὲν οὖν
μέτρον ἐς τὸ
ἀκριβὲς
φράσαι τῶν ὑπ'
αὐτοῦ
ἀνῃρημένων,
οὐκ ἄν ποτε,
μοὶ δοκεῖ, τῶν
πάντων τινὶ ἢ
τῷ θεῷ δυνατὰ
εἴη. Θᾶσσον
γὰρ ἄν τις,
οἶμαι, τὴν
πᾶσαν ψάμμον
ἐξαριθμήσειεν,
ἢ ὅσους ὁ
βασιλεὺς
οὗτος
ἀνῄρηκε. Τὴν
δὲ χώραν ἐπὶ
πλεῖστον
διαριθμούμενος,
ἥνπερ ἔρημον
τῶν
ἐνοικούντων
ξυμπέπτωκεν
εἶναι,
μυριάδας [μυριάδων]
μυρίας φημὶ
ἀπολωλέναι.
Λιβύη μὲν γὰρ
ἐς τοσοῦτον
διήκουσα
μέτρον, οὕτως
ἀπόλωλεν
ὥστε ὁδὸν
ἰόντι πολλὴν,
ἀνδρὶ
ἐντυχεῖν
χαλεπόν τε
καὶ λόγου
ἄξιον εἶναι.
Καίτοι
Βανδίλων μὲν
τῶν ὅπλα
ἀρχὴν
αἰρομένων
ἐνταῦθα,
μυριάδες
ὀκτὼ
ἐτύγχανον
οὖσαι·
γυναίων δὲ
καὶ
παιδαρίων
καὶ
θεραπόντων
αὐτῶν, τίς ἂν
εἰκάσειε
μέτρον;
Λιβύων δὲ τῶν
ἐν ταῖς
πόλεσιν
ὠὠκημένων τὰ
πρότερα, καὶ
γῆν
γεωργούντων,
ἐργασίαν τε
τὴν κατὰ
θάλασσαν
ἐργαζομένων,
ὅπερ μοι
αὐτόπτῃ ἐπὶ
πλεῖστον
γεγονέναι
τετύχηκε·
πῶς ἄν τις τὸ
πλῆθος
διαριθμεῖσθαι
ἱκανὸς εἴη
τῶν πάντων
ἀνθρώπων;
Τούτων δὲ
πολλῷ ἔτι
πλείους
Μαυρούσιοι
ἦσαν ἐνταῦθα,
οἷς δὴ ἅπασι
ξύν τε
γυναιξὶ καὶ
γόνῳ
διεφθάρθαι
ξυνέβη.
Πολλοὺς δὲ αὖ
τὴ καὶ
Ῥωμαίων
στρατιωτῶν,
καὶ τῶν
αὐτοῖς ἐκ
Βυζαντίου
ἐπισπομένων,
ἡ γῆ ἔκρυψεν.
Ὥστε εἴ τις
μυριάδας
ἀνθρώπων ἔν
γε Λιβύῃ
πεντακοσίας
ἰσχυρίζεται,
ἀπολωλέναι,
οὐκ ἄν ποτε τῷ
πράγματι,
οἶμαι,
διαρκῶς
εἴποι.
2.
Αἴτιον δὲ, ὅτι
Βανδίλων
εὐθὺς
ἡσσημένων,
οὐχ ὅπως
κρατύνηται
τὴν τῆς χώρας
ἐπικράτησιν,
ἐπιμελές οἱ
ἐγίνετο·
οὐδ' ὅπως οἱ ἡ
τῶν ἀγαθῶν
φυλακὴ ἐν τῷ
ἀσφαλεῖ,
εὐνοίᾳ τῶν
κατηκόων, εἴη,
προὐνόησεν·
ἀλλὰ
Βελισάριον
αὐτίκα
μελλήσει
οὐδεμιᾷ
μετεπέμπετο,
τυραννίδα οἱ
οὐδαμόθεν
προσήκουσαν
ἐπεγκαλέσας·
ὅπως τὸ
ἐνθένδε
διοικούμενος
κατ' ἐξουσίαν,
Λιβύην
καταπιὼν
ὅλην
ληίίζηται.
Τιμητὰς
ἀμέλει τῆς
γῆς εὐθὺς
ἔπεμπε·
καὶ φόρους
ἐπετίθει
πικροτάτους
τινὰς, οὐ
πρότερον
ὄντας. Καὶ τῶν
χωρίων
προσεποιεῖτο,
εἴ τι ἄριστον
ἦν·
καὶ
Ἀρειανοὺς
τῶν ἐν σφίσιν
αὐτοῖς
μυστηρίων
εἶργε. Καὶ
ταῖς
στρατιωτικαῖς
συντάξεσιν
ὑπερήμερος
ἦν·
καὶ ἄλλως
τοῖς
στρατιώταις
ἐγεγόνει
βαρύς. Ἐξ ὧν
αἱ στάσεις
φυόμεναι
τετελευτήκασιν
εἰς ὄλεθρον
μέγαν. Οὐ γὰρ
μένειν ἐν
τοῖς
καθεστῶσί
ποτε ἴσχυεν,
ἀλλὰ ξυγχεῖν
τε καὶ
ἀναθολοῦν
ἐπεφύκει
πάντα.
3.
Ἰταλία δὲ οὐχ
ἧσσον ἢ
τριπλασία
Λιβύης οὖσα,
ἔρημος
ἀνθρώπων
πολλῷ μᾶλλον
ἔτι ἢ ἐκείνη,
πανταχόθι
γεγένηται.
Ὥστε δὴ
μέτρου τῶν
κἀνταῦθα
ἀνῃρημένων
ἐγγύθεν ἡ
δήλωσις
ἔσται. Ἡ γὰρ
αἰτία τῶν ἐν
Ἰταλίᾳ
ξυμπεπτωκότων,
ἤδη μοι
ἔμπροσθεν
δεδιήγηται.
Ἅπαντά τε γὰρ
ὅσα ἐν Λιβύῃ,
κἀνταῦθα
αὐτῷ
ἡμαρτήθη. Καὶ
τοὺς
καλουμένους
λογοθέτας
προσεπιπέμψας,
ἀνεχαίτισέ
τε καὶ
διέφθειρεν
εὐθὺς ἅπαντα.
4.
Κατέτεινε δὲ
ἡ Γότθων ἀρχὴ
πρὸ τοῦδε τοῦ
πολέμου ἐκ
Γάλλων τῆς
γῆς ἄχρι τῶν
Δακίας ὁρίων·
οὗ δὴ πόλις
τὸ Σίρμιόν
ἐστι. Γαλλίας
μὲν οὖν καὶ
Βενετίων γῆν
τὴν πολλὴν
Γερμανοὶ
ἔσχον, ἐπειδὴ
ἀφίκετο ἐς
Ἰταλίαν ὁ
Ῥωμαίων
στρατός.
Σίρμιον δὲ
καὶ τὰ
ἐκείνῃ χωρία
Γήπαιδες
κατέχουσιν·
ἅπαντα
μέντοι
συλλήβδην
εἰπεῖν,
ἀνθρώπων
παντελῶς
ἔρημα. Τοὺς
μὲν γὰρ ὁ
πόλεμος, τοὺς
δὲ νόσος τε
καὶ λιμὸς
διεχρήσαντο,
ἃ δὴ τῷ
πολέμῳ
ἕπεσθαι
πέφυκεν.
Ἰλλυριοὺς δὲ
καὶ Θρᾴκην
ὅλην, εἴη δ' ἂν
ἐκ κόλπου τοῦ
Ἰονίου μέχρι
ἐς τὰ
Βυζαντίων
προάστεια, ἐν
τοῖς Ἑλλάς τε
καὶ
Χερρονησιωτῶν
ἡ χώρα ἐστὶν,
Οὖννοί τε καὶ
Σκλαβηνοὶ
καὶ Ἄνται
σχεδόν τι ἀνὰ
πᾶν
καταθέοντες
ἔτος, ἐξ οὗ
Ἰουστινιανὸς
παρέλαβε τὴν
Ῥωμαίων
ἀρχὴν,
ἀνήκεστα
ἔργα
εἰργάσαντο
τοὺς ταύτῃ
ἀνθρώπους.
Πλέον γὰρ ἐν
ἑκάστῃ
ἐσβολῇ οἶμαι
ἢ κατὰ
μυριάδας
εἴκοσιν
εἶναι, τῶν τε
ἀνῃρημένων
καὶ
ἠνδραποδισμένων
ἐνταῦθα
Ῥωμαίων·
(ὥστε) τὴν
Σκυθῶν
ἐρημίαν
ἀμέλει
ταύτης
πανταχόσε
τῆς γῆς
ξυμβαίνειν.
5.
Τὰ μὲν οὖν ἐν
Λιβύῃ τε καὶ
Εὐρώπῃ κατὰ
τὸν πόλεμον
ξυνενεχθέντα,
τοιαῦτά ἐστι.
Σαρακηνοὶ δὲ
τοὺς ἑῴους
Ῥωμαίους, ἐκ
τῆς Αἰγύπτου
μέχρι τῶν
Περσίδος
ὁρίων, πάντα
τοῦτον τὸν
χρόνον
διηνεκῶς
καταθέοντες,
οὕτω δὴ
ἐνδελεχέστατα
κατειργάσαντο,
ὥστε
ὀλιγανθρωπότατα
ξύμπαντα
ἐγεγόνει τὰ
ἐκείνῃ χωρία·
καὶ οὐ μήποτε
ἀνθρώπῳ,
οἶμαι, δυνατὰ
ἔσται, τὸ
μέτρον τῶν
οὕτως
ἀπολωλότων
διερευνωμένῳ
εὑρέσθαι.
Πέρσαι τε καὶ
Χοσρόης τρις
μὲν
ἐμβάλλοντες
ἐς τὴν ἄλλην
Ῥωμαίων
ἀρχὴν, τάς τε
πόλεις
καθεῖλον, καὶ
τοὺς
ἀνθρώπους
οὓς ἂν
λάβοιεν ἔν τε
πόλεσι ταῖς
ἁλισκομέναις
καὶ χώρᾳ
ἑκάστῃ, τοὺς
μὲν
κτείνοντες,
τοὺς δὲ ξὺν
αὑτοῖς
ἐπαγόμενοι,
ἔρημον τὴν
γῆν
κατεστήσαντο
τῶν
ἐνοικούντων,
ᾗπερ αὐτοὺς
ἐπισκῆψαι
ξυνέπεσεν. Ἐξ
οὗ δὲ καὶ εἰς
γῆν τὴν
Κολχίδα
ἐσήλασαν,
αὐτοῖς τε καὶ
Λαζοῖς καὶ
Ῥωμαίοις
διαφθείρεσθαι
μέχρι δεῦρο
ξυμβαίνει.
6.
Οὐ
μέντοι οὐδὲ
Πέρσαις, ἢ
Σαρακηνοῖς, ἢ
Οὔννοις, ἢ τῷ
Σκλαβηνῶν
γένει, ἢ τῶν
ἄλλων
βαρβάρων
τισὶν,
ἀκραιφνέσιν
ἐκ Ῥωμαίων
τῆς γῆς
ξυνηνέχθη
ἀπαλλαγῆναι.
Ἔν τε γὰρ ταῖς
ἐφόδοις, καὶ
πολλῷ ἔτι
μᾶλλον ἔν τε
πολιορκίαις
καὶ
ξυμβολαῖς,
ἐναντιώμασι
πολλοῖς
προσεπταικότες,
οὐδέν τι
ἧσσον
ξυνδιεφθάρησαν.
Οὐ γὰρ
Ῥωμαῖοι
μόνον, ἀλλὰ
καὶ βάρβαροι
σχεδόν τι
πάντες, τῆς
Ἰουστινιανοῦ
μιαιφονίας
ἀπώναντο. Ἦν
μὲν γάρ τε καὶ
Χοσρόης,
αὐτός τε
πονηρὸς τὸ
ἦθος, καὶ, ὥς
μοι ἐν λόγοις
εἴρηται τοῖς
καθήκουσι,
τὰς μὲν
αἰτίας αὐτῷ
τοῦ πολέμου
ὅδε
παρείχετο
πάσας. Οὐ γὰρ
ἠξίου τοῖς
καιροῖς
ἐναρμόζειν
τὰς πράξεις,
ἀλλ' ἀπὸ
καιροῦ πάντα
εἰργάζετο·
ἐν μὲν
εἰρήνῃ καὶ
σπονδαῖς
ἐξαρτυόμενος
ἀεὶ, νῷ
δολερῷ, ἐπὶ
τοὺς πέλας
πολέμου
αἰτίας·
ἐν δὲ τῷ
πολέμῳ,
ἀναπεπτωκώς
τε οὐδενὶ
λόγῳ, καὶ τὴν
τῶν ἔργων
παρασκευὴν
ὀκνηρῶς ἄγαν,
διὰ
φιλοχρηματίαν,
ποιούμενος,
ἀντί τε 'σπουδῆς
τῆς περὶ
ταῦτα,
περισκοπῶν
μὲν τὰ
μετέωρα,
περιέργος δὲ
ἀμφὶ τῇ τοῦ
θεοῦ φύσει
γινόμενος,
καὶ οὔτε τὸν
πόλεμον
μεθιεὶς, τῷ
μιαιφόνος
τις καὶ
παλαμναῖος
εἶναι, οὔτε
περιεῖναι
τῶν πολεμίων
οἷός τε ὢν, τῷ
μὴ τὰ δέοντα
ὑπὸ
σμικρολογίας
περιεργάζεσθαι.
7.
Ταύτῃ
τε αὐτοῦ
βασιλεύοντος
ἡ γῆ ξύμπασα,
ἔμπλεως
αἵματος
ἀνθρωπείου,
ἔκ τε Ῥωμαίων
καὶ βαρβάρων
σχεδόν τι
πάντων
διαρκῶς
γέγονε. Ταῦτα
μέντοι κατὰ
τὸν πόλεμον
πανταχόθι
γῆς τῆς
Ῥωμαίων,
ξυλλήβδην
εἰπεῖν, ὑπὸ
τοῦτον τὸν
χρόνον
ξυνηνέχθη
γενέσθαι. Τὰ
δὲ κατὰ
στάσιν ἔν τε
Βυζαντίῳ καὶ
πόλει ἑκάστῃ
ξυνενεχθέντα
διαριθμούμενος,
οὐκ ἐλάσσω
ἀνθρώπων
φόνον ταύτῃ
ξυμβῆναι ἢ
κατὰ τὸν
πόλεμον
οἴομαι. Τοῦ
γὰρ δικαίου,
καὶ τῆς
ὁμοίας
ἐπιστροφῆς
ἐπὶ τοῖς
ἁμαρτανομένοις
ὡς ἥκιστα
ὄντων, ἀλλὰ
κατεσπουδασμένου
τῷ βασιλεῖ
θατέρου τοῖν
μεροῖν
μάλιστα,
ἡσυχίαν οὐδὲ
θάτεροι ἦγον·
ἀλλ' οἱ μὲν τῷ
ἐλασσοῦσθαι,
οἱ δὲ τῷ
θαρσεῖν, ἐς
ἀπόγνωσίν τε
καὶ ἀπόνοιαν
ἀεὶ ἔβλεπον·
καὶ πὴ μὲν
ἀθρόοι ἐπ'
ἀλλήλους
ἰόντες, πὴ δὲ
κατ' ὀλίγους
μαχόμενοι, ἢ
καὶ κατ' ἄνδρα
ἕνα τὰς
ἐνέδρας, ἂν
οὕτω τύχοι,
ποιούμενοι
ἐς δύο καὶ
τριάκοντα
ἐνιαυτοὺς
οὐδένα
ἀνιέντες
καιρὸν, αὐτοί
τε
εἰργάζοντο
ἀλλήλους
ἀνήκεστα
ἔργα, καὶ πρὸς
τῆς τῷ δήμῳ
ἐφεστώσης
ἀρχῆς, ὡς τὰ
πολλὰ,
διεφθείροντο.
Ἡ μέντοι
τίσις τῶν
ἁμαρτανομένων,
ἐκ τοῦ ἐπὶ
πλεῖστον ἐς
τοὺς
Πρασίνους
ἐγίνετο.
8.
Ἔτι μὴν καὶ ἡ
ἐς τοὺς
Σαμαρείτας
καὶ τοὺς
καλουμένους
αἱρετικοὺς
κόλασις,
φόνου
ἐνέπλησε τὴν
Ῥωμαίων
ἀρχήν. Ταῦτα
δέ μοι ὅσον ἐν
κεφαλαίῳ
εἰρῆσθαι
ἀπομνημονεύεται
τανῦν, ἐπεί
μοι ἱκανῶς
ὀλίγῳ
ἔμπροσθεν
δεδιήγηται. Ταῦτα
μὲν κατὰ τὸν
ἐν σώματι
γενόμενον
δαίμονα,
τετύχηκε
γενέσθαι ἐς
πάντας
ἀνθρώπους,
ὧνπερ τὰς
αἰτίας αὐτὸς,
ἅτε βασιλεὺς
καταστὰς
ἔδωκε·
καὶ ὅσα
μέντοι
κατακεκρυμμένῃ
δυνάμει, καὶ
φύσει
δαιμονίᾳ,
διειργάσατο
ἀνθρώπους
κακὰ, ἐγὼ
δηλώσω.
9.
Τούτου γὰρ
Ῥωμαίων
διοικουμένου,
τὰ πράγματα
πολλὰ καὶ
ἄλλα πάθη
ξυνηνέχθη
γενέσθαι·
ἅπερ οἱ μὲν
τῇ τοῦ
πονηροῦ
δαίμονος
τῇδε
παρουσίᾳ
ἰσχυρίζοντο
καὶ μηχανῇ
ξυμβῆναι·
οἱ δὲ αὐτοῦ
τὸ θεῖον τὰ
ἔργα μισῆσαν
ἀποστραφέν
τε ἀπὸ τῆς
Ῥωμαίων
ἀρχῆς, χώραν
δαίμοσι τοῖς
παλαμναίοις
ἐνδεδωκέναι,
ταῦτα
διαπράξασθαι
τῇδε. Ἔδεσσαν
μὲν γὰρ
Σκιρτὸς
ἐπικλύσας ὁ
ποταμὸς,
μυρίων
δημιουργὸς
τοῖς ἐκείνῃ
ἀνθρώποις
συμφορῶν
γέγονεν, ὥς
μοι ἐν τοῖς
ὄπισθεν
λόγοις
γεγράψεται.
Νεῖλος δὲ
ἀναβὰς μὲν
ᾗπερ εἰώθει,
χρόνοις δὲ
οὐκ ἀποβὰς
τοῖς
καθήκουσι,
δεινά τινας
τῶν
ὠὠκημένων
εἰργάσατο
ἔργα, ἅπερ μοι
καὶ πρότερον
δεδιήγηται.
Κύδνος δὲ
Ταρσὸν
περιβαλλόμενος,
σχεδόν τι
πᾶσαν, ἡμέρας
τε αὐτὴν
ἐπικλύσας
πολλὰς, οὐ
πρότερον
ἀπέστη, ἕως
αὐτὴν
ἀνήκεστα
κακὰ ἔδρασε.
10.
Σεισμοὶ
δὲ
Ἀντιόχειάν
τε καθεῖλον
τὴν τῆς ἑῴας
πρώτην, καὶ
Σελεύκειαν,
ἥπερ αὐτῆς ἐκ
γειτόνων
οἰκεῖται, καὶ
τὴν ἐν
Κίλιξιν
ἐπιφανεστάτην
Ἀνάζαρβον.
Αἷς τῶν
ξυναπολωλότων
ἀνθρώπων τὸ
μέτρον τίς ἂν
διαριθμεῖσθαι
δυνατὸς εἴη;
Προσθείη δὲ
ἄν τις τά τε
Ἴβωρα, καὶ
Ἀμάσειαν, ἣ
πρώτη ἐν
Πόντῳ
ἐτύγχανεν
οὖσα,
Πολύβοτόν τε
τὴν ἐν Φρυγίᾳ,
καὶ ἣν
Πισίδαι
Φιλομηδὴν
καλοῦσι,
Λύχνιδόν τε
τὴν ἐν
Ἠπειρώταις,
καὶ Κόρινθον,
αἳ δὴ
πολυανθρωπόταται
ἐκ παλαιοῦ
ἦσαν. Ταύταις
γὰρ
ἁπαξαπάσαις
ὑπὸ τοῦτον
τὸν χρόνον
σεισμῷ τε
καταπεσεῖν,
καὶ τοῖς
ὠὠκημένοις
σχεδόν τι
πᾶσι
ξυνδιολωλέναι
τετύχηκεν.
Ἐπιγενόμενος
δὲ καὶ ὁ
λοιμὸς, οὗ
πρόσθεν
ἐμνήσθην, τὴν
ἡμίσειαν
μάλιστα τῶν
περιγινομένων
ἀνθρώπων
ἀπήνεγκε
μοῖραν.
Τοσούτων μὲν
ἀνθρώπων
ἐγένετο
φθόρος,
Ἰουστινιανοῦ
πρότερον
Ῥωμαίοις
διοικουμένου
τὴν
πολιτείαν,
καὶ ὕστερον
τὴν
αὐτοκράτορα
ἀρχὴν
ἔχοντος.
ΚΕΦΑΛΑΙΟΝ ΙΘ'.
1.
Ὅπως δὲ καὶ
τὰ χρήματα
ἀφείλετο
ἁπαξάπαντα,
ἐρῶν ἔρχομαι·
ὄψιν ὀνείρου
ὑπειπὼν
πρότερον,
ἥνπερ κατ'
ἀρχὰς τῆς
Ἰουστίνου
βασιλείας
τῶν τινι
ἐπιφανῶν
ἰδεῖν
ξυνηνέχθη.
Ἔφη γάρ οἱ
δοκεῖν ἐν τῷ
ὀνείρῳ
ἑστάναι μέν
που ἐν
Βυζαντίῳ
παρὰ τὴν τῆς
θαλάσσης
ἠιόνα, ἣ δὴ
Χαλκηδόνος
καταντικρύ
ἐστιν·
ὁρᾶν δὲ
τοῦτον κατὰ
τὸν ἐκείνῃ
πορθμὸν
ἑστῶτα μέσον.
Καὶ πρῶτον
μὲν τοι τὸ
ὕδωρ τῆς
θαλάσσης
αὐτὸν
ἐκπιεῖν ὅλον,
ὥστε οἴεσθαι
τὸ λοιπὸν
αὐτὸν ἐπὶ
τῆς ἠπείρου
ἑστάναι,
οὐκέτι τοῦ
πορθμοῦ
ταύτῃ
ἐπιόντος·
ἔπειτα δὲ
ὕδωρ ἄλλο
ῥύπου τε
πολλοῦ καὶ
φορυτοῦ
γέμον, βρύσαν
ἐξ ὑπονόμων
ἑκατέρωθεν
ὄντων,
ἐνταῦθα
γενέσθαι·
καὶ αὐτὸ μὲν
τοῦτον
ἐκπιεῖν ἅμα·
γυμνόν τε
αὖθις
ἐξεργάσασθαι
τοῦ πορθμοῦ
χῶρον. Ἡ μὲν
τοῦ ὀνείρου
ὄψις ἐδήλου
τοιαῦτα.
2.
Ἰουστινιανὸς
δὲ οὗτος,
ἡνίκα οἱ ὁ
θεῖος
Ἰουστῖνος
τὴν
βασιλείαν
παρέλαβε,
χρημάτων
δημοσίων
ἔμπλεων τὴν
πολιτείαν
εὗρεν.
Ἀναστάσιος
γὰρ,
προνοητικώτατός
τε ἅμα καὶ
οἰκονομικώτατος
πάντων
αὐτοκρατόρων
γενόμενος,
δείσας ὅπερ
ἐγένετο, μή
οἱ ὁ τὴν
βασιλείαν
ἐκδεξόμενος,
χρημάτων
ὑποσπανίζων,
ἴσως τοὺς
κατηκόους
ληίίζηται,
χρυσοῦ τοὺς
θησαυροὺς
ἅπαντας
κατακόρως
ἐμπλησάμενος,
τὸν βίον
ξυνεμετρήσατο.
Οὕσπερ
ἅπαντας
Ἰουστινιανὸς
ὡς τάχιστα
διεσπάσατο,
πὴ μὲν
θαλασσίοις
οἰκοδομίαις
λόγον οὐκ
ἐχούσαις, πὴ
δὲ τῇ ἐς τοὺς
βαρβάρους
φιλότητι·
καίτοι [ῶς
χρήμασι
λόγιζει] ἄν
τις αὔτο
βασιλείοις
ἄγαν ἀσώτῳ
ἐσομένῳ,
ἐτῶν ἑκατὸν
ἐπαρκέσειν.
Ἰσχυρίζοντο
γὰρ οἱ τοῖς
θησαυροῖς τε
καὶ ταμείοις
καὶ ἄλλοις
ἅπασι τοῖς
βασιλικοῖς
χρήμασιν
ἐφεστῶτες,
Ἀναστάσιον
μὲν Ῥωμαίων
ἔτη πλέον ἢ
ἑπτὰ καὶ
εἴκοσιν
ἄρξαντα,
διακόσια καὶ
τρισχίλια
χρυσοῦ
κεντηνάρια
ἐς τὴν
βασιλείαν
εἰσκομισθῆναι
οὐδενὶ νόμῳ,
καὶ τούτων
ἁπάντων οὐδ'
ὁτιοῦν
ἀπολελεῖφθαι,
ἀλλ' ἔτι
περιόντος [Ἰουστίνου]
πρὸς τοῦδε
τοῦ ἀνθρώπου
δεδαπανῆσθαι,
ᾗπέρ μοι ἐν
τοῖς
ἔμπροσθεν
λόγοις
εἴρηται.
3.
Ἅπερ
γὰρ αὐτὸς ἐν
τῷ παντὶ
χρόνῳ
σφετερίζεσθαί
τε οὐ δέον,
καὶ ἀναλοῦν
ἴσχυσεν, οὐδ'
ἄν τινα λόγον
ἢ λογισμὸν [ἢ
μέτρον]
φανῆναι
μηχανή τις
οὐδεμία
ἐστίν. Ὥσπερ
γάρ τις
ποταμὸς
ἀένναος, ἐς
ἡμέραν
ἑκάστην
ἐδῄου τε καὶ
ἐληίίζετο
τοὺς
ὑπηκόους·
ἐπέρρει δὲ
ἅπαντα τοῖς
βαρβάροις
εὐθύς.
4.
Πλοῦτον
οὕτω τὸν
δημόσιον
εὐθὺς
ἐκφορήσας,
ἐπὶ τοὺς
κατηκόους τὸ
βλέμμα ἦγε·
πλείστους τε
αὐτίκα τὰς
οὐσίας
ἀφείλετο,
ἁρπάζων τε
καὶ
βιαζόμενος
οὐδενὶ λόγῳ,
τῶν
ἐγκλημάτων
τε οὐδαμῆ
γεγονότων,
ὑπάγων τοὺς
εὐδαίμονας
ἔν τε
Βυζαντίῳ καὶ
πόλει ἑκάστῃ
δοκοῦντας
εἶναι.
5.
Καὶ
τοῖς μὲν
πολυθείίαν,
τοῖς δὲ δόξης
ἐν
Χριστιανοῖς
οὐκ ὀρθῆς
αἵρεσιν·
τοῖς δὲ
παιδεραστίας,
ἑτέροις
ἱερῶν
γυναικῶν
ἔρωτας, ἢ
ἄλλας τινὰς
οὐ θεμιτὰς
μίξεις,
ἄλλοις
στάσεως
ἀφορμὴν, ἢ
μέρους
Πρασίνου
στοργὴν, ἢ ἐς
αὐτὸν
ὑβρίζειν, ἢ
ὄνομα ὁτιοῦν
ἄλλο
ἐπενεγκὼν, ἢ
κληρονόμος
αὐτόματος
τοῖς
τετελευτηκόσιν,
ἢ καὶ
περιοῦσιν, ἂν
οὕτω τύχοι,
γινόμενος. Αἱ
γὰρ δὴ
σεμνόταται
τῶν πράξεων
αὐτῷ
τοιαῦται
ἦσαν. Ὅπως δὲ
καὶ τὴν
γενομένην ἐπ'
αὐτὸν στάσιν,
ἣν Νίκα
ἐκάλουν,
διοικησάμενος,
πᾶσι
κληρονόμος
τοῖς ἐκ
βουλῆς εὐθὺς
γέγονεν, ἤδη
μοι ἔναγχος
δεδιήγηται·
καὶ ὅπως, τῆς
στάσεως
πρότερον, οὐκ
ὀλίγων αὐτὸς
ἰδίᾳ ἑκάστου
τὴν οὐσίαν
ἀφείλετο.
6.
Τοὺς
δὲ βαρβάρους
ἅπαντας,
οὐδένα
ἀνιεὶς
καιρὸν,
χρήμασιν
ἐδωρεῖτο
μεγάλοις,
ἑῴους τε καὶ
ἑσπερίους,
πρός τε
ἄρκτον καὶ
μεσημβρίαν,
ἄχρι ἐς τοὺς
ἐν
Βρεττανίαις
ᾠκημένους·
καὶ γῆς
πανταχόθι
τῆς
οἰκουμένης,
τὰ ἔθνη, ὧνπερ
οὐδὲ ὅσον
ἀκοὴν
πρότερον
εἴχομεν, ἀλλὰ
πρῶτον
ἰδόντες, εἶτα
τοῦ γένους
ὄνομα
ἔγνωμεν.
Αὐτοί τε γὰρ
πυνθανόμενοι
τὸ τοῦ ἀνδρὸς
ἦθος, ἐπ'
αὐτὸν δὴ ἐκ
πάσης γῆς
ξυνέρρεον ἐς
Βυζάντιον.
Καὶ ὃς
οὐδεμιᾷ
ὀκνήσει, ἀλλ'
ὑπερηδόμενός
τε τῷ ἔργῳ
τούτῳ, καί τι
καὶ ἕρμαιον
εἶναι
οἰόμενος τὸν
μὲν Ῥωμαίων
ἐξαντλεῖν
πλοῦτον,
βαρβάροις δὲ
ἀνθρώποις, ἢ
ῥοθίοις τισὶ
θαλασσίοις
προίίεσθαι,
ἀεὶ καθ'
ἑκάστην
αὐτῶν
ἕκαστον ξὺν
ἁδροῖς
χρήμασιν
ἀπεπέμπετο.
7.
Ταύτῃ
τε οἱ
βάρβαροι
ἅπαντες
κύριοι τοῦ
Ῥωμαίων
παντάπασι
γεγένηνται
πλούτου, ἢ τὰ
χρήματα πρὸς
τοῦ βασιλέως
κεκομισμένοι,
ἢ ληϊζόμενοι
τὴν τῶν
Ῥωμαίων
ἀρχὴν, ἢ τοὺς
αἰχμαλώτους
ἀποδιδόμενοι,
ἢ τὴν
ἐκεχειρίαν
ἀπεμπολοῦντες·
τήν τε τοῦ
ὀνείρου ὄψιν,
ἧς ἄρτι
ἐμνήσθην, ἐς
τοῦτο τῷ
ἰδόντι
ἀποκεκρίσθαι
τετύχηκε.
ΚΕΦΑΛΑΙΟΝ Κ'
1.
Καὶ
ἄλλους
μέντοι
ἐπιτεχνήσασθαι
τῆς τῶν
κατηκόων
λεηλασίας
τρόπους
ἴσχυσεν,
οἵπερ, ἐς ὅσον
δυνατὸς ἂν
εἴην, αὐτίκα
μάλα
λελέξονται,
δι' ὧν οὐκ
ἀθρόας, ἀλλὰ (
κατὰ) βραχὺ
τὰς πάντων
οὐσίας
ληίζεσθαι
διαρκῶς ἔσχε. Πρῶτα
τῷ δήμῳ ( οἱ)
ἔπαρχον ἐν
Βυζαντίῳ ἐκ
τοῦ ἐπὶ
πλεῖστον
ἐφίστη· ὃς δὴ
ἔμελλε τοῖς
τὰ πωλητήρια
ἔχουσι, πόρου
ἐνιαυσίου
ἐνθένδε
διαλαγχάνων,
ἐς τὴν
ἐξουσίαν
αὐτοὺς
ἐμβιβάζειν
τοῦ τὰ ὤνια
ὅπῃ
βούλοιντο,
ἀποδίδοσθαι.
Καὶ
περιεστήκει
τοῖς τῇδε
ἀνθρώποις
ὠνεῖσθαι τὰ
ἐπιτήδεια,
τριπλασίονα
μὲν
καταβαλλομένοις
τιμήματα· ὅτῳ
δὲ ἂν διὰ
ταῦτα
ἐπικαλοῖεν,
οὐδαμῆ
ἔχουσι. Μέγα
τε τὸ ἀπὸ τοῦ
ἔργου βλάβος
ἠγείρετο.
Μέρος γὰρ τῆς
βασιλείας
τοῦδε
φερομένης
τοῦ πόρου
πλουτεῖν ἀπ'
αὐτοῦ, ἡ τῷ
πράγματι
ἐφεστῶσα
ἀρχὴ ἤθελε. Τὸ
δὲ ἐνθένδε, οἵ
τε τῆς ἀρχῆς
ὑπηρέται, τῆς
αἰσχρᾶς
ταύτης
ὑπουργίας
ἐπειλημμένοι,
καὶ οἱ τὰ
πωλητήρια
ἔχοντες τῆς
τοῦ
παρανομεῖν
ἐξουσίας
δραξάμενοι,
ἀνήκεστα
ἔργα τοὺς
τότε
ὠνεῖσθαι
δεομένους
εἰργάζοντο,
οὐχ ὅσον, (ὡς)
εἴρηται
πολλαπλάσια
τὰ τιμήματα
κομιζόμενοι·
ἀλλὰ καὶ
δολώσεις ἐν
τοῖς ὠνίοις
μηχανώμενοι
ἀμυθήτους
τινάς.
2.
Ἔπειτα
δὲ πολλὰ
καταστησάμενος
τὰ καλούμενα
μονοπώλια,
τήν τε
κατηκόων
σωτηρίαν
ἀπεμπολήσας
τοῖς τὸ ἄγος
τοῦτο
ἐνεργολαβεῖν
ἀξιοῦσιν·
αὐτὸς μὲν
τίμημα τοῦ
ἔργου τούτου
ἀντιφορτισάμενος,
ἀπηλλάσσετο·
τοῖς δὲ αὐτῷ
ξυμβεβληκόσι
παρείχετο
τὴν ἐργασίαν,
ᾗ βούλοιντο
διοικήσασθαι.
Ὅπερ
ἀπαρακαλύπτως
ἡμαρτάνετο
κἀν ταῖς
ἄλλαις
ἁπάσαις
ἀρχαῖς.
Βασιλέως γὰρ
μοῖράν τινα
οὐ πολλὴν ἀεὶ
τῶν φωρίων
κομιζο μένου,
αἵ τε ἀρχαὶ ἀπ'
αὐτοῦ, καὶ οἱ
πράγματι
ἐφεστῶτες
ἑκάστῳ,
ἀδεέστερον
τοὺς σφίσι
παραπίπτοντας
ἐληίίζοντο.
3.
Ὥσπερ δὲ οὐχ
ἱκανῶν οἱ ἐς
τοῦτο οὐσῶν
τῶν πάλαι
διατεταγμένων
ἀρχῶν, ἑτέρας
δύο ἐπὶ τῇ
πολιτείᾳ
ἐπετεχνήσατο·
καίτοι
ἅπαντα
μετῄει
πρότερον τὰ
ἐγκλήματα ἡ
τῷ δήμῳ
ἐφεστῶσα
ἀρχή. Ἀλλ' ὅπως
ἀεὶ πλείους
τε οἱ
συκοφάνται
εἶεν, καὶ
πολλῷ ἔτι
θᾶσσον τῶν
οὐδὲν
ἐπταικότων
ἀνθρώπων τὰ
σώματα
αἰκίζοιτο,
ταύτας δὴ τὰς
ἀρχὰς
ἐπινοεῖν
ἔγνω. Καὶ
αὐταῖν τὴν
ἑτέραν μὲν
τοῖς
κλέπταις
δῆθεν τῷ λόγῳ
ἐπέστησεν,
ὄνομα ταύτῃ
ἐπιθεὶς
πραίτωρα
δή[μων]· τῇ δὲ
δὴ ἑτέρᾳ τούς
τε
παιδεραστοῦντας
ἐς ἀεὶ
τίννυσθαι,
καὶ γυναιξὶν
οὐ νόμιμα
μιγνυμένους
ἐπήγγελλε,
καὶ εἴ τῳ τὰ
ἐς τὸ θεῖον
οὐκ ὀρθῶς
ἤσκηται,
ὄνομα ταύτῃ
ἐπιθεὶς
κοιαισίτωρα.
4.
Ὁ μὲν οὖν
πραίτωρ, εἴ
τινα ἐν τοῖς
φωρίοις
λόγου πολλοῦ
ἄξια εὗρε,
ταῦτα δὴ τῷ
αὐτοκράτορι
ἀποφέρειν
ἠξίου· φάσκων
οὐδαμῆ
φαίνεσθαι
τοὺς τούτων
κυρίους.
Ταύτῃ τε
χρημάτων ἀεὶ
τῶν
τιμιωτάτων
διαλαγχάνειν
ὁ βασιλεὺς
εἶχεν. Ὁ δὲ δὴ
κοιαισίτωρ
καλούμενος,
τοὺς
παραπεπτωκότας
κατεργαζόμενος,
ἃ μὲν
βούλοιτο,
βασιλεῖ
ἔφερεν· αὐτὸς
δὲ οὐδὲν
ἧσσον
ἐπλούτει
τοῖς
ἀλλοτρίοις,
οὐδενὶ νόμῳ.
Οἱ γὰρ δὴ
τούτων τῶν
ἀρχῶν
ὑπηρέται,
οὔτε
κατηγόρους
ἐπήγοντο
οὔτε
μάρτυρας τῶν
πεπραγμένων
παρείχοντο·
ἀλλὰ
διηνεκὲς
πάντα τοῦτον
τὸν χρόνον
ἀκατηγόρητοί
τε καὶ
ἀνεξέλεγκτοι,
ὡς
λαθραιότατα,
ἐντυχόντες,
ἐκτείνοντό
τε, καὶ
ἀφῃροῦντο τὰ
χρήματα.
5.
Ὕστερον δὲ ὁ
παλαμναῖος
οὗτος
ταύταις τε
καὶ τῇ τῷ δήμῳ
ἐφεστώσῃ
ἀρχῇ πάντων
ὁμοίως
ἐπιμελεῖσθαι
τῶν
ἐγκλημάτων
ἐπέστελλεν·
ἐρίζειν
σφίσι πρὸς
ἀλλήλους
εἰπὼν, ὅστις
αὐτῶν
πλείους τε
καὶ θᾶσσον
διαφθείρειν
ἱκανὸς εἴη.
Καὶ αὐτῶν ἕνα
μὲν αὐτὸν
εὐθὺς
ἐρέσθαι
φασὶν· ἢν ἐς
τοὺς τρεῖς
τίς ποτε
διαβάλλοιτο,
τίνος ἂν
αὐτῶν ἡ τοῦ
πράγματος
διάγνωσις
εἴη· τὸν δὲ
ὑπολαβόντα
φάναι, ὅστις
ἂν αὐτῶν
προτερήσας
τοὺς ἄλλους
φθάνοι.
6. Ἀλλὰ
καὶ τὴν τοῦ
κοιαίστωρος
καλουμένην
ἀρχὴν
διέθετο
οὐδενὶ κόσμῳ,
ἧσπερ
διαφερόντως
ἐπεμελοῦντο
οἱ πρότερον
βεβασιλευκότες,
ὡς εἰπεῖν,
ἅπαντες· ὅπως
τε τὰ ἄλλα
ἔμπειροι καὶ
σοφοὶ, καὶ τὰ
ἐς τοὺς
νόμους
μάλιστα εἶεν,
οἱ ταύτην
διαχειρίσαντες·
καὶ χρημάτων
διαφανῶς
ἀδωρότατοι·
ὡς οὐκ ἄνευ
μεγάλου
ὀλέθρου
τούτου γε τῇ
πολιτείᾳ
γενησομένου·
εἴπερ οἱ
ταύτην τὴν
ἀρχὴν
ἔχοντες, ἢ
ἀπειρίᾳ τινὶ
ἔχοιντο ἢ
φιλοχρηματίᾳ
ἐφεῖντο.
7.
Ὁ δὲ
βασιλεὺς
οὗτος, πρῶτον
μὲν ἐπὶ
ταύτης
Τριβωνιανὸν
κατεστήσατο,
οὗπερ τὰ
ἐπιτηδεύματα
ἐν τοῖς
ἔμπροσθεν
λόγοις
διαρκῶς
εἴρητο. Ἐπεὶ
δὲ ὁ
Τριβωνιανὸς
ἐξ ἀνθρώπων
ἠφάνιστο,
μοῖραν μὲν
αὐτοῦ τῆς
οὐσίας
ἀφείλετο·
καίτοι
παιδός τέ οἱ
ἀπολελειμμένου
καὶ πλήθους
ἐκγόνων·
ἐπεγένετο τῷ
ἀνθρώπῳ ἡ
τέλειος
ἡμέρα τοῦ
βίου,
Ἰούνιλον δὲ,
Λίβυν γένος,
ἐπὶ τῆς τιμῆς
κατεστήσατο
ταύτης, νόμου
μὲν οὐδὲ ὅσον
ἀκοὴν ἔχοντα,
ἐπεὶ οὐδὲ τῶν
ῥητόρων τις
ἦν, γράμματα
δὲ Λατῖνα μὲν
ἐξεπιστάμενον,
Ἑλληνικῶν
μέντοι ἕνεκα
οὐδὲ
πεφοιτηκότα
πρὸς
γραμματιστοῦ
πώποτε, οὐδὲ
τὴν γλῶσσαν
αὐτὴν
ἑλληνίζειν
δυνάμενον·
πολλάκις
ἀμέλει φωνὴν
Ἑλληνίδα
προθυμηθεὶς
ἀφεῖναι, πρὸς
τῶν
ὑπηρετούντων
γέλωτα ὦφλεν·
ἐς δὲ τὴν
αἰσχροκέρδειαν
δαιμονίως
ἐσπουδακότα,
ὅς γε
γράμματα μὲν
τὰ βασιλέως
ἐν δημοσίῳ
ἀπεμπολῶν ὡς
ἥκιστα
κατεδύετο.
Ἑνὸς δὲ
στατῆρος
χρυσοῦ ἕνεκα
τὴν χεῖρα
ὀρέγειν τοῖς
ἐντυγχάνουσιν
οὐδαμῆ ὤκνει.
Οὐχ ἧσσόν τε ἢ
ἑπτὰ
ἐνιαυτῶν
χρόνον
τοῦτον ἡ
πολιτεία τὸν
γέλωτα ὦφλεν.
8.
Ἐπεὶ δὲ καὶ
Ἰούνιλος ἐς
τὸ μέτρον τοῦ
βίου ἀφίκετο,
Κωνσταντῖνον
ἐπὶ τοῦδε τοῦ
ἀξιώματος
κατεστήσατο,
νόμων μὲν
ὄντα οὐκ ἀμε
λέτητον, νέον
δὲ κομιδῆ καὶ
οὔπω ἀγωνίας
δικανικῆς ἐς
πεῖραν
ἐλθόντα,
κλεπτίστατον
δὲ καὶ
ἀλαζονικώτατον
ἀνθρώπων
ἁπάντων.
Οὗτος
Ἰουστινιανῷ
ποθεινότατός
τε ἄγαν καὶ
φίλτατος ἐν
τοῖς μάλιστα
ἐγεγόνει·
ἐπεὶ καὶ δι'
αὐτοῦ
κλέπτειν τε,
καὶ δικάζειν
ἀεὶ ὁ
βασιλεὺς
οὗτος οὐδαμῆ
ἀπηξίου. Διὸ
δὴ χρήματα
μεγάλα,
χρόνου
ὀλίγου
Κωνσταντῖνος
ἔσχε, καὶ
ὑπερφυεῖ
τινι κόμπῳ
ἐχρῆτο·
ἀεροβατῶν τε
καὶ πάντας
ἀνθρώπους
περιφρονῶν·
κἂν μέν τινες
αὐτῷ πολλὰ
βούλοιντο
χρήματα
προέσθαι,
ταῦτα δὴ
κατατιθέντες
τῶν οἱ
πιστοτάτων
τισὶ, τὰ
σφίσιν
ἐσπουδασμένα
κατορθοῦν
ἴσχυον. Αὐτῷ
μέντοι
ἐντυχεῖν ἢ
ξυγγενέσθαι
τῶν πάντων
οὐδενὶ
γέγονε
δυνατὸν, ὅτι
μὴ ἐς βασιλέα
δρόμῳ ἰόντι, ἢ
ἀπαλλασσομένῳ
ἐνθένδε, οὐ
βάδην, ἀλλὰ
σπουδῇ τε καὶ
τάχει πολλῷ,
τοῦ μή τινά οἱ
ἀκερδῆ
ἀσχολίαν
τοὺς
προσιόντας
προστρίβεσθαι.
Ταῦτα
μὲν οὖν τῇδε
βασιλεῖ τῷδε
εἶχε.
ΚΕΦΑΛΑΙΟΝ ΚΑ'.
1. Πρὸς δὲ
τοῦ τῶν
πραιτωρίων
ἐπάρχου, ἀνὰ
πᾶν ἔτος
πλέον ἢ
τριάκοντα
κεντηνάρια
πρὸς τοῖς
δημοσίοις
ἐπράσσετο
φόροις. Οἷς δὴ
ὄνομα τὸ
ἀερικὸν
ἐπιτέθεικεν·
ἐκεῖνο,
οἶμαι,
παραδηλῶν,
ὅτι δὴ οὐ
τεταγμένη τις,
οὐδὲ
ξυνειθισμένη
οὖσα ἡ φορὰ
ἐτύγχανεν
αὕτη· ἀλλὰ
τύχῃ τινὶ
ὥσπερ ἐξ
ἀέρος ἀεὶ
αὐτὴν
φερομένην
ἐλάμ βανε·
δέον τῆς
πονηρίας τῆς
αὐτοῦ ταῦτα
ἐπικαλεῖν
ἔργα. Ὧν δὴ τῷ
ὀνόματι οἱ
ἐπὶ τῆς ἀρχῆς
τεταγμένοι,
ἀδεέστερον
ἀεὶ ταῖς ἐς
τοὺς
κατηκόους
λῃστείαις
ἐχρῶντο. Καὶ
ταῦτα μὲν τῷ
αὐτοκράτορι
ἀποφέρειν
ἠξίουν· αὐτοὶ
δὲ πλοῦτον
βασιλικὸν
περιεβάλλοντο
οὐδενὶ πόνῳ.
Ὧνπερ
Ἰουστινιανὸς
ἐπιστροφὴν
οὐδεμίαν
ἐδικαίου
ποιεῖσθαι,
καιροφυλακῶν
ὅπως, ἐπειδὰν
τάχιστα
πλούτου τι
μέγα
περιβάλωνται
χρῆμα,
ἔγκλημα, ὅ τι
δὴ αὐτοῖς
ἐπενεγκὼν
ἀπροφάσιστον
ἀθρόον
αὐτοῖς
ἀφαιρεῖσθαι
τὴν οὐσίαν
ἱκανὸς εἴη.
Ὅπερ καὶ
Ἰωάννην τὸν
Καππαδόκην
εἰργάσατο.
2.
Ἅπαντες οὖν
ἀμέλει, ὅσοι
τῆς τιμῆς ὑπὸ
τὸν χρόνον
τοῦτον
ἐλαμβάνον·
πλούσιοι
ἐξαπιναίως
οὐδενὶ
γεγένηνται
μέτρῳ· δυοῖν
μέντοι χωρὶς,
Φωκᾶ τε, οὗπερ
ἐν τοῖς
ἔμπροσθεν
λόγοις
ἐμνήσθην, ( ἅτε
τοῦ δικαίου
ἐς τὸ
ἀκρότατον
ἐπιμελητοῦ
γεγονότος·
κέρδους γὰρ
ὁτουοῦν
οὗτος ὁ ἀνὴρ
ἐν τῷ
ἀξιώματι
καθαρὸς
ἔμεινε)· καὶ
Βάσσου, ὃς δὴ
ἐν χρόνῳ τῷ
ὑστέρῳ τὴν
ἀρχὴν ἔλαβεν.
Ὧνπερ
οὐδέτερος
ἐνιαυτὸν
διασώσασθαι
τὴν τιμὴν
ἔσχεν, ἀλλ'
ἀχρεῖοί τε,
καὶ τοῦ
καιροῦ τὸ
παράπαν
ἀλλόκοτοι,
μηνῶν που
ὀλίγων τοῦ
ἀξιώματος
ἔξω
γεγένηνται.
Ἵνα δὲ μὴ, τὸ
καθ' ἕκαστόν
μοι
διηγουμένῳ,
ἀτελεύτητος
ὁ λόγος εἴη,
ταῦτα κἀν
ταῖς ἄλλαις
ἐπράσσετο
ταῖς ἐν
Βυζαντίῳ
ἀρχαῖς.
3.
Πανταχόθι
μέντοι τῆς
Ῥωμαίων
ἀρχῆς ὁ
Ἰουστινιανὸς
ἐποίει τάδε.
Τοὺς
πονηροτάτους
τῶν ἀνθρώπων
ἀπολεξάμενος,
διεφθάρθαι
ἀπεδίδοτο
τὰς ἀρχὰς
σφίσι
χρημάτων
μεγάλων.
Σώφρονι γὰρ
ἀνδρὶ ἢ
ξυνέσεως
ὁπωστιοῦν
μεταλαχόντι,
ἔννοια
οὐδεμία
ἐγένετο
χρήματα
οἰκεῖα
προίίεσθαι,
ἐφ' ᾧ δὴ τοὺς
οὐδὲν
ἠδικηκότας
ληίίζηται.
Τοῦτό τε τὸ
χρυσίον πρὸς
τῶν
ξυμβαλλόντων
κεκομισμένος,
ἐς τὴν
ἐξουσίαν
αὐτοὺς
ἐνεβίβαζε,
τοῦ τοὺς
κατηκόους
πάντα
ἐργάζεσθαι.
Ἀφ' ὧν ἔμελλον
τὰς χώρας
αὐτοῖς
ἀνθρώποις
ἀπολοῦντες
ἁπάσας,
πλούσιοι τὸ
λοιπὸν
ἔσεσθαι
αὐτοί. Οἱ δὲ
τὰς τῶν
πόλεων τιμὰς,
ἐπὶ τόκοις
ἁδροῖς τισιν
ἀπὸ τῆς
τραπέζης
δεδανεισμένοι,
καὶ τῷ
ἀποδεδομένῳ
ἀπαριθμήσαντες,
ἐπειδὴ
ἐγίνοντο ἐν
ταῖς πόλεσι,
πᾶσαν κακοῦ
ἰδέαν ἐς τοὺς
ἀρχομένους
ἀεὶ
ἐνδεικνύμενοι,
οὐκ ἄλλου του
ἐν ἐπιμελείᾳ
καθίσταντο, ἢ
ὅπως τοῖς
χρήσταις τὰ
ὡμολογημένα
τελέσειαν,
καὶ αὐτοὶ τὸ
λοιπὸν ἐν
τοῖς
πλουσιωτάτοις
τετάξονται,
οὐκ ἔχοντος
αὐτοῖς
κίνδυνόν
τινα ἢ ὕβριν
τοῦ ἔργου·
φέροντος δέ
τι καὶ δόξης
μᾶλλον, ὅσῳ
καὶ πλείους
τῶν σφίσι
παραπεπτωκότων
οὐδενὶ ( λόγῳ)
ἀποκτείναντες,
ληίζεσθαι
ἴσχυον. Τὸ γὰρ
τοῦ φονέως τε
καὶ λῃστοῦ
ὄνομα ἐς τὸ
τοῦ
δραστηρίου
αὐτοῖς
ἀποκεκρίσθαι
ξυνέβαινεν.
Ὅσους μέντοι
τῶν ἐχόντων
ἀρχὰς ᾖσθετο
πλούτῳ
ἀκμάζοντας,
τούτους δὴ
σκήψεσι
σαγηνεύσας,
εὐθὺς ἅπαντα
συλλήβδην
ἀφῃρεῖτο τὰ
χρήματα.
4. Μετὰ
δὲ νόμον τοὺς
τὰς ἀρχὰς
ἔγραψε
μετιόντας
ὀμνύναι, ἦ μὴν
καθαροὺς ἀπὸ
πάσης κλοπῆς
σφᾶς αὐτοὺς
ἔσεσθαι, καὶ
μήτε τι
δώσειν τῆς
ἀρχῆς ἕνεκα,
μήτε
λήψεσθαι.
Ἀράς τε πάσας
ἐπέβαλεν,
ὅσαι πρὸς τῶν
παλαιοτάτων
ὠνομασμέναι
εἰσὶν, ἤν τις
τῶν
γεγραμμένων
ἐκβαίη. Ἀλλὰ
τοῦ νόμου
τεθέντος
οὔπω
ἐνιαυτὸν,
αὐτὸς μὲν τῶν
γεγραμμένων
καὶ
κατηραμένων
ὀλιγωρήσας,
καὶ τῆς ὑπὲρ
τούτων
αἰσχύνης,
ἀδεέστερον
τὰ τιμήματα
τῶν ἀρχῶν, ( οὐκ)
ἐν παραβύστῳ,
ἀλλ' ἐς τὸ
δημόσιον τῆς
ἀγορᾶς,
ἔπραττεν. Οἱ
δὲ τὰς ἀρχὰς
ὠνημένοι,
διώμοτοι
μᾶλλον ἢ
πρότερον,
πάντα ἐσύλων.
5.
Ὕστερον δὲ
καὶ ἄλλο τι
ἐπετεχνήσατο
ἀκοῆς
κρεῖσσον. Τῶν
ἀρχῶν, ἅσπερ
ἀξιωτάτας ἔν
τε Βυζαντίῳ
καὶ πόλεσι
ταῖς ἄλλαις
ᾤετο εἶναι,
οὐκέτι
ἀπεμπολεῖν
ἔγνω ᾗπερ τὰ
πρότερα,
μισθωτοὺς δὲ
διερευνώμενος,
ἐχειροτόνει·
τάξας αὐτοῖς
ὅ τι δὴ
μισθαρνοῦντας
ἀποφέρειν
αὐτῷ τὰ φώρια
πάντα. Οἱ δὲ
τὴν μίσθωσιν
κεκομισμένοι,
ἀδεέστερον
ξυμφορήσαντες
ἐκ πάσης γῆς,
ἅπαντα
ἔφερον, καὶ
περιήρχετο
μισθοφόρος
ἐξουσία, τῷ
τῆς ἀρχῆς
ὀνόματι,
καταληϊζομένη
τοὺς
ὑπηκόους.
6.
Οὕτως ὁ
βασιλεὺς
ἀκριβολογούμενος
τὸν ἅπαντα
χρό νον,
ἐκείνους
ἐφίστη τοῖς
πράγμασιν, οἳ
δὴ πάντων
κατὰ τὸν
ἀληθῆ λόγον
μιαρώτατοι
ἦσαν, ἀεί τε τὸ
κακὸν τοῦτο
ἰχνηλατῶν
κατετύγχανεν.
Ἡνίκα οὖν
ἀμέλει τοὺς
πρώτους
πονηροὺς ἐπὶ
τῆς ἀρχῆς
κατεστήσατο,
ἐς φῶς τε
αὐτῶν ἡ τῆς
δυνάμεως
ἐξουσία τὴν
κακοτροπίαν
ἐξήνεγκεν·
ἐθαυμάζομέν
γε ὅπως δὴ
κακότητα
τοσαύτην
ἀνθρώπου
φύσις
ἐχώρησεν.
Ἐπεὶ δὲ
αὐτοὺς οἱ
χρόνῳ τῳ
ἀρχὰς
ἐκδεξάμενοι
πολλῷ τῷ
περιόντι
παρελᾶν
ἴσχυσαν,
διηποροῦντο
πρὸς
ἀλλήλους οἱ
ἄνθρωποι,
ὅντινα
τρόπον οἱ
πρόσθεν
πονηρότατοι
δόξαντες
τοσούτῳ
παραλόγῳ, ἅτε
αὐτοὶ καλοὶ
καὶ ἀγαθοὶ
γεγονότες ἐν
τοῖς
σφετέροις
ἐπιτηδεύμασι,
πρὸς τῶν
ἐπιγενομένων
ἡσσήθησαν·
αὖθίς τε οἱ
τρίτοι τοὺς
δευτέρους
ὑπερηκόντισαν
πονηρίᾳ τῇ
πάσῃ· καὶ μετ'
ἐκείνους
ἕτεροι, τοῖς
τῶν
ἐγκλημάτων
καινοτομήμασιν,
ὄνομα
χρηστὸν τοῖς
φθάσασι
προσετρίψαντο.
Μηκυνομένου
τε τοῦ κακοῦ,
πᾶσιν
ἐκμεμαθηκέναι
τῷ ἔργῳ
ξυνέβη·
ὅτι δὴ
τοῖς
ἀνθρώποις ἐπ'
ἄπειρον μὲν ἡ
πονηρία
φύεσθαι
εἴωθε·
μαθήσει δὲ
τῶν
προγεγενημένων
ἐκτρεφομένη,
καὶ τῇ τῆς
παρρησίας
ἐξουσίᾳ ἐς τὸ
λυμαίνεσθαι
τοῖς
παραπίπτουσιν
ἐξαγομένη, ἐς
τοσόνδε ἀεὶ
ἐξικνεῖσθαι
δοκεῖ, ἐς ὅσον
δύναται ἡ τῶν
βλαπτομένων
σταθμᾶσθαι
δόξα.
Ῥωμαίοις μὲν
οὖν τά γε ἀμφὶ
τοῖς ἄρχουσι
ταύτῃ πη εἶχε.
7.
Πολλάκις δὲ
καὶ Οὔννων
πολεμίων
στρατῷ
ἀνδραποδίσασί
τε καὶ
ληϊσαμένοις
τὴν Ῥωμαίων
ἀρχὴν, οἱ
Θρᾳκῶν τε καὶ
Ἰλλυριῶν
στρατηγοὶ
βεβουλευμένοι
ἀναχωροῦσιν
ἐπιθήσεσθαι,
ἀπεπήδησαν·
ἐπεὶ
βασιλέως
Ἰουστινιανοῦ
γράμματα
εἶδον,
ἀπεροῦντα
σφίσι τὴν ἐς
τοὺς
βαρβάρους
ἐπίθεσιν,
ἀναγκαίων
αὐτῶν ἐς
ξυμμαχίαν
Ῥωμαίοις
ὄντων ἐπὶ
Γότθους ἴσως
ἢ ἐπὶ ἄλλους
πολεμίων
τινάς.
8. Καὶ ἀπ'
αὐτοῦ οἱ
βάρβαροι
οὗτοι,
ἐληίζοντο
μὲν ὡς
πολέμιοι, καὶ
ἠνδραποδίζοντο
τοὺς τῇδε
Ῥωμαίους· ξὺν
δὲ τῇ ἄλλῃ
λείᾳ καὶ τοῖς
αἰχμαλώτοις,
ἅτε φίλοι καὶ
ξύμμαχοι
Ῥωμαίοις
ὄντες, ἐπ'
οἴκου
ἀπεκομίζοντο.
Πολλάκις δὲ
καὶ γεωργῶν
τῶν ἐνταῦθά
τινες, παίδων
τε σφετέρων
καὶ γυναικῶν
πόθῳ
ἐξηνδραποδισμένων
ἠγμένοι,
ἀθρόοι τε
γεγενημένοι,
ἀναχωροῦσι
πολλοὺς
ἐτύγχανον
κτείναντες,
καὶ αὐτῶν
τοὺς ἵππους
ἴσχυσαν ξὺν
πάσῃ
ἀφελέσθαι τῇ
λείᾳ·
πραγμάτων
μέντοι ἐς
πεῖραν ἦλθον
ἐνθένδε
δυσκόλων. Ἐκ
Βυζαντίου
γάρ τινες
ἐσταλμένοι,
αἰκίζεσθαί
τε αὐτῶν, καὶ
λωβᾶσθαι τὰ
σώματα καὶ
χρήμασι
ζημιοῦν
οὐδεμιᾷ
ὀκνήσει
ἠξίουν, ἕως
τοὺς ἵππους
ἅπαντας
δοῖεν, οὕσπερ
τοὺς
βαρβάρους
ἀφείλοντο.
ΚΕΦΑΛΑΙΟΝ ΚΒ'.
1.
Ἡνίκα
δὲ βασιλεύς
τε καὶ
Θεοδώρα τὸν
Καππαδόκην
Ἰωάννην
ἀνεῖλον,
ἀντικαθιστάναι
μὲν ἐς τιμὴν
τὴν αὐτοῦ
ἤθελον· ἄνδρα
δέ τινα
πονηρότερον
εὑρεῖν ἐπὶ
κοινῆς ἐν
σπουδῇ
ἐποιοῦντο·
περισκοπούμενοί
τε τὸ τοιοῦτο
τῆς
τυραννίδος
ὄργανον, ( καὶ)
πάσας
διερευνῶντες
τὰς τῶν
ἀνθρώπων
γνώμας, ὅπως
ἔτι θᾶσσον
τοὺς
ὑπηκόους
ἀπολεῖν
δύνωνται. Ἐν
μὲν οὖν τῷ
παραυτίκα
Θεόδοτον ἀντ'
αὐτοῦ ἐπὶ τῆς
ἀρχῆς
κατεστήσαντο,
ἄνδρα οὐ
καλοήθη μὲν,
οὐ σφόδρα δὲ
ἀρέσκειν
αὐτοῖς
ἱκανὸν
γεγονότα.
Ὕστερον δὲ
ἅπαν
διερευνώμενοι
περιήρχοντο.
Εὗρον δὲ παρὰ
δόξαν
ἀργυραμοιβόν
τινα Πέτρον
ὀνόματι,
Σύρον γένος,
ὅνπερ
ἐπίκλησιν
Βαρσύμην
ἐκάλουν· ὃς
πάλαι μὲν ἐπὶ
τῆς τοῦ
χαλκοῦ
τραπέζης
καθήμενος,
κέρδη
αἰσχρότατα
ἐκ ταύτης δὴ
ἐπορίζετο
τῆς ἐργασίας,
τὴν περὶ τοὺς
ὀβολοὺς
κλοπὴν εὖ
μάλα
τεχνάζων, καὶ
τοὺς αὐτῷ
ξυμβάλλοντας
ἀεὶ τῷ τῶν
δακτύλων
τάχει
ἐκκρούων.
Δεξιὸς γὰρ ἦν
κλέψαι μὲν τὰ
τῶν αὐτῷ
περιπεπτωκότων
ἀνέδην· ἁλοὺς
δὲ ὀμόσαι καὶ
τῶν χειρῶν τὸ
ἁμάρτημα τῷ
τῆς γλώττης
περικαλύψαι
θράσει.
2.
Ἐν δὲ
τοῖς τῶν
ὑπάρχων
στρατιώταις
καταλεχθεὶς,
ἐς τοσοῦτον
ἀτοπίας
ἐλήλακεν,
ὥστε Θεοδώρᾳ
ἀρέσκειν τε
ἐν τοῖς
μάλιστα, καὶ
ἐς τῶν ἀδίκων
αὐτῇ
βουλημάτων
ῥᾷστα
ὑπουργεῖν τὰ
ἀμήχανα. Διὸ
δὴ Θεόδοτον
μὲν, ὅνπερ
μετὰ τὸν
Καππαδόκην
καταστησάμενοι
ἔτυχον, τῆς
τιμῆς αὐτίκα
παρέλυσαν,
Πέτρον δὲ
ταύτῃ
ἐπέστησαν,
ὅσπερ αὐτοῖν
διεπράξατο
κατὰ νοῦν
ἅπαντα. Τούς
τε γὰρ
στρατευομένους
ἀποστερῶν
τὰς
συντάξεις
ἁπάσας, οὔτε
αἰσχυνθεὶς
οὔτε δείσας
πώποτε ὤφθη,
ἀλλὰ καὶ
ὠνίους τὰς
ἀρχὰς ἔτι
μᾶλλον ἢ
πρότερον
προὔθηκεν·
ἀτιμοτέρας
τε αὐτὰς
καταστησάμενος,
ἀπεδίδοτο
τοῖς ταύτην
δὴ οὐκ
ἀποκνοῦσι
τὴν ἀνοσίαν
ἐμπορίαν
ἐργάζεσθαι·
ἐφιεὶς
διαρρήδην
τοῖς τὰς
ἀρχὰς
ὠνησαμένοις
ταῖς τῶν
ἀρχομένων
ψυχαῖς τε καὶ
οὐσίαις ᾗ
βούλοιντο
χρήσασθαι.
Αὐτῷ τε γὰρ
εὐθὺς, καὶ τῷ
τῆς ἀρχῆς
καταβεβληκότι
τὸ τίμημα, ἡ
τοῦ συλᾶν τε
καὶ ἄλλως
ἁρπάζειν
ἐξουσία
ξυνέκειτο.
3.
Καὶ προῄει
μὲν ἐκ τοῦ
κεφαλαίου
τῆς
πολιτείας ἡ
τῶν βίων ὠνὴ·
ἐπράττετό τε
τὸ
συμβόλαιον
τῆς τῶν
πόλεων
διαφθορᾶς·
ἔν
τε τῶν
δικαστηρίων
τοῖς
προὔχουσι,
καὶ τῷ
δημοσίῳ τῆς
ἀγορᾶς
περιήρχετο
λῃστὴς
ἔννομος,
ὄνομα τῇ
πράξει
τιθεὶς τὴν
συλλογὴν, τῶν
ἐπὶ τοῖς
τιμήμασι τῆς
ἀρχῆς
καταβεβλημένων
χρημάτων, οὐκ
ἐχούσης τινὰ
ἐλπίδα τῆς
τῶν
ἁμαρτανομένων
ἐπιστροφῆς.
Καὶ πάντων δὲ
τῶν τῇ ἀρχῇ
ὑπηρετούντων,
πολλῶν τε καὶ
δοκίμων
ὄντων, τοὺς
πονηροτάτους
ἀεὶ ἐς αὑτὸν
εἷλκε.
4. Τοῦτο
δὲ οὐκ αὐτὸς
ἐξήμαρτε
μόνος, ἀλλὰ
καὶ ὅσοι
ταύτην
πρότερόν τε
καὶ ὕστερον
τὴν τιμὴν
ἔσχον.
Ἡμαρτάνετο
δὲ τοιοῦτο
κἀν τῇ τοῦ
μαγίστρου
καλουμένου
ἀρχῇ, κἀν τοῖς
Παλατίνοις,
οἳ δὴ ἀμφί τε
τοὺς
θησαυροὺς,
καὶ τὰ
πριβᾶτα
καλούμενα, τό
τε
πατριμώνιον
ἐπιτελεῖν
ἀεὶ τὴν
ὑπουργίαν
εἰώθασιν· ἐν
πάσαις τε,
συλλήβδην
εἰπεῖν, ταῖς
ἐν Βυζαντίῳ
καὶ πόλεσι
ταῖς ἄλλαις
τεταγμέναις
ἀρχαῖς. Ἐξ οὗ
γὰρ ὅδε ὁ
τύραννος τὰ
πράγματα
διῳκήσατο, ἐν
ἀρχῇ ἑκάστῃ
τοὺς τοῖς
ὑπηρετοῦσι
προσήκοντας
πόρους, πὴ μὲν
αὐτὸς, πὴ δὲ ὁ
τὴν τιμὴν
ἔχων,
προσεποιοῦντο
ἐν οὐδενὶ
λόγῳ, οἵ τε
αὐτοῖς
ἐπιτάττουσιν
ὑπουργοῦντες,
πενόμενοι τὰ
ἔσχατα πάντα,
τοῦτον τὸν
χρόνον
δουλοπρεπέστατα
ὑπουργεῖν
ἠναγκάζοντο.
5.
Σίτου δὲ
πολλοῦ
κομιδῆ ἐς
Βυζάντιον
κεκομισμένου,
ἐσεσήπει μὲν
ὁ πλεῖστος
ἤδη· αὐτὸς δὲ
τοῦτον
πόλεσι ταῖς
ἑῴαις
ἐπέβαλλε
κατὰ λόγον
ἑκάστῃ,
καίπερ οὐκ
ἔχοντα
ἐπιτηδείως
ἐς βρῶσιν
ἀνθρώπων·
ἐπέβαλλέ τε,
οὐχ ᾗπερ
ἀποδίδοσθαι
τὸν
κάλλιστον
σῖτον εἰώθει,
ἀλλὰ καὶ
πολλῷ
ἀξιώτερον, ἦν
τε τοῖς
ὠνουμένοις
ἐπάναγκες
χρήματα
μεγάλα
προεμένοις
ἐπὶ τιμήμασι
φορτικωτάτοις,
εἶτα τὸν
σῖτον ἐς τὴν
θάλασσαν, ἢ ἔς
τινα
ὑδροχόην
ἀπορριπτεῖν.
Ἐπεὶ δὲ καὶ
σίτου
ἀκραιφνοῦς
τε καὶ οὔπω
σεσηπότος
μέγα τι
πλῆθος
ἐνταῦθα
ἀπέκειτο, καὶ
τοῦτο
πλείστων τῶν
πόλεων ταῖς
σίτου
ὑποσπανιζούσαις
ἀπεμπολεῖν
ἔγνω. Ταύτῃ
γὰρ διπλάσια
τὰ χρήματα
ἐποίει, ἅπερ
τοῖς
ὑποτελέσι τὸ
δημόσιον·
ὑπὲρ τοῦδε
τοῦ σίτου τὰ
πρότερα
ἐλελόγιστο.
6.
Ἀλλ' ἐπεὶ ἐς
νέωτα οὐκέτι
ὁμοίως ἡ τῶν
καρπῶν φορὰ
ἤκμαζεν,
ἐνδεεστέρως
μὲν ἢ κατὰ
χρείαν ἐς
Βυζάντιον ὁ
σιταγωγὸς
στόλος
ἀφίκετο,
Πέτρος δὲ
τοῖς παροῦσι
διαπορούμενος,
ἐκ τῶν ἔν τε
Βιθυνίᾳ καὶ
Φρυγίᾳ καὶ
Θρᾴκῃ χωρίων
πρίασθαι
μέγα τι χρῆμα
σίτου ἠξίου.
Ἦν τε
ἀναγκαῖον
τοῖς ταύτῃ
οἰκοῦσι
μέχρι μὲν ἐς
τὴν θάλασσαν
πόνῳ πολλῷ τὰ
φορτία
φέρειν, ἐς
Βυζάντιον δὲ
ξὺν κινδύνῳ
αὐτὰ
ἐσκομίζεσθαι,
καὶ βραχέα
μὲν τιμήματα
δῆθεν τῷ λόγῳ
πρὸς αὐτοῦ
φέρεσθαι· τὴν
ζημίαν δὲ
αὐτοῖς ἐς
τοσόνδε
μεγέθους
καθίστασθαι,
ὥστε ἀγαπᾶν,
ἤν τις αὐτοὺς
ἐῴη τόν τε
σῖτον οἴκῳ
δημοσίῳ
χαρίζεσθαι,
καὶ τίμημα
ἕτερον ὑπὲρ
αὐτοῦ
κατατιθέναι.
Τοῦτό ἐστι τὸ
ἄχθος, ὅπερ
καλεῖν
συνωνὴν
νενομίκασιν.
Ἐπεὶ δὲ οὐδ'
ὣς σῖτος ἐν
Βυζαντίῳ
κατὰ τὴν
χρείαν
ἱκανὸς
ἐγεγόνει,
πολλοὶ τὸ
πρᾶγμα ἐς
βασιλέα
διέβαλλον.
Ἅμα δὲ καὶ οἱ
στρατευόμενοι
σχεδόν τι
ἅπαντες, ἅτε
τὰς εἰωθυίας
οὐ
κεκομισμένοι
ξυντάξεις,
θορύβῳ τε ἀνὰ
τὴν πόλιν καὶ
ταραχῇ πολλῇ
εἴχοντο.
Βασιλεὺς μὲν
οὖν ἤδη τε
αὐτῷ χαλεπῶς
ἔχειν ἔδοξε·
καὶ
παραλύειν
αὐτὸν τῆς
ἀρχῆς ἤθελε,
διά τε ταῦτα,
ἅπερ ἐρρήθη·
καὶ ὅτι
χρήματα
δαιμονίως
μεγάλα
ἠκηκόει αὐτῷ
ἀποκεκρύφθαι,
ἅπερ ἐκ τοῦ
δημοσίου
σεσυληκὼς
ἔτυχε. Καὶ ἦν
δὲ οὕτως.
7.
Θεοδώρα δὲ
τὸν ἄνδρα οὐκ
εἴα. Ἐκτόπως
γὰρ τὸν
Βαρσύμην
ἠγάπα· ἐμοὶ
μὲν δοκεῖ, τῆς
τε πονηρίας
ἕνεκα, καὶ τοῦ
τοῖς
κατηκόοις
διαφερόντως
λυμαίνεσθαι.
Αὐτή τε γὰρ
ὠμοτάτη ἦν,
καὶ
ἀπανθρωπίας
ἀτεχνῶς
ἔμπλεως, καὶ
τοὺς
ὑπουργοῦντας
ἠξίου τὰ ἐς
τὸν τρόπον
αὐτῇ
ἐπιτηδείως
ὡς μάλιστα
ἔχειν. Φασὶ δὲ
αὐτὴν, καὶ
καταμαγευθεῖσαν
πρὸς τοῦ
Πέτρου
ἀκούσιον
αὐτῷ
εὐνοϊκῶς
ἔχειν. Περί τε
γὰρ τοὺς
φαρμακέας
καὶ τὰ
δαιμόνια
περιέργως
ἐσπουδάκει ὁ
Βαρσύμης
οὗτος, καὶ
τοὺς
καλουμένους
Μανιχαίους
ἐτεθήπει τε,
καὶ αὐτῶν
προστατεῖν
ἐκ τοῦ
ἐμφανοῦς
οὐδαμῆ
ἀπηξίου.
Καίτοι καὶ
ταῦτα ἡ
βασιλὶς
ἀκούσασα, οὐ
μεθῆκε τὴν ἐς
τὸν ἄνθρωπον
εὔνοιαν, ἀλλὰ
μᾶλλον ἔτι
διὰ ταῦτα
περιστέλλειν
τε καὶ ἀγαπᾶν
ἔγνω. Μάγοις
τε γὰρ καὶ
φαρμακεῦσι
καὶ αὐτὴ
ὁμιλήσασα ἐκ
παιδὸς, ἅτε
τῶν
ἐπιτηδευμάτων
αὐτὴν ἐς
τοῦτο
ἀγόντων,
διεβίω·
πιστεύουσά
τε τῷ
πράγματι
τούτῳ, καὶ
αὐτῷ τὸ
θαρσεῖν ἐς
ἀεὶ ἔχουσα.
8.
Λέγεται δὲ
καὶ τὸν
Ἰουστινιανὸν
οὐ τοσοῦτον
θωπεύουσα
χειροήθη
ποιήσασθαι,
ὅσον τῇ ἐκ τῶν
δαιμονίων
ἀνάγκῃ. Οὐ γάρ
τις ἦν εὔφρων
ἢ δίκαιος ὅδε
ἀνὴρ, ἢ ἐς τὸ
ἀγαθὸν
βέβαιος· ὥστε
κρείσσων
ποτὲ τῆς
τοιαύτης
ἐπιβουλῆς
εἶναι, ἀλλὰ
φόνων μὲν καὶ
χρημάτων
ἔρωτος
διαφανῶς
ἥσσων· τοῖς δὲ
αὐτὸν
ἐξαπατῶσι
καὶ
κολακεύουσιν
οὐ χαλεπῶς
εἴκων. Ἔν τε
πράξεσι ταῖς
μάλιστά οἱ
ἐσπουδασμέναις,
μετεβάλλετό
τε οὐδενὶ
λόγῳ, καὶ
κονιορτῷ
ἐνδελεχέστατα
ἐμφερὴς
ἐγεγόνει.
Ταῦτά τοι,
οὐδέ τις τῶν
αὐτοῦ
ξυγγενῶν, ἢ
ἄλλως
γνωρίμων,
ἐλπίδα τινά
ποτε ἀσφαλῆ
ἐπ' αὐτῷ ἔσχεν,
ἀλλὰ
μεταναστάσεις
αὐτῷ ἐς ἀεὶ
τῆς ἐς τὰ
ἐπιτηδεύματα
ἐγίνοντο
γνώμης. Οὕτω
τε καὶ τοῖς
φαρμακεῦσιν,
ὅπερ ἐρρήθη,
εὐέφοδος ὢν
καὶ τῇ
Θεοδώρᾳ πόνῳ
οὐδενὶ
ὑποχείριος
ἐγεγόνει, καὶ
ἀπ' αὐτοῦ
μάλιστα ἡ
βασιλὶς, ἅτε
σπουδαῖον τὰ
τοιαῦτα τὸν
Πέτρον ὄντα,
ὑπερηγάπα.
9.
Ἀρχῆς μὲν οὖν
ἧς τὰ πρότερα
εἶχε,
βασιλεὺς
αὐτὸν
παρέλυσε
μόλις,
Θεοδώρας δὲ
ἐγκειμένης·
οὐ πολλῷ
ὕστερον
ἄρχοντα τῶν
θησαυρῶν
αὐτὸν
κατεστήσατο,
Ἰωάννην
παραλύσας
ταύτης δὴ τῆς
τιμῆς· ὅσπερ
αὐτὴν
παρειληφὼς
μησί που
ὀλίγοις
πρότερον
ἔτυχεν. Ἦν δὲ
οὗτος ἀνὴρ,
γένος μὲν
Παλαιστῖνος,
πρᾷος δὲ καὶ
ἀγαθὸς ἄγαν,
καὶ οὔτε
πορίζεσθαι
χρημάτων
ἀδίκων
πόρους εἰδὼς,
οὔτε τῳ
λυμηνάμενος
πώποτε τῶν
πάντων
ἀνθρώπων.
Ἀμέλει καὶ
διαφερόντως
ἠγάπων αὐτὸν
ὁ λεὼς ἅπας.
Διά τοι τοῦτο
Ἰουστινιανόν
τε καὶ τὴν
ὁμόζυγα
οὐδαμῆ
ἤρεσκεν·
οἵπερ ἐπειδὴ
τῶν σφίσιν
ὑπουργούντων
καλόν τε καὶ
ἀγαθὸν παρὰ
δόξαν τινὰ
ἴδοιεν,
ἰλιγγιῶντες
καὶ δυσφο
ρούμενοι ἐς
τὰ μάλιστα
πάσῃ μηχανῇ,
αὐτὸν ὅτι
τάχιστα
διωθεῖσθαι
ἐν σπουδῇ
ἐποιοῦντο.
10.
Οὕτω γοῦν καὶ
τοῦτον τὸν
Ἰωάννην ὁ
Πέτρος
ἐκδεξάμενος,
θησαυρῶν τε
τῶν
βασιλικῶν
προὔστη, καὶ
ξυμφορῶν
αὖθις
μεγάλων
αἰτιώτατος
ἅπασι
γέγονεν.
Ἀποτεμνόμενος
γὰρ τῶν
χρημάτων τὸ
πλεῖστον
μέρος, ἅπερ ἐν
παραψυχῆς
λόγῳ πολλοῖς
χορηγεῖσθαι,
ἀνὰ πᾶν ἔτος
πρὸς
βασιλέως ἐκ
παλαιοῦ
διατέτακται·
αὐτὸς μὲν
τοῖς
δημοσίοις οὐ
δέον
ἐπλούτει, καὶ
μοῖραν
ἐνθένδε
βασιλεῖ
ἀνέφερεν. Οἱ
δὲ τὰ χρήματα
περιῃρημένοι,
ἐν πένθει
μεγάλῳ
περιεκάθηντο·
ἐπεὶ καὶ τὸ
χρυσοῦν
νόμισμα, οὐχ
ᾗπερ εἰώθει,
ἐκφέρειν
ἠξίου, ἀλλ'
ἔλασσον αὐτὸ
καταστησάμενος,
πρᾶγμα
οὐδεπώποτε
γεγονὸς
πρότερον. Τὰ
μὲν ἀμφὶ τοῖς
ἄρχουσι
βασιλεῖ
ταύτῃ πη
εἶχεν.
ΚΕΦΑΛΑΙΟΝ ΚΓ'.
1.
Ὅπως δὲ
τοὺς τὰ χωρία
κεκτημένους
πανταχῆ
διέφθειρεν,
ἐρῶν ἔρχομαι.
Ἀπέχρη μὲν
οὖν ἡμῖν, τῶν
ἐς τὰς πόλεις
ἁπάσας
στελλομένων
ἀρχόντων
ἐπιμνησθεῖσιν
οὐ πολλῷ
πρότερον, καὶ
τούτων δὴ τῶν
ἀνθρώπων
σημῆναι τὰ
πάθη. Πρώτους
γὰρ οἱ
ἄρχοντες
οὗτοι τοὺς
τῶν χωρίων
κυρίους
βιαζόμενοι
ἐληίίζοντο·
καὶ ὣς δὲ
τἄλλα
εἰρήσεται
πάντα.
2.
Πρῶτον
μὲν
εἰθισμένον
ὂν ἐκ παλαιοῦ,
ἕκαστον τὴν
Ῥωμαίων
ἀρχὴν ἔχοντα,
οὐχ ἅπαξ
μόνον, ἀλλὰ
καὶ πολλάκις
τοῖς τῶν
δημοσίων
ὀφλημάτων
λειψάνοις
τοὺς
κατηκόους
δωρεῖσθαι
πάντας, τοῦ
μήτε τοὺς
ἀπορουμένους
τε, καὶ ὅθεν ἂν
ἐκτίνοιεν τὰ
λείψανα
ταῦτα οὐδαμῆ
ἔχοντας,
διηνεκὲς
ἀποπνίγεσθαι,
μήτε τοῖς
φορολόγοις
σκήψεις
παρέχεσθαι,
συκοφαντεῖν
ἐγχειροῦσι
τῶν τοῦ φόρου
ὑποτελῶν
τοὺς οὐδὲν
ὀφείλοντας·
οὗτος ἐς δύο
καὶ
τριάκοντα
ἐτῶν χρόνον,
οὐδὲν
τοιοῦτο ἐς
τοὺς
κατηκόους
εἰργάσατο.
Καὶ ἀπ' αὐτοῦ
τοῖς μὲν
ἀπορουμένοις
ἀναγκαῖον ἦν
ἀποδρᾶναί τε
καὶ μηδενὶ
ἔτι
ἐπανιέναι.
Καὶ οἱ
συκοφάνται
τοὺς
ἐπιεικεστέρους
ἀπέκναιον
κατηγορίαν
ἐπανασείοντες,
ἅτε τὸ τέλος
ἐνδεεστέρως
ἐκ παλαιοῦ
καταβάλλοντας,
τῆς
ἐγκειμένης
τῷ χωρίῳ
φορᾶς. Οὐ γὰρ
ὅσον οἱ
ταλαίπωροι
τὴν καινὴν
τοῦ φόρου
ἀπαγωγὴν
ἐδεδίεσαν,
ἀλλὰ καὶ
χρόνων
τοσούτων τὸ
πλῆθος οὐδὲν
προσῆκον
βαρύνεσθαι
φόροις.
Πολλοὶ γοῦν
ἀμέλει τὰ
σφέτερα
αὐτῶν τοῖς
συκοφάνταις,
ἢ τῷ δημοσίῳ
προέμενοι,
ἀπηλλάσσοντο.
3.
Ἔπειτα δὲ
Μήδων μὲν καὶ
Σαρακηνῶν
τῆς Ἀσίας γῆν
τὴν πολλὴν,
τῶν δὲ δὴ
Οὔννων καὶ
Σκλαβηνῶν
καὶ Ἀντῶν
ξύμπασαν
Εὐρώπην
ληϊσαμένων,
καὶ τῶν
πόλεων τὰς
μὲν
καθελόντων
ἐς ἔδαφος, τὰς
δὲ
ἀργυρολογησάντων
ἐς τὸ ἀκριβὲς
μάλιστα, τοὺς
δὲ ἀνθρώπους
ἐξανδραποδισάντων
ξὺν χρήμασι
πᾶσιν, ἔρημόν
τε τῶν
οἰκητόρων
καταστησαμένων
χώραν
ἑκάστην, ταῖς
καθ' ἡμέραν
ἐπιδρομαῖς,
φόρον μὲν
οὐδενὶ τῶν
ἁπάντων
ἀφῆκε, πλήν γε
δὴ ὅσον
ἐνιαυτοῦ
ταῖς
ἁλούσαις τῶν
πόλεων μόνον.
Καίτοι εἰ
καθάπερ
Ἀναστάσιος
βασιλεὺς
ἑπτάετες
ταῖς
ἁλούσαις τὰ
τέλη
ἐπιχωρεῖν
ἔγνω, οἶμαι δ'
ἂν οὐδ' ὣς
αὐτὸν
πεποιῆσθαι
τὰ δέοντα.
4.
Ἐπεὶ Καβάδης
μὲν ταῖς
οἰκοδομίαις
ὡς ἥκιστα
λυμηνάμενος
ἀπιὼν ᾤχετο·
Χοσρόης δὲ
ἅπαντα
πυρπολήσας
ἐς ἔδαφος·
καθεῖλε,
μείζω τε
προσετρίψατο
τοῖς
περιπεπτωκόσι
τὰ πάθη. Καὶ
τούτοις μὲν
τοῖς
ἀνθρώποις
οἷσπερ τὸ
γελοιῶδες
τοῦτο τοῦ
φόρου ἀφῆκε,
καὶ τοῖς
ἄλλοις ἅπασι,
πολλάκις μὲν
δεξαμένοις
τὸν Μήδων
στρατὸν,
διηνεκὲς δὲ
Οὔννων τε καὶ
βαρβάρων
Σαρακηνῶν
γῆν τὴν ἑῴαν
ληϊσαμένων,
οὐδὲν δὲ
ἧσσον καὶ τῶν
ἐπὶ τῆς
Εὐρώπης
βαρβάρων
ταῦτα
ἐργαζομένων
ἀεὶ, καὶ καθ'
ἑκάστην τοὺς
ἐκείνῃ
Ῥωμαίους,
βασιλεὺς
οὗτος
χαλεπώτερος
εὐθὺς γέγονε
βαρβάρων
ἁπάντων.
Συνωναῖς τε
γὰρ καὶ ταῖς
καλουμέναις
ἐπιβολαῖς τε
καὶ
διαγραφαῖς,
οἱ τῶν χωρίων
κύριοι τῶν
πολεμίων
ἀνακεχωρηκότων
αὐτίκα μάλα
ἡλίσκοντο.
5. Ὅ
τι δὲ τὰ
ὀνόματά ἐστί
τε καὶ
βούλεται
ταῦτα, ἐγὼ
δηλώσω. Τοὺς
τὰ χωρία
κεκτημένους
ἀναγκάζουσι
τὸν Ῥωμαίων
ἐκτρέφειν
στρατὸν, κατὰ
τὸ μέτρον τῆς
κειμένης
ἑκάστῳ φορᾶς,
τιμημάτων
καταβαλλομένων,
οὐχ ᾗπερ
ἐφίησιν ὁ
παρὼν τῇ
χρείᾳ καιρὸς,
ἀλλ' ᾗπερ
ἔξεστι καὶ
διώρισται· οὐ
διερευνώμενοι
δὲ, εἴπερ
αὐτοῖς τὰ
ἐπιτήδεια ἐν
τῇ χώρᾳ
ξυμβαίνει.
Περιέστηκέ
τε τοὺς
δειλαίους
τούτους
ἀνάγκη, τὰ μὲν
ἐπιτήδεια
στρατιώταις
τε καὶ ἵπποις
ἐσκομίζεσθαι,
πάντα
ὠνουμένους
αὐτὰ
τιμημάτων
πολλῶν ἐς
ἄγαν
ἀξιωτέρων,
καὶ ταῦτα ἐκ
χώρας, ἂν οὕτω
τύχοι, μακράν
που οὔσης, καὶ
ταῦτα ἐς τὸ
χωρίον
ἀποκομίζειν·
οὗ δὴ τὸ
στρατόπεδον
ξυμβαίνει
εἶναι,
μετρεῖν τε
τοῖς τῶν
στρατιωτῶν
χορηγοῖς, οὐ
καθάπερ
πᾶσιν
ἀνθρώποις
νόμος, ἀλλ'
ᾗπερ
ἐκείνοις ἂν
βουλομένοις
εἴη. Καὶ τοῦτ'
ἐστι τὸ
πρᾶγμα, ὅπερ
συνωνὴ
καλεῖται, ἐξ
οὗ δὴ ἅπασιν
ἐκνενευρίσθαι
τοῖς τῶν
χωρίων
κυρίοις
ξυμβαίνει.
Φόρον γὰρ ἀπ'
αὐτοῦ τὸν
ἐπέτειον, οὐχ
ἥσσονα ἢ
δεκαπλασίονα
ἐγκατατιθέναι
σφίσιν
ἐπάναγκες·
οἷς γε οὐ
μόνον, ὥσπερ
εἴρηται, τῷ
στρατῷ
χορηγεῖν,
ἀλλὰ καὶ
σῖτον ἐς
Βυζάντιον
πολλάκις
διακομίζειν
ταῦτα
πεπονθόσι
ξυνέπεσεν·
ἐπεὶ οὐχ ὁ
Βαρσύμης
καλούμενος
μόνος τὸ
τοιοῦτο ἄγος
ἐξαμαρτάνειν
τετόλμηκεν,
ἀλλὰ καὶ
πρότερον μὲν
ὁ Καππαδόκης,
ὕστερον δὲ οἱ
μετὰ τὸν
Βαρσύμην
τοῦτο δὴ τὸ
τῆς ἀρχῆς
παραλαβόντες
ἀξίωμα. Τὰ μὲν
οὖν τῆς
συνωνῆς
ταύτῃ πη ἔχει.
6.
Τὸ δὲ τῆς
ἐπιβολῆς
ὄνομα,
ὄλεθρός τίς
ἐστιν
ἀπρόοπτος,
ἐξαπιναίως
τοῖς τὰ χωρία
κεκτημένοις
ἐπιγενόμενος,
πρόρριζόν τε
αὐτοῖς
ἐκτρίβων τὴν
τοῦ βίου
ἐλπίδα. Χωρίων
γὰρ τὸ τέλος
τῶν ἐρήμων τε
καὶ ἀπόρων
γεγενημένων,
ὧν δὴ τοῖς τε
κυρίοις καὶ
τοῖς
γεωργοῖς ἤδη
τετύχηκεν, ἢ
παντάπασιν
ἀπολωλέναι, ἢ
γῆν πατρῴαν
ἀπολιποῦσι
τοῖς
ἐγκειμένοις
σφίσι, διὰ
ταῦτα κακοῖς
κρύπτεσθαι,
οὐκ
ἀπαξιοῦσιν
ἐπιφέρειν
τοῖς οὔπω
διεφθαρμένοις
παντάπασι.
Τοιοῦτο μὲν
καὶ τὸ τῆς
ἐπιβολῆς
ὄνομά ἐστιν,
ἐπιπολάσαν
ὡς τὸ εἰκὸς
ἐπὶ τὸν
χρόνον
μάλιστα
τοῦτον.
7. Τὰ δὲ
τῶν
διαγραφῶν ὡς
συντομώτατα
φράσαντι
ἀπηλλάχθαι
τῇδέ πη ἔχει.
Ζημίαις
πολλαῖς,
ἄλλως τε καὶ
ὑπὸ τοὺς
χρόνους
τούτους,
περιβάλλεσθαι
τὰς πόλεις ( ἦν)
ἀνάγκη· ὧνπερ
τάς τε
ἀφορμὰς καὶ
τοὺς τρόπους
ἀφίημι
λέγειν ἐν τῷ
παρόντι, ὡς μή
μοι ὁ λόγος
ἀπέραντος
εἴη. Ταύτας οἱ
τὰ χωρία
ἔχοντες
κατατιθέντες,
κατὰ λόγον
τῆς
ἐγκειμένης
ἑκάστῳ φορᾶς.
Οὐκ ἄχρι δὲ
τούτων
αὐτοῖς τὸ
κακὸν ἔστη,
ἀλλὰ καὶ τοῦ
λοιμοῦ
ξύμπασαν
περιλαβόντος
τήν τε ἄλλην
οἰκουμένην,
καὶ οὐχ
ἥκιστα τὴν
τῶν Ῥωμαίων
ἀρχὴν, τῶν τε
γεωργῶν
ἀφανίσαντος
μέρος τὸ
πλεῖστον, καὶ
ἀπ' αὐτοῦ
ἐρήμων ὡς τὸ
εἰκὸς
γεγενημένων τῶν
χωρίων,
οὐδεμιᾷ
φειδοῖ
ἐχρήσατο ἐς
τοὺς τούτων
κυρίους.
Φόρον γὰρ τὸν
ἐπέτειον,
οὔποτε ἀνίει
πρατ τόμενος,
οὐχ ᾗπερ
ἑκάστῳ
ἐπέβαλλε
μόνον, ἀλλὰ
καὶ γειτόνων
τῶν
ἀπολωλότων
τὴν μοῖραν.
Προσῆν δὲ
αὐτοῖς καὶ
τἄλλα πάντα
ὧνπερ
ἐμνήσθην
ἀρτίως, ἅτε
τοῖς τῶν
χωρίων
δεδυστυχηκόσι
τὴν κτῆσιν
ἀεὶ
ἐγκειμένων·
ἔτι μέντοι
καὶ τοῖς μὲν
στρατιώταις
ἀνὰ τὰ
κάλλιστά τε
καὶ
τιμιώτατα
δωματίων τῶν
σφετέρων
ᾠκημένοις
ὑπηρετεῖν·
αὐτοῖς δὲ
πάντα τοῦτον
τὸν χρόνον ἐν
τοῖς
φαυλοτάτοις
τε καὶ
ἀπημελημένοις
τῶν οἰκιδίων
δίαιταν
ἔχειν.
8.
Ἅπερ
ἅπαντα ὑπὸ
τὴν
Ἰουστινιανοῦ
τε καὶ
Θεοδώρας
βασιλείαν
τοῖς
ἀνθρώποις
ἀεὶ γίνεσθαι
ξυνέβη, ἐπεὶ
οὔτε πόλεμον
οὔτε τι ἄλλο
τῶν μεγίστων
κακῶν, ἐν
τούτῳ δὴ τῷ
χρόνῳ,
λελωφηκέναι
τετύχηκεν.
Ἐπεὶ δὲ
δωματίων
ἐμνήσθημεν,
οὐδὲ τοῦτο
παριτέον
ἡμῖν· ὅτι δὴ
οἱ
κεκτημένοι
τὰς ἐν
Βυζαντίῳ
οἰκίας
βαρβάροις
ἐνταῦθα
καταλύειν
παρεχόμενοι,
ἑπτακισμυρίοις
μάλιστα
οὖσιν, οὐχ
ὅπως τῶν
σφετέρων
ὀνίνασθαι
οὐδαμῆ εἶχον,
ἀλλὰ καὶ
προσετρίβοντο
δυσκόλοις
ἑτέροις.
ΚΕΦΑΛΑΙΟΝ ΚΔ'.
1.
Οὐ
μὴν οὐδὲ τὰ ἐς
τοὺς
στρατιώτας
αὐτῷ
εἰργασμένα
σιωπῇ δοτέον·
οἷς δὴ τοὺς
πονηροτάτους
ἐπέστησεν,
ἀνθρώπων
ἁπάντων
χρήματα σφᾶς
ὅτι πλεῖστα
ξυλλέγειν
ἐνθένδε
κελεύσας, εὖ
εἰδότας ὡς
μοῖρα τῶν
πορισθησομένων
ἡ δωδεκάτη
αὐτοῖς κείσεται.
Ὄνομα δὲ
λογοθέτας
αὐτοῖς ἔθετο.
Οἱ δὲ ἀνὰ πᾶν
ἔτος
ἐπενόουν
τάδε. Τὰς
στρατιωτικὰς
συντάξεις
οὐχ ὁμοίως
νόμος
χορηγεῖσθαι
ἐφεξῆς
ἅπασιν, ἀλλὰ
νέοις μὲν ἔτι
αὐτοῖς οὖσι,
καὶ
στρατευσαμένοις
ἀρτίως,
ἐλάσσων ὁ
πόρος·
πεπονηκόσι
δὲ καὶ μέσοις
που ἤδη
καταλόγου
γεγενημένοις
ἐπὶ μεῖζον
χωρεῖ.
Γεγηρακόσι
μέντοι καὶ
μέλλουσι τῆς
στρατείας
ἀφίεσθαι,
πολλῷ ἔτι
κομπωδεστέρα
ἡ σύνταξις·
ὅπως αὐτοί τε
τὸ λοιπὸν
ἰδίᾳ
βιοῦντες, ἐς
τὸ ἀποζῆν
διαρκῶς
ἔχοιεν· καὶ
ἐπειδὰν
αὐτοῖς
ξυμμετρήσασθαι
τὸν βίον
ξυμβαίη,
παραψυχήν
τινα τῶν
οἰκείων
ἀπολιπεῖν
τοῖς κατὰ τὴν
οἰκίαν,
δυνατοὶ εἶεν.
Ὁ τοίνυν
χρόνος τῶν
στρατιωτῶν
τοὺς
καταδεεστέρους
ἐς τῶν
τετελευτηκότων,
ἢ τῆς
στρατείας
ἀφειμένων
τοὺς βαθμοὺς
ἀεὶ
ἀναβιβάζων,
πρυτανεύει
κατὰ
πρεσβεῖα τὰς
ἐκ τοῦ
δημοσίου
συντάξεις
ἑκάστῳ. Ἀλλ'
οἱ λογοθέται
καλούμενοι,
οὐκ εἴων ἐκ
τῶν
καταλόγων
ἀφαιρεῖσθαι
τὰ τῶν
τετελευτηκότων
ὀνόματα,
καίπερ ὁμοῦ
διαφθειρομένων·
ἄλλως τε καὶ
κατὰ τοὺς
πολέμους
συχνοὺς
γινομένους
τῶν πλείστων.
Οὐ μὴν οὐδὲ
τοὺς
καταλόγους
ἔτι ἐπλήρουν,
καὶ ταῦτα
χρόνου
συχνοῦ.
2. Καὶ ἀπ'
αὐτοῦ
περιειστήκει
τῇ μὲν
πολιτείᾳ τὸν
τῶν
στρατευομένων
ἀριθμὸν
ἐνδεέστερον
ἀεὶ εἶναι, τῶν
δὲ
στρατιωτῶν
τοῖς
περιοῦσι
πρὸς τῶν
πάλαι
τετελευτηκότων
διωθουμένοις,
ἐπὶ μοίρας
παρὰ τὴν
ἀξίαν τῆς
καταδεεστέρας
ἀπολελεῖφθαι·
τάς τε
ξυντάξεις
ἐλαττόνως ἢ
κατὰ τὴν
προσήκουσαν
κομίζεσθαι
τάξιν· τοῖς δὲ
λογοθέταις
διαλαγχάνειν
Ἰουστι νιανῷ
τῶν
στρατιωτικῶν
χρημάτων
πάντα τοῦτον
τὸν χρόνον.
Ἔτι μέντοι,
καὶ ἄλλαις
ζημιῶν
ἰδέαις
πολλαῖς τοὺς
στρατιώτας
ἀπέκναιον,
ὥσπερ
ἀμειβόμενοι
τῶν ἐν τοῖς
πολέμοις
κινδύνων·
ἐπικαλοῦντες
τοῖς μὲν ὡς
Γραικοὶ εἶεν,
ὥσπερ οὐκ
ἐξὸν τῶν ἀπὸ
τῆς Ἑλλάδος
τὸ παράπαν
τινὶ γενναίῳ
γενέσθαι,
τοῖς δὲ ὡς οὐκ
ἐπιτεταγμένον
πρὸς
βασιλέως
σφίσι
στρατεύοιντο,
καίπερ ἀμφὶ
τούτῳ
γράμματα
βασιλέως
ἐνδεικνυμένοις,
ἅπερ οἱ
λογοθέται
διαβάλλειν
οὐδεμιᾷ
ὀκνήσει
ἐτόλμων·
ἄλλοις δὲ, ὅτι
δὴ τῶν
ἑταίρων
ἡμέρας
σφίσιν
ἀπολελεῖφθαί
τινας ξυμβαίη.
3.
Ὕστερον καὶ
τῶν ἐν
Παλατίῳ
φυλάκων,
τινὲς ἀνὰ
πᾶσαν
στελλόμενοι
τὴν Ῥωμαίων
ἀρχὴν,
διηρευνῶντο
δῆθεν τῷ λόγῳ
ἐν τοῖς
καταλόγοις,
τοὺς ἐς τὸ
στρατεύεσθαι
ἐπιτηδείους
ὄντας ὡς
ἥκιστα· καὶ
αὐτῶν τινὰς
μὲν, ἅτε
ἀχρείους
ὄντας ἢ
γεγηρακότας,
ἀφαιρεῖσθαι
τὰς ζώνας
ἐτόλμων·
οἵπερ τὸ
λοιπὸν ἐκ τῶν
εὐσεβούντων
ἐν τῷ δημοσίῳ
τῆς ἀγορᾶς
προσαιτοῦντες
τροφὴν·
δακρύων τε
καὶ
ὀλοφύρσεως
ἀεὶ
προφάσεις
τοῖς
ἐντυγχάνουσιν
ἐγίνοντο
πᾶσι, τοὺς δὲ
λοιποὺς, ὅπως
δὴ μὴ ταὐτὰ
καὶ αὐτοὶ
πείσωνται,
χρήματα
μεγάλα
ἐπράττοντο·
ὥστε πάντων
τοὺς
στρατιώτας,
ἅτε τρόποις
ἐκνενευρισμένους
πολλοῖς,
πτωχοτέρους
τε γεγονέναι,
καὶ οὐδαμῆ ἐς
τὸ πολεμεῖν
προθυμεῖσθαι
ξυνέβη.
4. Ὅθεν
Ῥωμαίοις καὶ
τὰ ἐν Ἰταλίᾳ
πράγματα
λελύσθαι
ξυνέπεσεν. ( Οὗ
δὴ)
Ἀλέξανδρος ὁ
λογοθέτης
σταλεὶς, τοῖς
μὲν
στρατιώταις
ταῦτα
ἐπικαλεῖν,
οὐδεμιᾷ
ὀκνήσει
ἐθάρρει· τοὺς
δὲ Ἰταλοὺς
χρήματα
ἔπραττε, τῶν
ἐς
Θευδέριχον
καὶ Γότθους
πεπολιτευμένων
ἀμύνεσθαι
φάσκων. Οὐ
μόνοι δὲ οἱ
στρατιῶται
πενίᾳ τε καὶ
ἀπορίᾳ πρὸς
τῶν
λογοθετῶν
ἐπιέζοντο·
ἀλλὰ καὶ οἱ
πᾶσιν
ὑπηρετοῦντες
τοῖς
στρατηγοῖς
παμπληθεῖς τε
καὶ δόξῃ
μεγάλοι τὰ
πρότερα
ὄντες, λιμῷ
καὶ πενίᾳ
δεινῇ
ἤχθοντο. Οὐ
γὰρ εἶχον
ὅθεν τὰ
εἰωθότα
σφίσι
πορίσονται.
5.
Προσθήσω δέ
τι τούτοις
καὶ ἕτερον,
ἐπεί με ὁ τῶν
στρατιωτῶν
λόγος ἐς
τοῦτο ἄγει. Οἱ
Ῥωμαίων
βεβασιλευκότες
ἐν τοῖς ἄνω
χρόνοις,
πανταχόσε
τῶν τῆς
πολιτείας
ἐσχατιῶν,
πάμπολυ
κατεστήσαντο
στρατιωτῶν
πλῆθος ἐπὶ
φυλακῇ τῶν
ὁρίων τῆς
Ῥωμαίων
ἀρχῆς, καὶ
κατὰ τὴν ἑῴαν
μάλιστα
μοῖραν ταύτῃ
τὰς ἐφόδους
Περσῶν τε καὶ
Σαρακηνῶν
ἀναστέλλοντες,
οὕσπερ
λιμιταναίους
ἐκάλουν.
Τούτοις
Ἰουστινιανὸς
ὁ βασιλεὺς
κατ' ἀρχὰς μὲν,
οὕτω δὴ
παρέργως τε
καὶ φαύλως
ἐχρῆτο, ὥστε
τεσσάρων ἢ
πέντε αὐτοῖς
ἐνιαυτῶν, τῶν
συντάξεων
τοὺς
χορηγοὺς
ὑπερημέρους
εἶναι· καὶ
ἐπειδὰν
Ῥωμαίοις τε
καὶ Πέρσαις
εἰρήνη
γένοιτο,
ἠναγκάζοντο
οἱ
ταλαίπωροι
οὗτοι, ἅτε καὶ
αὐτοὶ τῶν ἐκ
τῆς εἰρήνης
ἀγαθῶν
ἀπολαύσοντες,
χρόνου ῥητοῦ
τὰς
ὀφειλομένας
σφίσι
ξυντάξεις τῷ
δημοσίῳ
χαρίζεσθαι·
ὕστερον δὲ
καὶ αὐτὸ τὸ
τῆς
στρατείας
ὄνομα, αὐτοὺς
ἀφείλετο
οὐδενὶ λόγῳ.
Τὸ λοιπὸν τὰ
μὲν ὅρια τῆς
Ῥωμαίων
ἀρχῆς,
φυλακτηρίων
ἐκτὸς
ἔμεινεν, οἱ δὲ
στρατιῶται
ἐξαπιναίως
ἔβλεπον εἰς
τῶν εὐσεβεῖν
εἰωθότων τὰς
χεῖρας.
6.
Ἕτεροι
στρατιῶται,
οὐχ ἥσσους ἢ
πεντακόσιοι
καὶ
τρισχίλιοι,
τὰ ἐξ ἀρχῆς,
ἐπὶ φυλακῇ
τοῦ Παλατίου
κατέστησαν·
οὕσπερ
σχολαρίους
καλοῦσι. Καὶ
αὐτοῖς
συντάξεις
ἀνέκαθεν,
πλείους ἢ
τοῖς ἄλλοις
ἅπασι, τὸ
δημόσιον ἀεὶ
χορηγεῖν
εἴωθε.
Τούτους οἱ
πρότεροι μὲν
ἀριστίνδην
ἀπολέξαντες
ἐξ Ἀρμενίων,
ἐς ταύτην δὴ
τὴν τιμὴν
ἦγον. Ἐξ οὗ δὲ
Ζήνων τὴν
βασιλείαν
παρέλαβε,
πᾶσιν
ἐξουσία
ἐγένετο, καὶ
ἀνάνδροις
καὶ
ἀπολέμοις
οὖσι
παντάπασι,
τούτου δὴ τοῦ
ὀνόματος
ἐπιβατεύειν.
Προϊόντος δὲ
τοῦ χρόνου,
καὶ
ἀνδράποδα
κατατιθέντες
τίμημα, τὴν
στρατείαν
ὠνοῦντο
ταύτην. Ἡνίκα
τοίνυν
Ἰουστῖνος
τὴν
βασιλείαν
παρέλαβεν,
οὗτος
Ἰουστινιανὸς
πολλοὺς ἐς
τὴν τιμὴν
κατεστήσατο
ταύτην,
χρήματα
μεγάλα
περιβαλόμενος.
Ἐπεὶ δὲ
τούτοις τοῖς
καταλόγοις
οὐδένα
ἐνδεῖν τὸ
λοιπὸν
ᾖσθετο,
ἑτέρους
αὐτοῖς ἐς
δισχιλίους
ἐντέθεικεν,
οὕσπερ
ὑπεραρίθμους
ἐκάλουν.
Ἐπειδὴ δὲ
αὐτὸς τὴν
βασιλείαν
ἔσχε, τούτους
δὴ τοὺς
ὑπεραρίθμους
ἀπεσείσατο
αὐτίκα μάλα,
τῶν χρημάτων
οὐδ' ὁτιοῦν
ἀποδοὺς
σφίσιν.
7. Ἐς
μέντοι τοὺς
ἐντὸς τοῦ τῶν
σχολαρίων
ἀριθμοῦ
ὄντας
ἐπενόει τάδε.
Ἡνίκα
στράτευμα
ἐπὶ Λιβύην ἢ
Ἰταλίαν ἢ ἐπὶ
Πέρσας ὡς
σταλήσεται
ἐπίδοξον εἴη,
καὶ αὐτοῖς ( ὡς)
ξυστρατεύσουσιν
ἐπήγγελλε
συσκευάζεσθαι,
καίπερ
ἐξεπιστάμενος
ἐπιτηδείως
αὐτοὺς ἐς τὸ
στρατεύεσθαι
ὡς ἥκιστα
ἔχειν· οἱ δὲ,
τοῦτο ἵνα μὴ
γένηται
δείσαντες,
χρόνου οἱ
ῥητοῦ τὰς
ξυντάξεις
ἀφίεσαν.
Ταῦτα μὲν
τοῖς
σχολαρίοις
πολλάκις
ξυνηνέχθη
παθεῖν.
8.
Εἰσὶ δὲ καὶ
ἕτεροι τῶν ἐν
Παλατίῳ πολὺ
ἀξιώτεροι·
ἐπεὶ καὶ
πλείω τὸ
δημόσιον
αὐτοῖς
χορηγεῖν
εἴωθεν, ἅτε
καὶ μείζω
κατατιθεῖσι
τοῦ τῆς
στρατείας
ὀνόματος τὰ
τιμήματα, οἳ
δὴ
δομέστικοί
τε καὶ
προτίκτωρες
ἐπικαλοῦνται
(
καὶ) ἀνέκαθεν
ἀμελέτητοί
εἰσι
πολεμίων
ἔργων. Τάξεως
γὰρ καὶ
προσώπου
ἕνεκα μόνον
ἐν Παλατίῳ
εἰώθασι
καταλέγεσθαι.
Καὶ αὐτῶν οἱ
μὲν ἐν
Βυζαντίῳ, οἱ
δὲ ἐπί τε
Γαλατίας ἐκ
παλαιοῦ καὶ
χωρίων
ἑτέρων
ἵδρυνται.
Ἀλλὰ καὶ
τούτους
Ἰουστινιανὸς
τρόπῳ ἀεὶ
δεδισσόμενος
τῷ εἰρημένῳ
μεθίεσθαι
ἠνάγκαζε τῶν
προσηκουσῶν
σφίσι
συντάξεων.
9. Ἐν
κεφαλαίῳ δὲ
τοῦτο
εἰρήσεται.
Νόμος ἦν ἀνὰ
πενταετηρίδα
ἑκάστην, τὸν
βασιλέα τῶν
στρατιωτῶν
ἕκαστον
δωρεῖσθαι
χρυσίῳ τακτῷ.
Πέμποντες δὲ
ἀνὰ
πεντάετες
πανταχόσε
τῆς Ῥωμαίων
ἀρχῆς,
παρείχοντο
στατῆρας
χρυσοῦς
στρατιώτῃ
ἑκάστῳ πέντε.
Καὶ τοῦτο οὐχ
οἷόν τε ἦν μὴ
πράσσεσθαι
ἀεὶ μηχανῇ
πάσῃ. Ἐξ ὅτου
δὲ ἀνὴρ ὅδε
διῳκήσατο
τὴν
πολιτείαν,
τοιοῦτο
οὐδὲν οὔτε
διεπράξατο,
οὔτε
ἐμέλλησε,
καίπερ
χρόνου δύο
καὶ
τριάκοντα
ἐνιαυτῶν
τριβέντος
ἤδη· ὥστε καὶ
λήθην τοῦ
ἔργου τούτου
τοῖς
ἀνθρώποις
γενέσθαι.
10.
Τινὰ
τρόπον
δὲ καὶ ἄλλον
τῆς ἐς τοὺς
κατηκόους
λεηλασίας
ἐρῶν ἔρχομαι.
Οἱ βασιλεῖ τε
καὶ ταῖς
ἀρχαῖς ἐν
Βυζαντίῳ, ἢ
ὁπλιζόμενοι,
ἢ γράμματα
διαχειρίζοντες,
ἢ ἄλλο ὁτιοῦν
ὑπηρετοῦντες,
τάσσονται
μὲν ἐν τοῖς
καταλόγοις
ἀρχὴν
ἔσχατοι·
προϊόντος δὲ
τοῦ χρόνου
ἀναβαίνοντες
ἀεὶ ἐς τῶν
ἀπογινομένων
ἢ ὑπεξιόντων
τὴν χώραν,
τάξεως
ἕκαστοι τῆς
κατ' αὐτοὺς ἐς
τόδε
χωροῦσιν, ἕως
ἄν τις βαθμοῦ
ἐπιβεβηκὼς
τοῦ πρώτου,
ἤδη ἐς τὸ τῆς
τιμῆς
ἀφίκηται
πέρας.
ΚΕΦΑΛΑΙΟΝ ΚΕ'
1.
Ἅπερ δὲ αὐτῷ
ἐς ἐμπόρους
τε καὶ ναύτας
καὶ
βαναύσους
καὶ
ἀγοραίους
ἀνθρώπους, δι'
αὐτῶν τε καὶ
ἐς τοὺς
ἄλλους
ἅπαντας
εἴργασται,
φράσων
ἔρχομαι.
Πορθμὼ δύο
ἑκατέρωθεν
Βυζαντίου
ἐστὸν· ἅτερος
μὲν ἐφ'
Ἑλλησπόντου
ἀμφὶ Σηστόν
τε καὶ Ἄβυδον·
ὁ δὲ δὴ ἕτερος
ἐπὶ τοῦ
στόματος τοῦ
Εὐξείνου
καλουμένου
Πόντου, οὗ τὸ
Ἱερὸν
ὀνομάζεται.
Ἐν μὲν οὖν τῷ
Ἑλλησπόντου
πορθμῷ
τελωνεῖον
μὲν ἐν
δημοσίῳ ὡς
ἥκιστα ἦν·
ἄρχων δέ τις
ἐκ βασιλέως
στελλόμενος
ἐν Ἀβύδῳ
καθῆστο,
διερευνώμενος
μὲν, ἢν ναῦς
ὅπλα φέρουσα
ἐς Βυζάντιον
οὐ βασιλέως
ἴοι γνώμῃ· καὶ
ἤν τις ἐκ
Βυζαντίου
ἀνάγοιτο, οὐ
φερόμενος
γράμματα τῶν
ἀνδρῶν καὶ
σημεῖα, οἷς
ἐπίκειται ἡ
τιμὴ αὕτη·
( οὐ
γὰρ θέμις
τινὰ ἐκ
Βυζαντίου
ἀνάγεσθαι
οὐκ
ἀφειμένον
πρὸς τῶν
ἀνδρῶν, οἳ τῇ
τοῦ
μαγίστρου
καλουμένου
ἀρχῇ
ὑπουργοῦσι·)
πραττόμενος
δὲ, τοὺς τῶν
πλοίων
κυρίους,
τέλος δὲ
οὐδενὶ
αἴσθησιν
παρεχόμενον [ἐ
λάμβανε·
ὁ
δὲ ἐπὶ
πορθμοῦ τοῦ
ἑτέρου
στελλόμενος] μισθὸν
ἀεὶ πρὸς
βασιλέως
κεκομισμένος
ἦν, καὶ
διερευνώμενος
ἐς τὸ ἀκριβὲς
ταῦτά, ἅπερ
μοι εἴρηται,
καὶ ἤν τι ἐς
τοὺς
βαρβάρους
κομίζοιτο, οἳ
παρὰ τὸν
Εὔξεινον
ἵδρυνται
Πόντον, ὧνπερ
οὐ θέμις ἐκ
Ῥωμαίων τῆς
γῆς ἐς τοὺς
πολεμίους
κομίζεσθαι.
Οὐδὲν μέντοι
ἐξῆν τῷ ἀνδρὶ
τούτῳ πρὸς
τῶν τῇδε
ναυτιλλομένων
προσίεσθαι.
2.
Ἐξ οὗ δὲ
Ἰουστινιανὸς
τὴν
βασιλείαν
παρέλαβε,
τελωνεῖόν τε
δημόσιον
κατεστήσατο
ἐν πορθμῷ
ἑκατέρῳ, καὶ
μισθοφόρους
ἄρχοντας δύο
ἐς ἀεὶ πέμπων,
μίσθωσιν μὲν
αὐτοῖς
παρείχετο
τὴν
ξυγκειμένην·
ἐπήγγελλε δὲ
χρήματά οἱ
ὅτι πλεῖστα
ἐνθένδε
ἀποφέρειν
δυνάμει τῇ
πάσῃ. Οἱ δὲ
ἄλλο οὐδὲν ἢ
εὔνοιάν οἱ
τὴν ἐς αὐτὸν
ἐνδείκνυσθαι
ἐν σπουδῇ
ἔχοντες,
ἁπαξάπαντα
πρὸς τῶν
πλεόντων τὰ
τῶν φορτίων
τιμήματα
ληϊζόμενοι,
ἀπηλλάσσοντο.
Ἐν μὲν οὖν
πορθμῷ
ἑκατέρῳ
ταῦτα ἐποίει.
3.
Ἐν δὲ
Βυζαντίῳ
ἐπενόει τάδε.
Τῶν τινά οἱ
ἐπιτηδείων
προὐστήσατο,
Σύρον μὲν
γένος, ὄνομα
δὲ Ἀδδαῖον, ᾧ
δὴ
ἐπήγγελλεν,
ἐκ νηῶν τῶν
ἐνταῦθα
καταιρουσῶν
ὄνησίν τινά
οἱ
πορίζεσθαι. Ὁ
δὲ πλοῖα
ἅπαντα τὰ
καταίροντα
ἐς τὸν
Βυζάντιον
λιμένα
οὐκέτι
ἐνθένδε
ἠφίει· ἀλλὰ
τοὺς
ναυκλήρους ἢ
τοῖς
τιμήμασιν
ἐζημίου νηῶν
τῶν σφετέρων,
ἢ ἀναφορεῖν
ἔς τε Λιβύην
καὶ Ἰταλίαν
ἠνάγκαζε. Καὶ
αὐτῶν οἱ μὲν,
οὔτε
ἀντιφορτίζεσθαι,
οὔτε
θαλαττουργεῖν
ἔτι ἤθελον·
ἀλλὰ
καύσαντες τὰ
σφέτερα
πλοῖα, εὐθὺς
ἄσμενοι
ἀπηλλάσσοντο.
Ὅσοις μέντοι
ἐπάναγκες ἦν
ἐκ ταύτης δὴ
τῆς ἐργασίας
τὸν βίον
ποιεῖσθαι,
οὗτοι δὴ
τριπλασίαν
πρὸς τῶν
ἐμπόρων τὴν
μίσθωσιν
κεκομισμένοι,
τὸ λοιπὸν
ἐφορτίζοντο
τοῖς τε
ἐμπόροις
περιειστήκει,
ταύτην
σφίσιν
αὐτοῖς τὴν
ζημίαν πρὸς
τῶν τὰ φορτία
ὠνουμένων
ἰάσασθαι·
οὕτω τε
λιμοκτονεῖσθαι
πάσῃ μηχανῇ
τοὺς
Ῥωμαίους
ξυνέβαινεν.
4.
Ἀλλὰ
ταῦτα μὲν
τῇδε κατὰ τὴν
πολιτείαν
ἐφέρετο. Ἃ δὲ
καὶ ἐς τὰ
κέρματα τοῖς
βασιλεῦσιν
εἴργασται, οὔ
μοι παριτέον
οἴομαι εἶναι.
Τῶν γὰρ
ἀργυραμοιβῶν
πρότερον
δέκα καὶ
διακοσίους
ὀβολοὺς, οὓς
φόλεις
καλοῦσιν,
ὑπὲρ ἑνὸς
στατῆρος
χρυσοῦ
προίίεσθαι
τοῖς
ξυμβάλλουσιν
εἰωθότων,
αὐτοὶ
ἐπιτεχνώμενοι
κέρδη οἰκεῖα
ὀγδοήκοντα
καὶ ἑκατὸν
μόνους ὑπὲρ
τοῦ στατῆρος
δίδοσθαι
τοὺς ὀβολοὺς
διετάξαντο.
Ταύτῃ δὲ
νομίσματος
ἑκάστου
χρυσοῦ
ἑβδόμην
ἀπέτεμον
μοῖραν νν
πάντων
ἀνθρώπων.
5.
Ἐπεὶ δὲ οἱ
βασιλεῖς
οὗτοι, τῶν
ὠνίων τὰ
πλεῖστα εἰς
τὰ καλούμενα
περιστήσαντες
μονοπώλια,
τούς τι
ὠνήσασθαι
βουλομένους
ἀεὶ καθ'
ἑκάστην
ἀπέπνιγον·
μόνα δὲ
αὐτοῖς
ἀνέφαπτα τὰ
τῆς ἐσθῆτος
ἐλέλειπτο
πωλητήρια,
μηχανῶνται
καὶ ἀμφ'
αὐτοῖς τάδε.
Ἱμάτια τὰ ἐκ
μετάξης, ἐν
Βηρυτῷ μὲν
καὶ Τύρῳ
πόλεσι, ταῖς
ἐπὶ Φοινίκης,
ἐργάζεσθαι
ἐκ παλαιοῦ
εἰώθει. Οἵ τε
τούτων
ἔμποροί τε
καὶ
ἐπιδημιουργοὶ
καὶ τεχνῖται,
ἐνταῦθα τὸ
ἀνέκαθεν
ᾤκουν,
ἐνθένδε τε ἐς
γῆν ἅπασαν
φέρεσθαι τὸ
ἐμπόλημα
τοῦτο
ξυνέβαινεν.
Ἐπεὶ δὲ
Ἰουστινιανοῦ
βασιλεύοντος,
οἱ ἐπὶ ταύτῃ
τῇ ἐργασίᾳ ἔν
τε Βυζαντίῳ
καὶ πόλεσι
ταῖς ἄλλαις
ὄντες,
ἀξιωτέραν
ἀπεδίδοντο
τὴν ἐσθῆτα
ταύτην·
αἰτιώμενοι
μεῖζον μὲν ἢ
πρότερον ἐν
χρόνῳ τῷ
παρόντι ὑπὲρ
αὐτῆς
καταβάλλεσθαι
τὸ τίμημα
Πέρσαις,
πλείω δὲ νῦν
τὰ
δεκατευτήρια
εἶναι ἐν γῇ τῇ
Ῥωμαίων·
δόκησιν
ἅπασιν ὁ
αὐτοκράτωρ
παρεχόμενος,
ὅτι δὴ ἐπὶ
τούτῳ
ἀγανακτοίη,
νόμῳ ἅπασιν
ἀπεῖπε, μὴ
πλέον ἢ ὀκτὼ
χρυσῶν τῆς
τοιαύτης
ἐσθῆτος τὴν
λίτραν εἶναι.
Καὶ
προστίμημα
ἔκειτο τοῖς
παραβησομένοις
τὸν νόμον, τῶν
ὑπαρχόντων
στερεῖσθαι
χρημάτων.
Ταῦτα τοῖς
ἀνθρώποις
ἀμήχανά τε
καὶ ἄπορα
ἐδόκει
παντάπασιν
εἶναι. Οὐ γὰρ
οἷόν τε ἦν
τοὺς
ἐμπόρους,
μείζονος
τιμῆς τὰ
φορτία ταῦτα
ἐωνημένους,
ἐλάσσονος
αὐτὰ τοῖς
ξυμβάλλουσιν
ἀποδίδοσθαι.
Διὸ δὴ ταύτην
μὲν τὴν
ἐμπορίαν
ἐργολαβεῖν ,
οὐκέτι
ἠξίουν·
ἐπικλοπώτερον
δὲ φορτίων
τῶν σφίσιν
ἀπολελειμμένων
ἐποιοῦντο
κατὰ βραχὺ
τὰς πράσεις,
δηλονότι τῶν
γνωρίμων
τισὶν, οἷσπερ
τὰ τοιαῦτα
καλλωπίζειν
τὰ σφέτερα
αὐτῶν
προϊεμένοις,
ἐν ἡδονῇ ἦν ἢ
τρόπῳ τῳ
ἀναγκαῖον
ἐγίνετο.
6.
Ὧν δὴ
ἡ βασιλὶς
ἐπιψιθυριζόντων
τινῶν
αἰσθομένη,
καίπερ οὐ
βασανίσασα
τὰ
θρυλλούμενα,
ξύμπαντα
εὐθὺς τὰ
φορτία τοὺς
ἀνθρώπους
ἀφείλετο, καὶ
χρυσίον
αὐτοὺς ἐς
κεντηνάριον
ἐπιτιμησαμένη.
Ἄρχει δὲ
ταύτης ἔν γε
Ῥωμαίοις τῆς
ἐργασίας ὁ
τοῖς
βασιλικοῖς
ἐφεστὼς
θησαυροῖς.
Πέτρον οὖν
τὸν Βαρσύμην
ἐπίκλησιν
ἐπὶ ταύτης
καταστησάμενοι
τῆς τιμῆς, οὐ
πολλῷ
ὕστερον
ἐπεχώρουν
αὐτῷ
πράσσειν
ἀνόσια ἔργα.
Τοὺς μὲν γὰρ
ἄλλους
ἅπαντας τὸν
νόμον ἐς τὸ
ἀκριβὲς
ἐδικαίου
τηρεῖν, τοὺς
δὲ τοῦ ἔργου
τούτου
τεχνίτας,
αὑτῷ μόνῳ
ἀναγκάζων
ἐργάζεσθαι
ἀπεδίδοτο,
οὐκέτι
ἐπικρυπτόμενος,
ἀλλ' ἐν τῷ
δημοσίῳ τῆς
ἀγορᾶς, βαφῆς
μὲν τῆς
προστυχούσης
τὴν οὐγκίαν
οὐχ ἧσσον ἢ
κατὰ ἓξ
χρυσῶν,
βάμματος δὲ
τοῦ
βασιλικοῦ,
ὅπερ καλεῖν
οὁλόβηρον
νενομίκασι,
πλέον ἢ
τεσσάρων καὶ
εἴκοσι
χρυσῶν.
7. Καὶ
βασιλεῖ μὲν
ἐνθένδε
μεγάλα
χρήματα
ἔφερεν· αὐτὸς
δὲ
περιβαλλόμενος
πλείω
ἐλάνθανεν,
ὅπερ ἀπ' αὐτοῦ
ἀρξάμενον ἐς
ἀεὶ ἔμεινε.
Μόνος γὰρ ἐς
τόδε τοῦ
χρόνου
ἔμπορός τε
ἀπαρακαλύπτως,
καὶ κάπηλος
τοῦ
ἐμπολήματος
τοῦδε
καθίσταται.
Ἔμποροι μὲν
οὖν ὅσοι
πρότερον τὴν
ἐργασίαν
ταύτην
μετῄεσαν, ἔν
τε Βυζαντίῳ
καὶ πόλει
ἑκάστῃ,
θαλαττουργοί
τε καὶ
ἔγγειοι,
ἐφέροντο, ὡς
τὸ εἰκὸς, τὰ ἐκ
τῆς ἐργασίας
κακά. Ἐν δὲ
πόλεσιν ὁ
δῆμος σχεδόν
τι ὅλος ταῖς
εἰρημέναις,
προσαιτητὴς
ἐξαπιναίως
ἐγένετο.
Βάναυσοι γὰρ
ἄνθρωποι καὶ
χειρώνακτες,
λιμῷ
παλαίειν, ὡς
τὸ εἰκὸς,
ἠναγκάζοντο·
πολλοί τε ἀπ'
αὐτοῦ τὴν
πολιτείαν
μεταβαλλόμενοι,
φεύγοντες
ᾤχοντο ἐς τὰ
Περσῶν ἤθη.
Μόνος δὲ ἀεὶ ὁ
τῶν θησαυρῶν
ἄρχων,
ἐνεργολαβῶν
τὸ ἐμπόλημα
τοῦτο, μοῖραν
μὲν βασιλεῖ,
ὥσπερ
εἴρηται,
πόρων τῶν
ἐνθένδε
ἀποφέρειν
ἠξίου· αὐτὸς
δὲ τὰ πλείω
φερόμενος,
δημοσίαις
συμφοραῖς
ἐπλούτει.
Ταῦτα μὲν οὖν
τῇδε
κεχώρηκεν.
ΚΕΦΑΛΑΙΟΝ Κ ΣΤΙΓΜΑ
1.
Ὅντινα
δὲ τρόπον τῶν
πόλεων τοὺς
κόσμους καὶ
τὰ
ἐγκαλλωπίσματα
πάντα, ἔν τε
Βυζαντίῳ καὶ
πόλει ἑκάστῃ
καθελεῖν
ἴσχυσεν
αὐτίκα
ἐροῦμεν.
2.
Ἀλλὰ καὶ τοὺς
ἰατρούς τε
καὶ
διδασκάλους
τῶν
ἐλευθερίων,
τῶν
ἀναγκαίων
ἀπορεῖσθαι
πεποίηκε. Τάς
τε γὰρ
σιτήσεις, ἃς
οἱ πρότερον
βεβασιλευκότες
ἐκ τοῦ
δημοσίου
χορηγεῖσθαι
τούτοις δὴ
τοῖς
ἐπιτηδεύμασιν
ἔταξαν·
ταύτας δὴ
οὗτος
ἀφείλετο
πάσας.
3.
Καὶ μὴν,
καὶ ὅσους οἱ
τὰς πόλεις
οἰκοῦντες
ἁπάσας,
πολιτικῶν
σφίσιν ἢ
θεωρητικῶν
οἴκοθεν
πεποίηνται
πόρους, καὶ
τούτους
μεταγαγὼν
φόροις
ἀναμῖξαι
τοῖς
δημοσίοις
ἐτόλμησε. Καὶ
οὔτε ἰατρῶν
τις ἢ
διδασκάλων
τὸ λοιπὸν
ἐγίνετο
λόγος, οὔτε
δημοσίας τις
ἔτι
οἰκοδομίας
προνοεῖν
ἴσχυσεν·
οὔτε
λύχνα ταῖς
πόλεσιν ἐν
δημοσίῳ
ἐκάετο, οὔτε
τις ἦν ἄλλη
παραψυχὴ
τοῖς ταύτας
οἰκοῦσι. Τά τε
γὰρ θέατρα
καὶ
ἱππόδρομοι
καὶ
κυνηγέσια ἐκ
τοῦ ἐπὶ
πλεῖστον
ἅπαντα ἤργει·
οὗ δή οἱ τὴν
γυναῖκα
τετέχθαι τε,
καὶ
τεθράφθαι,
καὶ
πεπαιδεῦσθαι
ξυνέβαινεν.
Ὕστερον δὲ
ταῦτα δὴ
ἀργεῖν ἐν
Βυζαντίῳ
ἐκέλευσε τὰ
θεάματα· τοῦ
μὴ τὰ εἰωθότα
χορηγεῖν τὸ
δημόσιον,
πολλοῖς τε
καὶ σχεδόν τι
ἀναρίθμοις
οὖσιν, οἷς
ἐνθένδε ὁ
βίος. Ἦν τε
ἰδίᾳ τε καὶ
κοινῇ λύπη τε
καὶ κατήφεια,
ὥσπερ ἄλλο τι
τῶν ἀπ'
οὐρανοῦ
ἐπισκήψασαι
πάθος, καὶ
βίος πᾶσιν
ἀγέλαστος.
Ἄλλο τε τὸ
παράπαν
οὐδὲν
ἐφέρετο τοῖς
ἀνθρώποις ἐν
διηγήμασιν,
οἴκοι τε οὖσι
καὶ
ἀγοράζουσι,
κἀν τοῖς
ἱεροῖς
διατρίβουσιν,
ἢ συμφοραί τε
καὶ πάθη, καὶ
καινοτέρων
ἀτυχημάτων
ὑπερβολή.
Ταῦτα μὲν
οὕτω ταῖς
πόλεσιν
εἶχεν.
4. Ὃ δὲ τῷ
λόγῳ
λείπεται,
τοῦτο εἰπεῖν
ἄξιον. Ὕπατοι
Ῥωμαίων ἀνὰ
πᾶν ἔτος
ἐγινέσθην
δύο, ἅτερος
μὲν ἐν Ῥώμῃ, ὁ
δὲ δὴ ἕτερος
ἐν Βυζαντίῳ.
Ὅστις δὲ εἰς
τὴν τιμὴν
ἐκαλεῖτο
ταύτην, πλέον
ἢ κεντηνάρια
χρυσοῦ
εἴκοσιν ἐς
τὴν
πολιτείαν
ἀναλοῦν
ἔμελλεν,
ὀλίγα μὲν
οἰκεῖα, τὰ δὲ
πλεῖστα πρὸς
βασιλέως
κεκομισμένος.
Ταῦτά τε τὰ
χρήματα ἔς τε
τοὺς ἄλλους,
ὧνπερ
ἐμνήσθην, καὶ
ἐς τῶν βίων
τοὺς
ἀπορωτέρους
ἐκ τοῦ ἐπὶ
πλεῖστον
φερόμενα, καὶ
διαφερόντως
ἐς τοὺς ἐπὶ
σκηνῆς,
ἅπαντα τὰ
πράγματα ἐς
ἀεὶ τῇ πόλει
ἀνίστη. Ἐξ οὗ
δὲ
Ἰουστινιανὸς
τὴν
βασιλείαν
παρέλαβεν,
οὐκέτι
καιροῖς τοῖς
καθήκουσι
ταῦτα
ἐπράσσετο·
ἀλλὰ τὰ μὲν
πρῶτα πολλοῦ
Ῥωμαίοις
ὕπατος
καθίστατο
χρόνου,
τελευτῶντες
δὲ οὐδὲ ὄναρ
τὸ πρᾶγμα
ἑώρων· ἐξ οὗ
δὴ πενίᾳ τινὶ
ἐνδελεχέστατα
ἐσφίγγετο τὰ
ἀνθρώπεια, τὰ
μὲν εἰωθότα
τοῦ βασιλέως
οὐκέτι τοῖς
ὑπηκόοις
παρεχομένου,
τὰ δὲ
ὑπάρχοντα
τρόποις
ἅπασι
πανταχόθεν
ἀφαιρουμένου.
5.
Ὡς μὲν οὖν τὰ
δημόσια
καταπιὼν,
ξύμπαντα
χρήματα τοὺς
ἐκ τῆς
συγκλήτου
βουλῆς ὁ
λυμεὼν οὗτος,
ἕκαστόν τε
ἰδίᾳ καὶ
κοινῇ
ξύμπαντας
τὰς οὐσίας
ἀφῄρηται,
διαρκῶς
δεδιηγῆσθαι
οἶμαι. Ὡς δὲ
καὶ τοὺς
ἄλλους,
εὐδαίμονας
δοκοῦντας
εἶναι,
συκοφαντίᾳ
περιιὼν
ἀφαιρεῖσθαι
τὰ χρήματα
ἴσχυσεν,
ἱκανώτατά
μοι εἰρῆσθαι
νομίζω· οὐ
μέντοι
στρατιώτας τε,
καὶ ἄρχουσι
πᾶσιν
ὑπηρετοῦντας,
καὶ τοὺς ἐν
Παλατίῳ
στρατευομένους,
γεωργούς τε
καὶ χωρίων
κτήτορας καὶ
κυρίους, καὶ
οἷς ἐν λόγοις
τὰ
ἐπιτηδεύματά
ἐστιν· ἀλλὰ
μὴν ἐμπόρους
τε καὶ
ναυκλήρους
καὶ ναύτας,
βαναύσους τε
καὶ
χειρώνακτας,
καὶ
ἀγοραίους,
καὶ οἷς ἀπὸ
τῶν ἐπὶ τῆς
σκηνῆς
ἐπιτηδευμάτων
ὁ βίος, καὶ μὴν
καὶ τοὺς
ἄλλους ὡς
εἰπεῖν
ἅπαντας, ἐς
οὓς
διικνεῖσθαι
βλάβος τὸ ἐκ
τοῦδε
συμβαίνει.
Οἷα δὲ τούς τε
προσαιτητὰς,
καὶ
ἀγελαίους
ἀνθρώπους,
καὶ πτωχούς
τε καὶ λώβῃ
πάσῃ
ἐχομένους
εἰργάσατο,
αὐτίκα
ἐροῦμεν· τὰ
γὰρ ἀμφὶ τοῖς
ἱερεῦσιν
αὐτῷ
πεπραγμένα,
ἐν τοῖς
ὄπισθεν
λόγοις
λελέξεται.
Πρῶτα μὲν,
ὅπερ εἴρηται,
ἅπαντα
περιβεβλημένος
τὰ πωλητήρια,
καὶ ὠνίων τῶν
ἀναγκαιοτάτων
τὰ λεγόμενα
καταστησάμενος
μονοπώλια,
πλέον ἢ
τριπλάσια
τιμήματα
πάντας
ἀνθρώπους
ἐπράττετο.
Καὶ τὰ μὲν
ἄλλα, ἐπεὶ
ἀνάριθμά μοι
ἔδοξεν εἶναι,
οὐκ ἂν ἔγωγε
λόγῳ
ἀτελευτήτῳ
καταλέγειν
φιλονεικοίην.
6.
Ἀπὸ δὲ τῶν
τοὺς ἄρτους
ὠνουμένων
πικρότατα ἐς
πάντα τὸν
αἰῶνα ἐσύλει·
οὓς δὴ καὶ
χειρώνακτας,
καὶ πτωχοὺς,
καὶ πάσῃ λώβῃ
ἐχομένους
ἀνθρώπους ( μὴ)
οὐκ ὠνεῖσθαι
ἀδύνατον.
Αὐτὸς μὲν γὰρ
ἐς τρία
κεντηνάρια
φέρεσθαι ἀνὰ
πᾶν ἔτος
ἐνθένδε
ἠξίου, ὅπως οἱ
ἄρτοι
ἀξιώτεροι
ὦσι καὶ
σποδοῦ
ἔμπλεῳ· οὐδὲ
γὰρ ἐς τοῦτο
δὴ τὸ τῆς
αἰσχροκερδείας
ἀσέβημα ὁ
βασιλεὺς
οὗτος
ὀκνηρὸς ᾖει·
ταύτῃ δὲ τῇ
σκήψει
οἰκεῖα κέρδη
ἐπιτεχνώμενοι,
οἷς ἐπέκειτο
ἡ τιμὴ αὕτη,
αὐτοὶ μὲν
ῥᾷστα ἐς
πλοῦτόν τινα
περιίσταντο
μέγαν, λιμὸν
δὲ τοῖς
πτωχοῖς
χειροποίητον,
ἐν εὐθηνοῦσι
χρόνοις, ἀεὶ
παρὰ δόξαν
εἰργάζοντο·
ἐπεὶ οὐδὲ
σῖτον
ἑτέρωθέν
τινι
εἰσκομίζεσθαι
τὸ παράπαν
ἐξῆν· ἀλλὰ
ἀναγκαῖον ἦν
ἅπασι
τούτους δὴ
ὠνουμένους
ἄρτους
ἐσθίειν.
7. Τὸν
δὲ τῆς πόλεως
ὀχετὸν
διερρωγότα τε
ὁρῶντες, καὶ
μοῖραν
ὕδατος
ὀλίγην τινὰ
ἐς τὴν πόλιν
εἰσάγοντα
ὑπερεώρων, τε
καὶ οὐδ'
ὁτιοῦν αὐτῷ
προέσθαι
ἤθελον·
καίπερ
ὁμίλου ἀεὶ
ἀμφὶ τὰς
κρήνας
ἀποπνιγομένου
πολλοῦ, καὶ
τῶν
βαλανείων
ἀποκεκλεισμένων
ἁπάντων·
καίτοι ἐς
οἰκοδομίας
θαλασσίους τε
καὶ ἀνοήτους
ἄλλας
μέγεθος
χρημάτων
οὐδενὶ λόγῳ
προίίετο,
πανταχόθι
τῶν
προαστείων
ἐπιτεχνώμενος,
ὥσπερ τῶν
βασιλείων
αὐτοὺς οὐ
χωρούντων· ἐν
οἷς δὴ
ἅπαντες οἱ
πρότερον
βεβασιλευκότες
διαβιοῦν ἐς
ἀεὶ ἤθελον.
Οὕτως οὐ
χρημάτων
φειδοῖ, ἀλλὰ
φθόρου
ἀνθρώπων
ἕνεκα, τῆς τοῦ
ὀχετοῦ
οἰκοδομίας
ὀλιγωρεῖν
ἔγνω· ἐπεὶ
οὐδεὶς ἐκ τοῦ
παντὸς
χρόνου,
Ἰουστινιανοῦ
τοῦδε
ἑτοιμότερος
γέγονεν
ἀνθρώπων
ἁπάντων
χρήματά τε
προσποιεῖσθαι
κακῶς, καὶ
ταῦτα
χειρόνως
αὐτίκα δὴ
μάλα
προέσθαι.
Δυοῖν τοίνυν
ἀπολελειμμένοιν
ἔν τε ποτῷ καὶ (
τοῖς)
ἐδωδίμοις
τοῖς τὰ
ἔσχατα
πενομένοις
καὶ πτωχοῖς
οὖσιν, ὕδατός
τε καὶ ἄρτου,
δι' ἀμφοῖν
αὐτοὺς, ὥσπερ
μοι
δεδιήγηται,
βασιλεὺς ὅδε
ἔβλαψε· τὸ μὲν
ἄπορον σφίσι,
τὸν δὲ πολλῷ
ἀξιώτερον
ἐργασάμενος.
8.
Οὐ μόνον δὲ
τοὺς ἐν
Βυζαντίῳ
προσαιτητὰς,
ἀλλὰ καὶ τῶν
ἑτέρωθι
ὠὠκημένων
τινὰς ἔδρασε
ταῦτα, ὥσπερ
μοι αὐτίκα
λελέξεται.
Ἰταλίαν γὰρ
Θευδέριχος
ἑλὼν, τοὺς ἐν
τῷ Ῥώμης
Παλατίῳ
στρατευομένους
αὐτοῦ εἴασεν,
ὅπως τι
διασώζοιτο
πολιτείας
ἐνταῦθα τῆς
παλαιᾶς
ἴχνος· μικρὰν
ἀπολιπὼν
σύνταξιν ἐς
ἡμέραν
ἑκάστῳ. Ἦσαν
δὲ οὗτοι
παμπληθεῖς
ἄγαν. Οἵ τε γὰρ
σιλεντιάριοι
καλούμενοι
καὶ
δομέστικοι,
καὶ
σχολάριοι ἐν
αὐτοῖς ἦσαν,
οἷς δὴ ἄλλο
οὐδὲν
ἀπελέλειπτο,
ἢ τὸ τῆς
στρατείας
ὄνομα μόνον·
καὶ ἡ
σύνταξις
αὕτη ἐς τὸ
ἀποζῆν
ἀποχρῶσα,
μόλις αὐτοῖς,
ἅπερ ἔς τε
παῖδας καὶ
ἀπογόνους
Θευδέριχος
αὐτοὺς
παραπέμπειν
ἐκέλευσε.
Τοῖς τε
προσαιτηταῖς,
οἳ παρὰ τὸν
Πέτρου τοῦ
ἀποστόλου
νεὼν δίαιταν
εἶχον,
τρισχιλίους
σίτου
μεδίμνους
χορηγεῖν ἀεὶ
τὸ δημόσιον
ἀνὰ πᾶν ἔτος
διώρισεν·
ἅπερ ἅπαντες
οὗτοι
διαγεγόνασι
κομιζόμενοι
ἕως
Ἀλέξανδρος ὁ
Ψαλίδιος ἐς
τὴν Ἰταλίαν
ἀφίκετο.
9.
Πάντα γὰρ
εὐθὺς οὗτος
ἀνὴρ, ὀκνήσει
οὐδεμιᾷ
περιελεῖν
ἔγνω. Ταῦτα
μαθὼν
Ἰουστινιανὸς
Ῥωμαίων
αὐτοκράτωρ,
τήν τε πρᾶξιν
προσήκατο
ταύτην, καὶ
τὸν
Ἀλέξανδρον
ἔτι μᾶλλον ἢ
πρότερον διὰ
τιμῆς ἔσχεν.
Ἐν ταύτῃ
Ἀλέξανδρος
τῇ πορείᾳ καὶ
τοὺς Ἕλληνας
εἰργάσατο
τάδε. Τοῦ ἐν
Θερμοπύλαις
φυλακτηρίου
οἱ τὰ ἐκείνῃ
γεωργοῦντες
χωρία, ἐκ
παλαιοῦ
ἐπεμελοῦντο,
ἐκ
περιτροπῆς τε
τὸ ἐνταῦθα
τεῖχος
ἐφύλασσον,
ἡνίκα δὴ
ἔφοδος
βαρβάρων
τινῶν ὡς
ἐπισκήψει ἐς
τὴν
Πελοπόννησον
ἐπίδοξος ἦν.
10.
Ἀλλ' ἐνταῦθα
γενόμενος
τότε
Ἀλέξανδρος,
οὗτος
προνοεῖν
Πελοποννησίων
σκηπτόμενος,
οὐκ ἔφη
γεωργοῖς τὸ
ταύτῃ
φυλακτήριον
ἐπιτρέψειν.
Στρατιώτας
οὖν ἐνταῦθα
εἰς
δισχιλίους
καταστησάμενος,
οὐκ ἐκ τοῦ
δημοσίου
χορηγεῖσθαι
σφίσι τὰς
συντάξεις
διώρισεν,
ἀλλὰ τῶν ἐν τῇ
Ἑλλάδι πασῶν
πόλεων, τά τε
πολιτικὰ καὶ
θεωρητικὰ
ξύμπαντα
χρήματα ἐς τὸ
δημόσιον ἐπὶ
τῷ
προσχήματι
τούτῳ
μετήνεγκεν,
ἐφ' ᾧ ἐνθένδε
οἱ
στρατιῶται
οὗτοι
σιτίζοιντο,
καὶ ἀπ' αὐτοῦ
ἔν τε τῇ ἄλλῃ
πάσῃ Ἑλλάδι,
καὶ οὐχ
ἥκιστα ἐν
Ἀθήναις
αὐταῖς οὔτε
τις ἐν
δημοσίῳ
οἰκοδομία...
οὔτε ἄλλο
ἀγαθὸν οἷόν
τε ἦν
γίνεσθαι.
Ἰουστινιανὸς
μέντοι τὰ
τῇδε
διῳκημένα τῷ
Ψαλιδίῳ
οὐδεμιᾷ
μελλήσει
ἐπέρρωσε.
Ταῦτα μὲν οὖν
τῇδε
κεχώρηκεν.
11.
Ἰτέον δὲ καὶ
εἰς τοὺς ἐν
Ἀλεξανδρείᾳ
πτωχούς.
Ἥφαιστός τις
ἐν τοῖς
ἐνταῦθα
ῥήτορσιν
ἐγεγόνει,
ὅσπερ
παραλαβὼν
τὴν
Ἀλεξανδρέων
ἀρχὴν, τὸν μὲν
δῆμον τοῦ
στασιάζειν
κατέπαυσε,
φοβερὸς τοῖς
στασιώταις
φανεὶς,
ἔσχατα δὲ
ἐσχάτων κακὰ
τοῖς τῇδε
ὠὠκημένοις
ἐνδέδεικται
πᾶσι. Πάντα
γὰρ εὐθὺς τὰ
τῆς πόλεως
πωλητήρια ἐς
τὸ
καλούμενον
μονοπώλιον
καταστησάμενος,
ἄλλων μὲν
ἐμπόρων
οὐδένα,
ταύτην δὴ τὴν
ἐργασίαν
ἐργάζεσθαι
εἴα· μόνος δὲ
ἁπάντων
αὐτὸς
γεγονὼς
κάπηλος·
παρεδίδοτο
τὰ ὤνια πάντα·
δηλονότι τὰς
τούτων τιμὰς
τῇ τῆς ἀρχῆς
ἐξουσίᾳ
σταθμώμενος·
ἀπεπνίγετό
τε τῇ τῶν
ἀναγκαίων
σπάνει ἡ τῶν
Ἀλεξανδρέων
πόλις· οὗ δὴ
καὶ τοῖς τὰ
ἔσχατα
πενομένοις
τὰ πρότερα
εὔωνα
διαρκῶς
ἐγεγόνει
πάντα.
Μάλιστα δὲ
αὐτοὺς ἀμφὶ
τῷ ἄρτῳ
ἐπίεζε. Τὸν
γὰρ σῖτον
αὐτὸς ἐξ
Αἰγυπτίων
ὠνεῖτο μόνος·
οὐδὲ ὅσον ἐς
μέδιμνον ἕνα
ἑτέρῳ
ἐνδιδοὺς
πρίασθαι,
ταύτῃ τε τοὺς
ἄρτους καὶ τὰ
τῶν ἄρτων
τιμήματα
διετίθετο,
ᾗπερ
ἐβούλετο.
Πλοῦτον
τοίνυν ( καὶ)
ἀμύθητον
αὐτός τε δι'
ὀλίγου
περιεβάλετο,
καὶ βασιλεῖ
τὴν ἀμφὶ
τούτῳ
ἐπιθυμίαν
ἐνεπλήσατο.
Καὶ τῶν μὲν
Ἀλεξανδρέων
ὁ δῆμος δέει
τοῦ Ἡφαίστου
τὰ παρόντα
σφίσιν ἡσυχῇ
ἔφερον· ὁ δὲ
αὐτοκράτωρ
αἰδοῖ τῶν οἱ
ἐς ἀεὶ
ἐσκομιζομένων
χρημάτων, ἐν
τοῖς μάλιστα
ὑπερηγάπα
τὸν ἄνθρωπον.
12.
Βουλεύσας δὲ
Ἥφαιστος
οὗτος, ὅπως
τὴν βασιλέως
διάνοιαν
πολλῷ ἔτι
μᾶλλον
ἐξελεῖν
δύνηται,
προσεπετεχνήσατο
τάδε.
Διοκλητιανὸς
Ῥωμαίων
γεγονὼς
αὐτοκράτωρ,
σίτου μέγα τι
χρῆμα
δίδοσθαι
παρὰ τοῦ
δημοσίου τῶν
Ἀλεξανδρέων
τοῖς
δεομένοις
ἀνὰ πᾶν ἔτος
διώρισε.
Ταῦτα ὁ δῆμος
τηνικάδε
διαδασάμενοι
ἐν σφίσιν
αὐτοῖς ἐς
ἀπογόνους
τοὺς ἄχρι
δεῦρο
παρέπεμψαν.
Ἀλλ' Ἥφαιστος
ἐνθένδε
μυριάδας ἐς
διακοσίας
ἐπετείους
μεδίμνων
τοὺς τῶν
ἀναγκαίων
ὑποσπανίζοντας
ἀφελόμενος,
τῷ δημοσίῳ
ἐντέθεικε·
βασιλεῖ
γράψας, ὡς οὐ
δικαίως, οὐδὲ
ᾗ ξυμφέρει
τοῖς
πράγμασι
μέχρι νῦν
ταῦτα οἱ
ἄνδρες οὗτοι
κομίζοιντο.
Καὶ ἀπ' αὐτοῦ
βασιλεὺς μὲν
ἐμπεδώσας
τὴν πρᾶξιν,
διὰ σπου δῆς
αὐτὸν
μείζονος
ἔσχεν·
Ἀλεξανδρέων
δὲ ὅσοι
ταύτην εἶχον
τοῦ βίου
ἐλπίδα,
ταύτης δὴ ἐν
τοῖς
ἀναγκαιοτάτοις
τῆς
ἀπανθρωπίας
ἀπώναντο.
ΚΕΦΑΛΑΙΟΝ ΚΖ'
1.
Τὰ
μὲν οὖν
Ἰουστινιανῷ
εἰργασμένα,
τοσαῦτά
ἐστιν· ὥστε
μηδὲ τὸν
πάντα αἰῶνα
τῷ περὶ αὐτῶν
λόγῳ
ἐπαρκεῖν
δύνασθαι.
Ὀλίγα δέ μοι
ἄττα ἐκ
πάντων
ἀπολεξαμένῳ
εἰπεῖν
ἀποχρήσει· δι'
ὧν αὐτοῦ
ἔνδηλον καὶ
τοῖς ὄπισθεν
γενησομένοις
τὸ ἦθος ἅπαν
διαφανῶς
ἔσται· καὶ ὡς
εἴρων τε ἦν,
καὶ οὔτε θεοῦ,
οὔτε ἱερέων,
οὔτε νόμων
αὐτῷ ἔμελεν,
οὔτε δήμου
κατεσπουδασμένου
αὐτῷ
δοκοῦντος
εἶναι· οὐ μὴν
οὔτε τινὸς τὸ
παράπαν
αἰδοῦς, ἢ τοῦ
τῆς
πολιτείας
ξυμφόρου, ἢ
ὅτου τι
προὔργου ἐς
αὐτὴν
γένοιτο· ἢ
ὅπως σκήψεώς
τινος τὰ
πρασσόμενα
τυχεῖν
δύναιτο, οὔτε
ἄλλο τι αὐτὸν
ἐσῄει, ὅτι μὴ
μόνη
ἀφαίρεσις
τῶν ἐν πάσῃ γῇ
κειμένων
χρημάτων.
Ἄρξομαι δὲ
ἐνθένδε.
2.
Ἀρχιερέα
κατεστήσατο
Ἀλεξανδρεῦσιν
αὐτὸς, Παῦλον
ὄνομα.
Ἐτύγχανε δὲ
Ῥόδων τις,
Φοῖνιξ γένος,
ἔχων
τηνικάδε τὴν
Ἀλεξανδρείας
ἀρχήν. ᾯ δὴ
ἐπέστελλεν
ἐς ἅπαντα
Παύλῳ
ὑπηρετεῖν
προθυμίᾳ τῇ
πάσῃ, ὅπως δὴ
ἀτελεύτητον
μένοι τῶν
πρὸς αὐτοῦ
ἐπαγγελλομένων
μηδέν. Ταύτῃ
γὰρ τῶν
Ἀλεξανδρέων
τοὺς
αἱρετικοὺς
ἑταιρίζεσθαι
αὐτὸν ἐς τὴν
ἐν Καλχηδόνι
σύνοδον ᾤετο
δυνατὸν
ἔσεσθαι.
3.
Ἦν δέ
τις Ἀρσένιος,
Παλαιστῖνος
γένος, ὅσπερ
Θεοδώρᾳ τῇ
βασιλίδι ἐν
τοῖς μάλιστα
ἀναγκαιοτάτοις
ἐπιτήδειος
γεγονὼς, καὶ
ἀπ' αὐτοῦ
δύναμίν τε
πολλὴν,
μεγάλα τε
περιβαλλόμενος
χρήματα, ἐς
βουλῆς
ἀξίωμα ἦλθε,
καίπερ
μιαρώτατος
ὤν. Οὗτος
Σαμαρείτης
μὲν ἦν, τοῦ δὲ
μὴ τὴν
ὑπάρχουσαν
προέσθαι
δύναμιν,
ὀνόματος
ἀντιλαβέσθαι
τοῦ
Χριστιανῶν
ἔγνω. Ὁ μέντοι
πατήρ τε καὶ
ἀδελφὸς, τῇ
τούτου
δυνάμει
θαρσοῦντες,
διαγεγόνασι
μὲν ἐν
Σκυθοπόλει,
περιστέλλοντες
τὴν πάτριον
δόξαν· γνώμῃ
δὲ αὐτοῦ
ἀνήκεστα
τοὺς
Χριστιανοὺς
εἰργάζοντο
πάντας. Διὸ δὴ
οἱ πολῖται
σφίσιν
ἐπαναστάντες,
ἄμφω
ἔκτειναν
θανάτῳ
οἰκτίστῳ·
κακά τε πολλὰ
ξυνηνέχθη
Παλαιστίνοις
ἐνθένδε
γενέσθαι.
Τότε μὲν οὖν
αὐτὸν οὔτε
Ἰουστινιανὸς
οὔτε βασιλὶς
κακόν τι
ἔδρασαν,
καίπερ
αἰτιώτατον
γεγονότα
δυσκόλων
ἁπάντων·
ἀπεῖπον δὲ
αὐτῷ ἐς
Παλάτιον
μηκέτι ἰέναι·
ἐνδελεχέστατα
γὰρ τούτου δὴ
ἕνεκα πρὸς
τῶν
Χριστιανῶν
ἠνωχλοῦντο.
4.
Οὗτος
Ἀρσένιος
βασιλεῖ
χαριεῖσθαι
οἰόμενος, οὐ
πολλῷ
ὕστερον ξὺν
τῷ Παύλῳ ἐς
τὴν
Ἀλεξάνδρειαν
στέλλεται· ὡς
δὴ τά τε ἄλλα
ὑπηρετήσων,
καὶ τὴν ἐς
τοὺς
Ἀλεξανδρεῖς
πειθὼ
ξυγκατεργασόμενος
αὐτῷ δυνάμει
τῇ πάσῃ.
Ἰσχυρίζετο
γὰρ ὑπὸ τὸν
χρόνον
τοῦτον, ἡνίκα
οἱ τοῦ
Παλατίου
ἀποκεκλεῖσθαι
ξυνέπεσε, τῶν
ἐν
Χριστιανοῖς
οὐκ
ἀμελέτητος
γεγονέναι
δογμάτων
ἁπάντων. Ὅπερ
τὴν Θεοδώραν
ἠνίασε· τὴν
ἐναντίαν γὰρ
ἐσκήπ τετο τῷ
βασιλεῖ ἐς
τοῦτο ἰέναι,
ὥς μοι ἐν τοῖς
ἔμπροσθεν
λόγοις
εἴρηται.
5 . Ἐπεὶ
οὖν ( ἐν)
Ἀλεξανδρεῦσιν
ἐγένοντο,
διάκονόν
τινα Ψόην
ὄνομα Ῥόδωνι
Παῦλος
παρέδωκε
τεθνηξόμενον·
φάσκων δὴ
αὐτὸν μόνον
οἱ αὐτῷ
ἐμποδὼν
ἵστασθαι, τοῦ
μὴ τὰ βασιλεῖ
δεδογμένα
ὑποτελέσαι.
Τοῖς δὲ
βασιλέως
γράμμασι
Ῥόδων
ἠγμένος,
συχνοῖς τε
οὖσι καὶ λίαν
σπουδαίοις,
αἰκίζεσθαι
τὸν ἄνθρωπον
ἔγνω· ὃς
ὑπὸ τῆς
βασάνου
κατατεινόμενος,
αὐτίκα
θνήσκει.
6.
Ἅπερ
ἐπεὶ ἐς
βασι[λέα
ἦλθεν],
ἐγκειμένης
ἰσχυρότατα
τῆς
βασιλίδος,
ἅπαντα
βασιλεὺς ἐπὶ
Παύλῳ τε καὶ
Ῥόδωνι καὶ
Ἀρσενίῳ
εὐθὺς ἐκίνει,
ὥσπερ τῶν
πρὸς αὐτοῦ
τούτοις δὴ
τοῖς
ἀνθρώποις
ἐπηγγελμένων
ἐπιλελησμένος
ἁπάντων.
Λιβέριον οὖν
τῶν ἐκ Ῥώμης
ἄνδρα
πατρίκιον,
καταστησάμενος
ἐπὶ τῆς
Ἀλεξανδρέων
ἀρχῆς, καὶ τῶν
δοκίμων
ἱερέων τινὰς
ἐς τὴν
Ἀλεξάνδρειαν
ἔστειλε, τὴν
τοῦ
πράγματος
ποιησομένους
διάγνωσιν, ἐν
οἷς καὶ ὁ
Ῥώμης
ἀρχιδιάκονος
Πελάγιος ἦν,
τὸ Βιγιλίου
τοῦ
ἀρχιερέως
ὑποδὺς
πρόσωπον,
ἐπιτεταγμένον
οἱ τοῦτό γε
πρὸς τοῦ
Βιγιλίου.
7.
Τοῦ
τε φόνου
ἐληλεγμένου,
Παῦλον τῆς
ἱερωσύνης
εὐθὺς
καθεῖλον·
φυγόντα δὲ
Ῥόδωνα ἐς
Βυζάντιον
τήν τε
κεφαλὴν
ἀφείλετο ὁ
βασιλεὺς, καὶ
τὰ χρήματα ἐς
τὸ δημόσιον
ἀνάγραπτα
ἐποιήσατο·
καίπερ
τρισκαίδεκα
ἐπιστολὰς
τοῦ ἀνθρώπου
ἐνδειξαμένου,
ἅσπερ αὐτῷ
βασιλεὺς
ἔγραψε
σπουδάζων τε
καὶ
διατεινόμενος
ἄγαν,
ἐπαγγέλλων
τε ἅπαντα τῷ
Παύλῳ
ὑπηρετεῖν
ἐπιτάττοντι,
καὶ μηδ'
ὁτιοῦν
ἀντιτείνειν,
ὅπως ἐπὶ τῇ
δόξῃ
ἐπιτελέσαι
τὰ δόξαντα
δυνατὸς εἴη.
Ἀρσένιόν τε
Λιβέριος
γνώμῃ
Θεοδώρας
ἀνεσκολόπισε,
καὶ αὐτοῦ τὰ
χρήματα
δημοσιοῦν
βασιλεὺς
ἔγνω, καίπερ
οὐδὲν αὐτῷ
ἐπεγκαλεῖν
ἔχων, ἢ ὅτι ξὺν
τῷ Παύλῳ
δίαιταν εἶχε.
Ταῦτα μὲν οὖν
εἴτε ὀρθῶς,
εἴτε ἄλλῃ πη
αὐτῷ
εἴργασται,
οὐκ ἔχω
εἰπεῖν· ὅτου
δὲ δὴ ἕνεκα
ταῦτά μοι
εἴρηται,
αὐτίκα
δηλώσω.
8. Ὁ
Παῦλος χρόνῳ
τινὶ ὕστερον
ἐς Βυζάντιον
ἥκων, ἑπτά τε
χρυσοῦ
κεντηνάρια
τῷ βασιλεῖ
τούτῳ
προέμενος,
ἠξίου τὴν
ἱερωσύνην
ἀπολαβεῖν,
ἅτε αὐτὴν
οὐδενὶ νόμῳ
ἀφῃρημένος.
Ἰουστινιανὸς
δὲ τά τε
χρήματα
ἐδέξατο
πρᾴως καὶ τὸν
ἄνθρωπον ἐν
τιμῇ ἔσχεν,
ἀρχιερέα τε
ὡμολόγησεν
Ἀλεξανδρεῦσιν
αὐτὸν
καταστήσεσθαι
αὐτίκα δὴ
μάλα, καίπερ
ἑτέρου τὴν
τιμὴν
ἔχοντος·
ὥσπερ οὐκ
εἰδὼς, ὅτι δὴ
τοὺς αὐτῷ
ξυνοικήσαντάς
τε καὶ
ὑπουργεῖν
τετολμηκότας
ἔκτεινέ τε
αὐτὸς καὶ τὰς
οὐσίας
ἀφείλετο.
9.
Ὁ
μὲν οὖν
Σεβαστὸς ἐς
ἄγαν
διατεινόμενος
τὸ πρᾶγμα ἐν
σπουδῇ
ἐποιεῖτο·
Παῦλος δὲ
διαρρήδην
ἐπίδοξος ἦν
τὴν
ἱερωσύνην
ἀπολήψεσθαι
μηχανῇ πάσῃ.
Ἀλλὰ
Βιγίλιος
τηνικάδε
παρὼν, εἴκειν
βασιλεῖ τὸ
τοιοῦτον
ἐπιτάττοντι
οὐδαμῇ ἔγνω.
Ἔφασκε γὰρ
οὐχ οἷός τε
εἶναι ψῆφον
τὴν οἰκείαν
αὐτὸς
ἀνάδικον
διειργάσθαι,
τὴν Πελαγίου
παραδηλῶν
γνῶσιν. Οὕτως
ἄλλου
οὐδενὸς τῷ
βασιλεῖ
τούτῳ, ὅτι μὴ
χρημάτων
ἀφαιρέσεως,
ἀεὶ ἔμελεν.
10.
Εἰρήσεται δὲ
καὶ ἄλλο
τοιόνδε.
Φαυστῖνος ἦν
τις,
Παλαιστῖνος
γένος,
Σαμαρείτης
μὲν γεγονὼς
ἄνωθεν,
ὀνόματος δὲ
τοῦ
Χριστιανῶν
ἀντιλαμβανόμενος
ἀνάγκῃ τοῦ
νόμου. Οὗτος ὁ
Φαυστῖνος ἔς
τε βουλῆς
ἀξίωμα ἦλθε
καὶ, τῆς χώρας
τὴν ἀρχὴν
ἔσχεν· ἧσπερ
αὐτὸν
παραλυθέντα
οὐ πολλῷ
ὕστερον, ἔς τε
τὸ Βυζάντιον
ἥκοντα, τῶν
τινες ἱερέων
διέβαλλον,
ἐπενεγκάμενοι
ὡς
Σαμαρειτῶν
νόμιμα
περιστέλλει,
καὶ
Χριστιανοὺς
δράσειε, τοὺς
ἐν
Παλαιστίνῃ
ᾠκημένους,
ἀνόσια ἔργα.
Ἰουστινιανὸς
δὲ
ἀγριαίνεσθαί
τε, καὶ δεινὰ
ποιεῖσθαι
διὰ ταῦτα
ἐδόκει, ὅτι δὴ
αὐτοῦ τὴν
Ῥωμαίων
ἀρχὴν
ἔχοντος, τὸ
τοῦ Χριστοῦ
ὄνομα ὑφ'
ὁτουοῦν
διασύροιτο.
11.
Οἱ μὲν οὖν ἐκ
τῆς
συγκλήτου
βουλῆς τὴν
διάγνωσιν
πεποιημένοι
τοῦ
πράγματος,
φυγῇ τὸν
Φαυστῖνον
ἐζημίωσαν,
βασιλέως
ἐγκειμένου
σφίσι.
Βασιλεὺς δὲ
πρὸς αὐτοῦ
χρήματα ὅσα
ἐβούλετο
κεκομισμένος
ἀνάδικα
εὐθὺς τὰ
δεδικασμένα
ἐποίησε.
Φαυστῖνος δὲ
αὖθις τὸ
πρότερον
ἀξίωμα ἔχων,
βασιλεῖ τε
ὡμίλει,
ἐπίτροπός τε
καταστὰς τῶν
ἐν
Παλαιστίνῃ
τε καὶ
Φοινίκῃ,
βασιλικῶν
χωρίων,
ἀδεέστερον
ἅπαντα
κατειργάζετο,
ὅσα οἱ αὐτῷ
βουλομένῳ
εἴη. Ὅντινα
μὲν οὖν
Ἰουστινιανὸς
τρόπον τὰ
Χριστιανῶν
δικαιώματα
περιστέλλειν
ἠξίου, καίπερ
οὐ πολλῶν
εἰρημένων
ἡμῖν, ἀλλ' ἐκ
τῶνδε
βραχέων
ὄντων,
τεκμηριοῦν
ἔστιν.
ΚΕΦΑΛΑΙΟΝ ΚΗ'
1.
Ὅπως δὲ
καὶ τοὺς
νόμους
οὐδεμιᾷ
ὀκνήσει
κατέσειε,
χρημάτων
κειμένων
βραχυτάτῳ
δηλωθήσεται
λόγῳ.
2.
Τό τε
ὡμολογημένον
ἐν τούτοις δὴ
τοῖς
καταπλάστοις
γραμματείοις
χρυσίον
ξυνῄει, οὐχ
ἧσσον ἢ ἐς
ἑκατὸν
κεντηνάρια.
Καὶ ἀνδρὸς δέ
τινος, ὅσπερ
ἐπὶ τῆς
ἀγορᾶς
τηνικάδε τοῦ
χρόνου
καθήμενος,
ἡνίκα ὁ
Μαμμιανὸς
περιῆν, δόξαν
τε πολλὴν ἐπὶ
τῇ ἀληθείᾳ
καὶ τῇ ἄλλῃ
ἀρετῇ ἔχων,
ἅπαντα
ἐπετέλει τὰ
τῶν πολιτῶν
γραμματεῖα,
ἕκαστον
οἰκείοις
ἐπισφραγίζων
αὐτὸς
γράμμασιν,
ὅνπερ
ταβελλίωνα
καλοῦσι
Ῥωμαῖοι, τὰ
γράμματα
δαιμονίως
μιμησάμενος,
τοῖς
διοικουμένοις
τὰ πράγματα
τῆς Ἐμεσηνῶν
ἐκκλησίας
παρέδωκεν,
ὡμολογηκόσι
μοῖραν αὐτῷ
τινα κεῖσθαι
τῶν ἐνθένδε
πορισθησομένων
χρημάτων.
3.
Ἐπεὶ δὲ ὁ
νόμος
ἐμποδὼν
ἵστατο, τὰς
μὲν ἄλλας
δίκας ἁπάσας
ἐς
τριακοντοῦτιν
παραγραφὴν
ἄγων· ὀλίγας
δὲ ἄττας καὶ
τὰς
ὑποθηκαρίας
καλουμένας
τεσσαράκοντα
ἐνιαυτῶν
μήκει
ἐκκρούων,
μηχανῶνται
τοιάδε. Ἐς
Βυζάντιον
ἀφικόμενοι,
καὶ χρήματα
μεγάλα τῷ
βασιλεῖ
τούτῳ
προέμενοι,
ἐδέοντο
σφίσι τὸν τῶν
πολιτῶν
ὄλεθρον,
οὐδὲν
ὠφληκότων,
ξυγκατεργάζεσθαι.
Ὁ δὲ τὰ
χρήματα
κεκομισμένος,
μελλήσει
οὐδεμιᾷ
νόμον
ἔγραψεν, οὐ
χρόνοις τὰς
ἐκκλησίας
τοῖς
καθήκουσιν,
ἀλλ' ἐνιαυτῶν
ἑκατὸν
πλήθει, δικῶν
τῶν αὐταῖς
προσηκουσῶν
ἀποκεκλεῖσθαι·
καὶ ταῦτα οὐκ
ἐν Ἐμέσῃ
μόνον κύρια
εἶναι, ἀλλὰ
καὶ ἀνὰ πᾶσαν
τὴν Ῥωμαίων
ἀρχήν.
4.
Ἐμεσηνοῖς τε
τὸ πρᾶγμα
τοῦτο
διαιτᾶν
ἔταξε
Λογγῖνόν
τινα,
δραστήριόν
τε ἄνδρα, καὶ
τὸ σῶμα
ἰσχυρὸν ἄγαν·
ὃς καὶ τὴν τοῦ
δήμου ἀρχὴν
ἐν Βυζαντίῳ
ὕστερον
ἔσχεν. Οἱ δὲ
τῆς
ἐκκλησίας τὰ
πράγματα
διοικούμενοι,
τὰ μὲν πρῶτα
τῶν τινι τῶν
πολιτῶν
δίκην
κεντηναρίοιν
ἐκ βιβλίων
τῶν
εἰρημένων
λαχόντες
δυοῖν,
κατεδικάσαντο
τοῦ ἀνθρώπου
εὐθὺς, ὅ τι καὶ
ἀπολογήσαιτο
οὐδαμῆ
ἔχοντος, διά
τε χρόνου
τοσόνδε
μῆκος, καὶ
ἄγνοιαν τῶν
τότε
πεπραγμένων.
Ἐν πένθει δὲ
μεγάλῳ
ἐκάθηντο οἵ
τε ἄλλοι
ξύμπαντες
ἄνθρωποι,
ὁμῶς τοῖς
συκοφάνταις
ἐκκείμενοι,
καὶ πάντων
μάλιστα οἱ
τῶν Ἐμεσηνῶν
λογιμώτατοι.
5.
Τοῦ δὲ κακοῦ
ἐς τοὺς
πλείστους
ἤδη τῶν
πολιτῶν
ἐπιρρέοντος,
προμήθειάν
τινα τοῦ θεοῦ
ξυνη νέχθη
γενέσθαι
τοιάνδε.
Πρίσκον ὁ
Λογγῖνος, τὸν
τοῦτο δὴ τὸ
σκαιώρημα
ἐργασάμενον,
ἅπαντα ὁμοῦ
κομίζειν οἱ
τὰ γράμματα
ἐκέλευσεν·
ἀναδυόμενόν
τε τὴν πρᾶξιν
ἐρράπισε
δυνάμει τῇ
πάσῃ. Ὁ δὲ
ἀνδρὸς
ἰσχυροῦ λίαν
τὴν πληγὴν
οὐδαμῆ
ἐνεγκὼν
ἔπεσεν
ὕπτιος,
τρέμων δὲ ἤδη
καὶ περιδεὴς
γεγονὼς, ὅλως
τε Λογγῖνον
ᾐσθῆσθαι τὰ
πεπραγμένα [
ὑπονοῶν]
ὡμολόγει,
οὕτω τε τῆς
σκαιωρίας
ἁπάσης ἐς φῶς
ἐνεχθείσης,
τὴν
συκοφαντίαν
πεπαῦσθαι
ξυνέβη. Ταῦτα
δὲ οὐ μόνον ἐς
τοὺς νόμους
ἀεὶ καὶ καθ'
ἑκάστην
εἰργάζετο
τοὺς Ῥωμαίων.
6.
Ἀλλὰ καὶ οὓς
Ἑβραῖοι
τιμῶσι,
καταλύειν
ὅδε βασιλεὺς
ἐν σπουδῇ
εἶχεν. Ἢν γάρ
ποτε αὐτοῖς
ἐπανιὼν ὁ
χρόνος τὴν
Πασχαλίαν
ἑορτὴν πρὸ
τῶν
Χριστιανῶν
ἀγαγὼν τύχοι,
οὐκ εἴα
ταύτην τοὺς
Ἰουδαίους
καιροῖς τοῖς
καθήκουσιν
ἄγειν, οὐδέ τι
ἐν ταύτῃ
ἐξοσιοῦσθαι
τῷ θεῷ, ἢ
ἐπιτελεῖν
τῶν ἐν σφίσιν
αὐτοῖς
νομίμων.
Πολλούς τε
αὐτῶν οἱ ἐπὶ
τῶν ἀρχῶν
τεταγμένοι,
ἅτε
προβατείων
κρεῶν ἐν
τούτῳ
γευσαμένους
τῷ χρόνῳ, τῆς
ἐς τὴν
πολιτείαν
παρανομίας
ὑπάγοντες,
χρήμασιν
ἐζημίουν
πολλοῖς. Ἔργα
μὲν οὖν καὶ
ἄλλα τοιαῦτα
Ἰουστινιανοῦ
ἀνάριθμα
ἐξεπιστάμενος
οὐκ ἄν τι
ἐνθείην, ἐπεὶ
πέρας δοτέον
τῷ λόγῳ.
Ἀποχρήσει
γὰρ καὶ δι'
αὐτῶν τὸ τοῦ
ἀνθρώπου
ἦθος σημῆναι.
ΚΕΦΑΛΑΙΟΝ ΚΘ'
1. Ὅτι δὲ εἴρων τε καὶ κατάπλαστος ἦν, αὐτίκα δηλώσω. Τὸν Λιβέριον τοῦτον, οὗπερ ἐμνήσθην ἀρ τίως, παραλύσας ἧς εἶχεν ἀρχῆς, Ἰωάννην ἀντ' αὐτοῦ κατεστήσατο Αἰγύπτιον γένος, ἐπίκλησιν Λαξαρίωνα. Ὅπερ ἐπεὶ Πελάγιος ἔγνω, Λιβερίῳ φίλος ἐς τὰ μάλιστα ὢν, τοῦ αὐτοκράτορος ἀνεπυνθάνετο, εἴπερ ὁ ἀμφὶ Λαξαρίωνα λόγος ἀληθὴς εἴη. Καὶ ὃς εὐθὺς ἀπηρνήσατο, μηδὲν πεπραγέναι τοιοῦτο ἀπισχυρισάμενος· γράμματά τε αὐτῷ πρὸς Λιβέριον ἐνεχείρισεν, ἐντελλόμενος βεβαιότατα τῆς ἀρχῆς ἔχεσθαι, καὶ μηδενὶ αὐτῆς τρόπῳ μεθίεσθαι. Οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι.
2. Ἦν δέ τις τῷ Ἰωάννῃ ἐν Βυζαντίῳ θεῖος, Εὐδαίμων ὄνομα, ἔς τε τὸ τῶν ὑπάτων ἀξίωμα ἥκων, καὶ χρήματα περιβεβλημένος πολλὰ, ἐπίτροπος τέως τῆς βασιλέως οὐσίας ἰδίας. Οὗτος Εὐδαίμων, ἐπειδὴ ταῦτα ἠκηκόει ἅπερ ἐρρήθη, καὶ αὐτὸς βασιλέως ἀνεπυνθάνετο εἰ ἐν βεβαίῳ τῷ ἀδελφιδῷ τὰ τῆς ἀρχῆς εἴη. Ὁ δὲ, ὅσα οἱ πρὸς Λιβέριον ἐγέγραπτο ἀρνησάμενος, πρὸς τὸν Ἰωάννην γράμματα γράψας, ἀντιλαβέσθαι τῆς ἀρχῆς δυνάμει πάσῃ ἐπέστελλεν. Οὐδὲ γὰρ οὐδ' αὐτῷ νεώτερον ἀμφ' αὐτῇ βεβουλεῦσθαι. Οἷσπερ ὁ Ἰωάννης ἀναπεισθεὶς, Λιβέριον ἀναχωρεῖν τοῦ τῆς ἀρχῆς καταγωγίου, ἅτε αὐτῆς παραλελυμένον ἐκέλευε. Λιβέριος δὲ αὐτῷ πείθεσθαι οὐδαμῆ ἔφασκεν, ἠγμένος δηλονότι τοῖς βασιλέως καὶ αὐτὸς γράμμασιν. Ὁ μὲν οὖν Ἰωάννης τούς οἱ ἑπομένους ὁπλίσας ἐπὶ τὸν Λιβέριον ᾖει· ὁ δὲ ξὺν τοῖς ἀμφ' αὑτὸν, εἰς ἀντίστασιν εἶδε. Μάχης τε γενομένης, ἄλλοι τε πολλοὶ πίπτουσι, καὶ Ἰωάννης αὐτὸς ὁ τὴν ἀρχὴν ἔχων.
3. Εὐδαίμονος οὖν ἰσχυρότατα ἐγκειμένου, μετάπεμπτος εὐθὺς ἐς Βυζάντιον ὁ Λιβέριος ἦν· ἥ τε σύγκλητος βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων, ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ' ἀμυνομένου, τὸ μίασμα ξυνηνέχθη γενέσθαι. Βασιλεὺς μέντοι οὐ πρότερον ἀπέστη, ἕως αὐτὸν ἐζημίωσε χρήμασι λάθρα. Οὕτω μὲν οὖν Ἰουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο, καὶ εὐθύγλωσσος ἦν.
4. Ἐγὼ δὲ πάρεργόν τι τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. Ὁ μὲν γὰρ Εὐδαίμων οὗτος ἐτελεύτησεν οὐ πολλῷ ὕστερον· ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν· οὔτε διαθήκην τινὰ διαθέμενος, οὔτε τι ἄλλο τὸ παράπαν εἰπών. Ὑπὸ χρόνον τε τὸν αὐτὸν, καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων, ὄνομα Εὐφρατᾶς, ἀπελύθη τοῦ βίου· ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ πολλῇ ἐς ἄγαν οὔσῃ. Ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος γεγενημένος αὐτόματος, καὶ οὐδὲ τριώβολόν τινι τῶν νομίμων κληρονόμων προέμενος. Τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους, καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς ὁ βασιλεὺς οὗτος ἐχρῆτο. Οὕτως καὶ τὰ Εἰρηναίου, πολλῷ ἔμπροσθεν τελευτήσαντος, δικαίωμα οὐδ' ὁτιοῦν ἐπ' αὐτοῖς ἔχων, ἀφείλετο.
5. Τούτων δὲ τὸ ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην. Ἀνατόλιός τις ἦν, ἐν Ἀσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. Τούτου τὴν παῖδα γαμετὴν γυναῖκα τῶν τις Καισαρέων πεποίηται, Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς ἄγαν. Ἦν δὲ ἡ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆς Ἀνατόλιος ἐγεγόνει πατήρ. Νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων, οὐκ ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος, ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων, τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος ἀπόνασθαι· γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα ὁ αὐτοκράτωρ ἐνδεικνύμενος· νόμον ἔναγχος ἐτύγχανε γράψας, ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον· ὅπως δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος, τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον, καὶ τὸ τῆς πόλεως λεύκωμα φέροιντο. Καίτοι οὐδεπώποτε δημόσιον ἢ βασιλεὺς, ἀφ' οὗ γεγόνασιν ἄνθρωποι, χρημάτων βουλευτικῶν μετασχεῖν ἔσχε.
6. Τούτου τοίνυν κειμένου τοῦ νόμου, Ἀνατολίῳ μὲν ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου· ἡ δὲ τούτου παῖς τὸν τούτου κλῆρον, πρός τε τὸ δημόσιον, καὶ τὸ τῆς πόλεως βουλευτήριον, κατὰ τὸν νόμον ἐνείματο, καὶ αὐτῇ γράμματα βασιλεύς τε αὐτὸς, καὶ Ἀσκαλωνιτῶν οἱ τοῦ λευκώματος, ἔγραψαν, τῆς περὶ τούτων αὐτὴν ἀφιέντες ἀντιλογίας, ἅτε τὰ σφίσι προσήκοντα κεκομισμένοι ὀρθῶς καὶ δικαίως.
7. Ὕστερον καὶ Μαμιλιανὸς ἀπελύθη τοῦ βίου, ὅσπερ Ἀνατολίῳ κηδεστὴς ἐγεγόνει, παιδός οἱ ἀπολελειμμένης μιᾶς, ἥπερ καὶ μόνη τὴν τοῦ πατρὸς οὐσίαν, ὡς τὸ εἰκὸς, ἔσχε. Μετὰ δὲ (καὶ) αὕτη, περιούσης ἔτι οἱ τῆς μητρὸς, ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου, ἀνδρὶ μὲν ξυνοικισθεῖσα τῶν λογίμων τινὶ, μήτηρ δὲ οὔτε θήλεος οὔτε ἄρσενος γενομένη γόνου. Ἀλλ' Ἰουστινιανὸς πάντων ἀντελάβετο τῶν χρημάτων εὐθὺς, ἐκεῖνο ἀποφθεγξάμενος τὸ θαυμάσιον, ὡς τὴν Ἀνατολίου παῖδα, γυναῖκα γραῦν οὖσαν τοῖς τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς, πλουτεῖν χρήμασιν, οὐχ ὅσιον εἴη. Ὅπως δὲ ἡ γυνὴ μὴ ἐν τοῖς προσαιτηταῖς τὸ ἐνθένδε τετάξεται, στατῆρα χρυσοῦν ἐς ἡμέραν ἑκάστην τὴν γυναῖκα φέρεσθαι ταύτην διώρισεν, ἕως ἂν περιῇ, τοῦτο θέμενος ἐν τοῖς γράμμασι, δι' ὧν τὰ χρήματα ἐληίίσατο ταῦτα· ὡς τὸν στατῆρα προεῖται τῆς εὐσεβείας ἕνεκα τοῦτον· ἔθος γάρ μοι , ἔφη, τά τε ὅσια καὶ εὐσεβῆ πράττειν . Ἀλλὰ περὶ μὲν τούτων ἀπόχρη λέγειν, ὅπως μὴ ὁ λόγος κατακόρως ἔχοι, ἐπεὶ οὐδὲ ἁπάντων ἀνθρώπῳ γε ὄντι δυνατὸν ἀπομνημονεῦσαι.
8. Ὅτι δὲ οὐ Βενέτων, τῶν οἱ ἐσπουδασμένων δοκούντων εἶναι, λόγον τινὰ πεποίηται χρημάτων παρόντων, ἐγὼ δηλώσω. Μαλθάνης τις ἐγεγόνει ἐν Κίλιξι, Λέοντος ἐκείνου γαμβρὸς, ὅσπερ εἶπεν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, τὴν τοῦ καλουμένου ῥεφερενδαρίου τιμήν. Τοῦτον βίας ἀναστέλλειν ἐπέστελλε τὰς ἐν Κίλιξι. Ταύτης τε τῆς σκήψεως ὁ Μαλθάνης λαβόμενος, ἀνήκεστα κακὰ Κιλίκων τοὺς πλείστους εἰργάζετο· καὶ τὰ χρήματα ληϊζόμενος, τὰ μὲν τῷ τυράννῳ ἔπεμπε, τοῖς δὲ αὐτὸς ἐδικαίου πλουτεῖν.
9. Οἱ μὲν οὖν ἄλλοι τὰ σφίσι παρόντα σιωπῇ ἔφερον· Ταρσέων δὲ ὅσοι Βένετοι ἦσαν τῇ ἐκ βασι λέως παρρησίᾳ θαρσοῦντες, ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς ἐς τὸν Μαλθάνην, οὐ παρόντα σφίσι, πολλὰ ὕβριζον. Ὅπερ ἐπεὶ ὁ Μαλθάνης ἔγνω, πλῆθος στρατιωτῶν ἐπαγόμενος ἐς Ταρσὸν εὐθὺς ἀφίκετο νύκτωρ· περιπέμπων τε τοὺς στρατιώτας ἐς τὰς οἰκίας, ὄρθρου βαθέος καταλύειν ἐκέλευεν. Ἔφοδον δὲ οἰόμενοι ταύτην οἱ Βένετοι εἶναι, ἐκ τῶν παρόντων ἠμύνοντο. Ξυνέβη τοίνυν ἄλλα τε κακὰ ἐν σκότῳ γενέσθαι, καὶ Δαμιανὸν, ἄνδρα ἐκ βουλῆς, τοξεύματι βληθέντα πεσεῖν.
10. Ἦν δὲ ὁ Δαμιανὸς οὗτος τῶν τῇδε Βενέτων προστάτης. Ὅπερ ἐπεὶ ἐς Βυζάντιον ἦλθεν, οἵ τε Βένετοι δυσφορούμενοι, θορύβῳ ἀνὰ τὴν πόλιν πολλῷ εἴχοντο, καὶ βασιλέα μὲν ἀμφὶ τῷ πράγματι ἠνώχλουν ἄγαν, Λέοντα δὲ καὶ τὸν Μαλθάνην ξὺν δεινοτάταις ἀπειλαῖς πολλὰ ἐδυσφήμουν. Καὶ αὐτοκράτωρ οὐδέν τι ἧσσον ἀγριαίνεσθαι ἐπὶ τοῖς πεπραγμένοις ἐσκήπτετο. Γράμμα οὖν εὐθὺς ἔγραψε, ζήτησίν τε καὶ τίσιν τῶν τῷ Μαλθάνῃ πεπολιτευμένων κελεύων γενέσθαι. Ἀλλὰ Λέων αὐτῷ χρυσίου προέμενος πλῆθος, τοῦ τε θυμοῦ αὐτίκα, καὶ τῆς ἐς τοὺς Βενέτους στοργῆς ἔπαυσε.
11. τοῦ τε πράγματος ἀνεξετάστου μενενηκότος, Μαλθάνην βασιλεὺς ἐς Βυζάντιον παρ' αὐτὸν ἥκοντα, ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε, καὶ ἐν τιμῇ ἔσχεν. Ἐξιόντα δὲ οἱ Βένετοι ἐκ βασιλέως τηρήσαντες, πληγὰς αὐτῷ προσετρίψαντο ἐν Παλατίῳ· (καὶ) διαχρήσασθαι ἔμελλον, εἰ μὴ αὐτῶν τινες διεκώλυσαν, οἵ γε πρὸς Λέοντος χρήματα ἤδη κεκομισμένοι λάθρα ἐτύγχανον. Καίτοι τίς οὐκ ἂν ταύτην τὴν πολιτείαν ἐλεεινοτάτην καλοίη, ἐν ᾗ βασιλεὺς μὲν δωροδοκήσας, ἀνεξέταστα κατέλειψε τὰ ἐγκλήματα· στασιῶται δὲ, βασιλέως ἐν Παλατίῳ ὄντος, ἐπαναστῆναι τῶν τινι ἀρχόντων οὐδεμιᾷ ὀκνήσει ἐτόλμησαν, ἀδίκων τε χειρῶν ἐπ' αὐτὸν ἄρξαι; Τίσις μέντοι, τούτων δὴ ἕνεκα, οὐδεμία οὔτε εἰς τὸν Μαλθάνην ἐγένετο, οὔτε εἰς τοὺς αὐτῷ ἐπαναστάντας. Ἐκ τούτων δὲ, εἴ τις βούλοιτο, τὸ Ἰουστινιανοῦ τοῦ βασιλέως τεκμηριούσθω ἦθος.
ΚΕΦΑΛΑΙΟΝ Λ'.
1. Εἰ δέ τινα καὶ τοῦ τῆς πολιτείας ξυμφόρου ποιεῖται λόγον, τὰ ἐς δρόμον τε αὐτῷ τὸν δημόσιον, καὶ τοὺς κατασκόπους εἰργασμένα, δηλώσει. Οἱ μὲν γὰρ Ῥωμαίων αὐτοκράτορες ἐν τοῖς ἄνω χρόνοις γεγενημένοι, προνοήσαντες ὅπως ἅπαντά τε σφίσιν ἐπαγγέλλοιτο τάχιστα, καὶ μηδεμιᾷ διδῷτο μελλήσει, τά τε πρὸς τῶν πολεμίων ἐν χώρᾳ ἑκάστῃ ξυμπίπτοντα, καὶ ταῖς πόλεσι κατὰ στάσιν, ἢ ἄλλο τι ἀπρόοπτον συμβαίνοντα πάθος, τά τε πρὸς τῶν ἀρχόντων καὶ τῶν ἄλλων ἁπάντων πανταχόθι πρασσόμενα τῆς Ῥωμαίων ἀρχῆς, ὅπως τε οἱ τοὺς φόρους παραπέμποντες τοὺς ἐπετείους διασώζοιντο βραδυτῆτός τε καὶ κινδύνου χωρὶς, δημόσιον ὀξύν τινα πανταχόσε πεποίηνται δρόμον τρόπῳ τοιῷδε. Ἐς ἡμέρας ὁδὸν, εὐζώνῳ ἀνδρὶ σταθμοὺς κατεστήσαντο, πὴ μὲν ὀκτὼ, πὴ δὲ τούτων ἐλάσσους, οὐ μέντοι ἧσσον ἐκ τοῦ ἐπὶ πλεῖστον, ἢ κατὰ πέντε. Ἵπποι δὲ ἵσταντο ἐς τεσσαράκοντα ἐν σταθμῷ ἑκάστῳ. Ἱπποκόμοι δὲ κατὰ λόγον τοῦ τῶν ἵππων μέτρου ἐτετάχατο ἐν πᾶσι σταθμοῖς. Συχναῖς δὲ ἵππων δοκιμωτάτων ὄντων διαδοχαῖς, ἐλαύνοντες ἀεὶ οἷσπερ ἐπίκειται τὸ ἔργον τοῦτο· δέκα τε, ἂν οὕτω τύχοι, ὁδὸν ἡμερῶν ἀμείβοντες ἐν ἡμέρᾳ μιᾷ ἔπρασσον ἅπαντα, ὅσα μοι ἀρτίως δεδήλωται· πρὸς δὲ καὶ οἱ τῶν χωρίων πανταχῆ κύριοι, ἄλλως τε κἂν ἐν μεσογείοις τὰ χωρία ὄντα ἐτύγχανεν, εὐδαιμονέστατοι ἐπ' αὐτοῖς ἐν τοῖς μάλιστα ἦσαν. Τοὺς γὰρ ὄντας ἐκ τοῦ περιόντος σφίσι καρποὺς, ἵππων τε καὶ ἱπποκόμων τροφῆς ἕνεκα, τῷ δημοσίῳ ἀνὰ πᾶν ἔτος ἀποδιδόμενοι, χρήματα μεγάλα ἐφέροντο. Ξυνέβαινέ τε διὰ ταῦτα τῷ δημοσίῳ δέχεσθαι μὲν ἀεὶ τοὺς ἐγκειμένους ἑκάστῳ φόρους· ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν αὐτίκα δὴ μάλα, καὶ προσῆν τὸ γεγενῆσθαι τῇ πολιτείᾳ τὰ δέοντα. Τὰ μὲν οὖν πρότερα ταύτῃ πη εἶχεν.
2. Ὁ δὲ αὐτοκράτωρ οὗτος, πρῶτα μὲν τὸν ἐκ Καλχηδόνος ἄχρι ἐς Δακίβιζαν καθελὼν δρόμον, ἠνάγκασε πάντας ἐκ Βυζαντίου εὐθὺς, ἄχρι ἐς τὴν Ἑλενούπολιν οὔτι ἐθελουσίους ναυτίλλεσθαι. Πλέοντες οὖν ἐν ἀκάτοις βραχείαις τισὶν, οἵαις διαπορθμεύεσθαι τῇδε εἰώθασι, χειμῶνος, ἂν οὕτω τύχοι, ἐπιπεσόντος, ἐπὶ μέγα κινδύνου χωροῦσι. Τῆς γὰρ ἀναγκαίου σπουδῆς ἐγκειμένης σφίσι, καιροφυλακεῖν τε καὶ προσδέχεσθαι μέλλουσαν τὴν γαλήνην ἀδύνατά ἐστιν. Ἔπειτα δὲ κατὰ μὲν τὴν ἐπὶ Πέρσας ὁδὸν φέρουσαν τὸν δρόμον, ἐπὶ σχήματος τοῦ πρόσθεν ὄντος εἴασεν εἶναι, ἐς δὲ τὴν λοιπὴν ξύμπασαν ἕω μέχρι ἐς Αἴγυπτον ἐν ἡμέρας ὁδῷ σταθμὸν ἕνα κατεστήσατο μόνον, οὐχ ἵππων μέντοι, ἀλλ' ὄνων ὀλίγων. Διὸ δὴ, τὰ μὲν ξυμβαίνοντα ἐν χώρᾳ ἑκάστῃ, μόλις τε καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀπίσω τῶν πραγμάτων ἐσαγγελλόμενα ἐπικουρίας οὐδεμιᾶς τυγχάνειν εἰκὸς· οἱ δὲ τοὺς ἀγροὺς κεκτημένοι καρπῶν τῶν σφετέρων σεσηπότων τε καὶ εἰκῆ κειμένων ἀνόνητοι ἐς ἀεὶ γίνονται.
3. Τὰ δὲ τῶν κατασκόπων τοιαῦτά ἐστιν. Ἄνδρες πολλοὶ ἐν δημοσίῳ τὸ ἀνέκαθεν ἐσιτίζοντο· οἳ δὴ ἐς τοὺς πολεμίους ἰόντες, ἔν τε τοῖς Περσῶν βασιλείοις γινόμενοι, ἐμπορίας ὀνόματι, ἢ τρόπῳ ἑτέρῳ, ἔς τε τὸ ἀκριβὲς διερευνώμενοι ἕκαστα, ἐπανήκοντες ἐς Ῥωμαίων τὴν γῆν, πάντα τοῖς ἄρχουσιν ἐπαγγέλλειν ἠδύναντο τὰ τῶν πολεμίων ἀπόρρητα. Οἱ δὲ προὔμαθον ἐφύλασσόν τε, καὶ ἀπρόοπτον οὐδὲν ξυνέπιπτε σφίσι. Τοῦτο δὲ τὸ χρῆμα κἀν τοῖς Μήδοις ἐκ παλαιοῦ ἦν. Χοσρόης μὲν οὖν μείζους, ὥσπερ φασὶ, πεποιημένος τὰς τῶν κατασκόπων ξυντάξεις, προμηθείας τῆς ἐνθένδε ἀπήλαυσεν. Οὐδὲν γὰρ αὐτὸν τῶν κατασκόπων ὄνομα ἐξέτριψεν ἐκ Ῥωμαίων τῆς γῆς· ἐξ οὗ δὴ ἄλλα τε πολλὰ ἡμαρτήθη, καὶ Λαζικὴ πρὸς τῶν πολεμίων ἑάλω· Ῥωμαίων οὐδαμῆ πεπυσμένων ὅποι ποτὲ γῆς ὁ Περσῶν βασιλεὺς ξὺν τῷ στρατῷ εἴη.
4. Ἀλλὰ καὶ καμήλους παμπληθεῖς τὸ δημόσιον ἐκ παλαιοῦ τρέφειν εἰώθει· αἳ δὴ τῷ Ῥωμαίων στρατῷ ἐπὶ πολεμίους ἰόντι ἅπαντα φέρουσαι τὰ ἐπιτήδεια, εἵποντο. Καὶ οὔτε τοῖς γεωρ γοῖς τότε ἀγγαροφορεῖν ἐπάναγκες ἦν, οὔτε τι ἐνδεῖν τοῖς στρατιώταις τῶν ἀναγκαίων ξυνέβαινεν· ἀλλὰ καὶ ταύτας περιεῖλεν Ἰουστινιανὸς σχεδόν τι ἁπάσας. Διὸ δὴ ἐπὶ τοὺς πολεμίους ἰόντος τὰ νῦν τοῦ Ῥωμαίων στρατοῦ, γεγενῆσθαί τι τῶν δεόντων ἀδύνατον. Τὰ μὲν οὖν σπουδαιότατα τῇ πολιτείᾳ ἐπεφέρετο τῇδε.
5. Οὐδὲν δὲ χεῖρον καί τινος αὐτοῦ τῶν γελοίων ἐπιμνησθῆναι. Τῶν ἐν Καισαρείᾳ ῥητόρων Εὐάγγελός τις ἦν, οὐκ ἄσημος ἀνὴρ· ὅσπερ ἐπιφόρου οἱ τοῦ τῆς τύχης πνεύματος γενομένου, χρημάτων τε ἄλλων, καὶ χώρας πολλῆς κύριος γέγονεν. Ὕστερον δὲ καὶ κώμην ἐπιθαλασσίαν, Πορφυρεῶνα ὄνομα, τριῶν χρυσίου κεντηναρίων ἐπρίατο. Ταῦτα μαθὼν Ἰουστινιανὸς βασιλεὺς, ἀφείλετο αὐτῷ τὸ χωρίον εὐθὺς, ὀλίγην αὐτῷ τινα τοῦ τιμήματος προέμενος μοῖραν, καὶ τοῦτο ἀποφθεγξάμενος, ὡς Εὐαγγέλῳ ῥήτορι ὄντι, οὐ μήποτε εὐπρεπὲς εἴη κώμης τοιαύτης κυρίῳ εἶναι. Ἀλλὰ περὶ μὲν τούτων ἀμηγέπη αὐτῶν ἐπιμνησθέντες, παυσόμεθα λέγειν.
6. Τῶν δὲ πρός τε Ἰουστινιανοῦ καὶ Θεοδώρας ἐπὶ τῇ πολιτείᾳ νεοχμωθέντων καὶ ταῦτά ἐστι. Πάλαι μὲν ἡ σύγκλητος βουλὴ παρὰ βασιλέα ἰοῦσα τρόπῳ τοιῷδε προσκυνεῖν εἴθιστο. Πατρίκιος μέν τις ἀνὴρ, παρὰ μαζὸν αὐτοῦ προσεκύνει τὸν δεξιόν. Βασιλεὺς δὲ αὐ τοῦ καταφιλήσας τῆς κεφαλῆς, ἐξίει· οἱ δὲ λοιποὶ ἅπαντες γόνυ κλίναντες βασιλεῖ τὸ δεξιὸν, ἀπηλλάς σοντο. Βασιλίδα μέντοι προσκυνεῖν οὐδαμῆ εἴθιστο. Παρὰ δὲ Ἰουστινιανόν τε καὶ Θεοδώραν τὰς εἰσόδους ποιούμενοι, οἵ τε ἄλλοι ἅπαντες, καὶ ὅσοι τὸ πατρικίων ἀξίωμα εἶχον, ἔπιπτον μὲν εἰς τὸ ἔδαφος εὐθὺς ἐπὶ στόμα, χειρῶν δὲ καὶ ποδῶν ἐς ἄγαν σφίσι τετανυσμένων, τῷ χείλει ποδὸς ἑκατέρου ἁψάμενοι, ἐξανίσταντο. Οὐδὲ γὰρ ἡ Θεοδώρα τὴν ἀξίωσιν ἀνεδύετο ταύτην· ἥ γε καὶ τοὺς πρέσβεις προσίεσθαι Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων, χρήμασί τε αὐτοὺς δωρεῖσθαι, ὥσπερ ὑπ' αὐτῇ κειμένης τῆς Ῥωμαίων ἀρχῆς, οὐδαμῆ ἀπηξίου, πρᾶγμα πώποτε οὐ γεγονὸς ἐκ τοῦ παντὸς χρόνου.
7. Καὶ πάλαι μὲν οἱ τῷ βασιλεῖ ξυγγενόμενοι, αὐτόν τε βασιλέα, καὶ τὴν γυναῖκα βασιλίδα ἐκάλουν, ἀρχόντων τε τῶν λοιπῶν ἕκαστον, ὅπη αὐτῷ ἀξιώματος πέρι τὰ παρόντα ἔχοι. Ἢν δέ τις τούτοιν ὁποτέρῳ ἐς λόγους ξυμμίξας, βασιλέως ἢ βασιλίδος ἐπιμνησθείη, ἀλλ' οὐ δεσπότην τε ἀποκαλοίη, καὶ δέσποιναν, ἢ καὶ μὴ δούλους τῶν τινας ἀρχόντων ὀνομάζειν πειρῷτο· τοσοῦτος δὴ ἀμαθής, καὶ τὴν γλῶτταν ἀκόλαστος ἐδόκει εἶναι· καὶ ἅτε ἡμαρτηκὼς τὰ πικρότατα, καὶ ὑβρίσας ἐς οὓς ἥκιστα ἐχρῆν, ἐνθένδε ἀπῄει.
8. Καὶ τὰ πρότερα μὲν ὀλίγοι τε, καὶ μόλις ἐν βασι λείοις ἐγίνοντο· ἐξ ὅτου δὲ οὗτοι τὴν βασιλείαν παρέλαβον, ἄρχοντες ὁμοῦ καὶ οἱ λοιποὶ ξύμπαντες, ἐν Παλατίῳ ἐνδελεχέστατα διατριβὴν εἶχον. Αἴτιον δὲ, ὅτι πάλαι μὲν ταῖς ἀρχαῖς τά τε δίκαια, καὶ νόμιμα πράσσειν γνώμῃ αὐτονόμῳ ἐξῆν. Οἵ τε οὖν ἄρχοντες διοικούμενοι τὰ εἰωθότα, ἐν τοῖς καταγωγίοις τοῖς αὑτῶν ἔμενον· οἵ τε ἀρχόμενοι βίαιον οὐδὲν οὔτε ὁρῶντες, οὔτε ἀκούοντες, βασιλέα, ὡς τὸ εἰκὸς, ὀλίγα ἠνώχλουν. Οὗτοι δὲ ἅπαντα ἐπὶ πονηρῷ τῶν κατηκόων ἐφ' ἑαυτοὺς ἐς ἀεὶ ἕλκοντες, ἅπαντας σφίσι δουλοπρεπέστατα προσεδρεύειν ἠνάγκαζον· ἦν δὲ ἰδεῖν εἰς ἡμέραν σχεδόν τι ἑκάστην, τὰ μὲν δικαστήρια πάντα ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνδρῶν ἔρημα, ἐν δὲ τῇ βασιλέως αὐλῇ ὄχλον τε, καὶ ὕβριν, καὶ ὠθισμὸν μέγαν, καὶ δουλοπρέπειαν ἐς ἀεὶ ξύμπασαν.
9. Οἵ τε αὐτοῖν ἐπιτήδειοι δοκοῦντες, τήν τε ἡμέραν διηνεκῶς πᾶσαν, καὶ τῆς νυκτὸς ἐς ἀεὶ πολλήν τινα μοῖραν ἐνταῦθα ἑστῶτες, ἄυπνοί τε, καὶ ἀπόσιτοι παρὰ καιροὺς τοὺς εἰωθότας γινόμενοι διεφθείροντο· ἐς τοῦτό τε αὐτοῖς τὴν δοκοῦσαν εὐδαιμονίαν ἀποκεκρίσθαι ξυνέπεσε. Τούτων μέντοι ἀφειμένοι πάντων, διεμάχοντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι, ὅπη ποτὲ Ῥωμαίων τὰ χρήματα εἴη. Οἱ μὲν γὰρ ἰσχυρίζοντο ἐν βαρβάροις ἅπαντα εἶναι· οἱ δὲ βασιλέα ἔφασκον ἐν οἰκίσκοις πολλοῖς καθείρξαντα ἔχειν. Ὁπηνίκα οὖν, ἢ ἄνθρωπος ὢν ὁ Ἰουστινιανὸς ἀπέλθῃ τοῦ βίου, ἢ ἅτε τῶν δαιμόνων ἄρχων ἀπολύσῃ τὸν βίον, ὅσοι τηνικάδε περιόντες τύχωσι, τἀληθὲς εἴσονται. |