|
94 HISTOIRE DE L'EGLISE
Ecrite par
SOZOMENE.
HISTOIRE DE L'ÉGLISE
Ecrite par Sozomène.
LIVRE QUATRIEME. partie II
XVII. Πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον· καὶ γράφει τοῖς τότε ἐν Ἀριμήνῳ καὶ Σελευκείᾳ τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι, ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίαν οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος Ἱεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι· κατηγόρουν γὰρ ἄλλοι ἄλλων, Γεωργίου δὲ Αἰγύπτιοι ἁρπαγῶν καὶ ὕβρεων· ἐπὶ κεκριμένοις δὲ πᾶσι δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γενομένων. Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. Καὶ φθάνει ἡ ἐν Ἀριμήνῳ συστᾶσα σύνοδος· ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. Καὶ περὶ μὲν Ἀθανασίου μηδὲν ἀνακινεῖν ἄμεινον ἐδοκίμασαν οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον. Ζητήσεως δὲ οὔσης, εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος καὶ Γάιος καὶ Δημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς Ῥωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατὰ τὰς γραφὰς εἰσηγουμένην, οὐσίας δὲ παντελῶς ἐπὶ θεοῦ μὴ ποιεῖσθαι μνήμην. Ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι, χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων· ἄμεινον γὰρ εἶναι ἀμαθέστερον διαλεγομένους ὀρθῶς περὶ θεοῦ δοξάζειν ἢ καινότητας ὀνομάτων ἐπεισάγειν διαλεκτικῆς τερθρείας συγγενεῖς. Ὑπῃνίττοντο δέ, μᾶλλον 〈δὲ〉 καὶ προφανῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς καὶ τοῖς πολλοῖς ἀσαφές· ἀντὶ δὲ τούτου ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν υἱὸν κατὰ τὰς θείας γραφάς. Ἐπεὶ δὲ ταῦτα περιέχουσαν [καὶ] τὴν προκομισθεῖσαν παρ´ αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι νεωτέρας πίστεως ἰσχυρίζοντο, ἀλλ´ ἀρκεῖσθαι τοῖς ἤδη δόξασι πρὸ αὐτῶν, συνεληλυθέναι δὲ νῦν ἵνα, εἴ τι καινοτομοῖτο κατὰ τούτων, κωλύσωσιν· εἰ δὲ μηδὲν παρὰ ταῦτα καινοτομεῖ τὰ ἀνεγνωσμένα, λέγειν ἐζήτουν τοὺς εἰσηγητὰς ταύτης τῆς γραφῆς καὶ φανερῶς ἀποκηρύττειν τὸ Ἀρείου δόγμα ὡς θορύβων αἴτιον εἰσέτι νῦν ἐξ ἐκείνου γενόμενον ταῖς πανταχῇ ἐκκλησίαις. Ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου καὶ Δημοφίλου καὶ Γαΐου ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων, ὥστε τὰς μὲν ἄλλας ἀποκηρύξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ´ ἀρκεῖσθαι τοῖς φθάσασιν. ἄτοπον γὰρ εἶναι ὡς νῦν ἀρχομένους πιστεύειν τοιαῦτα ξυγγράφειν καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν.
Καὶ οἱ μὲν τάδε προϊσχόμενοι οὐδὲν ἠξίουν
νεωτερίζειν, μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ´
ἐνισταμένους κρατεῖν ἣν προίσχοντο πίστιν καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν
ἀνέγνωσαν γραφήν. Καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι προγεγράφθαι ταύτης,
ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου ὑπατευόντων
Εὐσεβίου καὶ Ὑπατίου, ὥς που καὶ Ἀθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ
γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν, ἀίδιον δὲ λέγειν τὸν
υἱὸν τοῦ θεοῦ παραιτεῖσθαι, καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης ἐπὶ
διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων. XVIII. Ἡ δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη πρέσβεις ἀπέστειλεν· ἔγραψε δὲ δι´ αὐτῶν τάδε μεταφρασθέντα ἐκ τῆς Ῥωμαίων φωνῆς· «Τά τε ἐκ τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος δογματισθέντα γενέσθαι πιστεύομεν· εἰς γὰρ Ἀρίμηνον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τὰ ἐναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάττωμεν μέχρι τέλους διατηροῦντες. ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας· ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι´ ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ 〈τὸ〉 προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει· ὡς εἴπερ τι θάτερον γένηται, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται.
Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης,
ἐπειδὴ πάλαι μέτοχοί τε καὶ σύμβουλοι τοῦ Ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες,
καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν· ἧς ἵνα μετάσχωσιν, ἐφ´ οἷς
ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν,
ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ´ ἐκείνων γεγενημένα μαρτυρεῖ, δι´ ὧν ἁπάντων φειδὼ
γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ´ ὃν ταῦτα ἐπράττετο,
ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν
πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας). Ἐγνωκότες ἅμα καὶ τὸν μετὰ τελευτὴν
ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν
πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν
ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ´ ἐκεῖνόν τι καινοτομεῖν καὶ
τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς δὲ καὶ τοῦ δόγματος συγγραφέας τε
καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν τῆς
καθολικῆς ἅπαντα φρονοῦντες διαμεμενήκασιν. Ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς
σοὺς χρόνους τῆς βασιλείας μεταδέδωκε διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι´
οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ τῆς καθ´ ἡμᾶς οἰκουμένης κρατεῖν. Ἵν´ οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα καὶ ἀμετακίνητα φυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι· δι´ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. Τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ὡρισμένων· οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ, ὥσπερ ἔφησαν Οὐρσάκιος καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. Πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μηδὲ πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλὰ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. Τὰ γὰρ νῦν παρ´ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύουσιν ἀπιστίαν ἐνεποίει, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν δὲ ἔτι ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφωρισμένων αἱ ἐκκλησίαι διαμένωσιν. Ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ἰδίων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, ἀλλ´ ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ´ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν ἡ θεότης σοὶ εἰς τὸ διηνεκὲς χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραμμάτων τὴν σὴν ἀναδιδάξουσι θειότητα.» |
Concile de Rimini. L'Empereur s'étant donc persuadé qu'il n'était avantageux, ni à l'Etat, à cause de la dépense, ni aux Evêques, à cause de la longueur des voyages, de les assembler tous dans la même ville, les partagea, et écrivit tant à ceux qui étaient à Rimini, qu'à ceux qui étaient à Séleucie, qu'ils décidassent les questions touchant la doctrine, et qu'ensuite ils examinassent les causes des Evêques qui se plaignaient d'avoir été injustement, ou déposés, ou envoyés en exil, comme faisait Cyrille Evêque de Jérusalem, et qu'ils jugeassent les accusations qui avaient été intentées contre quelques-uns. Il y en avait en effet plusieurs, auxquels on imputait des crimes. George était chargé par les Egyptiens d'avoir commis des brigandages, et des violences. Enfin il leur ordonna de lui envoyer dix Evêques de chaque Concile, pour l'informer de ce qui y aurait été résolu. Les Evêques s'assemblèrent suivant cet ordre. L'assemblée de Rimini fut tenue la première. Il y avait plus 222 de quatre cents Evêques. Ceux qui étaient les plus envenimés contre Athanase jugèrent eux-mêmes qu'il n'y avait plus rien à prononcer à son égard. Lorsque l'on commença à examiner la doctrine, Valens et Ursace appelés, par Germinius par Auxence, par Caius, et par Démophile, s'avancèrent au milieu de l'assemblée, et; demandèrent que tous les formulaires de foi, qui avaient été composés par le passé, fussent supprimés, et qu'il n'y eût que celui qu'ils avaient dressé depuis peu en latin dans Sirmich, qui fût reçu et autorisé. Il était enseigné dans ce formulaire que le Fils de Dieu est semblable à son Père, selon le témoignage de l'Ecriture ; mais il n'y était fait aucune mention du nom de substance. Ils assurèrent que l'Empereur l'avait approuvé, que le Concile était obligé de le recevoir, qu'il ne fallait plus rechercher avec tant de soin l'opinion que chacun tenait, parce qu'une discussion si scrupuleuse des termes n'était propre qu'à exciter des disputes, et qu'il valait mieux tenir une saine doctrine au sujet de la Divinité, que d'introduire de nouvelles expressions en voulant être trop subtil. Ils prétendaient par-là, non seulement marquer obscurément, mais condamner clairement le nom de consubstantiel, comme un nom qui ne se trouve point dans l'Ecriture, et qui n'est entendu que d'un petit nombre de personnes ; et mettre en sa place celui de semblable en toutes choies, selon le témoignage de l'Ecriture. Après qu'ils eurent lu le formulaire qui contenait tout ceci, plusieurs Évêques leur dirent qu'il n'en fallait point de nouveau, que ceux qui avaient été faits par le passé suffisaient, et qu'ils étaient assemblés pour empêcher qu'il ne fût innové au contraire. Ils pressèrent ensuite les auteurs de ce nouveau formulaire, de condamner ouvertement la doctrine d'Arius, comme la source de tous les troubles qui avaient 223 agité les consciences des Fidèles. Ursace, Valens, Germinius, Auxence, Démophile, et Caius ayant rejeté la proposition, le Concile fit lire tant les formulaires composés par divers partis, que celui du Concile de Nicée, afin de condamner ceux- là, et de confirmer celui-ci, tellement que personne ne put plus y trouver à redire à l'avenir, ni demander de nouveaux Conciles. Que c'était une chose ridicule de composer tant de formulaires, comme s'ils eussent commencé à recevoir les premières lumières de la foi, et qu'ils voulurent rejeter la tradition ancienne, selon laquelle l'Église avait toujours été gouvernée, tant par eux que par leurs prédécesseurs, dont quelques uns avaient eu l'honneur de faire profession de la foi en présence des persécuteurs, et d'autres avaient remporté la couronne du martyre. Voila comment ils soumirent qu'il ne fallait apporter aucun changement, ni introduire aucune nouveauté. Et parce que Valens et Ursace bien loin de se rendre à leur avis, contestèrent opiniâtrement pour faire recevoir leur formulaire, ils les déposèrent, et jugèrent que leur profession de foi n'aurait aucune autorité. Ils trouvèrent que l'inscription par laquelle il était dit qu'elle avait été 'proposée à Sirmich en présence de Constance Empereur éternel sous le Consulat d'Eusèbe, et d'Hypatius, était fort impertinente. Athanase a fait la même remarque dans une lettre à ses amis, où il dit qu'il est ridicule d'appeler Constance éternel, et de faire difficulté de reconnaître que le Fils de Dieu le soit, et de dater une profession de foi, comme pour condamner la créance de toute l'Antiquité. Valens et Ursace irrités d'avoir été déposés, se rendirent en diligence auprès de l'Empereur. Lettre du Concile de Rimini à l'Empereur Constance. Le Concile ayant choisi d'un consentement unanime vingt Evêques, iles envoya à l'Empereur avec cette lettre qui a été traduite de Latin en Grec. Nous croyons que c'est par la permission de Dieu. aussi bien que par l'ordre de vôtre piété, que nous nous sommes rendus de diverses Provinces d'Occident à Rimini pour y déclarer la foi de l'Eglise Catholique, et pour découvrir ceux qui tiennent des erreurs contraires à cette foi. Après un long et sérieux examen, nous avons jugé qu'il fallait inviolablement conserver la créance ancienne, e qui a été prêchée par les Prophètes, par les Evangélistes, et par les Apôtres de J. CHRIST notre Seigneur, le conservateur de votre Empire, et l'Auteur de votre prospérité. Il y aurait eu autant d'extravagance que d'impiété, à changer quelque chose de ce qui a été très saintement, et très justement établi par les Evêques qui ont assisté au Concile de Nicée avec l'Empereur Constantin, votre père, de glorieuse mémoire. Leur doctrine a été répandue par tout le monde, et a détruit l'erreur d'Arius, et toutes les autres. Il est dangereux d'y ajouter, ni d'en retrancher, et on ne saurait l'altérer le moins du monde, sans donner le moyen aux ennemis de la piété de venir à bout de leurs détestables entreprises. Ursace et Valens ayant été infectés depuis longtemps de cette erreur, ont été retranchés de la communion de l'Eglise. Pour y être rétablis ils reconnurent leur faute, en demandèrent pardon, et. l'obtinrent au Concile de Milan en présence des Légats de l'Eglise Romaine. Le formulaire de foi de Nicée ayant été composé avec tout le soin, et toute l'exactitude possible en présence de Constantin, qui l'a tenu constamment, et lorsqu'il a reçu le Baptême, et 225 lorsqu'il a quitté cette vie pour aller jouir de la paix, et du repos de l'autre, nous ne croyons pas qu'il soit permis d'y rien changer, ni de faire cette injure a tant d'illustres Confesseurs, à tant de dignes successeurs des martyrs qui ont toujours fidèlement conservé la tradition ancienne de l'Égrise Catholique, que de rejeter leurs sentiments. Dieu a fait passer leur doctrine jusqu'à votre règne par JESUS-CHRIST nôtre Maître, par qui vous possédez l'Empire de l'Univers. Cependant ces misérables dont l'égarement fait pitié ont été si hardis que de publier une doctrine impie, et qui renverse la vérité. Après que nous eûmes reçu votre lettre, par laquelle vous nous ordonniez d'examiner les questions de la foi, ces gens qui se plaisent à troubler la paix de l'Eglise, étant appuyés par Germinius, par Auxence, et par Gaius, nous présentèrent un écrit rempli d'une pernicieuse doctrine. Lorsqu'ils virent que cet écrit ne pouvait être approuvé.ils crurent le devoir changer en plein Concile. Ils n'ont fait que trop souvent de pareils changements ; mais pour ne plus souffrir que la tranquillité de l'Eglise soit troublée de la sorte, nous avons jugé qu'il faut conserver inviolablement l'ancienne doctrine, et retrancher de la communion ces personnes dont nous venons de parler. Nous vous avons envoyé nos députés avec nos lettres, qui instruiront votre Religion, et vous exposeront les intentions du Concile. Nous ne leur avons point donné d'autre charge que de maintenir la vérité de ce qui a été décidé par les Anciens, et de vous faire reconnaître que ce qu'Ursace, et Valens disent n'est pas vrai, qu'en changeant fort peu de chose, on pourrait établir la paix. Comment la paix serait-elle entretenue par ceux qui la troublent ? Ils porteront dans toutes les villes, et principalement dans celle de Rome la 226 guerre, et la division plutôt que la paix. C'est pourquoi nous vous supplions de recevoir favorablement nos députés, de ne pas permettre qu'on introduise aucune nouveauté, à la honte de tant de grands personnages, que Dieu a appelés à lui; mais de conserver la tradition que nous avons reçue de nos Anciens, qui ont été hommes très prudents, et que nous pouvons croire avec un fondement très légitime avoir été conduits par l'esprit de Dieu. Non seulement ces nouveautés portent les fidèles à l'infidélité, mais elles détournent encore les infidèles de la foi. Nous vous supplions encore très humblement d'ordonner que les Evêques qui sont éloignés de leurs Eglises, et dont quelques-uns sont accablés de vieillesse, et incommodés de pauvreté, y retournent afin que les peuples ne demeurent pas plus longtemps privés des soins de leur vigilance Pastorale. Enfin, nous vous conjurons encore une fois, qu'on ne retranche rien de la foi, et qu'on n'y ajoute rien ; mais qu'elle demeure immuable, comme elle l'a été depuis le règne de Constantin votre père, jusques au vôtre: Que nous ne soyons plus obligés de soutenir à l'avenir les fatigues des voyages ; mais que nous demeurions en repos avec les peuples, sans avoir d'autre occupation, que de prier Dieu pour la conservation de votre personne, pour la paix, et la prospecté de votre Empire. Nos députés vous montreront les noms, et les signatures des Evêques et quelques-uns d'entre eux instruiront vôtre Religion ; et vous donneront des preuves de la sainte doctrine tirées de la sainte Ecriture. |
XIX. 1.Τάδε μὲν τῶν ἐν Ἀριμήνῳ συνελθόντων τὰ γράμματα. Οἱ δὲ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα φθάσαντες τοὺς παρ´ αὐτῶν ἀποσταλέντας πρέσβεις ἐπέδειξαν τῷ βασιλεῖ τὴν γραφὴν ἣν ἀνέγνωσαν καὶ τὴν σύνοδον διέβαλλον. Ὁ δὲ λυπηθεὶς ἴσως, ὅτι μὴ ταύτην προσεδέξαντο τὴν πίστιν ὡς καὶ αὐτοῦ παρόντος ἐν Σιρμίῳ βεβαιωθεῖσαν, τοὺς μὲν ἐν τιμῇ εἶχε, τῶν δὲ πρέσβεων ἠμέλει καὶ τῇ προσεδρείᾳ ταλαιπωρούντων ὑπερεώρα. 2. Ὀψὲ δέ ποτε ἔγραψε τῇ συνόδῳ παραιτούμενος ὡς ἀναγκαία τις αὐτὸν ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδὸς καὶ διὰ τοῦτο τοὺς πρέσβεις ἰδεῖν οὐ δεδύνηται. Ἐκέλευσε δὲ ἐν Ἀδριανουπόλει ἐπανιόντα αὐτὸν ἐπιμεῖναι, ἵν´ ἐπειδὰν τὰ κοινὰ πράγματα διατεθείη καλῶς, ἐλεύθερος ὢν φροντίδων τὰ παρὰ τῶν πρέσβεων ἀκούσοι καὶ δοκιμάσοι· προσήκειν γὰρ τὸν περὶ τῶν θείων διαλαμβάνειν μέλλοντα καθαρὰν ἔχειν τῶν ἄλλων τὴν ψυχήν. 3. Καὶ ὁ μὲν τοιάδε ἔγραψε. Πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. Καὶ ἀντιβολεῖ μετ´ εὐνοίας αὐτοὺς ἰδεῖν καὶ ὧν ἐνετείλατο δι´ αὐτῶν ἐπακοῦσαι καὶ τὰ γραφέντα ἀναγνῶναι· χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας· χρῆναι δέ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλησίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν. Τοιαῦτα γράψαντες καί, ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες ὀλίγον χρόνον ἐπέμειναν· ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις.
4. Ὡς μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ
οἱ ἐν Ἀριμήνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα· ῥητέον δὲ νῦν ὅπως
ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον.
Διάφορος δὲ ὁ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. Οἱ μὲν γάρ φασι πρόφασιν ὕβρεως
βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ Ἀριμήνου τῶν ἐπισκόπων ἀποδημίαν
ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας
διοικεῖν καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμήνῳ πίστιν ἐκδιδόναι, τοὺς δὲ ὑπογράφειν
ταύτῃ παραιτουμένους ἐκβάλλειν τῶν ἐκκλησιῶν, ἀντὶ δὲ τούτων ἑτέρους
χειροτονεῖν. Ἀδείας δὲ ἐντεῦθεν λαβομένους βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι,
πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν καὶ πρῶτον Λιβέριον τὸν Ῥωμαίων
ἐπίσκοπον. Ἐπεὶ δὲ τάδε τοῖς κατὰ τὴν Ἰταλίαν ἔπραξαν, βουλεύσασθαι καὶ τὰς ἀνὰ
τὴν ἕω ἐκκλησίας τὸν ἴσον διαθεῖναι τρόπον. Διιόντας δὲ τὴν Θρᾴκην παραγενέσθαι
εἰς Νίκην, πόλιν τοῦδε τοῦ ἔθνους, καὶ συνέδριον ἐνθάδε καθίσαντας τὴν
ἀναγνωσθεῖσαν ἐν Ἀριμήνῳ γραφὴν εἰς Ἑλλάδα μεταβαλεῖν φωνὴν καὶ δημοσιεύσαντας
βεβαιῶσαι καὶ λογοποιεῖν ὡς ὑπὸ τῆς οἰκουμενικῆς συνόδου ἡ ἐν Νίκῃ πίστις
ὑπηγορεύθη καὶ ἐδοξάσθη. Ἐπίτηδες δὲ τάδε ἐν Νίκῃ πρᾶξαι καὶ ὧδε ἐπευφημῆσαι,
ὥστε τοὺς ἁπλουστέρους ῥᾳδίως πείθεσθαι ταύτῃ τῇ πίστει συναινεῖν τῷ παραπλησίῳ
τῶν ὀνομάτων ἀπατωμένους καὶ οἰομένους ταύτην εἶναι τὴν ἐν Νικαίᾳ βεβαιωθεῖσαν
γραφήν. Ταῦτα μὲν ὧδε λέγουσιν. Οἱ δέ φασιν, ὡς τῆς ἐν Ἀριμήνῳ συνόδου τῇ
προσεδρείᾳ ταλαιπωρουμένης, ὡς τοῦ βασιλέως μήτε ἀποκρίσεως ἀξιοῦντος τοὺς
ἐπισκόπους μήτε ἀναχωρεῖν συγχωροῦντος, οἱ ἀπὸ τῆς ἐναντίας αἱρέσεως σπουδασταὶ
καθῆκάν τινας συμβουλεύοντας, ὡς οὐκ ἄξιον ἑνὸς ὀνόματος τοῦ τῆς οὐσίας ἕνεκα
διαφέρεσθαι τοὺς πανταχοῦ ἱερέας, ἐξὸν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν λέγειν καὶ τὰς
ἀφορμὰς τῆς ἔριδος ἀνελεῖν· ὡς τῶν ἀνὰ τὴν ἕω οὔποτε ἡσυχασόντων, εἰ μὴ τὸ τῆς
οὐσίας ὄνομα περιαιρεθείη. Τοιαῦτα δὲ κομψευομένων τῶν διαλλακτῶν πεισθῆναι τὴν
σύνοδον συναινέσαι τῇ σπουδασθείσῃ συγγραφῇ τοῖς ἀμφὶ τὸν Οὐρσάκιον. Δείσαντας
δὲ τούτους, μὴ παραγενόμενοι οἱ παρὰ τῆς συνόδου ἀποσταλέντες πρὸς βασιλέα
πρέσβεις δήλην ποιήσωσι τῶν δυτικῶν ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἔνστασιν καὶ τὴν
αἰτίαν τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως, ἐπισχεῖν τοὺς πρέσβεις ἐν Νίκῃ τῆς Θρᾴκης,
διὰ χειμῶνα καὶ ταλαιπωρίαν τῶν δημοσίων νωτοφόρων προφασισαμένους μὴ ῥᾳδίαν
ἔσεσθαι τὴν ὁδοιπορίαν· πεῖσαι δὲ τὴν ἀναγνωσθεῖσαν παρ´ αὐτῶν γραφὴν ἐκ τῆς
Ῥωμαίων μεταφράσαι φωνῆς καὶ Ἑλληνιστὶ συντεθεῖσαν ἐκπέμψαι τοῖς ἀνὰ τὴν ἕω
ἐπισκόποις· οὕτω γὰρ συμβήσεσθαι τὴν μὲν γραφὴν κατορθοῦν αὐτοῖς τὸ
σπουδαζόμενον κατὰ σκοπὸν συγκειμένην, μὴ φωραθήσεσθαι δὲ τὸν δόλον ἀπό〈ντων〉
τῶν ἐλεγχόντων, ὡς οὐχ ἑκόντες οἱ ἐν Ἀριμήνῳ τοῦ ὀνόματος τῆς οὐσίας ἀπέστησαν,
ἀλλὰ διὰ τὴν εἰς τοὺς ἀνατολικοὺς σκῆψιν ὡς ἀποστρεφομένους τὸ ὄνομα. Ὅπερ
ψεῦδος περιφανῶς ἐτύγχανε· πάντες γὰρ πλὴν ὀλίγων καὶ κατ´ οὐσίαν ὅμοιον εἶναι
τῷ πατρὶ τὸν υἱὸν ἰσχυρίζοντο· διεφέροντο δὲ μόνον οἱ μὲν ὁμοούσιον, οἱ δὲ
ὁμοιούσιον τὸν υἱὸν ὀνομάζοντες. Ταῦτα οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως ἐροῦσιν. |
1 Mauvaise réception faite aux députés du Concile 2. Réponse de l'Empereur. 3. Seconde lettre du Concile. 4. Approbation dit formulaire de Valens et d'Ursace. 1. Ursace, et Valens ayant prévenu les députés du Concile, lurent leur formulaire de foi à l'Empereur, et lui donnèrent de mauvaises impressions des Évêques qui y avaient assisté. Ce Prince rempli d'indignation de ce qu'ils avaient rejeté une doctrine, qui avait été reçue et approuvée en sa présence au Concile de Sirmich, fit un accueil très favorable à Ursace, et à Valens, traita avec le dernier mépris les députés du Concile, et les laissa fort longtemps à sa suite, sans leur donner audience. 2. A la fin pourtant il écrivit au Concile, que l'expédition qu'il avait été obligé d'entreprendre contre les étrangers, ne lui ayant pas permis de donner audience aux députés, il leur avait ordonne d'attendre à Andrinople qu'il fût de retour, afin qu'étant délivré de tout autre soin, il pût s'appliquer uniquement à l'affaire qu'ils lui voulaient proposer, étant juste d'apporter un esprit dégagé de toute sorte de soins à l'examen de ce qui concerne le culte de Dieu. 3. Le Concile lui fit réponse, que jamais il ne se départirait de ce qui avait été décidé, comme il l'avait déjà écrit, et comme il avait chargé les députés de le déclarer, qu'il le priait de les regarder de bon œil, de leur donner une audience favorable, et de lire leur lettre. Qu'il jugeait bien lui- même que c'était une chose très fâcheuse qu'un 228 si grand nombre d'Eglises fussent privées sous son règne de la présence de leurs Pasteurs, et que s'il l'avait agréable, ils s'en retourneraient avant l'Hiver. Après avoir écrit cette lettre, et l'avoir remplie de prières fort soumises, ils attendirent encore un peu de temps : mais n'ayant point reçu de réponse, ils retournèrent chacun à leur Diocèse. 4. Ce que j'ai dit jusques à présent, fait voir très clairement, si je ne me trompe, que les Évêques qui assistèrent au Concile de Rimini confirmèrent ce qui avait été résolu à Nicée. Voyons maintenant comment ils consentirent au formulaire de foi de Valens, et d'Ursace. On en parle diversement : les uns disent, que l'Empereur s'étant senti offensé de ce que les Evêques étaient partis de Rimini sans son consentement, permit à Valens, et à ceux de sa faction de gouverner, comme il leur plairait les Églises d'Occident, d'y publier leur formulaire, de déposer ceux qui refuseraient de le signer, et d'en mettre d'autres en leur place. Que Valens, et les autres de sa faction avaient en vertu de ce pouvoir contraint les Evêques de signer leur profession de foi, et qu'ils avaient chassé ceux qui avaient refusé d'y consentir, et entre autres Libère Evêque de Rome. Qu'ils avaient fait ensuite le même traitement aux Évêques d'Orient, et qu'en partant par la Thrace ils étaient arrivés à Nice, ville de cette Province, et qu'y ayant assemblé un Concile ils avaient traduit de Latin en Grec la profession de foi du Concile de Rimini, et avaient publié partout qu'elle avait été reçue et approuvée par un Concile général ; qu'ils l'avaient appelée la profession de foi de Nice, pour tromper les simples par la ressemblance des mots, et pour leur faire accroire que c'était la profession de foi qui avait autrefois été composée dans le Concile de Ni- 229 cée. D'autres disent que les Évêques du Concile de Rimini étant las, et ennuyés du long séjour qu'ils avaient fait en cette ville-là, sans que l'Empereur leur eût fait l'honneur de répondre à leur lettre, ni qu'il leur permît de retourner à leurs Eglises, les partisans de l'erreur d'Arius leur envoyèrent dire par quelques personnes, qu'il n'était pas juste que tous les Ecclésiastiques du monde eussent entre eux des contestations éternelles pour un mot, puisqu'il était si aisé de les accorder en supprimant le terme de consubstantiel, et en disant que le Fils de Dieu est semblable à son Père, que sans cela les Pasteurs d'Orient ne demeureraient jamais en repos. Que les Evêques persuadés par ce discours avaient enfin consenti au formulaire dont Ursace, et ses partisans poursuivaient la réception avec tant d'empressement. Que ces partisans ayant appréhendé que quand les députés que le Concile avait envoyés à l'Empereur seraient de retour, ils ne déclarassent combien les Evêques d'Occident avaient eu de fermeté dans le commencement, et ne découvrissent le véritable motif pour lequel le terme de consubstantiel avait été supprimé, ils les retinrent à Nice, sous prétexte que les chemins étaient trop mauvais en Hiver, et qu'il n'y avait point alors de voiture publique, et qu'ils leur persuadèrent de traduire de Latin en Grec le formulaire qu'ils avaient lu, et de l'envoyer aux Evêques d'Orient. Qu'ils avaient espéré que par ce moyen le formulaire produirait l'effet qu'ils se proposaient sans que la tromperie fût découverte ; parce qu'il n'y avait personne qui pût justifier que les Evêques du Concile de Rimini ne s'étaient point abstenus volontairement du terme de consubstantiel ; mais par quelque sorte de déférence pour les Evêques d'Orient qui en avaient aversion. Ce qui était une fausseté manifeste. car ils disaient presque tous que le fils de 230 Dieu est semblable à son Père, quant à la substance ; et l'unique différence qui était entre eux, est que les uns disaient qu'il était de même substance, au lieu que les autres disaient qu'il était de semblable substance. Voila les deux manières dont cette affaire est rapportée. |
XX. Ἐν ᾧ δὲ τὰ περὶ Ἰταλίαν ὡς εἴρηται ἐγίνετο, πρὶν συστῆναι τὴν ἐν Σελευκείᾳ σύνοδον μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. Οἱ μὲν γὰρ ἀμφὶ Ἀκάκιον καὶ Πατρόφιλον ἀφελόμενοι Μάξιμον τὴν Ἱεροσολύμων ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν καὶ τὰς πέριξ πόλεις ἐτάραττεν † ὡς ἤρξατο χειροτονεῖν ὁ Μακάριος † συλλαμβανομένους ἔχων Ἐλεύσιον καὶ Μαραθώνιον. Ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ´ αὐτὸν ἐκκλησίας καὶ σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐπίσκοπον Νικομηδέων κατέστησεν, Ἐλεύσιον δὲ Κυζίκου, οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. ἄμφω δέ φασιν ἀγαθὼ γενέσθαι τὸν βίον, σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζοντας, ἀλλ´ οὐχ ἁπλῶς οὕτως ὡς Μακεδόνιος. Οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει καὶ δικασταῖς παρεδίδου, τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο, παῖδάς τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων ἐμυσταγώγει. Οὐ μὴν ἀλλὰ καὶ πολλὰς πολλαχῇ ἐκκλησίας καθεῖλε βασιλέως πρόσταγμα προϊσχόμενος, καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους οἴκους τῶν ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι ἰσχυριζομένων. Ἐκ δὴ τοιαύτης αἰτίας καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. Ἡνίκα δὴ λέγεται τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι· ἴσως δὲ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο. Ἐπιταττόντων γὰρ οἷς τοῦτο προστέτακτο λύειν τοῦτον τὸν οἶκον πανοικὶ συνελθόντες οἱ μὲν τὰς ὕλας κατέβαλλον, οἱ δὲ εἰς τὰς ἀντιπέραν Συκὰς μετεκόμιζον· καὶ ἐν τάχει πέρας ἡ σπουδὴ ἔσχεν· ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες· ἕκαστος γὰρ ὡς αὐτῷ θεῷ τὸ ἔργον προσφέρων ὑπερφυῶς προὐθυμεῖτο· ὑπὸ τοιαύτῃ δὲ σπουδῇ τὸν ἴσον τρόπον ἥδε ἡ ἐκκλησία ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος Ἀναστασία ὠνόμασται. Τελευτήσαντος γὰρ Κωνσταντίου διαδεξάμενος Ἰουλιανὸς τὴν βασιλείαν τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι ἐπέτρεψεν. Ὃ καὶ ἐγένετο τοῦ λαοῦ προθύμως συλλαβομένου καὶ τὰς αὐτὰς ὕλας ἐκ τῶν Συκῶν μετακομίσαντος. Καὶ τὰ μὲν ὕστερον ὧδε ἔσχεν. Ἐν δὲ τῷ τότε μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ἡνώθησαν· ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες καὶ κοινῇ ἐλαυνόμενοι καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες εὖνοι ἀλλήλοις ἦσαν καὶ εἰς ταὐτὸν συνῄεσάν τε καὶ συνηύχοντο· τοῖς γὰρ ἀπὸ τῆς καθόλου ἐκκλησίας εὐκτήριος οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν τὰ Ἀρείου φρονούντων ἀφῄρηντο· καὶ ὡς εἰκὸς ἐκ τῆς συνεχοῦς ὁμιλίας μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι κοινωνεῖν ἀλλήλοις ἐβουλεύοντο. Καὶ δὴ τοῦτ´ ἐγεγόνει, εἰ μὴ βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν. XXI.
Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Ἐλεύσιος τὴν ἐν
Κυζίκῳ ἐκκλησίαν Ναυατιανῶν ἄρδην καθεῖλε. Τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα
μετέσχον οἱ Μαντίνειον οἰκοῦντες καὶ ἄλλοι Παφλαγόνες. Μαθὼν γὰρ Μακεδόνιος τοὺς
πλείους ἐνθάδε τὰ Ναυάτου φρονεῖν μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς
ἐκκλησιαστικοὺς ἀπελαύνειν ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν στρατιωτῶν
ἐκπέμψαι τούτου χάριν. Ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις ὅπλων, εἰ ὁπλίτας
θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν μεταθήσεσθαι. Τὸ δὲ ἄλλως ἀπέβη.
Οἱ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι δρεπάνοις τε καὶ πελέκεσι καὶ ἄλλως ᾗ
ἔτυχεν ἕκαστος σφᾶς ὁπλίσαντες συνέμιξαν τοῖς στρατιώταις. Καρτερᾶς δὲ μάχης
γενομένης πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες.
Ἐντεῦθεν ὡς τηλικούτων συμφορῶν αἴτιον ὄντα Μακεδόνιον πολλοὶ τῶν ἐπιτηδείων
ἐμέμφοντο. Ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν·
ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε· Κωνσταντίνου τοῦ
βασιλεύσαντος τὴν θήκην ἐβούλετο Μακεδόνιος ἑτέρωθι μεταφέρειν· ἠπείλει γὰρ
πτῶσιν ὁ ταύτην καλύπτων οἶκος. Τοῦ δὲ λαοῦ οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν, οἱ
δὲ ἀντεῖχον ἀνόσιον εἶναι ἡγούμενοι καὶ τῷ ἀνορύττειν ὅμοιον. Συνελαμβάνοντο δὲ
τούτοις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι
Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι καὶ Μακεδονίῳ οἶμαι ἐναντίοι εἶναι
σπουδάζοντες. Ἀλλ´ ὁ μὲν μηδὲν μελλήσας μετεκόμισε τὴν θήκην εἰς τὴν ἐκκλησίαν
ἐν ᾗ Ἀκακίου τοῦ μάρτυρός ἐστιν ὁ τάφος. Τὸ δὲ πλῆθος οἱ μὲν τὸ γεγονὸς
ἐπαινοῦντες, οἱ δὲ μεμφόμενοι κατ´ αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν.
Καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ
φόνων ἐνέπλησαν. Ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τάδε μαθὼν
ἐχαλέπαινε καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων
ἐπῃτιᾶτο Μακεδόνιον καὶ δι´ ὀργῆς εἶχε· βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν
εἴχετο τῆς ὁδοῦ. Μετακαλεσάμενος δὲ Ἰουλιανὸν τὸν ἀνεψιὸν Καίσαρα κατέστησε καὶ
εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. |
Mauvais traitements faits aux défenseurs de la consubstantialité du Fils de Dieu. Eglise des Novatiens transférée d'un lieu à un autre. Pendant que ce que je viens de rapporter se passait en Italie, l'Orient était rempli de troubles, et dès avant la célébration du Concile de Séleucie. Acace, et Pacrophile ayant chassé de l'Eglise de Jérusalem Maxime qui avait été ordonné par Macaire, en donnèrent le gouvernement à Cyrille, qui avait reçu du même Macaire l'ordre de Diacre. Macédonius exerça de grandes violences dans Constantinople, et dans les villes d'alentour, tant par lui- même, que par le ministère d'Elensius, et de Maratonius, dont il fit le premier Evêque de Cyzique d'Officier de la maison de l'Empereur, et le second Evêque de Nicomédie d'Administrateur très vigilant qu'il était auparavant, tant des hôpitaux des pauvres, que des Monastères des hommes, et des filles. On dit qu'ils étaient tous deux hommes de bien, mais qu'ils avaient une grande passion de persécuter ceux qui tiennent que le Fils de Dieu est consubstantiel à son Père, bien qu'ils n'en usassent de la même sorte que Macédonius. Car pout lui, non content de chasser ceux qui refusaient de participer à sa communion, il en enferma quelques- 232 uns dans les prisons, en traîna d'autres devant les Tribunaux des Juges, en contraignit d'autres de communier avec lui. Il enleva des femmes et des enfants pour les baptiser, et démolit des Eglises sous prétexte que l'Empereur avait ordonné, que les Eglises de ceux qui assurent que le Fils de Dieu est consubstantiel à son Père, seraient abattues. L'Eglise que les Novatiens avaient à Constantinople au quartier de Pélarge fut rasée fous ce prétexte. On dit que ceux de cette secte firent une fort belle action avec le secours des Catholiques, avec lesquels ils croient d'accord touchant la divinité du Fils de Dieu. Car comme ceux qui avaient charge de faire démolir cette Eglise en pressaient l'exécution ; les Novatiens la démolirent eux-mêmes, et portèrent les matériaux au faubourg de Sycé, qui est de l'autre côté. Les hommes, les femmes, et les enfants travaillèrent à l'envi à cet ouvrage, et offrirent à Dieu leur travail. L'Eglise ayant été relevée en très peu de temps, on l'appela Anastasie. Après la mort de Constance, Julien accorda aux Novatiens le même lieu dans Constantinople, et leur permit d'y rebâtir leur Eglise, ce qu'ils firent avec une ardeur incroyable, et en transportant les mêmes pierres du faubourg de Sycé. Mais cela n'arriva pas si tôt. Il s'en fallut peu que les Catholiques, et les Novatiens ne se réunifient en ce temps-là. Car comme ils n'avaient point de différends ensemble au sujet de la nature Divine, et qu'ils souffraient une commune persécution, ils s'assemblaient, et faisaient leurs prières au même endroit. Les Catholiques n'avaient plus de lieu pour prier, et les Ariens les leur avaient ôtés. Enfin leur fréquente conversation leur ayant fait reconnaître qu'ils s'étaient séparés sans sujet, ils eurent envie de rentrer dans la com- 232 munion les uns des autres, et cela eût été exécuté, si l'envie de quelques-uns ne s'y fût opposée, qui dirent qu'il y avait une ancienne loi, par laquelle cette réconciliation était défendue. Novatiens persécutés à main-armée en Paphlagonie. Translation du corps de l'Empereur Constantin. Eleusius fit abattre au même-temps l'Eglise que les Novatiens avaient dans la ville de Cyzique. Les habitants du reste de la Paphlagonie, et principalement les Mantiniens souffrirent une pareille persécution. Macédonius ayant appris que la plus grande partie d'entre eux étaient de la secte de Novat, et que les Ecclésiastiques n'étaient pas assez forts pour les chasser, il persuada à l'Empereur d'envoyer quatre cohortes contre eux, dans la créance que quand ces personnes qui n'étaient point accoutumées à l'exercice des armes, verraient des gens de guerre, elles seraient saisies de frayeur, et se rendraient à son sentiment. Mais la chose arriva tout autrement ; car le peuple s'étant armé de haches, de faux, et de tout ce qu'il trouva sous ses mains, marcha contre les soldats, et les tua presque tous. Les meilleurs amis de Macédonius le blâmèrent d'avoir été cause d'une si grande effusion de fang, et l'Empereur même en eut moins d'amitié pour lui. Ce Prince eut encore un autre sujet de n'être pas satisfait de ce Prélat. L'Eglise où était le cercueil de Constantin menaçant de ruine, Macédonius eut de lui de le transférer autre part. Le peuple se partagea sur ce sujet, et si les uns consentaient à la trans- 233 lation, les autres s'y opposaient, comme si c'eût été une entreprise aussi impie que de renverser un tombeau. Ceux qui faisaient profession de la doctrine du Concile de Nicée tenaient ce dernier, et ne voulurent pas permettre qu'on fît cette injure aux cendres d'un Prince qui avait été de leur sentiment. Je me persuade que d'ailleurs, ils étaient bien aises de traverser les desseins de Macédonius. Cependant sans différer, il fit transporter le corps de Constantin à l'Eglise où est le tombeau de saint Acace Martyr. Le peuple s'étant divisé en deux partis, ils coururent aux armes, et en vinrent aux mains avec une telle fureur, que l'Eglise fut remplie de sang. L'Empereur qui était en Occident, attribua à Macédonius l'injustice faute à la mémoire de Constantin son père, et le massacre du peuple. En retournant en Orient, il manda Julien son cousin, le déclara César, et l'envoya dans les Gaules. |
XXII. Ἐν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες εἰς Σελεύκειαν τὴν παρὰ Ἰσαύροις συνῆλθον· ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐσέβιός τε καὶ Ὑπάτιος. Συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος, ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ´ αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πύστιν. Παρῆν δὲ καὶ Λαυράκιος ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμών, εἴ τι δέοι παρασκευάσων· ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμμα. Κατὰ δὲ τὸν πρῶτον σύλλογον ἀπολιμπάνονται ἕτεροί τινες ἐπίσκοποι καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ Βασίλειος ὁ Ἀγκύρας. Πρόφασις δὲ γέγονε τοῖς μὲν ἄλλοις ἄλλη, Πατροφίλῳ δὲ ὀφθαλμία καὶ Μακεδονίῳ νόσος· ὑπόνοια δὲ ἦν, ὡς δεδιότες ἐγκλήματα κατηγόρων οὐ παρεγένοντο τότε. Παραιτουμένων δὲ τῶν ἄλλων διὰ τὴν τούτων ἀπουσίαν ἐξετάζειν τὰ ἀμφίβολα καὶ οὕτως ἐκέλευσε Λεωνᾶς τὰς ζητήσεις κινεῖν. Ἐντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς, ὧν ἦν Κύριλλος Ἱεροσολύμων καὶ Εὐστάθιος ὁ Σεβαστείας, ἀναγκαῖον ἔλεγον. Πρόφασιν δὲ αὐτοῖς καὶ βασιλέως ἐδίδου γράμματα, πῇ μὲν τοῦτο πῇ δὲ ἐκεῖνο δηλοῦντα. Ἐκ ταύτης δὲ τῆς ἔριδος ἀρξάμενοι οὐκέτι ὑγιῶς πρὸς ἀλλήλους εἶχον, ἀλλ´ εἰς δύο διῃρέθησαν. Ἐκράτει δὲ ὅμως πρότερον περὶ τοῦ δόγματος τὴν διάλεξιν ποιεῖσθαι. Ἐπεὶ δὲ εἰς τοὺς τοιούτους καθίσταντο λόγους, τοῖς μὲν ἐδόκει παντελῶς τὸ τῆς οὐσίας ἀνελεῖν ὄνομα προϊσχομένοις τὴν πίστιν, ἣν οὐ πρὸ πολλοῦ κατὰ τὸ Σίρμιον ὁ Μᾶρκος συνέθηκε, κατεδέξαντο δὲ οἱ παρατυχόντες ἐν τῷ στρατοπέδῳ, μεθ´ ὧν ἦν καὶ Βασίλειος ὁ τῆς Ἀγκύρας ἐπίσκοπος· τοῖς δὲ πλείοσιν ἐσπουδάζετο ἡ ἐκτεθεῖσα πίστις ἐπὶ τῇ τελεσιουργίᾳ τῆς Ἀντιοχέων ἐκκλησίας. Προΐσταντο δὲ μάλιστα τῆς προτέρας γνώμης Εὐδόξιος καὶ Ἀκάκιος καὶ Πατρόφιλος καὶ Γεώργιος ὁ Ἀλεξανδρείας καὶ Οὐράνιος ὁ Τύρου καὶ ἕτεροι τριάκοντα δύο, τῆς δὲ δευτέρας Γεώργιος ὁ Λαοδικείας τῆς Συρίας καὶ Ἐλεύσιος ὁ Κυζίκου καὶ Σωφρόνιος ὁ Πομπηιουπόλεως τῆς Παφλαγόνων, οἷς οἱ πλείους εἵποντο. Ὑπενοοῦντο δὲ οἱ ἀμφὶ Ἀκάκιον ἐπίτηδες πρὸς τοὺς ἄλλους περὶ τὸ δόγμα διαφέρεσθαι καὶ προφάσει ταύτῃ τὰς κατ´ αὐτῶν εὐθύνας ἀναιρεῖν· καθότι πρὶν δι´ ὧν ἔγραψαν Μακεδονίῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ συνομολογήσαντες κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ τῆς αὐτῆς οὐσίας, ἀνέδην νῦν ἀπεμάχοντο ταῖς προτέραις ὁμολογίαις. Ἐριστικῶς δὲ πολλῶν κινηθέντων οὐκ ἀνεκτὸν εἶναι ἀνεβόησε Σιλβανὸς ὁ Ταρσοῦ ἐπίσκοπος καινὴν ἑτέρας πίστεως ἐπεισάγειν γραφὴν παρὰ τὴν ἐν Ἀντιοχείᾳ δοκιμασθεῖσαν· ταύτην δὲ μόνην χρῆναι κρατεῖν. Ἐπὶ τούτῳ δὲ χαλεπῶς ἐνεγκόντες οἱ ἀμφὶ Ἀκάκιον ἐξανέστησαν· οἱ δὲ ἕτεροι τότε μὲν ἀνέγνωσαν τὰ ἐν Ἀντιοχείᾳ δόξαντα, τῇ δὲ ὑστεραίᾳ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν τὰς θύρας ἀπέκλεισαν καὶ καθ´ ἑαυτοὺς γενόμενοι ἐπεψηφίσαντο τούτοις. Ἀκάκιος δὲ τὰ μὲν οὕτω γενόμενα διέβαλλεν, ἰδίᾳ δὲ Λεωνᾷ καὶ Λαυρακίῳ τὴν σπουδαζομένην αὐτῷ γραφὴν ἐπέδειξε. Τρίτῃ δὲ πάλιν ἡμέρᾳ οἱ μὲν ἄλλοι συνῆλθον Μακεδόνιός τε καὶ Βασίλειος οἱ πρὶν ἀπολειφθέντες, Ἀκάκιος δὲ καὶ οἱ ἀμφ´ αὐτὸν οὐκ ἠξίουν τοῦ συλλόγου κοινωνεῖν, εἰ μὴ πρότερον ὑπεξέλθωσιν οἱ πρὸς αὐτῶν καθῃρημένοι καὶ κατηγορηθέντες· καὶ τοῦτο ἐγένετο. Συνεχώρουν γὰρ οἱ ἀπὸ τοῦ ἑτέρου μέρους ὑπολαβόντες Ἀκάκιον ταύτην πρόφασιν θηρᾶσθαι διαλῦσαι τὴν σύνοδον, ὡς καὶ τὴν Ἀετίου αἵρεσιν τὴν παροῦσαν ἐξέτασιν διαφυγεῖν καὶ σφᾶς αὐτοὺς τὰς εὐθύνας τῶν κατηγορουμένων. Ἐπεὶ δὲ πάντες παρῆσαν, βιβλίον ἔφη Λεωνᾶς ἔχειν ἐπιδοθὲν παρὰ τῶν ἀμφὶ Ἀκάκιον· τὸ δὲ πίστεως ἦν γραφὴ σὺν προοιμίῳ τινί, καὶ τοὺς ἄλλους ἐλάνθανεν· ἑκὼν γὰρ τοῦτο καὶ Λεωνᾶς ἀπεκρύψατο τὰ Ἀκακίου φρονῶν. Ὡς δὲ ἀνεγνώσθη, θορύβου πλήρης ὁ σύλλογος γέγονεν. Ἐδήλου γάρ, ὡς βασιλέως προστάξαντος μηδὲν ἐπεισάγειν τῇ πίστει παρὰ τὰς ἱερὰς γραφὰς ἐπαγόμενοί τινες τοὺς καθῃρημένους ἐκ διαφόρων ἐθνῶν καὶ τοὺς παρανόμως ἐπισκόπους καταστάντας ἐτάραξαν τὴν σύνοδον καὶ τοὺς μὲν αὐτῶν ὕβρισαν, τοὺς δὲ λαλεῖν οὐ συνεχώρησαν. Σφᾶς δὲ τὴν ἐκτεθεῖσαν πίστιν ἐν Ἀντιοχείᾳ μὴ ἀποφυγεῖν, εἰ καὶ πρὸς τὴν τότε συμβᾶσαν ζήτησιν οἱ συνελθόντες ἐκεῖσε ταύτην τὴν γραφὴν εἰσηγήσαντο· ἐπεὶ δὲ τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον εἰσέτι νῦν πολλοὺς θορυβεῖ, ἀρτίως δὲ καινοτομεῖν τινες ἐπιχειροῦσι τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, διὰ τοῦτο τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐκβάλλειν χρεὼν ὡς ἀλλότριον γραφῶν, ἀποκηρύττειν δὲ τὸ ἀνόμοιον, τὸ δὲ ὅμοιον υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογεῖν· ἔστι γάρ, ὥς πού φησι Παῦλος ὁ ἀπόστολος, εἰκὼν τοῦ ἀοράτου θεοῦ. Ταῦτα προοιμιασάμενοι ἑξῆς πίστεως ἐπισυνῆψαν γραφὴν μήτε τοῖς ἐν Νικαίᾳ μήτε τοῖς ἐν Ἀντιοχείᾳ δόξασι συνᾴδουσαν, ἀλλ´ ἁπλῶς οὕτως συγκειμένην, ὡς καὶ τοὺς τὰ Ἀρείου καὶ τὰ Ἀετίου φρονοῦντας μηδὲν δοκεῖν ἁμαρτάνειν, εἰ καὶ ὧδε πιστεύουσι. Παραδραμόντες γὰρ τὰ ὀνόματα, δι´ ὧν τὴν Ἀρείου δόξαν ἐκβάλλουσιν οἱ ἐν Νικαίᾳ συνελθόντες, σιωπήσαντες δὲ καὶ ὡς ἀναλλοίωτός ἐστι τῆς θεότητος ὁ υἱός, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν τοῦ πατρός, οἷα τῇ ἐν Ἀντιοχείᾳ συνόδῳ εἴρηται, ὡμολόγησαν πιστεύειν εἰς πατέρα, πιστεύειν δὲ καὶ εἰς τὸν υἱὸν καὶ εἰς τὸ ἅγιον πνεῦμα. Ἐφ´ ἑκάστῳ δὲ ἐπιθέτοις ὀνόμασι κοινοῖς τισι χρησάμενοι, ἃ μήτε αὐτοῖς μήτε τοῖς ἐναντίως δοξάζουσιν ἐμάχετο, τοὺς ἄλλως πιστεύοντας 〈ἀλλοτρίους〉 τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. Τοιάδε μὲν τὸ παρὰ Λεωνᾶ προκομισθὲν βιβλίον περιεῖχεν, ὑπ´ αὐτοῦ δὲ Ἀκακίου καὶ τῶν αὐτῷ πειθομένων ὑπογεγραμμένον. Μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγών «εἰ τὸ ἑκάστης ἡμέρας», ἔφη, «ἰδίαν ἐκτίθεσθαι βούλησιν πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια.» ἰσχυριζομένου δὲ Ἀκακίου μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφήν, εἴ γε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, ὑπολαβὼν Ἐλεύσιος «ἀλλ´ ἡ σύνοδος», ἔφη, «συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ´ ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν Ἀντιοχείᾳ συνελθόντων», καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς. Ὧδε προϊούσης τῆς διαλέξεως ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. Καὶ ἐπυνθάνοντο τῶν ἀμφὶ Ἀκάκιον, κατὰ τί ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡμολόγησαν· τῶν δὲ κατὰ βούλησιν μόνον, οὐ μὴν κατ´ οὐσίαν εἰπόντων οἱ μὲν ἄλλοι πάντες καὶ κατ´ οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. Καὶ τὸν Ἀκάκιον ἤλεγχον διὰ τὸν λόγον, ὃν συνεγράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον. Τοῦ δὲ μὴ δεῖν ἀπὸ συγγραμμάτων τὰς εὐθύνας ἐπάγειν λέγοντος καὶ τῆς διαλέξεως ἐπὶ μᾶλλον ἐριστικῶς προϊούσης τὸ τελευταῖον Ἐλεύσιος ὁ Κυζικηνός «εἰ μέν», ἔφη, «Βασίλειος ἢ Μᾶρκος καθ´ ἑαυτούς τινα πεπράχασιν, ἢ ἰδίᾳ περί τινων ἀλλήλοις ἐγκαλοῦσιν αὐτοί τε καὶ οἱ ἀμφὶ Ἀκάκιον, οὐδὲν τῇ συνόδῳ διαφέρει, οὐδὲ πότερον καλῶς ἢ ἄλλως ἔχει ἡ ἐκτεθεῖσα παρ´ αὐτῶν πίστις πολυπραγμονεῖν ἀναγκαῖον»· τῇ μέντοι παρὰ τῶν παλαιοτέρων ἐνενήκοντα καὶ ἑπτὰ ἱερέων ἐν Ἀντιοχείᾳ κυρωθείσῃ χρῆναι ἕπεσθαι· παρὰ ταῦτα δὲ εἴ τις εἰσηγοῖτο, ἀλλότριον εἶναι εὐσεβείας καὶ τῆς ἐκκλησίας. Ὡς δὲ τούτοις οἱ σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη.
Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο
οἱ περὶ Ἀκάκιον καὶ Γεώργιον. Οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο· περιφανῶς
γὰρ ἤδη τὰ τούτων ἐφρόνει. Ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ
κατέλαβον τοὺς περὶ Ἀκάκιον. Δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον
οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης, αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ
βασιλέως συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόντων. Ἐπεὶ δὲ χρόνος
διετρίβετο, πολλάκις μὲν τῶν ἄλλων τοὺς ἀμφὶ Ἀκάκιον καλούντων, τῶν δὲ πῇ μὲν
εἰς τὴν Λεωνᾶ οἰκίαν ῥητοὺς συνελθεῖν ἀξιούντων, πῇ δὲ αὐτοὺς κρίνειν τοὺς
ἄλλους ἰσχυριζομένων παρὰ βασιλέως ἐπιτετράφθαι, οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν
ἠβούλοντο ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον
ἐξέτασιν παραγενέσθαι ἠνείχοντο, ὃν αὐτοὶ καθεῖλον, καὶ ὁ κατεπείγων οὐκ ἦν,
καθαιροῦσιν ἄλλους τέ τινας καὶ Γεώργιον τὸν Ἀλεξανδρείας ἐπίσκοπον καὶ Ἀκάκιον
τὸν Καισαρείας καὶ Οὐράνιον τὸν Τύρου καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ
Εὐδόξιον τὸν Ἀντιοχείας. Τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ
ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται, καὶ τὰ πραχθέντα τῇ ἑκάστου παροικίᾳ ἔγραψαν.
Ἀντὶ δὲ Εὐδοξίου Ἀδριανὸν ἐχειροτόνησαν Ἀντιοχέων ἐπίσκοπον, πρεσβύτερον ὄντα
τοῦ ἐκεῖσε κλήρου. Συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ Ἀκάκιον Λεωνᾷ καὶ Λαυρακίῳ
παρέδωκαν· οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον, ὕστερον δὲ
ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν. Τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ
σύνοδος ἔσχεν. ᾧ δὲ φίλον ἀκριβῶς τὰ καθ´ ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις
πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνεγράψαντο. |
Concile de Séleucie. Les Evêques d'Orient s'assemblèrent au même temps sous le consulat d'Eusèbe, et d'Hypatius au nombre d'environ cent soixante dans Séleucie ville d'Isaurie. Léonas qui avait une des plus considérables charges de l'Empire y assista aussi par l'ordre de Constance, de même que Laurice Gouverneur de la Province, pour y rendre les services qui dépendaient de son ministère. Il y eut plusieurs Evêques qui n'assistèrent point à la première séance, et entre au- 234 très Patrophile Evêque de Scythopole, Macédonius Evêque de Constantinople, et Basile Evêque d'Ancyre. Ils usèrent de divers prétextes pour rendre leur absence légitime. Patrophile s'excusa sur un mal d'yeux, et Macédonius sur une autre indisposition. Mais on se doutait qu'ils ne s'étaient absentés, que de peur d'être accusés de quelques crimes. Comme les Evêques ne voulaient examiner aucune question, à cause de leur absence, Léonas ordonna qu'on ne laissât pas d'en examiner. Alors les uns dirent qu'il fallait agiter les matières de doctrine, et les autres soutinrent qu'il fallait examiner auparavant la vie et les mœurs de ceux d'entre eux, contre lesquels il y avait des accusations, comme Cyrille Evêque de Jérusalem, et Eustate Evêque de Sébaste. Les lettres de l'Empereur qui étaient ambigües, et qui leur prescrivaient de commencer tantôt par une matière, et tantôt par une autre, leur donnèrent lieu de former cette difficulté. Cette petite contestation les divisa de telle sorte qu'il n'y eut plus depuis entre eux aucune amitié sincère. Néanmoins l'avis de ceux qui voulaient commencer par l'examen de la doctrine prévalut. Lorsque l'on agita les questions, les uns trouvèrent à propos de supprimer entièrement le nom de substance, et se servirent de l'autorité du formulaire, qui avait été composé à Sirmich par Marc, et reçu par plusieurs Évêques qui étaient à la Cour, et par Baille Evêque d'Ancyre. D'autres soutinrent qu'il fallait retenir la profession de foi, qui avait été publiée dans l'assemblée faite pour la dédicace de l'Eglise d'Antioche. Le premier avis était soutenu par Eudoxe, par Acace, par Patrophile, par George Evêque d'Alexandrie, par Uranius Evêque de Tyr, et par trente-deux autres Prélats. Le second l'était par George Evêque de Laodicée en Syrie, par EIeusius Evêque de Cyzique, par Sophronius Evé- 235 que de Pompéiopole, et par le plus grand nombre des autres. On soupçonnait avec raison les partisans d'Acace de s'éloigner à dessein du sentiment le plus général touchant la doctrine, pour éluder l'examen des accusations qui avaient été intentées contre eux. Car bien que par les lettres qu'ils avaient écrites à Macédonius Evêque de Constantinople, ils eussent reconnu que le Fils de Dieu est semblable en toutes choses à son Père, et de même substance que lui, ils avaient alors l'impudence de combattre cette créance. Après de longues contestations de part et d'autre, Silvain Evêque de Tarse s'écria qu'il ne fallait point souffrir qu'on introduisît d'autre formulaire de foi, que celui qui avait été reçu à Antioche. Acace et ceux de son parti n'étant pas de cet avis se retirèrent, et les Évêques qui étaient restés surent ce qui avoir été ordonné à Antioche, et le jour suivant s'étant assemblés dans l'Eglise, et en ayant fermé les portes, ils le confirmèrent par une résolution prise clandestinement. Acace désapprouva cette conduite, montra en particulier à Léonas et à Laurice le formulaire qu'il soutenait. Trois jours après les mêmes Évêques s'étant assemblés, Macédonius, et Basile qui avaient été absents les jours précédents, se trouvèrent avec eux. Alors Acace et ceux de son parti refusèrent d'assister au Concile, jusques à ce que ceux qui avaient été déposés, ou qui étaient accusés de quelque crime en fussent sortis. Ils sortirent en effet, et ceux de l'autre parti y consentirent pour ôter à Acace le prétexte de rompre l'assemblée, comme il le souhaitait, tant pour empêcher l'examen de la doctrine d'Aëce, que pour éviter la condamnation de ceux de sa faction. Quand tous les Prélats furent assemblés, Léonas déclara qu'il avait un écrit que les partisans d'Acace lui avaient mis entre les mains. C'était leur formulaire de foi 236 avec une Préface. Personne n'en avait de connaissance ; parce que Léonas qui était dans le sentiment d'Acace avait tenu cet écrit fort secret. Quand il eut été lu, il excita un grand tumulte. Car il contenait qu'encore que l'Empereur eût défendu de mêler dans les professions de foi aucun terme, qui ne fût tiré de l'Ecriture; néanmoins quelques-uns ayant amené avec eux des Evêques, qui avaient été déposés, et d'autres, qui avaient été ordonnés contre les Canons avaient renversé l'ordre, et la discipline du Concile en disant des injures aux uns, en ôtant la liberté de parler aux autres. Qu'ils ne rejetaient pas le formulaire qui avoir été composé à Antioche, bien que ceux qui s'étaient assemblés dans cette ville-là l'eussent dressé à l'occasion de la question, dont il s'agissait alors. Mais que parce que les termes de consubstantiel, et de semblable, faisaient de la peine à plusieurs personnes, et que quelques-uns avaient voulu depuis peu de temps assurer qu'il y a de la dissemblance entre le Père, et le Fils, il était à propos de rejeter les termes de consubstantiel, et de semblable quant à la substance, comme des termes éloignés de l'usage de l'Ecriture, condamner le terme de dissemblable, et avouer clairement que le Fils de Dieu est semblable à son Père. Car il est, comme saint Paul dit en quelque endroit de ses Epîtres, l'image de Dieu invisible. Cette Préface était suivie d'un formulaire qui n'était conforme, ni à la profession de foi de Nicée, nia celle d'Antioche, et qui était conçu de telle sorte que les Sénateurs d'Arius, et d'Aéce le pouvaient recevoir sans faire rien de contraire à leur créance. Car sans employer, ni les termes donc les Evêques du Concile de Nicée s'étaient servis pour condamner la doctrine d'Arius, ni ceux par lesquels le Concile d'Antioche avait déclaré que le Fils de Dieu est immuable quant à sa Divinité, 237 et l'image fidèle de la substance, du conseil, et de la puissance de son Père, ils confessèrent qu'ils croyaient le Père, le Fils, et le saint Esprit, et après avoir donné à chaque personne quelques épithètes communes, qui ne combattaient, ni leur doctrine, ni celle des autres, ils déclarèrent excommuniés ceux qui étaient dans un autre sentiment. Voila ce que contenait l'écrit que Léonas présenta, et qui avait été signé par Acace, et par ceux de son parti. Quand il eut été lu, Sophronius Evêque de Pompéiopole en Paphlagonie s'écria : si nous voulons recevoir chaque jour les opinions des particuliers, comme des professions de foi, nous nous éloignerons de la vérité. Acace ayant reparti qu'il n'y avait point d'inconvénient de composer une nouvelle profession de foi, puisque celle du Concile de Nicée avait été changée plusieurs fois, Eleusius dit, le Concile n'est pas assemblé pour apprendre ce qu'il fait déjà, ni pour recevoir une autre foi, que celle qui a été approuvée par le Concile d'Antioche, et qu'il était résolu de conserver jusques à la fin de sa vie. La dispute s'étant engagée de la sorte, ils passèrent à une autre question, et demandèrent aux partisans d'Acace, en quoi ils reconnaissaient que le Fils de Dieu est semblable à son Père. Ceux-ci ayant répondu qu'il ne lui est semblable que quant à la volonté, et non quant à la substance, les autres soutinrent qu'il lui est aussi semblable quant à la substance, et convainquirent Acace par un livre qu'il avait autrefois publié, qu'il était alors de leur sentiment. Acace ayant répondu qu'il ne fallait tirer aucun argument d'un livre contre son auteur, et la dispute ayant duré fort longtemps, Eleusius Evêque de Cyzique dit, le Concile n'a que faire de savoir si Basile, et Marc ont fait quelque chose en particulier, ou s'ils ont quelque chose à se reprocher, ou aux autres Acaciens, il n'est point be- 232 soin de prendre la peine d'examiner si leur profession de foi est bonne ou mauvaise, c'est assez de tenir celle qui a été confirmée dans Antioche, par les quatre-vingt dix-sept Évêques qui ont été avant eux. Que si quelqu'un veut introduire quelque chose au delà, il doit être retranché de l'Eglise, comme un impie. Ceux qui étaient de son sentiment ayant applaudi à son discours, l'assemblée se leva. Le jour suivant les partisans d'Acace, et de George refusèrent d'assister au Concile, et Léonas .même qui s'était alors déclaré ouvertement de leur sentiment, ne voulut jamais y paraître, quelque prière qu'on lui eût faite d'y prendre sa place. Ceux qui avaient été députés vers lui, le trouvèrent avec des personnes de la faction d'Acace ; et lorsqu'ils l'invitèrent au Concile, il s'en excusa, sous ce prétexte qu'il y avait trop de division, et qu'il n'avait ordre d'y être présent, qu'en cas que les Evêques fussent d'accord entre eux. Il y eut beaucoup de temps consumé en contestations inutiles, pendant lequel les autres Evêques invitaient ceux de la faction d'Acace à se trouver aux assemblées, et ceux-ci demandaient tantôt une conférence particulière dans la maison de Léonas, et tantôt assuraient que l'Empereur leur avait ordonné de prendre connaissance des affaires de ceux qui étaient accusés. Car ils ne voulaient, ni faire profession de la même foi que les autres, ni se justifier des crimes, dont ils étaient accusés, ni examiner la cause de Cyrille qu'ils avaient déposé ; et il n'y avait personne qui pût, ou qui voulût les contraindre à faire leur devoir. Enfin néanmoins le Concile déposa plusieurs Evêques et entre autres George Evêque d'Alexandrie, Acace Évêque de Césarée, Uranius Evêque de Tyr, Patrophile Evêque de Scythopole, et Eudoxe Évêque d'Antioche. Il retrancha aussi plusieurs personnes de la communion de l'Eglise, jusques à 239 ce qu'elles se fussent purgées des crimes qu'on leur imputait. Il écrivit à tous les Évêques ce qui avait été décidé. Les Prélats ordonnèrent en la place d'Eudoxe Évêque d'Antioche, Annien Prêtre de la même Eglise ; mais ceux de la faction d'Acace s'étant saisis de lui, et l'ayant mis entre les mains de Léonas, et de Laurice, il fut gardé quelque temps par des soldats, et enfin envoyé en exil. Voila en abrégé de quelle sorte fut terminé le Concile de Séleucie. Ceux qui désireront en avoir une connaissance plus particulière, la pourront tirer des actes qui ont été rédigés par écrit. |
XXIII. Ἐπεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν Ἀκάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο, οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν. Δέκα δέ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν Ἀριμήνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ Ἀκάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρατοῦντος εὔνοιαν. Εἶναι γάρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. Οὐ γὰρ ὁ τυχὼν ἐδόκει Ἀκάκιος, φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν καὶ ἐπισήμου προεστὼς ἐκκλησίας καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ´ ὃν τὴν αὐτοῦ ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βιβλίων πλείω τῶν ἄλλων εἰδέναι ἀξιῶν. Καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅ γε ἠβούλετο διεσκεύαζεν. Ὄντων δὲ ἐν Κωνσταντινουπόλει τῶν ἐξ ἑκατέρας συνόδου εἴκοσι καὶ ἄλλων, οἵπερ ἔτυχον ἐνδημοῦντες, τὸ μὲν πρῶτον ἐπιτρέπεται δικάσαι τῇ κατὰ Ἀέτιον ζητήσει παρόντων τῶν ἀπὸ τῆς μεγάλης βουλῆς ἐξάρχων ὁ Ὀνωρᾶτος, ὃν βασιλεὺς οὐ πρὸ πολλοῦ ἀπὸ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανελθὼν πρῶτον ὕπαρχον Κωνσταντινουπόλεως ἀπέφηνεν. ὕστερον δὲ καὶ αὐτοῦ Κωνσταντίου σὺν τοῖς ἄρχουσι διαγνόντος φωρᾶται Ἀέτιος κακόνους ὢν περὶ τὴν πίστιν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄλλους ὡς ἐπὶ βλασφήμοις αὐτοῦ λόγοις χαλεπῆναι. Λέγεται δὲ τοὺς περὶ Ἀκάκιον ἄγνοιαν σκηπτομένους τὴν ἀρχὴν τῆς τοιαύτης αἱρέσεως ἐπίτηδες σπουδάσαι τὸν βασιλέα καὶ τοὺς ἀμφ´ αὐτὸν δικάσαι, ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις τὸν Ἀέτιον οἰηθέντας καὶ ἱκανὸν πειθοῦς ἀνάγκῃ τοὺς ἀκούοντας ἑλεῖν καὶ ἀκονιτὶ κρατῦναι τὴν αἵρεσιν. Ἐπεὶ δὲ τοῦτο παρ´ ἐλπίδας αὐτοῖς ἀπέβη, προκομίσαι τὴν ἐξ Ἀριμήνου διακομισθεῖσαν γραφὴν καὶ τοὺς ἀπεσταλμένους παρὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἀξιῶσαι ταύτην καταδέξασθαι· ἰσχυριζομένους δὲ μηδαμῶς τὸ τῆς οὐσίας ὄνομα παραλιμπάνειν ὅρκοις πεῖσαι, ὡς οὐκ ἀνόμοιον κατ´ οὐσίαν τὸν υἱὸν δοξάζουσιν ἑτοίμως τε ἔχουσι ταύτην ἀποκηρύττειν τὴν αἵρεσιν. Ἀλλ´ ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν Ἀριμήνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο τὴν τοιαύτην γραφήν· εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεσθαι καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο. Πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν, λογιζόμενος τῶν ἐν Ἀριμήνῳ συνελθόντων τὸ πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον 〈τῷ πατρὶ τὸν υἱὸν λέγων, εἶναι κατὰ δύναμιν ταὐτὸν τὸ ὅμοιον〉 ὁμολογῶν 〈καὶ τὸ ὁμοιούσιον〉 καὶ ὁμοούσιον καὶ μηδὲν αὐτῷ διαφέρειν κατ´ ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ ὅμοιον τὴν αὐτὴν σημασίαν ὁμολογοίη. Οὕτως οὖν ἔχων γνώμης ὁμονοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν Ἀριμήνῳ συνελθόντων. ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπήν, καθὰ Ῥωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παρ´ αὐτοῖς Ἰαννουαρίου μηνός, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀνάλωσε μεταξὺ τῶν ἐπισκόπων διαγιγνώσκων, εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ Ἀριμήνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν. XXIV.
Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἐπιμείναντές τινα χρόνον ἐν
Κωνσταντινουπόλει μετεκαλέσαντο τοὺς ἐκ Βιθυνίας ἐπισκόπους, ἐν οἷς ἦν καὶ Μάρις
ὁ Χαλκηδόνος καὶ Οὐλφίλας ὁ τῶν Γότθων. Πεντήκοντα δὲ ὄντες εἰς ταὐτὸν συνῆλθον
καὶ ἐβεβαίωσαν τὴν ἐν Ἀριμήνῳ ἀναγνωσθεῖσαν γραφήν, προσθέντες τοῦ λοιποῦ οὐσίαν
ἢ ὑπόστασιν ἐπὶ θεοῦ ὀνομάζειν μηδόλως, παρὰ ταύτην δὲ τὴν γραφὴν ἀποκεκηρύχθαι
πᾶσαν ἄλλην ἢ γενομένην ἢ μέλλουσαν. Ἐπεὶ δὲ ταῦτα ἔπραξαν, καθαιροῦσιν Ἀέτιον
τῆς διακονίας ὡς ἐριστικῶς καὶ πρὸς ἔνδειξιν σοφίας ἐκκλησιαστικῆς προαιρέσεως
ἀπᾳδούσης συγγράφοντά τε καὶ τὰς διαλέξεις δυσφήμως ποιούμενον, ταραχῆς τε καὶ
στάσεων ταῖς ἐκκλησίαις αἴτιον. Λέγεται δὲ πρός τινων, ὡς οὐκ ἀπὸ γνώμης τοῦτον
καθεῖλον, ἀλλ´ ἀφοσιούμενοι καὶ ταῖς περὶ αὐτῶν δόξαις πρὸς βασιλέα· διεβάλλοντο
γὰρ τὰ αὐτοῦ φρονεῖν. Ἀποχρησάμενοι δὲ τῇ ὀργῇ βασιλέως, ἣν κατὰ Μακεδονίου
εἶχεν ἐκ τῶν πρόσθεν εἰρημένων, καθαιροῦσιν αὐτὸν καὶ Ἐλεύσιον τὸν Κυζίκου
ἐπίσκοπον καὶ Βασίλειον τὸν Ἀγκύρας καὶ Ἑορτάσιον τὸν Σάρδεων καὶ Δρακόντιον τὸν
Περγάμου. Διαφερόμενοί τε περὶ δόγματος ἐν τῷ καθαιρεῖν τούτους οὐκ ἐμέμφοντο
τὴν αὐτῶν πίστιν, αἰτίας δὲ ἐπῆγον κοινῇ μὲν πᾶσιν, ὡς τὰς ἐκκλησίας ἐτάραξαν
καὶ εἰς τοὺς ἐκκλησιαστικοὺς νόμους ἐξήμαρτον, ἰδίᾳ δὲ ἐγκλήματα ἐπέφερον
Βασιλείῳ μὲν ὡς Διογένην πρεσβύτερον ἐκ τῆς Ἀλεξανδρείας τὴν Ἄγκυραν διοδεύοντα
χάρτας τε ἀφείλετο καὶ ἐτύπτησε καὶ κληρικοὺς ἐκ τῆς Ἀντιοχείας καὶ τῶν παρὰ τὸν
Εὐφράτην ποταμὸν Κίλικάς τε καὶ Γαλάτας καὶ Ἀσιανοὺς ὑπερορίαις φυγαῖς καὶ
ἄλλαις τιμωρίαις ζημιοῦν ἀκρίτως τοῖς ἄρχουσιν ἐπέταττεν, ὡς καὶ σιδηρῶν αὐτοὺς
πειραθῆναι δεσμῶν καὶ τὰ ὄντα προσαπολλύειν τοῖς ἀπάγουσι στρατιώταις, ἵνα μὴ
ὑβρίζωνται. Ἐπῃτιῶντο δὲ αὐτὸν καὶ ὡς βασιλέως προστάξαντος ἀχθῆναι πρὸς
Κεκρόπιον Ἀέτιόν τε καί τινας τῶν σὺν αὐτῷ ἀπολογησομένους ἐφ´ οἷς ἐνεκάλει,
πέπεικε τὸν ἐπιτραπέντα τὴν τοῦ κρατοῦντος πρόσταξιν ἅ γε αὐτῷ ἐδόκει πρᾶξαι,
Ἑρμογένει δὲ τῷ ὑπάρχῳ καὶ τῷ ἡγουμένῳ Συρίας ἔγραψε, τίνας τε καὶ ὅποι χρὴ
μετοικισθῆναι, καὶ τοῦ βασιλέως μετακαλεσαμένου τούτους ἀπὸ τῆς ὑπερορίας οὐ
συνεχώρησεν ἄρχουσι καὶ ἱερεῦσιν ἐναντιούμενος. Προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ
τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε καί, κοινωνῶν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ,
γράφων διέβαλλεν αὐτοὺς πρὸς τοὺς τῆς Ἀφρικῆς ἐπισκόπους, ἐγκαλούμενός τε
ἠρνεῖτο καὶ ἐπιώρκει καὶ φωραθεὶς ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν, καὶ
διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο Ἰλλυριοῖς καὶ Ἰταλοῖς καὶ Ἄφροις καὶ τῶν
περὶ τὴν Ῥωμαίων ἐκκλησίαν συμβάντων, δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας
ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης, καὶ ἄνδρα ἐπὶ γοητείαις ἁλόντα
αἰσχρῶς τε βεβιωκότα οὐδὲ νόμῳ γάμου γυναικὶ συνοικοῦντα ἐβάπτισέ τε καὶ
διακονίας ἠξίωσε, περιοδευτὴν δὲ φόνων αἴτιον γενόμενον οὐκ ἐχώρισε τῆς
ἐκκλησίας, καὶ ὅτι γε παρὰ τὴν ἱερὰν τράπεζαν συνωμοσίας ἐποιεῖτο, ἀρώμενός τε
καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων· εἶναι δὲ
ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου τὰς τῶν ἐγκαλούντων κατηγορίας
διαφυγεῖν. Βασιλείου μὲν οὖν, ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως
ἐποιοῦντο· Εὐσταθίου δὲ πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ
Εὐλάλιος ὁ πατὴρ καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ
ἐκκλησίας Καισαρείας, μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου ὑπὸ συνόδου
ἀκοινώνητος ἐγένετο καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη
ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωσθείς, ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε
καὶ πράττων καὶ φρονῶν ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων,
ἐπὶ δὲ τῆς ἐν Ἀντιοχείᾳ συνόδου ἐπιορκίας ἥλω· καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ
δόξαντα τοῖς ἐν Μελιτινῇ συνελθοῦσι καὶ πλείστοις ἐγκλήμασιν ἔνοχος ὢν δικαστὴς
ἠξίου εἶναι καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει. Ἐλεύσιον δὲ καθεῖλον ὡς
Ἡράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε Ἡρακλέος γενόμενον, ἐπὶ γοητείᾳ
γραφέντα καὶ ζητητέον ὄντα καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα διακονίας
θεοῦ ἀπερισκέπτως ἠξίωσε Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα
μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε, καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος
ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας κατεγνωσμένους, εἰς Κύζικον
ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως. Ἑορτάσιον δὲ καθεῖλον ὡς ἐπίσκοπον Σάρδεων
γενόμενον μὴ συναινεσάντων τῶν ἐν Λυδίᾳ ἐπισκόπων, Δρακόντιον δὲ τὸν Περγάμου ὡς
πρότερον ἐν Γαλατίᾳ ἐπισκοποῦντα· καὶ ὡς παράνομον τὴν ἐφ´ ἑκατέρῳ χειροτονίαν
ἔλυσαν. Ἐπὶ τούτοις αὖθις συνελθόντες καθαιροῦσι Σιλβανὸν τὸν Ταρσοῦ ἐπίσκοπον
καὶ Σωφρόνιον τὸν Πομπηιουπόλεως τῆς Παφλαγόνων, Ἐλπίδιόν τε τὸν Σατάλων καὶ
Νέωνα τὸν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας. Καθεῖλον δὲ Σιλβανὸν ὡς ἀρχηγὸν γενόμενον
ἀπονοίας τοῖς ἄλλοις ἔν τε Σελευκείᾳ καὶ Κωνσταντινουπόλει καὶ Θεόφιλον
προστήσαντα τῆς ἐν Κασταβάλοις ἐκκλησίας, Ἐλευθερουπόλεως ἐπίσκοπον
χειροτονηθέντα πρότερον παρὰ τῶν ἐπισκόπων Παλαιστίνης καὶ ἐπομοσάμενον παρὰ
γνώμην ἑτέραν μὴ ὑπεισιέναι ἐπισκοπήν, Σωφρόνιον δὲ ὡς πλεονεκτεῖν καὶ
καπηλεύειν ἐπιχειροῦντα τὰ προσφερόμενα τῇ ἐκκλησίᾳ καὶ μετὰ κλῆσιν πρώτην καὶ
δευτέραν, ἐπειδὴ μόλις ἀπήντησε, μὴ ἐθελήσαντα παρ´ αὐτοῖς ἀπολογήσασθαι πρὸς τὰ
ἐγκλήματα, ἀλλὰ τοὺς ἔξωθεν αἱρεῖσθαι δικαστάς, Νέωνα δὲ ὡς ἐπὶ τῆς ἰδίας
ἐκκλησίας σπουδάσαντα Ἀννιανὸν χειροτονηθῆναι Ἀντιοχέων ἐπίσκοπον καὶ ἀπείρους
τινὰς ἱερῶν γραφῶν καὶ θεσμῶν ἐκκλησίας ἀπερισκέπτως πολιτευομένους ὄντας
ἐπισκόπους καταστήσαντα, οἳ μετὰ ταῦτα χρημάτων κτῆσιν τῆς ἱερωσύνης προὐτίμησαν
καὶ ἐγγράφως εἵλοντο τὰς οὐσίας ἔχοντες λειτουργεῖν ἢ δίχα τούτων ἐπισκοπεῖν,
τὸν δὲ Ἐλπίδιον ὡς Βασιλείῳ ἐπὶ ταραχῇ συμμίξαντα καὶ καθηγητὴν γενόμενον
ἀταξίας καὶ παρὰ τὰ δόξαντα τῇ ἐν Μελιτινῇ συνόδῳ Εὐσέβιον μὲν ἄνδρα καθῃρημένον
πρεσβυτερίῳ ἀποκαταστήσαντα, Νεκταρίαν δέ τινα διὰ παραβάσεις συνθηκῶν καὶ ὅρκων
ἀκοινώνητον γενομένην διακονίας ἀξιώσαντα, μὴ μετὸν αὐτῇ τιμῆς κατὰ τοὺς νόμους
τῆς ἐκκλησίας. |
Les Députés du Concile de Séleucie reçoivent le formulaire du Concile de Rimini. Après la fin du Concile la plus grande partie des Évêques retournèrent à leurs Eglises. Il n'y eut que ceux de la faction d'Acace qui se rendirent en diligence à la Cour. Les dix qui avaient été députés vers l'Empereur d'un commun consentement y trouvèrent, tant les dix autres qui avaient aussi été députés par le Concile de Rimini, que les partisans d'Acace, qui avaient déjà attiré à leur sentiment les principaux de la Cour, et gagné par leur moyen les bonnes grâces de l'Empereur. On disait que quelques-uns étaient prévenus de leurs erreurs, que d'autres avaient été gagnés par des présents faits du bien de l'Eglise, et que d'autres avaient été trompés par la subtilité des discours, et par l'autorité qu'ils avaient laissé prendre sur leur esprit. En effet Acace n'était pas un homme du commun. Il avait beaucoup d'esprit, parlait bien et ne manquait pas d'adresse 240 pour venir à bout de ses desseins. D'ailleurs, il présidait à une Eglise fort célèbre, et se vantait d'être disciple aussi bien que successeur d'Eusèbe, surnommé Pamphile. La réputation des ouvrages de son maître semblait relever sa suffisance, et le mettre fort au dessus des autres. Ayant tous ces avantages, il n'entreprenait rien qu'il ne fît réussir. Comme il y avait à Constantinople dix députés de chaque Concile, et quantité d'autres Prélats que diverses occasions y avaient amenés, Honorat à qui l'Empereur en retournant d'Occident, avait donné le gouvernement de la ville, eut ordre de prendre connaissance de l'affaire d'Aëce, avec quelques Sénateurs. L'Empereur ayant pris lui-même la peine de l'examiner avec quelques Juges, il fut reconnu clairement qu'Aëce tenait des erreurs contraires à la foi, donc ce Prince et les autres furent fort scandalisés. On dit que ceux de la faction d'Acace ayant fait d'abord semblant de n'avoir aucune connaissance de ces erreurs, tâchèrent de faire en sorte que l'Empereur en prît connaissance, dans la créance que rien ne pourrait résister à l'éloquence de l'accusé, et qu'il ferait triompher son sentiment de l'opiniâtreté de ses ennemis. Mais lorsque l'événement eût démenti leur attente, ils demandèrent que les députés du Concile de Séleucie, approuvassent le formulaire du Concile de Rimini. Ces députés ayant protesté avec serment, qu'ils ne rejetteraient jamais le nom de substance, les partisans d'Acace leur jurèrent aussi avec serment, qu'ils ne tenaient point le Fils de Dieu dissemblable à son Père, quant à la substance, et que c'était une hérésie, qu'ils étaient prêts de condamner. Que ce formulaire leur plaisait d'autant plus que les Évêques d'Occident qui l'avaient composé à Rimini, n'y avaient point employé le nom de substance ; car si, disaient-ils, ce formulaire est une fois reçu, on 241 ne parlera non plus du nom de consubstantiel, auquel les Évêques d'Occident sont fort attachés par le respect qu'ils ont pour le Concile de Nicée, que de celui de substance. Enfin, l'Empereur Constance ayant considéré le grand nombre de Prélats, qui avaient assisté au Concile de Rimini et ayant fait réflexion qu'on peut sans erreur reconnaître que le Fils de Dieu est semblable, ou consubstantiel à son Père, et qu'en s'abstenant des termes qui ne sont point autorisés par l'usage de la sainte Ecriture, et en se servant d'autres termes qui sont équivalents, et qui ne font point de difficulté, comme est celui de semblable, on n'apporte aucun changement essentiel au sens, il résolut d'approuver ce formulaire, ordonna aux Évêques d'y consentir, et se préparant le jour suivant à la pompe solennelle, où suivant la coutume des Romains, il devait être proclamé Consul au commencement du mois de Janvier, il conféra avec les députés du Concile de Séleucie, jusques à ce qu'ils eussent enfin signé le formulaire du Concile de Rimini. Formulaire du Concile de Rimini approuvé par les partisans d'Acace. Déposition de plusieurs Évêques. Les partisans d'Acace s'étant arrêtés quelque. temps à Constantinople, y firent venir quelques Évêques de Bithynie, parmi lesquels était Maris Évêque de Calcédoine, Ulsila Évêque des Goths, et s'étant trouvés au nombre de cinquante, ils approuvèrent le formulaire du Concile de Rimini avec cette seule clause, que personne ne 242 dirait plus qu'il y eût en Dieu de substance, ou d'hypostase, et qu'excepté ce formulaire, tous les autres, tant ceux qui avaient été composés par le passé, que ceux qui le seraient à l'avenir, seraient condamnés. Après cela ils déposèrent Aëce de son ordre de Diacre pour avoir composé des livres remplis de vaines disputes, et d'une science éloignée de sa profession Ecclésiastique, pour avoir avancé dans la chaleur de la concertation des discours contraires à la piété, et pour avoir troublé la paix de L'Eglise. Quelques-uns assurent, que ce fut contre leur inclination qu'ils le déposèrent, et pour effacer de l'esprit de l'Empereur le soupçon qu'il avait qu'ils favorisaient ses sentiments. Abusant ensuite de la colère dont ce Prince était animé contre Macédonius, pour les raisons que nous avons dites ci-devant, ils le déposèrent, et déposèrent de plus Eleusius Évêque de Cyzique, Basile Evêque d'Ancyre, Heortate Evêque de Sardes, et Draconce Évêque de Pergame. Bien qu'ils ne fussent pas d'accord avec ces Évêques touchant la doctrine, néanmoins ils n'exprimèrent point par la Sentence qu'ils prononcèrent contre eux, que ce fût pour la doctrine qu'ils les déposaient. Ils énoncèrent en général qu'ils avaient troublé la paix, et violé les règles de l'Eglise. Ils marquèrent en particulier, que Basile avait pris des papiers à Diogène Prêtre d'Alexandrie, comme il passait par Ancyre, et lui avait donné plusieurs coups ; qu'il avait prié les Gouverneurs de Province de condamner à l'exil, et à de sévères supplices, sans connaissance de cause des Ecclésiastiques d'Antioche, d'autour de l'Euphrate, de Cilicie, de Galatie, et d'Asie de sorte que quelques-uns avaient été chargés de chaînes, et contraints de donner de l'argent aux soldats qui les conduisaient pour se racheter de» mauvais traitements, qu'ils leur auraient fait souffrir. Ils marquèrent encore que l'Empereur ayant 243 autrefois commandé de mener Aëce, et quelques-uns de ses sectateurs à Cécrope, afin qu'ils répondissent devant lui sur les accusations qu'on avait intentées contre eux, Basile le persuada à celui qui avait reçu cet ordre de faire ce qu'il lui plaisait. Qu'il écrivit à Hermogéne Préfet du Prétoire, et Gouverneur de Syrie, qui étaient ceux qu'il fallait reléguer, et où chacun devait être envoyé, et que quand l'Empereur les rappela, il fit ce qu'il pût pour les priver de l'effet de cette grâce, s'opposant de la sorte à l'autorité du Prince, aussi bien qu'au repos des Pasteurs de l'Eglise. Ils ajoutèrent qu'il avait soulevé le Clergé de Sirmich contre Germinius, et que bien qu'il eût écrit qu'il admettait ce Germinius, Ursace, et Valens à la communion, il les avait néanmoins déférés devant les Evêques d'Afrique, comme coupables de divers crimes, et que quand il avait été accusé de les avoir déférés, il avait nié avec serment que ce fait fût véritable, et qu'en ayant depuis été convaincu, il avait eu recours à de froides railleries pour éluder ce reproche. Ils marquèrent de plus qu'il avait fait mettre une servante en prison, pour l'obliger à faire une déposition calomnieuse contre sa maîtresse ; qu'il avait baptisé, et confère l'ordre de Diacre à un homme qui entretenait un. infâme commerce avec une femme ; qu'il n'avait pas retranché de la communion un Médecin qui courait de pays en pays, pour tromper les peuples, et qui avait été cause de la mort de plusieurs personnes ; qu'il avait fait des serments, et des imprécations à la sainte table, avec les Ecclésiastiques, par lesquelles ils s'étaient obligés réciproquement à n'intenter jamais d'accusation les uns contre les autres. On disait que c'était un artifice, dont il avait usé pour éviter la condamnation qu'il méritait. Voila les raisons pour lesquelles ils marquèrent qu'ils avaient député Ba- 244 sile. Quant à Eustate, ils le déposèrent, parce que dans le temps qu'il n'était que Prêtre, il avait été condamné et retranche de la communion des prières par Eulalius Evêque de Césarée en Cappadoce son père. De plus, parce qu'il avait été excommunié par un Concile tenu à Néocésarée, ville de Pont, et déposé par Eusèbe Evêque de Constantinople, pour avoir manqué de fidélité en certaines affaires qui lui avaient été confiées. Outre cela il avait été privé de son Évêché par le Concile de Gangre pour avoir tenu, et publié une mauvaise doctrine, et gardé une conduite qui n'était pas irrépréhensible. Il avait encore été convaincu de parjure dans le Concile d'Antioche. Il avait tâché de renverser ce qui avait été ordonné par les Évêques assemblés à Mélitine, enfin bien qu'il fût coupable de plusieurs crimes, il avait eu l'insolence de vouloir demeurer juge, et d'appeler les autres hérétiques. Quant à Eleusius ils le déposèrent, premièrement pour avoir conféré légèrement l'ordre de Diacre à un homme nommé Héraclius, natif de Tyr, qui après avoir été Prêtre d'Hercule dans cette ville-là, et y avoir été accusé de Magie, s'était retiré à Cyzique, où il avait fait semblant d'être Chrétien, et pour ne l'avoir pas retranché de l'Eglise depuis qu'il l'avait connu. Enfin pour avoir témérairement ordonné des hommes condamnés par Maris Évêque de Calcédoine qui était présent à ce Concile. A l'égard d'Heortase, ils le déposèrent, parce qu'il avait été fait Evêque de Sardes, sans le consentement des Evêques de Lydie. Ils déposèrent Draconce Evêque de Pergame, parce qu'il avait eu auparavant un autre Évêché dans la Galatie, et déclarèrent que toutes les deux fois il avait été ordonné contre les Canons. S'étant assemblés une autre fois, ils déposèrent encore Silvain Evêque de Tarse, Sophronius Evêque de Pempéiopole en Paphlagonie, Elpide Evêque de 245 Satale, et Néonas Évêque de Séleucie en Isaurie. La raison pour laquelle Silvain fut déposé, est qu'il s'était rendu chef de parti dans Séleucie, et dans Constantinople, et qu'il y avait portée d'autres Évêques à des desseins pleins de folie, et d'extravagance. Il avait de plus donné l'Evêché de Castabale à Théophile, qui avait auparavant été ordonné Évêque d'Eleutéropole par ceux de Palestine, et qui leur avait promis avec serment qu'il n'accepterait jamais d'autre Eglise, sans leur consentement. Sophronius fut déposé, à cause de son avarice, et pour avoir lâché de vendre des choses qui avaient été données à l'Eglise, et de profiter du prix. Ce qui contribua beaucoup à sa condamnation, est qu'après avoir été cité trois fois, il ne comparut qu'à peine, et au lieu de se justifier devant le Concile des crimes dont on le chargeait: il se pourvut devant des Juges étrangers. Néonas fut déposé pour avoir cabalé afin qu'Annien élu Évêque d'Antioche fût sacré dans son Eglise, et pour avoir ordonné Évêques, des hommes qui étaient auparavant Décurions, qui ne savaient rien de la sainte Ecriture, des Canons des Conciles, de la discipline de l'Eglise, et qui après avoir été ordonnés avaient préféré la jouissance de leurs biens, à la dignité du Sacerdoce, et avaient déclaré par écrit qu'ils aimaient mieux conserver leurs charges du siècle, que d'y renoncer pour s'acquitter des fonctions de l'Épiscopat. Enfin Elpide fut déposé pour s'être mêlé dans toutes les intrigues de Basile, pour avoir excité du tumulte, et des troubles, pour avoir rétabli Eusèbe dans l'ordre de Prêtrise, contre le Concile de Mélitine, par lequel il avait été déposé pour avoir honoré Nectarie de la charge de Diaconesse, bien qu'elle eût été privée de la communion, pour avoir commis un parjure, et que selon la disposition des Canons, elle fût incapable de toute charge. |
XXV. Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν Ἱεροσολύμων καθεῖλον ὡς Εὐσταθίῳ καὶ Ἐλπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ´ ὧν καὶ αὐτὸς συνεληλύθει, καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν κοινωνίας μετασχόντα σὺν Βασιλείῳ καὶ Γεωργίῳ [καὶ] τῷ Λαοδικείας ἐπισκόπῳ. Ἐπειδὴ 〈γὰρ〉 ἐπετράπη τὴν Ἱεροσολύμων ἐπισκοπήν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς Ἀκάκιον τὸν Καισαρείας ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος· ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν καὶ ἀλλήλους διέβαλλον, ὡς οὐχ ὑγιῶς περὶ θεοῦ φρονοῖεν· καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ Ἀρείου δογματίζων, Κύριλλος δὲ τοῖς ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. Οὕτως δὲ ἔχων γνώμης Ἀκάκιος σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει τοιᾷδε· λιμοῦ καταλαβόντος τὴν Ἱεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κειμήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο. Ἐκ τούτων δὲ λόγος τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην, πολυπραγμονῆσαί τε ὅθεν ἔχοι καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον, τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον. Αἰτίαν δὲ ταύτην προϊσχόμενον καθελεῖν αὐτὸν Ἀκάκιον. Καὶ τὰ μέν, ὡς ἐπυθόμην, ὧδε ἔχει· τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ Ἀκάκιον τῆς Κωνσταντινουπόλεως. Τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν ὑπογράφειν οὐκ ἠνείχοντο, δέκα τὸν ἀριθμὸν ὄντας, καθ´ ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο καὶ μήτε λειτουργεῖν μήτε τὰς ἐκκλησίας διοικεῖν, ἄχρις ἂν ταύταις ὑπογράψωσιν. Εἰ δὲ μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ καὶ πᾶσι τοῖς δόξασι καὶ πεπραγμένοις ἐν τῇ συνόδῳ ταύτῃ συναινέσωσι, καὶ αὐτοὺς καθαιρεῖσθαι, τοὺς δὲ κατ´ ἔθνος ἐπισκόπους συνιόντας ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους. Ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς τάδε φυλάττειν καὶ ἐπιτελεῖν· ἐκ τούτου τε οὐ πολλῷ ὕστερον ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον ἄλλος ἄλλῳ, Μακεδονίῳ τε αὐτὸς Εὐδόξιος καὶ Βασιλείῳ Ἀθανάσιος καὶ Ἐλευσίῳ Εὐνόμιος, ὃς ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ´ αὐτοῦ καλουμένης αἱρέσεως· ἀντὶ δὲ Εὐσταθίου Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη. XXVI. Ἀφαιρεθεὶς δὲ Μακεδόνιος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν εἴς τι περὶ Πύλας χωρίον τῆς Βιθυνίας διέτριβεν, ἔνθα καὶ ἐτελεύτησεν· Εὐδόξιος δὲ τὴν ἐκκλησίαν κατέσχεν· ἡνίκα δὴ Κωνσταντίου τὸ δέκατον καὶ Ἰουλιανοῦ τοῦ Καίσαρος τὸ τρίτον ὑπατευόντων τὸ πρῶτον ἐκκλησιάζων ἐπὶ τῇ τελεσιουργίᾳ τῆς μεγάλης ἐκκλησίας, ἣν Σοφίαν ὀνομάζουσι, λέγεται ἐπὶ τὸ τοῦ ἱερέως ἀναβὰς βῆμα, οἷα δὴ τὸν λαὸν διδάσκων, ἀρχόμενος τοῦ λόγου εἰπεῖν, ὡς ὁ μὲν πατὴρ ἀσεβής, ὁ δὲ υἱὸς εὐσεβής. Θορυβήσαντος δὲ τοῦ πλήθους «ἠρεμεῖτε», ἔφη· «ὁ μὲν πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει· ὁ δὲ υἱὸς εὐσεβής, ὅτι πατέρα σέβει.» καὶ ὁ μὲν ὧδε εἰπὼν εἰς γέλωτα τοὺς ἀκούοντας μετέβαλε· κοινῇ δὲ ὅτι μάλιστα πᾶσαν αὐτός τε καὶ Ἀκάκιος ἐποιοῦντο σπουδὴν εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμήνῳ γραφὴν μεθ´ ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέλευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. Ὧδε γὰρ σφίσιν ἐσπούδαστο λογιζομένοις ἀκονιτὶ τῆς σπουδῆς ἐπιτεύξασθαι. Τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν, ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον, καὶ τὰς πανταχοῦ ἐκκλησίας μονονουχὶ διωγμὸς εἶχε παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν Ἑλληνιστῶν βασιλέων. Εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. ἄμφω γάρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. Καὶ τοσοῦτον αἰσχρὸν τὸ κακόν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾶν καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευεν. Ἡ δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου καὶ πρὸς νεωτερισμὸν εἷρπεν, ἀπαυθαδιαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα ἰδίους ἐτίθει νόμους. Καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ θεοῦ δοξάζειν οὐκ ἠξίου, ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη. XXVII.
Ἐπειδὴ γὰρ Μακεδόνιος ἀφῃρέθη τὴν
Κωνσταντινουπόλεως ἐκκλησίαν, οὐκέτι παραπλησίως ἐδόξαζε τοῖς ἀμφὶ τὸν Ἀκάκιον
καὶ Εὐδόξιον· εἰσηγεῖτο δὲ τὸν υἱὸν θεὸν εἶναι κατὰ πάντα τε καὶ κατ´ οὐσίαν
ὅμοιον τῷ πατρί, τὸ δὲ ἅγιον πνεῦμα ἄμοιρον τῶν αὐτῶν πρεσβείων ἀπεφαίνετο
διάκονον καὶ ὑπηρέτην καλῶν καὶ ὅσα περὶ τῶν θείων ἀγγέλων λέγων τις οὐκ ἂν
ἁμάρτοι. Ταύτης δὲ τῆς δόξης ἐκοινώνουν αὐτῷ Ἐλεύσιός τε καὶ Εὐστάθιος καὶ ὅσοι
τότε παρὰ τῶν ἐκ τῆς ἐναντίας αἱρέσεως ἐν Κωνσταντινουπόλει καθῃρέθησαν, οἷς οὐκ
ὀλίγη μοῖρα τοῦ λαοῦ ἐπείθετο κατὰ τὴν Κωνσταντινούπολιν Βιθυνίαν τε καὶ Θρᾴκην
καὶ Ἑλλήσποντον καὶ τὰ πέριξ ἔθνη. Καὶ γὰρ δὴ τὰ περὶ τὸν βίον, ᾧ μάλιστα τὰ
πλήθη προσέχει τὸν νοῦν, οὐ φαύλως εἶχον. Πρόοδός τε γὰρ ἦν αὐτοῖς σεμνὴ καὶ
παραπλησία μοναχοῖς ἡ ἀγωγὴ καὶ λόγος οὐκ ἄκομψος καὶ ἦθος πείθειν ἱκανόν. Οἷον
δὴ τότε καὶ Μαραθώνιον γενέσθαι φασίν· ὃς ἀπὸ ψηφιστοῦ δημοσίου τῶν ὑπὸ τοὺς
ὑπάρχους στρατιωτῶν πλοῦτον πολὺν συλλέξας, ἐπειδὴ τῆς στρατείας ἐπαύσατο,
συνοικίας νοσούντων καὶ πτωχῶν ἐπεμελεῖτο, μετὰ δὲ ταῦτα πείσαντος Εὐσταθίου τοῦ
Σεβαστείας ἐπισκόπου τὸν ἀσκητικὸν βίον ἐπῄνεσε καὶ συνοικίαν μοναχῶν ἐν
Κωνσταντινουπόλει συνεστήσατο, ἣ καὶ ἐξ ἐκείνου εἰσέτι νῦν ἐστι ταῖς διαδοχαῖς
σῳζομένη. Ἐπὶ τοσοῦτον δὲ ταύτῃ τῇ αἱρέσει σπουδῇ καὶ χρήμασιν ἰδίοις
συνελάβετο, ὡς καὶ πρός τινων Μαραθωνιανοὺς τοὺς Μακεδονίου ὀνομάζεσθαι, ἐμοὶ
δοκεῖ, οὐκ ἀπεικότως. Φαίνεται γὰρ μόνος οὗτος μετὰ τῶν συνοίκων τοῦ μὴ παντελῶς
ἀποσβῆναι ταύτην τὴν αἵρεσιν ἐν Κωνσταντινουπόλει αἴτιος γενόμενος. Ἀφ´ οὗ γὰρ
καθῃρέθη Μακεδόνιος, οὔτε ἐκκλησίας οὔτε ἐπισκόπους εἶχον μέχρι τῆς Ἀρκαδίου
βασιλείας. Οὐ γὰρ συνεχώρουν οἱ Ἀρείου, πάντας τοὺς ἐναντίως δοξάζοντας ἐκ τῶν
ἐκκλησιῶν ἐξελαύνοντες καὶ ὠμῶς τιμωρούμενοι. Πάντας μὲν οὖν, ὅσοι τότε τῶν
ἱερέων ἐκ τῶν ἰδίων πόλεων ἠλάθησαν, ἔργον ἄρα καταλέγειν· οὐδὲν γὰρ ἔθνος τῆς
Ῥωμαίων οἰκουμένης ἀπείρατον οἶμαι διαμεῖναι τῆς τοιαύτης συμφορᾶς. |
Déposition de Cyrille. Contestation au sujet de ces dépositions. Outre tous ces Prélats, dont je viens de parler, Cyrille Evêque de Jérusalem fut aussi déposé' pour avoir admis à la communion Eustate, et Elpide qui avaient tâché d'abolir les décrets du Concile de Mélitine, auquel Cyrille même avait assisté, pour avoir admis à sa communion Basile Évêque d'Ancyre, et George Évêque de Laodicée, depuis qu'ils avaient été déposés en Palestine. Quand il eut pris possession de l'Evêché de Jérusalem, il eut contestation avec Acace Evêque de Césarée, pour le droit de Métropole qu'il prétendait appartenir à son Siège, comme à un Siège Apostolique. Cette contestation ayant excité de la haine entre eux, ils s'accusèrent réciproquement de n'avoir pas des sentiments orthodoxes touchant la nature divine. Il est vrai qu'ils avaient tous deux été soupçonnés ; l'un savoir Acace de tenir les erreurs d'Arius ; et l'autre de favoriser ceux qui disent, que le Fils de Dieu est semblable à son Père, quant à la substance. Acace étant donc dans cette disposition, et étant appuyé des Evêques de Palestine qui tenaient les mêmes sentiments que lui, il prévint Cyrille, et le condamna avec eux pour les raisons que je rapporterai en ce lieu-ci. La ville de Jérusalem et le pays d'alentour ayant été assiégé par la famine, une multitude innombrable de pauvres eurent recours à Cyrille comme à leur Pasteur. Comme il n'avait point d'argent pour acheter de quoi les nourrir, il vendit les ornements, et les tapisse- 247 ries de l'Eglise. On dit qu'un homme ayant reconnu qu'une Comédienne était parée d'un présent qu'il avait autrefois fait à l'Autel, s'informa d'où il venait, et apprit qu'un Marchand l'avait vendu à la Comédienne, et l'Évêque au Marchand. Voila le prétexte, dont j'ai ouï dire. qu'Acace se servit pour déposer Cyrille. Au reste les partisans d'Acace chassèrent de Constantinople tous les Évêques qu'ils avaient déposés. Dix Evêques de leur assemblée ayant refusé de souscrire à ces dépositions, ils ordonnèrent qu'ils seraient mis à part, où ils ne pourraient faire aucune fonction, jusques à ce qu'ils eussent approuvé les dispositions par leur signature. Que si dans six mois, ils ne changeaient de sentiment, et ne consentaient à tout ce qui avait été fait, et ordonné par le Concile, ils seraient déposés eux-mêmes, et les Évêques de chaque Province seraient tenus de s'assembler pour en ordonner d'autres en leur place. Après cela le Concile écrivit à tous les Prélats, et à tous les Ecclésiastiques inférieurs, qu'ils ne manquaient pas d'exécuter ce qu'ils avaient résolu. Ainsi il y eut bientôt d'autres Pasteurs établis en la place de ceux qui avaient été déposés. Eudoxe fut mis en la place de Macedonius, Basile en la place d'Athanase, Eunome qui publia depuis une hérésie, qui a retenu son nom, en la place d'Eleusius, Mélécène en la place d'Eustate. Mort de Macédonius. Troubles excités par Eudoxe son successeur. Macédonius ayant été chassé de l'Eglise de Constantinople se retira dans un faubourg, où il mourut bientôt après. Eudoxe prit possession de sa place sous le dixième consulat de Constance, et le troisième de Julien. On assure que prêchant le jour de la dédicace de l'Eglise de sainte Sophie, il dit au commencement de son Sermon, le père est impie, et le fils est pieux, et que le peuple s'étant ému à cette proposition, il ajouta, ne faites point de bruit, le père est impie, parce qu'il ne respecte personne, et le fils est pieux, parce qu'il respecte son père. Cette explication fit rire son auditoire. Au reste s'étant joint à Acace, ils firent ensemble tout leur possible, pour abolir ce qui avait été décidé dans le Concile de Nicée, et ayant envoyé dans toutes les Provinces de l'Empire le formulaire du Concile de Rimini, avec les additions dont ils l'avaient difformé, ils entreprirent de faire reléguer en vertu d'un ordre de l'Empereur ceux qui refuseraient de le signer. Mais cette entreprise qui leur avait paru si aisée, fut une source malheurs et de troubles, qui agitèrent l'Eglise, et d'une persécution presque aussi fâcheuse que celle qu'elle avait soufferte sous les Princes Païens. Car d'un côté si elle n'était pas si sanglante ni armée d'un si terrible appareil de supplices, de l'autre elle paraissait d'autant plus honteuse, qu'elle était faite à des Chrétiens, par d'autres Chrétiens, et que les proches rendaient à leurs proches de mauvais of- 249 fices, que la loi de Dieu ne permet pas de rendre aux étrangers. Nouvelle hérésie inventée par Macédonius, et appuyée par Maratonius. La nouveauté croît toujours quand elle est autorisée. Bien loin de se contenter de la retenue et de la foi de nos pères, elle méprise tout ce que l'antiquité a consacré, et fait des lois, et une Religion à sa fantaisie. Dès que Macédonius eut été chassé du Siège de l'Eglise de Constantinople, il renonça à la doctrine d'Acace, et d'Eudoxe, et commença à publier que le Fils est Dieu, est tout-à-fait semblable à son Père quant à la substance, mais que l'Esprit saint n'est pas au même rang, qu'il n'est que le Ministre, et le serviteur, et dit de lui ce que sans erreur, on pourrait dire des Anges. Cette nouvelle hérésie fut embrassée par Eleusius, par Eustate, et par tous les autres qui avaient été disposés à Constantinople, et qui furent suivis par la plus grande partie des habitants de la Thrace, de la Bithynie, de l'Hellespont, et des Provinces voisines. Ils avaient un extérieur, et une manière de vivre capables de faire grande impression sur le peuple. Leur contenance était grave, leur vie austère, leur discours agréable, et leur esprit propre à persuader. On assure que toutes ces bonnes qualités se trouvaient réunies dans la personne de Maratonius. Après avoir amassé du bien dans l'exercice de la charge de Trésorier des troupes, qui servent sous les Préfets du Prétoire, il fut administrateur des hôpitaux des pau- 250 vres, et des malades, et, depuis il se fit Moine par l'avis d'Eustate Evêque de Sébaste, et fonda dans Constantinople un Monastère qui y subsiste encore aujourd'hui. Il appuya de telle sorte cette hérésie par son crédit, et par son argent, que ceux qui en font profession sont appelés Maratoniens, au lieu d'être appelés Macédoniens, et je suis aussi très persuadé que sans lui elle se serait abolie. En effet, depuis que Macédonius eut été déposé, les Macédoniens n'eurent plus, ni d'Eglise, ni d'Evêques, jusqu'au règne d Arcadus, les Ariens qui persécutaient alors avec la dernière violence tous ceux qui n'étaient pas de leur sentiment, n'ayant garde de le permettre, Il ne serait pas aisé de faire un dénombrement exact tous les Évêques, qui furent chassés en ce temps-là de leurs Sièges. Car je doute que dans l'étendue de l'Empire il y ait eu quelque Province exempte de cette violence. |
XXVIII. Ἐν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν πολλοὶ τὸν Ἀντιοχείας θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου καὶ τοῦ λαοῦ συνέβησαν. ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. Οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις, πρὸς δὲ τὴν οἰκείαν δόξαν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμοζον τὸ ψαλλόμενον. Οὕτω δὲ διακειμένης τῆς Ἀντιοχέων ἐκκλησίας ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν καὶ τὰ περὶ τὸν βίον ἀγαθὸν καὶ ὁμόδοξον αὐτοῖς τὸ πρὶν ὄντα. Κατὰ πάντα γὰρ ᾤοντο τῇ δοκήσει τοῦ ἀνδρὸς πρὸς τὴν οἰκείαν αἵρεσιν θηράσειν τοὺς Ἀντιοχείας οἰκήτορας καὶ τὰς πέριξ πόλεις, καὶ μάλιστα τοὺς καλουμένους Εὐσταθιανούς, οἳ κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὰ περὶ θεοῦ ἐδόξαζον. Ἔμελλον δὲ παρὰ πολὺ τῆς ἐλπίδος ἀποτεύξεσθαι. Ἐπεὶ γὰρ ἧκεν εἰς Ἀντιόχειαν, λέγεται δῆμος πολὺς συνελθεῖν τῶν τὰ Ἀρείου φρονούντων καὶ Παυλίνῳ κοινωνούντων, οἱ μὲν ἱστορήσοντες τὸν ἄνδρα, ὅτι πολὺ κλέος ἦν αὐτοῦ καὶ πρὸ τῆς παρουσίας, οἱ δὲ μαθησόμενοι τί ἄρα ἐρεῖ καὶ τίσιν ἐπιψηφίζεται. ἤδη γὰρ φήμη διεφοίτα ἐπαινέτην αὐτὸν εἶναι τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων· καὶ τὸ ἀποβὰν ἔδειξε. Τὴν μὲν γὰρ ἀρχὴν τοὺς καλουμένους ἠθικοὺς λόγους δημοσίᾳ ἐδίδασκε, τελευτῶν δὲ ἀναφανδὸν τῆς αὐτῆς οὐσίας εἶναι 〈τῷ πατρὶ〉 τὸν υἱὸν ἀπεφήνατο. Λέγεται δὲ προσδραμὼν ὁ ἀρχιδιάκονος, ὃς τότε ἦν τοῦ ἐνθάδε κλήρου, ἔτι τοῦτο λέγοντος ἐπιβαλὼν τὴν χεῖρα, ἔβυσεν αὐτοῦ τὸ στόμα. Ὁ δὲ τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ τὴν γνώμην κατεσήμαινε, καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταὐτὸν δὲ πάλιν τούτους συνέλεγε καὶ τὸν ἕνα ὤρθου, τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν, ἅπερ ἐφρόνει καὶ λέγειν ἐπείχετο. Ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρός, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο καὶ διεμαρτύρετο τοὺς ἀκούοντας ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦντας. Ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδόν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονικία ἦν ἀμφοτέρων μονονουχὶ παγκρατίῳ ἐμφερής, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ καὶ ἔχαιρον καὶ ἀνεπήδων, οἱ δὲ Ἀρείου κατηφεῖς ἦσαν. Ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον ἐχαλέπαινον καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν· καὶ πάλιν μετεκαλοῦντο ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον καὶ τἀναντία δοξάζοντα. Μὴ μεταθέμενον δὲ τῆς γνώμης ἐκβάλλεσθαι τῆς ἐκκλησίας καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς. Ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν Ἀντιοχέων θρόνον Εὐζώιος, ὃς ἅμα Ἀρείῳ πρότερον ἤδη καθῄρητο· οἱ δὲ Μελετίου ἐπαινέται ἀποτεμόμενοι σφᾶς τῶν τὰ Ἀρείου φρονούντων ἰδίᾳ ἐκκλησίαζον· οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν υἱὸν τῷ πατρὶ δοξάζοντες παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς Ἀρειανῶν ἐπισκόπων χειροτονηθέντος καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν ἑπομένων αὐτῷ. Καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο καίπερ ὁμοίως φρονοῦντες· ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν ἧκεν εἰς Ἀντιόχειαν. XXIX. Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο· συνελθόντες 〈δὲ〉 εἰς Ἀντιόχειαν ἅμα ὀλίγοις τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο, καὶ τῆς ἀναγνωσθείσης ἐν Ἀριμήνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα, καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι εἰσηγοῦντο, ὡς ἐξ ἀρχῆς Ἀρείῳ ἐδόκει. Συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ Ἀετίου φρονοῦντες, ὃς μετὰ Ἄρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. Ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες Ἀνόμοιοι καὶ Ἐξουκόντιοι. Πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως θεὸν ἐκ θεοῦ τὸν υἱὸν συνομολογοῦντες ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν, ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε· «τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ», πάντων δὲ εἶναι καὶ τὸν υἱόν. Καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο «κατὰ τὰς θείας γραφάς». Καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ ἐσοφίζοντο. Τελευτῶντες δέ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν ἀναγνόντες διελύθησαν καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν. XXX. Ἐν τούτῳ δὲ ἔτι Ἀθανασίου κρυπτομένου ἐπανελθὼν Γεώργιος εἰς Ἀλεξάνδρειαν χαλεπῶς ἐκάκου τοὺς Ἕλληνας καὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας Χριστιανούς· ἑκατέρους τε γὰρ ὡς ἠβούλετο θρησκεύειν ἐβιάζετο καὶ παραιτουμένους ἤλαυνεν. Ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ ὡς ὑπερορῶν αὐτοὺς καὶ τοῖς ἄρχουσιν ἐπιτάττων, παρὰ δὲ τοῦ πλήθους ὡς τυραννικὸς καὶ πλέον πάντων δυνάμενος. Ἐχαλέπαινε δὲ μάλιστα τὸ Ἑλληνικόν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. Ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω.
Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται,
παραλαμβάνει τὴν Ἱεροσολύμων ἐκκλησίαν Ἐρέννιος καὶ μετ´ ἐκεῖνον Ἡράκλειος
ἐφεξῆς τε τούτου Ἱλάριος. Τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν
ἐπιτροπεῦσαι παρειλήφαμεν μέχρι τῆς Θεοδοσίου βασιλείας, ἡνίκα δὴ Κύριλλος πάλιν
εἰς τὸν αὐτοῦ ἐπανῆλθε θρόνον. |
Mélèce est transféré de Sébaste à Antioche. Il prêche la doctrine du Concile de Nicée. Dans le temps qu'Eudoxe était en possession du Siège de l'Eglise de Constantinople, plusieurs prétendaient au gouvernement de celle d'Antioche ; le Clergé, ni le peuple n'ayant point encore terminé leurs différends touchant la doctrine, et n'ayant pu s'accorder touchant la manière de chanter les Psaumes, que chaque parti accommodait à sa doctrine : ils jetaient les yeux sur ceux par qui ils espéraient que leur sentiment serait favorisé, et ils s'empressaient avec tant de 251 chaleur pour se rendre maîtres de l'élection, qu'ils excitèrent pour ce sujet des contestations, et des désordres. Les partisans d'Eudoxe crurent que ce leur serait un grand avantage, s'ils pouvaient tirer Méléce de Sébaste, et le mettre sur le Siège de cette grande ville. Comme il était naturellement éloquent, et qu'il persuadait tout ce qu'il voulait, et que d'ailleurs ils le tenaient fort homme de bien, et fort attaché à leurs sentiments, ils espéraient que sa réputation attirerait les habitants d'Antioche, et des villes voisines, et principalement ceux de la faction d'Eustate, qui ne s'étaient jamais départis de la doctrine du Concile de Nicée. Mais ils se trouvèrent fort loin de leur espérance. On dit que quand il fut arrivé à Antioche, une multitude incroyable, tant de la faction des Ariens, que de ceux qui participaient à la communion de Paulin, accoururent les uns pour contenter leur curiosité, et pour voir si son mérite répondait à ce que la renommée avait publié de lui, et les autres pour apprendre ce qu'il dirait; car il s'était déjà répandu un bruit qui en effet se trouva vrai, qu'il approuvait la doctrine du Concile de Nicée. Ses premiers Sermons ne furent que des préceptes de morale. Mais depuis, il prêcha ouvertement, que le Fils de Dieu est de même substance que son Père. On dit que l'Archidiacre de son Clergé lui ferma la bouche avec la main, mais qu'alors ils parla par signes au peuple en étendant trois doigts, puis en les fermant, et n'en retenant qu'un seul étendu. L'Archidiacre ayant quitté la bouche de Méléce pour lui prendre la main, il expliqua son sentiment encore plus clairement qu'auparavant, exhorta ses auditeurs à demeurer très attachés aux décrets du Concile de Nicée, protestant que s'ils s'en éloignaient, ils s'éloigneraient de la vérité. Comme il répétait perpétuellement la même 252 chose, tant qu'il avait la bouche libre, et que quand l'Archidiacre la lui fermait, il s'exprimait par signes, les partisans d'Eustate témoignèrent leur joie par leurs cris, et les sectateurs d'Arius leur tristesse par leur silence. Eudoxe, et ceux de sa faction furent sensiblement touchés de ce Sermon de Mélèce, et par leurs intrigues le firent chasser d'Antioche. Ils le rappelèrent néanmoins incontinent après dans la créance qu'il avait regret d'avoir soutenu la doctrine du Concile de Nicée, et qu'il était prêt de prêcher la doctrine contraire. Mais étant toujours demeuré ferme dans le même sentiment, il fut relégué par l'ordre de l'Empereur. Euzoius qui avait été déposé avec Arius, ayant été élu pour remplir sa place, les sectateurs de Mélèce se séparèrent des Ariens, et s'assemblèrent seuls à part. Ceux qui dès le commencement avaient fait profession de la consubstantialité du Fils de Dieu, refusaient de les admettre à leur communion; parce que Mélèce avait été ordonné par des Évêques, et que ceux de son parti avaient été baptisés par des Prêtres Ariens. Voila le sujet qui les empêcha d'être unis de communion, comme ils l'étaient de créance. L'Empereur ayant appris en ce temps-là que ses Perses méditaient de prendre les armes, se rendit à Antioche. Les partisans d'Acace excitent de nouveaux troubles, et favorisent la doctrine d'Arius. Les partisans d'Acace ne pouvant demeurer en repos s'assemblèrent dans Antioche, et renversèrent tout ce qu'ils avaient eux-mêmes ordonné.lls ôtèrent le nom de semblable du formulaire qui avait été lu à Rimini, et à Constantinople, et publièrent que le Fils de Dieu est tout-à-fait dissemblable à son Père, tant à l'égard de la substance qu'à l'égard de la volonté, comme Arius l'avait enseigné d'abord. Les sectateurs d'Aëce qui avait eu la hardiesse d'avancer le premier après Arius la même doctrine, et qui pour ce sujet avait été appelé Athée, comme ses disciples avaient été appelés Anoméens, et Exucontiens, se joignirent à eux. Lorsque ceux qui soutenaient la foi du Concile de Nîcée, demandaient aux sectateurs d'Acace, comment ils osaient dire que le Fils de Dieu est dissemblable à son Père, et qu'il a été tiré du néant contre les termes de leur confession de foi, puisqu'ils avouaient qu'il est Dieu de Dieu, ils répondaient que l'Apôtre saint Paul a écrit toutes choses viennent de Dieu, et que le Fils est compris sous ces termes de toutes choses, et que c'est en ce sens que ce qu'ils avaient ajouté dans leur formulaire, selon les Ecritures, se doit entendre. Voila les subtilités dont ils usaient pour s'échapper. Enfin ne pouvant satisfaire ceux qui les pressaient sur ce point, après que le formulaire qui avait été approuvé à Constantinople eut été lu, ils se séparèrent, et chacun s'en retourna en son pays. Violences de George Évêque d'Alexandrie, aux. Evêques de Jérusalem. Athanase n'osant encore paraître, George retourna à Alexandrie, et y livra une cruelle persécution, tant aux Païens, qu'aux Chrétiens qui n'étaient pas de son sentiment. Il contraignait les uns et les autres à servir Dieu de la manière qu'il lui plaisait, et quand ils en faisaient difficulté, il les traitait avec une extrême rigueur. Son orgueil le rendait odieux aux grands, et son pouvoir aux petits. Les Païens le haïssaient plus que les autres, parce qu'il les avait empêchés de sacrifier, et de célébrer leurs fêtes, et qu'ayant fait entrer dans la ville le Gouverneur d'Egypte avec des troupes, il avait ôté les images, et les ornements de leur temple, ce qui fut cause de sa mort, comme nous le verrons dans la suite. Cyrille ayant été déposé, Herennius prit le gouvernement de l'Eglise de Jérusalem. Héraclius succéda à celui-ci, et Hilaire à Héraclius : mais sous le règne de Théodose, Cyrille fut rétabli dans son Siège. Voila l'état où étaient alors les Eglises d'Orient. |