ALLER à LA TABLE DES MATIERES D'EURIPIDE

 

RHÉSUS,

 

TRAGÉDIE.

 

traduction française

si vous voulez allez à un vers cliquez sur le chiffre entre []

 

 

Χορός

Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
Τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
ἢ τευχοφόρων;
Δέξαιτο νέων κληδόνα μύθων,
[5] οἳ τετράμοιρον νυκτὸς φυλακὴν
πάσης στρατιᾶς προκάθηνται.
Ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
λεῖπε χαμεύνας φυλλοστρώτους,
[10] Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.

Ἕκτωρ

[11] Τίς ὅδ'; Ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
Τί τὸ σῆμα; Θρόει·
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
κοίτας πλάθουσ'; Ἐνέπειν χρή.

Χορός

[15] Φύλακες στρατιᾶς.

Ἕκτωρ

Τί φέρῃ θορύβῳ;

Χορός

Θάρσει.

Ἕκτωρ

Θαρσῶ.
μῶν τις λόχος ἐκ νυκτῶν;

Χορός

Οὐκ ἔστι.

Ἕκτωρ

Τί σὺ γὰρ
φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
εἰ μή τιν' ἔχων νυκτηγορίαν;
[20] Οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
νυχίαν ἡμᾶς
κοίταν πανόπλους κατέχοντας;

Χορός

[23] Ὁπλίζου χέρα· συμμάχων,
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
[25] ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
Πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
ἁρμόσατε ψαλίοις ἵππους.
Τίς εἶσ' ἐπὶ Πανθοί̈δαν,
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
[30] Ποῦ σφαγίων ἔφοροι;
Ποῦ δὲ γυμνήτων μόναρχοι
τοξοφόροι τε Φρυγῶν;
Ζεύγνυτε κερόδετα τόξα νευραῖς.

Ἕκτωρ

Τὰ μὲν ἀγγέλλεις δείματ' ἀκούειν,
[35] τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
Ἀλλ' ἦ Κρονίου Πανὸς τρομερᾷ
μάστιγι φοβῇ; Φυλακὰς δὲ λιπὼν
κινεῖς στρατιάν. Τί θροεῖς; Τί σε φῶ
νέον ἀγγέλλειν; Πολλὰ γὰρ εἰπὼν
[40] οὐδὲν τρανῶς ἀπέδειξας.

Χορός

[41] Πύρ' αἴθει στρατὸς Ἀργόλας,
Ἕκτορ, πᾶσαν ἀν' ὄρφναν,
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
Πᾶς δ' Ἀγαμεμνονίαν προσέβα στρατὸς
[45] ἐννύχιος θορύβῳ σκηνάν,
νέαν τιν' ἐφιέμενοι
βάξιν. Οὐ γάρ πω πάρος ὧδ' ἐφοβήθη
ναυσιπόρος στρατιά.
Σοὶ δ', ὑποπτεύων τὸ μέλλον,
[50] ἤλυθον ἄγγελος, ὡς
μήποτ' ἐς ἐμέ τινα μέμψιν εἴπῃς.

Ἕκτωρ

Ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
[55] μέλλουσι· σαίνει μ' ἔννυχος φρυκτωρία.
Ὦ δαῖμον, ὅστις μ' εὐτυχοῦντ' ἐνόσφισας
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
σύρδην ἅπαντα τῷδ' ἀναλῶσαι δορί.
Εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
[60] λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
Κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
ἐν νυκτὶ χρῆσθαί τ' εὐτυχεῖ ῥύμῃ θεοῦ·
[65] ἀλλ' οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
κἄπειτ' Ἀχαιῶν μηδέν' ἐν χέρσῳ λιπεῖν.
Οἳ δ' οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
[70] Ἀλλ' ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θ' ὕπνου,
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
οἳ δ' ἐν βρόχοισι δέσμιοι λελημμένοι
[75] Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.

Χορός

[76] Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.

Ἕκτωρ

Τίς γὰρ πύρ' αἴθειν πρόφασις Ἀργείων στρατόν;

Χορός

Οὐκ οἶδ'· ὕποπτον δ' ἐστὶ κάρτ' ἐμῇ φρενί.

Ἕκτωρ

[80] Πάντ' ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.

Χορός

Οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.

Ἕκτωρ

Οὐδ' ὧδέ γ' αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.

Χορός

Σὺ ταῦτ' ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.

Ἕκτωρ

Ἁπλοῦς ἐπ' ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

Χορός

[85] Καὶ μὴν ὅδ' Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς
στείχει, νέον τι πρᾶγμ' ἔχων φίλοις φράσαι.

Αἰνείας

[87] Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;

Ἕκτωρ

[90] Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.

Αἰνείας

Τί δ' ἔστι; Μῶν τις πολεμίων ἀγγέλλεται
δόλος κρυφαῖος ἑστάναι κατ' εὐφρόνην;

Ἕκτωρ

Φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.

Αἰνείας

Τί τοῦδ' ἂν εἴποις ἀσφαλὲς τεκμήριον;

Ἕκτωρ

[95] Αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·
καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
ἀλλ' ἐκκέαντες πύρσ' ἐπ' εὐσέλμων νεῶν
φυγῇ πρὸς οἴκους τῆσδ' ἀφορμήσειν χθονός.

Αἰνείας

Σὺ δ' ὡς τί δράσων πρὸς τάδ' ὁπλίζῃ χέρας;

Ἕκτωρ

[100] Φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν
λόγχῃ καθέξω κἀπικείσομαι βαρύς·
αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,
θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.

Αἰνείας

[105] Εἴθ' ἦσθ' ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.
Ἀλλ' οὐ γὰρ αὑτὸς πάντ' ἐπίστασθαι βροτῶν
πέφυκεν· ἄλλῳ δ' ἄλλο πρόσκειται γέρας,
σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·
ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
[110] φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν
τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
Καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
[115] νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν·
πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
Πῶς δ' αὖ γεφύρας διαβαλοῦσ' ἱππηλάται,
ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
Νικῶν δ' ἔφεδρον παῖδ' ἔχεις τὸν Πηλέως,
[120] ὅς σ' οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
οὐδ' ὧδ' Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
Αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
Ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ' ἀσπίδας
εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
[125] κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,
πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·
εἰ δ' ἐς δόλον τιν' ἥδ' ἄγει φρυκτωρία,
μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
[130] βουλευσόμεσθα· τήνδ' ἔχω γνώμην, ἄναξ.

Χορός

Τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.
Σφαλερὰ δ' οὐ φιλῶ στρατηγῶν κράτη.
Τί γὰρ ἄμεινον ἢ
ταχυβάταν νεῶν κατόπταν μολεῖν
[135] πέλας ὅ τί ποτ' ἄρα δαί̈οις
πυρὰ κατ' ἀντίπρῳρα ναυστάθμων δαίεται;

Ἕκτωρ

[137] Νικᾶτ', ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
Στείχων δὲ κοίμα συμμάχους· τάχ' ἂν στρατὸς
κινοῖτ' ἀκούσας νυκτέρους ἐκκλησίας.
[140] Ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
Κἂν μέν τιν' ἐχθρῶν μηχανὴν πυθώμεθα,
σὺ πάντ' ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον·
ἐὰν δ' ἀπαίρωσ' ἐς φυγὴν ὁρμώμενοι,
σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
[145] ὡς οὐ μενοῦντά μ'· ἀλλὰ προσμείξω νεῶν
ὁλκοῖσι νυκτὸς τῆσδ' ἐπ' Ἀργείων στρατῷ.

Αἰνείας

Πέμφ' ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
Σὺν σοὶ δ' ἔμ' ὄψῃ καρτεροῦνθ', ὅταν δέῃ.

Ἕκτωρ

[149] Τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
[150] θέλει κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν;
Τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
Τίς φησιν; Οὔτοι πάντ' ἐγὼ δυνήσομαι
πόλει πατρῴᾳ συμμάχοις θ' ὑπηρετεῖν.

Δόλων

Ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
[155] ῥίψας κατόπτης ναῦς ἐπ' Ἀργείων μολεῖν,
καὶ πάντ' Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
ἥξω· ἐπὶ τούτοις τόνδ' ὑφίσταμαι πόνον.

Ἕκτωρ

Ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
[160] νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.

Δόλων

Οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δ' ἄξιον
μισθὸν φέρεσθαι. Παντὶ γὰρ προσκείμενον
κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.

Ἕκτωρ

Ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
[165] Τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.

Δόλων

Οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.

Ἕκτωρ

Σὺ δ' ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.

Δόλων

Οὐδ' ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.

Ἕκτωρ

Χρυσὸς πάρεστιν, εἰ τόδ' αἰτήσεις γέρας.

Δόλων

[170] Ἀλλ' ἔστ' ἐν οἴκοις· οὐ βίου σπανίζομεν.

Ἕκτωρ

Τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;

Δόλων

Ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.

Ἕκτωρ

Δώσω· σὺ δ' αἴτει πλὴν στρατηλάτας νεῶν.

Δόλων

Κτεῖν', οὔ σ' ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.

Ἕκτωρ

[175] Οὐ μὴν τὸν Ἰλέως παῖδά μ' ἐξαιτῇ λαβεῖν;

Δόλων

Κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.

Ἕκτωρ

Τίν' οὖν Ἀχαιῶν ζῶντ' ἀποινᾶσθαι θέλεις;

Δόλων

Καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.

Ἕκτωρ

Καὶ μὴν λαφύρων γ' αὐτὸς αἱρήσῃ παρών.

Δόλων

[180] Θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.

Ἕκτωρ

Τί δῆτα μεῖζον τῶνδέ μ' αἰτήσεις γέρας;

Δόλων

Ἵππους Ἀχιλλέως· χρὴ δ' ἐπ' ἀξίοις πονεῖν
ψυχὴν προβάλλοντ' ἐν κύβοισι δαίμονος.

Ἕκτωρ

[184] Καὶ μὴν ἐρῶντί γ' ἀντερᾷς ἵππων ἐμοί·
[185] ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
τὸν Πηλέως φέρουσι θούριον γόνον·
δίδωσι δ' αὐτοὺς πωλοδαμνήσας ἄναξ
Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
Ἀλλ' οὔ σ' ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
[190] κάλλιστον οἴκοις κτῆμ', Ἀχιλλέως ὄχον.

Δόλων

Αἰνῶ· λαβὼν δ' ἄν φημι κάλλιστον Φρυγῶν
δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
Σὲ δ' οὐ φθονεῖν χρή· μυρί' ἔστιν ἄλλα σοι,
ἐφ' οἷσι τέρψῃ τῆσδ' ἀριστεύων χθονός.

Χορός

[195] Μέγας ἀγών, μεγάλα δ' ἐπινοεῖς ἑλεῖν·
μακάριός γε μὴν κυρήσας ἔσῃ.
Πόνος ὅδ' εὐκλεής·
μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
Τὰ θεόθεν ἐπιδέτω Δίκα,
[200] τὰ δὲ παρ' ἀνδράσιν τέλειά σοι φαίνεται.

Δόλων

Στείχοιμ' ἄν· ἐλθὼν <δ'> ἐς δόμους ἐφέστιος
σκευῇ πρεπόντως σῶμ' ἐμὸν καθάψομαι,
κἀκεῖθεν ἥσω ναῦς ἐπ' Ἀργείων πόδα.

Χορός

Ἐπεὶ τίν' ἄλλην ἀντὶ τῆσδ' ἕξεις στολήν;

Δόλων

[205] Πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.

Χορός

Σοφοῦ παρ' ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;

Δόλων

Λύκειον ἀμφὶ νῶτ' ἐνάψομαι δορὰν
καὶ χάσμα θηρὸς ἀμφ' ἐμῷ θήσω κάρᾳ,
[210] βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
Ὅταν δ' ἔρημον χῶρον ἐμβαίνω ποδί,
[215] δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.

Χορός

[216] Ἀλλ' εὖ σ' ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
Ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.

Δόλων

Σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
[220] οἴσω κάρα σοι σύμβολον δ' ἔχων σαφὲς
φήσεις Δόλωνα ναῦς ἐπ' Ἀργείων μολεῖν
ἢ παῖδα Τυδέως· οὐδ' ἀναιμάκτῳ χερὶ
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.

Χορός

[224] Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
[225] ναὸν ἐμβατεύων
Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-
ρης, ἱκοῦ ἐννύχιος
[229] καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
[230] ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,
ὦ παγκρατές, ὦ Τροί̈ας
τείχη παλαιὰ δείμας.

Μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς
Ἑλλάδος διόπτας
[235] ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ-
κων πατρὸς Ἰλιάδας.
Φθιάδων δ' ἵππων ποτ' ἐπ' ἄντυγα βαίη,
δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
[240] τὰς πόντιος Αἰακίδᾳ
Πηλεῖ δίδωσι δαίμων.

[243] Ἐπεὶ πρό τ' οἴκων πρό τε γᾶς ἔτλα μόνος
ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
[245] λήματος· ἦ σπανία <τις>
τῶν ἀγαθῶν, ὅταν ᾖ
δυσάλιος ἐν πελάγει
καὶ σαλεύῃ
[250] πόλις. Ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·
ἔνι δὲ θράσος ἐν αἰχ-
μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν
συμμαχίαν ἀτίζει;

Τίν' ἄνδρ' Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
[255] οὐτάσει ἐν κλισίαις, τετράπουν
μῖμον ἔχων ἐπιγαίου
θηρός; Ἕλοι Μενέλαν,
κτανὼν δ' Ἀγαμεμνόνιον
κρᾶτ' ἐνέγκοι
[260] Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,
ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
γᾶν Τροί̈αν χιλιόναυν
ἤλυθ' ἔχων στρατείαν.

Ἄγγελος Ποιμήν

[264] Ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
[265] εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.

Ἕκτωρ

Ἦ πόλλ' ἀγρώταις σκαιὰ πρόσκειται φρενί·
καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
ἥκειν ἔοικας ἀγγελῶν ἵν' οὐ πρέπει.
Οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,
[270] οἷ χρῆν γεγωνεῖν σ' εὐτυχοῦντα ποίμνια;

Ἄγγελος

Σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.
Ἀλλ' οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.

Ἕκτωρ

Παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·
μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.

Ἄγγελος

[275] Τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·
ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.

Ἕκτωρ

Ποίας πατρῴας γῆς ἐρημώσας πέδον;

Ἄγγελος

Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

Ἕκτωρ

[280] Ῥῆσον τιθέντ' ἔλεξας ἐν Τροίᾳ πόδα;

Ἄγγελος

Ἔγνως· λόγου δὲ δὶς τόσου μ' ἐκούφισας.

Ἕκτωρ

Καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
πλαγχθεὶς πλατείας πεδιάδος θ' ἁμαξιτοῦ;

Ἄγγελος

[284] Οὐκ οἶδ' ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.
[285] Νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,
κλύοντα πλήρη πεδία πολεμίας χερός.
Φόβον δ' ἀγρώσταις, οἳ κατ' Ἰδαῖον λέπας
οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
[290] Πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς
ἔστειχε· θάμβει δ' ἐκπλαγέντες ἵεμεν
ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
πρὶν δὴ δι' ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
[295] ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
Στείχων δ' ἄνακτος προυξερευνητὰς ὁδοῦ
ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
[300] Καὶ πάντ' ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
ἑστῶτ' ἐν ἵπποις Θρῃκίοις τ' ὀχήμασι.
Χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
[305] Πέλτη δ' ἐπ' ὤμων χρυσοκολλήτοις τύποις
ἔλαμπε· Γοργὼν δ' ὡς ἐπ' αἰγίδος θεᾶς
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
Στρατοῦ δὲ πλῆθος οὐδ' ἂν ἐν ψήφου λόγῳ
[310] θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
πολλοὶ δ' ἀτράκτων τοξόται, πολὺς δ' ὄχλος
γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
Τοιόσδε Τροίᾳ σύμμαχος πάρεστ' ἀνήρ,
[315] ὃν οὔτε φεύγων οὔθ' ὑποσταθεὶς δορὶ
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.

Χορός

Ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.

Ἕκτωρ

[319] Πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
[320] καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
Ἀλλ' οὐδὲν αὐτῶν δεόμεθ', οἵτινες πάλαι
μὴ ξυμπονοῦσιν, ἡνίκ' ἐξώστης Ἄρης
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
Ῥῆσος δ' ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
[325] ἥκει γὰρ ἐς δαῖτ', οὐ παρὼν κυνηγέταις
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.

Χορός

Ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.

Ἕκτωρ

Ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.

Χορός

[330] Πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;

Ἕκτωρ

Πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.

Χορός

Ὅρα τὸ μέλλον· πόλλ' ἀναστρέφει θεός.

Ἕκτωρ

Μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
[336] Ὃ δ' οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.

Χορός

[334] Ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.

Ἄγγελος

[335] Φόβος γένοιτ' ἂν πολεμίοις ὀφθεὶς μόνον.

Ἕκτωρ

[339] Σύ τ' εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
[340] Ὁ χρυσοτευχὴς δ' οὕνεκ' ἀγγέλου λόγων
Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.

Χορός

[342] Ἀδράστεια μὲν ἁ Διὸς
παῖς εἴργοι στομάτων φθόνον·
φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
[345] προσφιλές ἐστιν εἰπεῖν.
Ἥκεις, ὦ ποταμοῦ παῖ,
ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
ἀσπαστός, ἐπεί σε χρόνῳ
Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
[350] ρος ποταμὸς πορεύει

Στρυμών, ὅς ποτε τᾶς μελῳ-
δοῦ Μούσας δι' ἀκηράτων
δινηθεὶς ὑδροειδὴς κόλπων
σὰν ἐφύτευσεν ἥβαν.
[355] Σύ μοι Ζεὺς ὁ φαναῖος
ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
Νῦν, ὦ πατρὶς ὦ Φρυγία,
ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
Ζῆνα πάρεστιν εἰπεῖν.

[360] Ἆρά ποτ' αὖθις ἁ παλαιὰ Τροί̈α
τοὺς προπότας παναμερεύ-
σει θιάσους ἐρώτων
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
τοις ὑποδεξίαις ἁμίλ-
[365] λαις κατὰ πόντον Ἀτρειδᾶν
Σπάρταν οἰχομένων
Ἰλιάδος παρ' ἀκτᾶς;
Ὦ φίλος, εἴθε μοι
σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
[369β] ξας τάδ' ἐς οἶκον ἔλθοις.

[370] Ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
Πηλεί̈δα κατ' ὄμμα πέλ-
ταν δοχμίαν πεδαίρων
σχιστὰν παρ' ἄντυγα, πώλους ἐρεθί-
ζων δίβολόν τ' ἄκοντα πάλ-
[375] λων. Σὲ γὰρ οὔτις ὑποστὰς
Ἀργείας ποτ' ἐν Ἥ-
ρας δαπέδοις χορεύσει·
[377β] ἀλλά νιν ἅδε γᾶ
καπφθίμενον Θρῃκὶ μόρῳ
[378β] φίλτατον ἄχθος οἴσει.

Ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.
[380] Καλόν, ὦ Θρῄκη,
σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
Ἴδε χρυσόδετον σώματος ἀλκήν,
κλύε καὶ κόμπους κωδωνοκρότους
παρὰ πορπάκων κελαδοῦντας.
[385] Θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
Μούσης ἥκων καταπνεῖ σε.

Ῥῆσος

[388] Χαῖρ', ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
Ἕκτορ· παλαιᾷ σ' ἡμέρᾳ προσεννέπω.
[390] ;Αίρω δέ σ' εὐτυχοῦντα καὶ προσήμενον
πύργοισιν ἐχθρῶν· συγκατασκάψων δ' ἐγὼ
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.

Ἕκτωρ

Παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
[395] τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ' ἀνήρ.
Πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
ἐλθόντα, καὶ μὴ τοὐπί σ' Ἀργείων ὕπο
Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
Οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
[400] οὐκ ἦλθες οὐδ' ἤμυνας οὐδ' ἐπεστράφης.
Τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
ἐλθοῦσ' ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
Ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
Σὺ δ' ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
[405] Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
Καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
Θρῃκῶν ἄνακτα τῇδ' ἔθηκ' ἐγὼ χερί,
ὅτ' ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
[410] ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
Οἱ δ' οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
[415] κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
οἳ δ' ἔν θ' ὅπλοισι καὶ παρ' ἱππείοις ὄχοις
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
[420] Ταῦθ', ὡς ἂν εἰδῇς Ἕκτορ' ὄντ' ἐλεύθερον,
καὶ μέμφομαί σοι καὶ λέγω κατ' ὄμμα σόν.

Ῥῆσος

[422] Τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ' ἀνήρ.
Ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ' ἀπὼν χθονὸς
[425] λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·
ἀλλ' ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
ξυνῆψε πόλεμον· Εὐξένου δ' ἀφικόμην
πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
[430] Ἔνθ' αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
Τοιάδε τοί μ' ἀπεῖργε συμφορὰ πέδον
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
Ἐπεὶ δ' ἔπερσα, τῶνδ' ὁμηρεύσας τέκνα
[435] τάξας <τ'> ἔτειον δασμὸν ἐς δόμους φέρειν,
ἥκω περάσας ναυσὶ πόντιον στόμα,
τὰ δ' ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
οὐδ' ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
[440] ἀλλ' οἷα πόντον Θρῄκιον φυσήματα
κρυσταλλόπηκτα Παιόνας τ' ἐπεζάρει,
ξὺν τοῖσδ' ἄυπνος οἶδα τλὰς πορπάμασιν.
Ἀλλ' ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δ' ὅμως·
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
[445] κοὐδὲν περαίνεις, ἡμέραν δ' ἐξ ἡμέρας
πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
κτεῖναί τ' Ἀχαιούς· θατέρᾳ δ' ἀπ' Ἰλίου
[450] πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
ὑμῶν δὲ μή τις ἀσπίδ' ἄρηται χερί·
ἐγὼ γὰρ ἕξω τοὺς μέγ' αὐχοῦντας δορὶ
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.

Χορός

[454] Ἰὼ ἰώ.
[455] Φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον
φθόνον ἄμαχον ὕπατος
Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
[459] Τὸ δὲ νάιον Ἀργόθεν δόρυ
[460] οὔτε πρίν τιν' οὔτε νῦν
ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. Πῶς μοι
Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
πῶς δ' Αἴας ὑπομεῖναι;
Εἰ γὰρ ἐγὼ τόδ' ἦμαρ εἰσίδοιμ', ἄναξ,
[465] ὅτῳ πολυφόνου
χειρὸς ἀποινάσαιο λόγχᾳ.

Ῥῆσος

Τοιαῦτα μέν σοι τῆ&