ALLER à LA TABLE DES MATIERES D'EURIPIDE

 

ORESTE,

 

TRAGÉDIE.

 

traduction française

si vous voulez allez à un vers cliquez sur le chiffre entre []

 

Ἠλέκτρα

Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ' εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτ' ἄχθος ἀνθρώπου φύσις.
Ὁ γὰρ μακάριος κοὐκ ὀνειδίζω τύχας
[5] Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
κοινῆς τραπέζης ἀξίωμ' ἔχων ἴσον,
[10] ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
Οὗτος φυτεύει Πέλοπα, τοῦ δ' Ἀτρεὺς ἔφυ,
ᾧ στέμματα ξήνασ' ἐπέκλωσεν θεὰ
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
θέσθαι. Τί τἄρρητ' ἀναμετρήσασθαί με δεῖ;
[15] Ἔδαισε δ' οὖν νιν τέκν' ἀποκτείνας Ἀτρεύς.
Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·
Ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
Γαμεῖ δ' ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην
[20] Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·
ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τ' Ἠλέκτρα τ' ἐγώ,
ἄρσην δ' Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
[25] ἣ πόσιν ἀπείρῳ περιβαλοῦσ' ὑφάσματι
ἔκτεινεν· ὧν δ' ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν· ἐῶ τοῦτ' ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
Φοίβου δ' ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
Πείθει δ' Ὀρέστην μητέρ' ἥ σφ' ἐγείνατο
[30] κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
[31] Ὅμως δ' ἀπέκτειν' οὐκ ἀπειθήσας θεῷ·
Κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
Πυλάδης θ', ὃς ἡμῖν συγκατείργασται τάδε.

Ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ
[35] τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις
κεῖται, τὸ μητρὸς δ' αἷμά νιν τροχηλατεῖ
μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
εὐμενίδας, αἳ τόνδ' ἐξαμιλλῶνται φόβῳ.
[39] Ἕκτον δὲ δὴ τόδ' ἦμαρ ἐξ ὅτου σφαγαῖς
[40] θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,
ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
οὐ λούτρ' ἔδωκε χρωτί· χλανιδίων δ' ἔσω
κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,
ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
[45] πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.
Ἔδοξε δ' Ἄργει τῷδε μήθ' ἡμᾶς στέγαις,
μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα
μητροκτονοῦντας· κυρία δ' ἥδ' ἡμέρα,
ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,
[50] εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.
Ἢ φάσγανον θήξαντ' ἐπ' αὐχένος βαλεῖν.
[52] Ἐλπίδα δὲ δή τιν' ἔχομεν ὥστε μὴ θανεῖν·
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
[55] ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον
ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον
Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
μεθ' ἡμέραν στείχουσαν, ὧν ὑπ' Ἰλίῳ
παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
[60] προύπεμψεν ἐς δῶμ' ἡμέτερον· ἔστιν δ' ἔσω
κλαίουσ' ἀδελφὴν συμφοράν τε δωμάτων.
Ἔχει δὲ δή τιν' ἀλγέων παραψυχήν·
ἣν γὰρ κατ' οἴκους ἔλιφ', ὅτ' ἐς Τροίαν ἔπλει,
παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν
[65] Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.
Βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ' ὄψομαι
Μενέλαον ἥκονθ'· ὡς τά γ' ἄλλ' ἐπ' ἀσθενοῦς
ῥώμης ὀχούμεθ', ἤν τι μὴ κείνου πάρα
[70] σωθῶμεν. Ἄπορον χρῆμα δυστυχῶν δόμος.

Ἑλένη

[71] Ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς
τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
[75] Προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
Καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
ἔπλευσ' ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
[80] οὐκ εἶδον, ἀπολειφθεῖσα δ' αἰάζω τύχας.

Ἠλέκτρα

[81] Ἑλένη, τί σοι λέγοιμ' ἂν ἅ γε παροῦσ' ὁρᾷς;
Ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς
[85] θάσσω· τὰ τούτου δ' οὐκ ὀνειδίζω κακά.
σὺ δ' εἶ μακαρία μακάριός θ' ὁ σὸς πόσις.
ἥκετον ἐφ' ἡμᾶς ἀθλίως πεπραγότας

Ἑλένη

Πόσον χρόνον δ' ἐν δεμνίοις πέπτωχ' ὅδε;

Ἠλέκτρα

Ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.

Ἑλένη

[90] Ὢ μέλεος· ἡ τεκοῦσά θ', ὡς διώλετο.

Ἠλέκτρα

Οὕτως ἔχει τάδ', ὥστ' ἀπείρηκεν κακοῖς.

Ἑλένη

Πρὸς θεῶν, πίθοι' ἂν δῆτά μοί τι, παρθένε;

Ἠλέκτρα

Ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.

Ἑλένη

Βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;

Ἠλέκτρα

[95] Μητρὸς κελεύεις τῆς ἐμῆς; Τίνος χάριν;

Ἑλένη

Κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσ' ἐμάς.

Ἠλέκτρα

Σοὶ δ' οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;

Ἑλένη

Δεῖξαι γὰρ Ἀργείοισι σῶμ' αἰσχύνομαι.

Ἠλέκτρα

Ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ' αἰσχρῶς δόμους.

Ἑλένη

[100] Ὀρθῶς ἔλεξας, οὐ φίλως δ' ἐμοὶ λέγεις.

Ἠλέκτρα

Αἰδὼς δὲ δὴ τίς σ' ἐς Μυκηναίους ἔχει;

Ἑλένη

Δέδοικα πατέρας τῶν ὑπ' Ἰλίῳ νεκρῶν.

Ἠλέκτρα

Δεινὸν γάρ· Ἄργει τ' ἀναβοᾷ διὰ στόμα.

Ἑλένη

Σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.

Ἠλέκτρα

[105] Οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.

Ἑλένη

Αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.

Ἠλέκτρα

Τί δ' οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;

Ἑλένη

Ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.

Ἠλέκτρα

Καὶ μὴν τίνοι γ' ἂν τῇ τεθνηκυίᾳ τροφάς.

Ἑλένη

[110] Ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
Καὶ πέμψομέν γε θυγατέρ'· εὖ γάρ τοι λέγεις.
Ὦ τέκνον, ἔξελθ', Ἑρμιόνη, δόμων πάρος
καὶ λαβὲ χοὰς τάσδ' ἐν χεροῖν κόμας τ' ἐμάς·
Ἐλθοῦσα δ' ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
[115] μελίκρατ' ἄφες γάλακτος οἰνωπόν τ' ἄχνην,
καὶ στᾶσ' ἐπ' ἄκρου χώματος λέξον τάδε·
Ἑλένη σ' ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
Ἀργεῖον ὄχλον. Πρευμενῆ δ' ἄνωγέ νιν
[120] ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
τοῖν τ' ἀθλίοιν τοῖνδ', οὓς ἀπώλεσεν θεός.
Ἃ δ' εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
ἅπανθ' ὑπισχνοῦ νερτέρων δωρήματα.
Ἴθ', ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
[125] δοῦσ' ὡς τάχιστα τῆς πάλιν μέμνησ' ὁδοῦ.

Ἠλέκτρα

[126] Ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ' εἶ κακόν,
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
Εἴδετε παρ' ἄκρας ὡς ἀπέθρισεν τρίχας,
σῴζουσα κάλλος; Ἔστι δ' ἡ πάλαι γυνή.
[130] Θεοί σε μισήσειαν, ὥς μ' ἀπώλεσας
καὶ τόνδε πᾶσάν θ' Ἑλλάδα. Ὦ τάλαιν' ἐγώ·
αἵδ' αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
φίλαι ξυνῳδοί· τάχα μεταστήσουσ' ὕπνου
τόνδ' ἡσυχάζοντ', ὄμμα δ' ἐκτήξουσ' ἐμὸν
[135] δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.

Ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
χωρεῖτε, μὴ ψοφεῖτε, μηδ' ἔστω κτύπος.
Φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλ' ἐμοὶ
τόνδ' ἐξεγεῖραι συμφορὰ γενήσεται.

Χορός

[140] σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης
τίθετε, μὴ κτυπεῖτ'.

Ἠλέκτρα

ἀποπρὸ βᾶτ' ἐκεῖσ', ἀποπρό μοι κοίτας.

Χορός

Ἰδού, πείθομαι.

Ἠλέκτρα

[145] Ἆ ἆ σύριγγος ὅπως πνοὰ
λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.

Χορός

Ἴδ', ἀτρεμαῖον ὡς ὑπόροφον φέρω
βοάν.

Ἠλέκτρα

Ναί, οὕτως·
Κάταγε κάταγε, πρόσιθ' ἀτρέμας, ἀτρέμας ἴθι·
[150] λόγον ἀπόδος ἐφ' ὅ τι χρέος ἐμόλετέ ποτε.
Χρόνια γὰρ πεσὼν ὅδ' εὐνάζεται.

Χορός

Πῶς ἔχει; Λόγου μετάδος, ὦ φίλα·
τίνα τύχαν εἴπω; Τίνα δὲ συμφοράν;

Ἠλέκτρα

[155] Ἔτι μὲν ἐμπνέει, βραχὺ δ' ἀναστένει.

Χορός

Τί φῄς; ὦ τάλας.

Ἠλέκτρα

[158] Ὀλεῖς, εἰ βλέφαρα κινήσεις
ὕπνου γλυκυτάταν φερομένῳ χάριν.

Χορός

[160] Μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,
τάλας.

Ἠλέκτρα

[162] Φεῦ μόχθων.
Ἄδικος ἄδικα τότ' ἄρ' ἔλακεν ἔλακεν, ἀπό-
φονον ὅτ' ἐπὶ τρίποδι Θέμιδος ἄρ' ἐδίκασε
[165] φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.

Χορός

Ὁρᾷς; Ἐν πέπλοισι κινεῖ δέμας.

Ἠλέκτρα

Σὺ γάρ νιν, ὦ τάλαινα,
θωύ̈ξασ' ἔβαλες ἐξ ὕπνου.

Χορός

Εὕδειν μὲν οὖν ἔδοξα.

Ἠλέκτρα

[170] Οὐκ ἀφ' ἡμῶν, οὐκ ἀπ' οἴκων
πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
μεθεμένα κτύπου;

Χορός

Ὑπνώσσει.

Ἠλέκτρα

[173] Λέγεις εὖ.
πότνια, πότνια νύξ,
[175] ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,
[178] ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
[180] Ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς
διοιχόμεθ', οἰχόμεθα. Κτύπον ἠγάγετ'· οὐχὶ σῖγα
σῖγα φυλασσομένα στόματος
[185] ἄνα κέλαδον ἀπὸ λέχεος ἥ-
συχον ὕπνου χάριν παρέξεις, φίλα;

Χορός

Θρόει τίς κακῶν τελευτὰ μένει.

Ἠλέκτρα

Θανεῖν <θανεῖν>, τί δ' ἄλλο;
Οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.

Χορός

[190] Πρόδηλος ἆρ' ὁ πότμος.

Ἠλέκτρα

Ἐξέθυσ' ὁ Φοῖβος ἡμᾶς
μέλεον ἀπόφονον αἷμα δοὺς
πατροφόνου ματρός.

Χορός

Δίκᾳ μέν.

Ἠλέκτρα

Καλῶς δ' οὔ.
[195] Ἔκανες ἔθανες, ὦ
τεκομένα με μᾶτερ, ἀπὸ δ' ὤλεσας
πατέρα τέκνα τε τάδε σέθεν ἀφ' αἵματος·
[200] Ὀλόμεθ' ἰσονέκυες, ὀλόμεθα.
Σύ τε γὰρ ἐν νεκροῖς, τό τ' ἐμὸν οἴχεται
[204] βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι
[205] δάκρυσί τ' ἐννυχίοις, ἄγαμος
ἐπὶ δ' ἄτεκνος ἅτε βίοτον ἁ
μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.

Χορός

Ὅρα παροῦσα, παρθέν' Ἠλέκτρα, πέλας,
μὴ κατθανών σε σύγγονος λέληθ' ὅδε·
[210] οὐ γάρ μ' ἀρέσκει τῷ λίαν παρειμένῳ.

Ὀρέστης

[211] Ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.
Ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
[215]πόθεν ποτ' ἦλθον δεῦρο; Πῶς δ' ἀφικόμην;
Ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.

Ἠλέκτρα

Ὦ φίλταθ', ὥς μ' ηὔφρανας εἰς ὕπνον πεσών.
Βούλῃ θίγω σου κἀνακουφίσω δέμας;

Ὀρέστης

Λαβοῦ λαβοῦ δῆτ', ἐκ δ' ὄμορξον ἀθλίου
[220] στόματος ἀφρώδη πέλανον ὀμμάτων τ' ἐμῶν.

Ἠλέκτρα

Ἰδού· τὸ δούλευμ' ἡδύ, κοὐκ ἀναίνομαι
ἀδέλφ' ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.

Ὀρέστης

Ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.

Ἠλέκτρα

[225] Ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.

Ὀρέστης

Κλῖνόν μ' ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.

Ἠλέκτρα

Ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
[230] ἀνιαρὸν ὂν τὸ κτῆμ', ἀναγκαῖον δ' ὅμως.

Ὀρέστης

Αὖθίς μ' ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
Δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.

Ἠλέκτρα

Ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
χρόνιον ἴχνος θείς; Μεταβολὴ πάντων γλυκύ.

Ὀρέστης

[235] Μάλιστα· δόξαν γὰρ τόδ' ὑγιείας ἔχει.
Κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.

Ἠλέκτρα

Ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.

Ὀρέστης

Λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
[240] Εἰ δ' ἐς βλάβην τιν', ἅλις ἔχω τὸ δυστυχεῖν.

Ἠλέκτρα

[241] Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
ἐν Ναυπλίᾳ δὲ σέλμαθ' ὥρμισται νεῶν.

Ὀρέστης

Πῶς εἶπας; Ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;

Ἠλέκτρα

[245] Ἥκει τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου
Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.

Ὀρέστης

Εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
εἰ δ' ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.

Ἠλέκτρα

Ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
[250] γένος θυγατέρων δυσκλεές τ' ἀν' Ἑλλάδα.

Ὀρέστης

Σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·
καὶ μὴ μόνον λέγ', ἀλλὰ καὶ φρόνει τάδε.

Ἠλέκτρα

Οἴμοι, κασίγνητ', ὄμμα σὸν ταράσσεται,
ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.

Ὀρέστης

[255] Ὦ μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι
τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
Αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.

Ἠλέκτρα

Μέν', ὦ ταλαίπωρ', ἀτρέμα σοῖς ἐν δεμνίοις·
Ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ' εἰδέναι.

Ὀρέστης

[260] Ὦ Φοῖβ', ἀποκτενοῦσί μ' αἱ κυνώπιδες
γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.

Ἠλέκτρα

Οὔτοι μεθήσω· χεῖρα δ' ἐμπλέξασ' ἐμὴν
σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.

Ὀρέστης

Μέθες· μί' οὖσα τῶν ἐμῶν Ἐρινύων
[265] μέσον μ' ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.

Ἠλέκτρα

Οἲ 'γὼ τάλαινα, τίν' ἐπικουρίαν λάβω,
ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;

Ὀρέστης

[268] Δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
Οἷς μ' εἶπ' Ἀπόλλων ἐξαμύνασθαι θεάς,
[270] εἴ μ' ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
Βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
εἰ μὴ 'ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
Οὐκ εἰσακούετ'; Οὐχ ὁρᾶθ' ἑκηβόλων
τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
[274β] Ἆ ἆ·
[275] τί δῆτα μέλλετ'; Ἐξακρίζετ' αἰθέρα
πτεροῖς· τὰ Φοίβου δ' αἰτιᾶσθε θέσφατα.
[276β] Ἔα·
τί χρῆμ' ἀλύω, πνεῦμ' ἀνεὶς ἐκ πλευμόνων;
Ποῖ ποῖ ποθ' ἡλάμεσθα δεμνίων ἄπο;
Ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν' ὁρῶ.
[280] Σύγγονε, τί κλαίεις κρᾶτα θεῖσ' ἔσω πέπλων;
Αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
Μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
σὺ μὲν γὰρ ἐπένευσας τάδ', εἴργασται δ' ἐμοὶ
[285] μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,
ὅστις μ' ἐπάρας ἔργον ἀνοσιώτατον,
τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ' ἔργοισιν οὔ.
Οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ' ὄμματα
ἐξιστόρουν νιν, μητέρ' εἰ κτεῖναι χρεών,
[290] πολλὰς γενείου τοῦδ' ἂν ἐκτεῖναι λιτὰς
μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
εἰ μήτ' ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
ἐγώ θ' ὁ τλήμων τοιάδ' ἐκπλήσειν κακά.
[294] Καὶ νῦν ἀνακάλυπτ', ὦ κασιγνήτη, κάρα,
[295] ἐκ δακρύων τ' ἄπελθε, κεἰ μάλ' ἀθλίως
ἔχομεν. Ὅταν δὲ τἄμ' ἀθυμήσαντ' ἴδῃς,
σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
ἴσχναινε παραμυθοῦ θ'· ὅταν δὲ σὺ στένῃς,
ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
[300] ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
Ἀλλ', ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
ὕπνῳ τ' ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
σίτων τ' ὄρεξαι λουτρά τ' ἐπιβαλοῦ χροί̈.
Εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον
[305] κτήσῃ τιν', οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην
ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.

Ἠλέκτρα

[307] Οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,
γυνὴ τί δράσω; Πῶς μόνη σωθήσομαι,
[310] ἀνάδελφος ἀπάτωρ ἄφιλος; Εἰ δὲ σοὶ δοκεῖ,
δρᾶν χρὴ τάδ'. Ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σ' ἐκ δεμνίων
ἄγαν ἀποδέχου, μένε δ' ἐπὶ στρωτοῦ λέχους.
Κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
[315] κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.

Χορός

[316] Αἰαῖ,
δρομάδες ὦ πτεροφόροι
ποτνιάδες θεαί,
ἀβάκχευτον αἳ θίασον ἐλάχετ' ἐν
[320] δάκρυσι καὶ γόοις,
μελάγχρωτες εὐμενίδες, αἵτε τὸν
ταναὸν αἰθέρ' ἀμπάλλεσθ', αἵματος
τινύμεναι δίκαν, τινύμεναι φόνον,
καθικετεύομαι καθικετεύομαι,
[325] τὸν Ἀγαμέμνονος
γόνον ἐάσατ' ἐκλαθέσθαι λύσσας
μανιάδος φοιταλέου. Φεῦ μόχθων,
οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,
τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε-
[330] ξάμενος ἀνὰ δάπεδον,
ἵνα μεσόμφαλοι λέγονται μυχοί.

[332] Ἰὼ Ζεῦ,
τίς ἔλεος, τίς ὅδ' ἀγὼν
φόνιος ἔρχεται,
[335] θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα
δάκρυσι συμβάλλει
πορεύων τις ἐς δόμον ἀλαστόρων
ματέρος αἷμα σᾶς, ὅ σ' ἀναβακχεύει;
[340] Ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·
[339] κατολοφύρομαι κατολοφύρομαι.
[341] Ἀνὰ δὲ λαῖφος ὥς
τις ἀκάτου θοᾶς τινάξας δαίμων
κατέκλυσεν δεινῶν πόνων ὡς πόντου
λάβροις ὀλεθρίοισιν ἐν κύμασιν.
[345] Τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ
θεογόνων γάμων,
τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;

[348] Καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
[350] δῆλος ὁρᾶσθαι
τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
Ὦ χιλιόναυν στρατὸν ὁρμήσας
ἐς γῆν Ἀσίαν,
χαῖρ', εὐτυχίᾳ δ' αὐτὸς ὁμιλεῖς,
[355] θεόθεν πράξας ἅπερ ηὔχου.

Μενέλαος

[356] Ὦ δῶμα, τῇ μέν σ' ἡδέως προσδέρκομαι
Τροίαθεν ἐλθών, τῇ δ' ἰδὼν καταστένω·
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
οὐπώποτ' ἄλλην μᾶλλον εἶδον ἑστίαν.
[360] Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
[365] ὅς μοι τόδ' εἶπεν ἐμφανῶς κατασταθείς·
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
Δακρύων δ' ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. Ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
[370] ἤδη δάμαρτος ἐνθάδ' ἐξορμωμένης,
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
[375] Καὶ νῦν ὅπου 'στὶν εἴπατ', ὦ νεάνιδες,
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν' ἔτλη κακά.
Βρέφος γὰρ ἦν τότ' ἐν Κλυταιμήστρας χεροῖν,
ὅτ' ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστ' οὐκ ἂν αὐτὸν γνωρίσαιμ' ἂν εἰσιδών.

Ὀρέστης

[380] Ὃδ' εἴμ' Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
Ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
Τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
σῷσόν μ'· ἀφῖξαι δ' αὐτὸς ἐς καιρὸν κακῶν.

Μενέλαος

[385] Ὦ θεοί, τί λεύσσω; Τίνα δέδορκα νερτέρων;

Ὀρέστης

Εὖ γ' εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δ' ὁρῶ.

Μενέλαος

Ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.

Ὀρέστης

Οὐχ ἡ πρόσοψίς μ', ἀλλὰ τἄργ' αἰκίζεται.

Μενέλαος

Δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.

Ὀρέστης

[390] Τὸ σῶμα φροῦδον· τὸ δ' ὄνομ' οὐ λέλοιπέ μοι.

Μενέλαος

Ὦ παρὰ λόγον μοι σὴ φανεῖσ' ἀμορφία.

Ὀρέστης

Ὅδ' εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.

Μενέλαος

Ἤκουσα, φείδου δ'· ὀλιγάκις λέγειν κακά.

Ὀρέστης

Φειδόμεθ'· ὁ δαίμων δ' ἐς ἐμὲ πλούσιος κακῶν.

Μενέλαος

[395] Τί χρῆμα πάσχεις; Τίς σ' ἀπόλλυσιν νόσος;

Ὀρέστης

Ἡ σύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος.

Μενέλαος

Πῶς φῄς; Σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.

Ὀρέστης

Λύπη μάλιστά γ' ἡ διαφθείρουσά με

Μενέλαος

Δεινὴ γὰρ ἡ θεός, ἀλλ' ὅμως ἰάσιμος.

Ὀρέστης

[400] Μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.

Μενέλαος

Ἤρξω δὲ λύσσης πότε; Τίς ἡμέρα τότ' ἦν;

Ὀρέστης

Ἐν ᾗ τάλαιναν μητέρ' ἐξώγκουν τάφῳ.

Μενέλαος

Πότερα κατ' οἴκους ἢ προσεδρεύων πυρᾷ;

Ὀρέστης

Νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.

Μενέλαος

[405] Παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;

Ὀρέστης

Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.

Μενέλαος

Ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;

Ὀρέστης

Ἔδοξ' ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.

Μενέλαος

Οἶδ' ἃς ἔλεξας, ὀνομάσαι δ' οὐ βούλομαι.

Ὀρέστης

[410] Σεμναὶ γάρ· εὐπαίδευτα δ' ἀπετρέπου λέγειν.

Μενέλαος

Αὗταί σε βακχεύουσι συγγενῆ φόνον;

Ὀρέστης

Οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.

Μενέλαος

Οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.

Ὀρέστης

Ἀλλ' ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.

Μενέλαος

[415] Μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.

Ὀρέστης

Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.

Μενέλαος

Ἀμαθέστερός γ' ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.

Ὀρέστης

Δουλεύομεν θεοῖς, ὅ τι ποτ' εἰσὶν οἱ θεοί.

Μενέλαος

Κᾆτ' οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;

Ὀρέστης

[420] Μέλλει· τὸ θεῖον δ' ἐστὶ τοιοῦτον φύσει.

Μενέλαος

Πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;

Ὀρέστης

Ἕκτον τόδ' ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.

Μενέλαος

Ὡς ταχὺ μετῆλθόν σ' αἷμα μητέρος θεαί.

Ὀρέστης

Οὐ σοφός, ἀληθὴς δ' ἐς φίλους <ἔφυν φίλος.>

Μενέλαος

[425] Πατρὸς δὲ δή τι σ' ὠφελεῖ τιμωρία;

Ὀρέστης

Οὔπω· τὸ μέλλον δ' ἴσον ἀπραξίᾳ λέγω.

ΜενP