Texte grec repris sur le site
Μικρός Απόπλους
Αρχαία
Ελληνικά
Κείμενα
traduction française de Henri Berguin..
Garnier
Εὐριπίδης
Μήδεια

|
ΜΗΔΕΙΑ ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς͵ νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν͵ φίλαι͵ γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν· νῦν [δ΄] ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην. οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ΄ ἐκάμνομεν λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων· ἐκ τοῦδ΄ ἀναψόμεσθα πρυμνήτην κάλων͵ 770 μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος. ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους. πέμψασ΄ ἐμῶν τιν΄ οἰκετῶν Ἰάσονα ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι· μολόντι δ΄ αὐτῷ μαλθακοὺς λέξω λόγους͵ ὡς καὶ δοκεῖ μοι ταὐτά͵ καὶ καλῶς ἔχειν γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει· καὶ ξύμφορ΄ εἶναι καὶ καλῶς ἐγνωσμένα. παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι͵ 780 οὐχ ὡς λιποῦσ΄ ἂν πολεμίας ἐπὶ χθονὸς ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι͵ ἀλλ΄ ὡς δόλοισι παῖδα βασιλέως κτάνω. πέμψω γὰρ αὐτοὺς δῶρ΄ ἔχοντας ἐν χεροῖν͵ νύμφῃ φέροντας͵ τήνδε μὴ φυγεῖν χθόνα͵ λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ͵ κακῶς ὀλεῖται πᾶς θ΄ ὃς ἂν θίγῃ κόρης· τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα. ἐνταῦθα μέντοι τόνδ΄ ἀπαλλάσσω λόγον· 790 ᾤμωξα δ΄ οἷον ἔργον ἔστ΄ ἐργαστέον τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ τἄμ΄· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· δόμον τε πάντα συγχέασ΄ Ἰάσονος ἔξειμι γαίας͵ φιλτάτων παίδων φόνον φεύγουσα καὶ τλᾶσ΄ ἔργον ἀνοσιώτατον. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν͵ φίλαι. ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς οὔτ΄ οἶκος ἔστιν οὔτ΄ ἀποστροφὴ κακῶν. ἡμάρτανον τόθ΄ ἡνίκ΄ ἐξελίμπανον 800 δόμους πατρῴους͵ ἀνδρὸς Ἕλληνος λόγοις πεισθεῖσ΄͵ ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην. οὔτ΄ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου νύμφης τεκνώσει παῖδ΄͵ ἐπεὶ κακῶς κακὴν θανεῖν σφ΄ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις. μηδείς με φαύλην κἀσθενῆ νομιζέτω μηδ΄ ἡσυχαίαν͵ ἀλλὰ θατέρου τρόπου͵ βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. 810 ΧΟΡΟΣ ἐπείπερ ἡμῖν τόνδ΄ ἐκοίνωσας λόγον͵ σέ τ΄ ὠφελεῖν θέλουσα͵ καὶ νόμοις βροτῶν ξυλλαμβάνουσα͵ δρᾶν σ΄ ἀπεννέπω τάδε. ΜΗΔΕΙΑ οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν τάδ΄ ἐστί͵ μὴ πάσχουσαν͵ ὡς ἐγώ͵ κακῶς. ΧΟΡΟΣ ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις͵ γύναι; ΜΗΔΕΙΑ οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις. ΧΟΡΟΣ σὺ δ΄ ἂν γένοιό γ΄ ἀθλιωτάτη γυνή. ΜΗΔΕΙΑ ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι. ἀλλ΄ εἶα χώρει καὶ κόμιζ΄ Ἰάσονα· 820 ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα. λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων͵ εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ΄ ἔφυς. |
MÉDÉE |
|
|
|
| ΧΟΡΟΣ Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι [στρ. καὶ θεῶν παῖδες μακάρων͵ ἱερᾶς χώρας ἀπορθήτου τ΄ ἄπο͵ φερβόμενοι κλεινοτάταν σοφίαν͵ αἰεὶ διὰ λαμπροτάτου βαίνοντες ἁβρῶς αἰθέρος͵ ἔνθα ποθ΄ ἁγνὰς 830 ἐννέα Πιερίδας Μούσας λέγουσι ξανθὰν Ἁρμονίαν φυτεῦσαι· τοῦ καλλινάου τ΄ ἐπὶ Κηφισοῦ ῥοαῖς [ἀντ. τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν χώραν καταπνεῦσαι μετρίας ἀνέμων ἡδυπνόους αὔρας· αἰεὶ δ΄ ἐπιβαλλομέναν 840 χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας͵ παντοίας ἀρετᾶς ξυνεργούς. πῶς οὖν ἱερῶν ποταμῶν [στρ. ἢ πόλις; ἦ φίλων πόμπιμός σε χώρα τὰν παιδολέτειραν ἕξει͵ τὰν οὐχ ὁσίαν μετ΄ ἄλλων; 850 σκέψαι τεκέων πλαγάν͵ σκέψαι φόνον οἷον αἴρῃ. μή͵ πρὸς γονάτων σε πάντη πάντως ἱκετεύομεν͵ τέκνα φονεύσῃς. πόθεν θράσος ἢ φρενὸς ἢ [ἀντ. χειρὶ τέκνων σέθεν καρδίᾳ τε λήψῃ δεινὰν προσάγουσα τόλμαν; πῶς δ΄ ὄμματα προσβαλοῦσα 860 τέκνοις ἄδακρυν μοῖραν σχήσεις φόνου; οὐ δυνάσῃ͵ παίδων ἱκετᾶν πιτνόντων͵ τέγξαι χέρα φοινίαν τλάμονι θυμῷ. |
LE CHOEUR Antistrophe I ...là qu'aux belles ondes du Céphise, comme on le conte, Cypris vient puiser, pour les verser sur le pays, les brises tempérées au soude de miel; là que, toujours, ceignant ses cheveux flottants d'une couronne parfumée de fleurs de roses, elle envoie siéger auprès de la Sagesse les Amours, auxiliaires de toute vertu (153). Strophe II. — Comment donc la ville des fleuves sacrés (154), la contrée qui fait cortège à ses amis, te gardera-t-elle, toi, la meurtrière de tes fils, toi qui es impure même chez les autres hommes ? Songe au coup dont tu vas frapper tes enfants. Songe au meurtre dont tu te charges. Ah! par tes genoux, de toute notre force, nous t'en supplions, n'assassine pas tes enfants! Antistrophe II. — Où donc ton âme, où donc ton bras trouveront-ils le courage de porter au coeur de tes enfants les coups d'une horrible audace ? Comment, jetant les yeux sur tes fils, commettras-tu le meurtre sans verser de larmes ? Tu ne pourras pas, tes fils tombant suppliants à tes pieds, tacher de sang ta main, avec un coeur intrépide. (Entre Jason. La nourrice le suit.)
|
| ΙΑΣΩΝ ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς οὔ τἂν ἁμάρτοις τοῦδέ γ΄͵ ἀλλ΄ ἀκούσομαι τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ͵ γύναι. ΜΗΔΕΙΑ Ἰᾶσον͵ αἰτοῦμαί σε τῶν εἰρημένων συγγνώμον΄ εἶναι· τὰς δ΄ ἐμὰς ὀργὰς φέρειν 870 εἰκός σ΄͵ ἐπεὶ νῷν πόλλ΄ ὑπείργασται φίλα. ἐγὼ δ΄ ἐμαυτῇ διὰ λόγων ἀφικόμην κἀλοιδόρησα· Σχετλία͵ τί μαίνομαι καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ͵ ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι πόσει θ΄͵ ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα͵ γήμας τύραννον καὶ κασιγνήτους τέκνοις ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι θυμοῦ—τί πάσχω;— θεῶν ποριζόντων καλῶς; οὐκ εἰσὶ μέν μοι παῖδες͵ οἶδα δὲ χθόνα 880 φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων; ταῦτ΄ ἐννοήσασ΄ ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη. νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ΄ ἐμοὶ δοκεῖς κῆδος τόδ΄ ἡμῖν προσλαβών͵ ἐγὼ δ΄ ἄφρων͵ ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων͵ καὶ ξυγγαμεῖν σοι͵ καὶ παρεστάναι λέχει νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν. ἀλλ΄ ἐσμὲν οἷόν ἐσμεν͵ οὐκ ἐρῶ κακόν͵ γυναῖκες· οὔκουν χρῆν σ΄ ὁμοιοῦσθαι κακοῖς͵ 890 οὐδ΄ ἀντιτείνειν νήπι΄ ἀντὶ νηπίων. παριέμεσθα͵ καί φαμεν κακῶς φρονεῖν τότ΄͵ ἀλλ΄ ἄμεινον νῦν βεβούλευμαι τάδε· ὦ τέκνα τέκνα͵ δεῦτε͵ λείπετε στέγας͵ ἐξέλθετ΄͵ ἀσπάσασθε καὶ προσείπατε πατέρα μεθ΄ ἡμῶν͵ καὶ διαλλάχθηθ΄ ἅμα τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα· σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος. λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι͵ κακῶν ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. 900 ἆρ΄͵ ὦ τέκν΄͵ οὕτω καὶ πολὺν ζῶντες χρόνον φίλην ὀρέξετ΄ ὠλένην; τάλαιν΄ ἐγώ͵ ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη ὄψιν τέρειναν τήνδ΄ ἔπλησα δακρύων. ΧΟΡΟΣ κἀμοὶ κατ΄ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ· καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν. ΙΑΣΩΝ αἰνῶ͵ γύναι͵ τάδ΄͵ οὐδ΄ ἐκεῖνα μέμφομαι· εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος γάμου παρεμπολῶντος ἀλλοίου πόσει. 910 ἀλλ΄ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ͵ ἔγνως δὲ τὴν νικῶσαν͵ ἀλλὰ τῷ χρόνῳ͵ βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος. ὑμῖν δέ͵ παῖδες͵ οὐκ ἀφροντίστως πατὴρ πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν· οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας τὰ πρῶτ΄ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι. ἀλλ΄ αὐξάνεσθε· τἄλλα δ΄ ἐξεργάζεται πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής· ἴδοιμι δ΄ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος 920 μολόντας͵ ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους. αὕτη͵ τί χλωροῖς δακρύοις τέγγεις κόρας͵ στρέψασα λευκὴν ἔμπαλιν παρηίδα; κοὐκ ἀσμένη τόνδ΄ ἐξ ἐμοῦ δέχῃ λόγον; |
JASON |
| ΜΗΔΕΙΑ οὐδέν. τέκνων τῶνδ΄ ἐννοουμένη πέρι. ΙΑΣΩΝ θάρσει νυν· εὖ γὰρ τῶνδ΄ ἐγὼ θήσω πέρι. ΜΗΔΕΙΑ δράσω τάδ΄· οὔτοι σοῖς ἀπιστήσω λόγοις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. ΙΑΣΩΝ τί δῆτα λίαν τοῖσδ΄ ἐπιστένεις τέκνοις; ΜΗΔΕΙΑ ἔτικτον αὐτούς· ζῆν δ΄ ὅτ΄ ἐξηύχου τέκνα͵ 930 ἐσῆλθέ μ΄ οἶκτος εἰ γενήσεται τάδε. ἀλλ΄ ὧνπερ οὕνεκ΄ εἰς ἐμοὺς ἥκεις λόγους͵ τὰ μὲν λέλεκται͵ τῶν δ΄ ἐγὼ μνησθήσομαι. ἐπεὶ τυράννοις γῆς μ΄ ἀποστεῖλαι δοκεῖ κἀμοὶ τάδ΄ ἐστὶ λῷστα͵ γιγνώσκω καλῶς͵ μήτ΄ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις— ἡμεῖς μὲν ἐκ γῆς τῆσδ΄ ἀπαίρομεν φυγῇ͵ παῖδες δ΄ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί͵ αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα. 940 ΙΑΣΩΝ οὐκ οἶδ΄ ἂν εἰ πείσαιμι͵ πειρᾶσθαι δὲ χρή. ΜΗΔΕΙΑ σὺ δ΄ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα. ΙΑΣΩΝ μάλιστα͵ καὶ πείσειν γε δοξάζω σφ΄ ἐγώ. ΜΗΔΕΙΑ εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου· πέμψω γὰρ αὐτῇ δῶρ΄ ἃ καλλιστεύεται τῶν νῦν ἐν ἀνθρώποισιν͵ οἶδ΄ ἐγώ͵ πολύ͵ λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον παῖδας φέροντας. ἀλλ΄ ὅσον τάχος χρεὼν 950 κόσμον κομίζειν δεῦρο προσπόλων τινά. εὐδαιμονήσει δ΄ οὐχ ἕν͵ ἀλλὰ μυρία͵ ἀνδρός τ΄ ἀρίστου σοῦ τυχοῦσ΄ ὁμευνέτου κεκτημένη τε κόσμον ὅν ποθ΄ ῞Ηλιος πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς. λάζυσθε φερνὰς τάσδε͵ παῖδες͵ ἐς χέρας καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται. ΙΑΣΩΝ τί δ΄͵ ὦ ματαία͵ τῶνδε σὰς κενοῖς χέρας; δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων͵ 960 δοκεῖς δὲ χρυσοῦ; σῷζε͵ μὴ δίδου τάδε. εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς γυνή͵ προθήσει χρημάτων͵ σάφ΄ οἶδ΄ ἐγώ. ΜΗΔΕΙΑ μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος· χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς. κείνης ὁ δαίμων͵ κεῖνα νῦν αὔξει θεός͵ νέα τυραννεῖ· τῶν δ΄ ἐμῶν παίδων φυγὰς ψυχῆς ἂν ἀλλαξαίμεθ΄͵ οὐ χρυσοῦ μόνον. ἀλλ΄͵ ὦ τέκν΄͵ εἰσελθόντε πλουσίους δόμους πατρὸς νέαν γυναῖκα͵ δεσπότιν δ΄ ἐμήν͵ 970 ἱκετεύετ΄͵ ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα͵ κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ— ἐς χεῖρ΄ ἐκείνης δῶρα δέξασθαι τάδε. ἴθ΄ ὡς τάχιστα· μητρὶ δ΄ ὧν ἐρᾷ τυχεῖν εὐάγγελοι γένοισθε πράξαντες καλῶς. |
MÉDÉE |
| ΧΟΡΟΣ νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας͵ [στρ. οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη. δέξεται νύμφα χρυσέων ἀναδεσμῶν δέξεται δύστανος ἄταν· ξανθᾷ δ΄ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα 980 κόσμον αὐτὰ χεροῖν. [λαβοῦσα.] πείσει χάρις ἀμβρόσιός τ΄ αὐγὰ πέπλων [ἀντ. χρυσέων τευκτὸν στέφανον περιθέσθαι· νερτέροις δ΄ ἤδη πάρα νυμφοκομήσει. τοῖον εἰς ἕρκος πεσεῖται καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ΄ οὐχ ὑπεκφεύξεται. σὺ δ΄͵ ὦ τάλαν͵ ὦ κακόνυμφε κηδεμὼν τυράννων͵ [στρ. παισὶν οὐ κατειδὼς 990 ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε σᾷ στυγερὸν θάνατον. δύστανε μοίρας ὅσον παροίχῃ. μεταστένομαι δὲ σὸν ἄλγος͵ ὦ τάλαινα παίδων [ἀντ. μᾶτερ͵ ἃ φονεύσεις τέκνα νυμφιδίων ἕνεκεν λεχέων͵ ἅ σοι προλιπὼν ἀνόμως 1000 ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ. |
LE CHŒUR Antistrophe I. — Elle se laissera persuader par leur charme et par leur immortel éclat de revêtir le voile et le diadème d'or ciselé; c'est aux enfers qu'elle portera sa parure d'épousée. Voici le filet où elle tombera, et son lot fatal : la mort. L'infortunée! A la fatalité elle n'échappera pas. Strophe II. — Et toi, ô malheureux, perfide époux, gendre d'un roi, sans le savoir sur tes enfants c'est la ruine que tu attires, et sur ton épouse une affreuse mort. Infortuné! sur ton sort combien tu te méprends ! Antistrophe II. — je pleure aussi ta douleur, ô mère mal-heureuse dans tes fils, toi qui verseras le sang de tes enfants à cause du lit nuptial qu'un époux, en dépit de toute loi, a quitté pour partager la vie et la couche d'une autre.(Les enfants reviennent avec le gouverneur.)
|
| ΠΑΙΔΑΓΩΓΟΣ δέσποιν΄͵ ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς͵ καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν ἐδέξατ΄· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις. ἔα. τί συγχυθεῖσ΄ ἕστηκας ἡνίκ΄ εὐτυχεῖς; [τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα κοὐκ ἀσμένη τόνδ΄ ἐξ ἐμοῦ δέχῃ λόγον;] ΜΗΔΕΙΑ αἰαῖ. ΠΑΙΔΑΓΩΓΟΣ τάδ΄ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις. ΜΗΔΕΙΑ αἰαῖ μάλ΄ αὖθις. ΠΑΙΔΑΓΩΓΟΣ μῶν τιν΄ ἀγγέλλων τύχην οὐκ οἶδα͵ δόξης δ΄ ἐσφάλην εὐαγγέλου; 1010 ΜΗΔΕΙΑ ἤγγειλας οἷ΄ ἤγγειλας· οὐ σὲ μέμφομαι. ΠΑΙΔΑΓΩΓΟΣ τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς; ΜΗΔΕΙΑ πολλή μ΄ ἀνάγκη͵ πρέσβυ· ταῦτα γὰρ θεοὶ κἀγὼ κακῶς φρονοῦσ΄ ἐμηχανησάμην. ΠΑΙΔΑΓΩΓΟΣ θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι. ΜΗΔΕΙΑ ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν΄ ἐγώ. ΠΑΙΔΑΓΩΓΟΣ οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων· κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς. ΜΗΔΕΙΑ δράσω τάδ΄. ἀλλὰ βαῖνε δωμάτων ἔσω καὶ παισὶ πόρσυν΄ οἷα χρὴ καθ΄ ἡμέραν. 1020 ὦ τέκνα τέκνα͵ σφῷν μὲν ἔστι δὴ πόλις καὶ δῶμ΄͵ ἐν ᾧ͵ λιπόντες ἀθλίαν ἐμέ͵ οἰκήσετ΄ αἰεὶ μητρὸς ἐστερημένοι· ἐγὼ δ΄ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς͵ πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας͵ πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους εὐνὰς ἀγῆλαι λαμπάδας τ΄ ἀνασχεθεῖν. ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας. ἄλλως ἄρ΄ ὑμᾶς͵ ὦ τέκν΄͵ ἐξεθρεψάμην͵ ἄλλως δ΄ ἐμόχθουν καὶ κατεξάνθην πόνοις͵ 1030 στερρὰς ἐνεγκοῦσ΄ ἐν τόκοις ἀλγηδόνας. ἦ μήν ποθ΄ ἡ δύστηνος εἶχον ἐλπίδας πολλὰς ἐν ὑμῖν͵ γηροβοσκήσειν τ΄ ἐμὲ καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν͵ ζηλωτὸν ἀνθρώποισι· νῦν δ΄ ὄλωλε δὴ γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη λυπρὸν διάξω βίοτον ἀλγεινόν τ΄ ἐμοί. ὑμεῖς δὲ μητέρ΄ οὐκέτ΄ ὄμμασιν φίλοις ὄψεσθ΄͵ ἐς ἄλλο σχῆμ΄ ἀποστάντες βίου. φεῦ φεῦ· τί προσδέρκεσθέ μ΄ ὄμμασιν͵ τέκνα; 1040 τί προσγελᾶτε τὸν πανύστατον γέλων; αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται͵ γυναῖκες͵ ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων. οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς. τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά; οὐ δῆτ΄ ἔγωγε. χαιρέτω βουλεύματα. καίτοι τί πάσχω; βούλομαι γέλωτ΄ ὀφλεῖν ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους; 1050 τολμητέον τάδ΄. ἀλλὰ τῆς ἐμῆς κάκης͵ τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί. χωρεῖτε͵ παῖδες͵ ἐς δόμους. ὅτῳ δὲ μὴ θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν͵ αὐτῷ μελήσει· χεῖρα δ΄ οὐ διαφθερῶ. ἆ ἆ. μὴ δῆτα͵ θυμέ͵ μὴ σύ γ΄ ἐργάσῃ τάδε· ἔασον αὐτούς͵ ὦ τάλαν͵ φεῖσαι τέκνων· ἐκεῖ μεθ΄ ἡμῶν ζῶντες εὐφρανοῦσί σε. μὰ τοὺς παρ΄ Ἅιδῃ νερτέρους ἀλάστορας͵ οὔτοι ποτ΄ ἔσται τοῦθ΄ ὅπως ἐχθροῖς ἐγὼ 1060 παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι. [πάντως σφ΄ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή͵ ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.] πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται. καὶ δὴ ΄πὶ κρατὶ στέφανος͵ ἐν πέπλοισι δὲ νύμφη τύραννος ὄλλυται͵ σάφ΄ οἶδ΄ ἐγώ. ἀλλ΄͵ εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν͵ καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι͵ παῖδας προσειπεῖν βούλομαι. —δότ΄͵ ὦ τέκνα͵ δότ΄ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. 1070 ὦ φιλτάτη χείρ͵ φίλτατον δέ μοι στόμα καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων͵ εὐδαιμονοῖτον͵ ἀλλ΄ ἐκεῖ· τὰ δ΄ ἐνθάδε πατὴρ ἀφείλετ΄. ὦ γλυκεῖα προσβολή͵ ὦ μαλθακὸς χρὼς πνεῦμά θ΄ ἥδιστον τέκνων. χωρεῖτε χωρεῖτ΄· οὐκέτ΄ εἰμὶ προσβλέπειν οἵα τε πρὸς ὑμᾶς͵ ἀλλὰ νικῶμαι κακοῖς. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά͵ θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων͵ ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς. 1080 |
LE GOUVERNEUR |
| ΧΟΡΟΣ πολλάκις ἤδη διὰ λεπτοτέρων μύθων ἔμολον καὶ πρὸς ἁμίλλας ἦλθον μείζους ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν· ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν͵ ἣ προσομιλεῖ σοφίας ἕνεκεν· πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως κοὐκ ἀπόμουσον τὸ γυναικῶν. καί φημι βροτῶν οἵτινές εἰσιν 1090 πάμπαν ἄπειροι μηδ΄ ἐφύτευσαν παῖδας͵ προφέρειν εἰς εὐτυχίαν τῶν γειναμένων. οἱ μὲν ἄτεκνοι δι΄ ἀπειροσύνην εἴθ΄ ἡδὺ βροτοῖς εἴτ΄ ἀνιαρὸν παῖδες τελέθουσ΄ οὐχὶ τυχόντες πολλῶν μόχθων ἀπέχονται· οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις γλυκερὸν βλάστημ΄͵ ὁρῶ μελέτῃ κατατρυχομένους τὸν ἅπαντα χρόνον͵ 1100 πρῶτον μὲν ὅπως θρέψουσι καλῶς βίοτόν θ΄ ὁπόθεν λείψουσι τέκνοις· ἔτι δ΄ ἐκ τούτων εἴτ΄ ἐπὶ φλαύροις εἴτ΄ ἐπὶ χρηστοῖς μοχθοῦσι͵ τόδ΄ ἐστὶν ἄδηλον. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη πᾶσιν κατερῶ θνητοῖσι κακόν· καὶ δὴ γὰρ ἅλις βίοτόν θ΄ ηὗρον σῶμά τ΄ ἐς ἥβην ἤλυθε τέκνων χρηστοί τ΄ ἐγένοντ΄· εἰ δὲ κυρήσαι δαίμων οὕτως͵ φροῦδος ἐς Ἅιδην 1110 θάνατος προφέρων σώματα τέκνων. πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις τήνδ΄ ἔτι λύπην ἀνιαροτάτην παίδων ἕνεκεν θνητοῖσι θεοὺς ἐπιβάλλειν; ΜΗΔΕΙΑ φίλαι͵ πάλαι τοι προσμένουσα τὴν τύχην καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται. καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος στείχοντ΄ ὀπαδῶν· πνεῦμα δ΄ ἠρεθισμένον δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. 1120 |
LA CORYPHÉE
MÉDÉE |
![]() |
|
| ΑΓΓΕΛΟΣ ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη͵ Μήδεια͵ φεῦγε φεῦγε͵ μήτε ναΐαν λιποῦσ΄ ἀπήνην μήτ΄ ὄχον πεδοστιβῆ. ΜΗΔΕΙΑ τί δ΄ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς; ΑΓΓΕΛΟΣ ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη Κρέων θ΄ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο. ΜΗΔΕΙΑ κάλλιστον εἶπας μῦθον͵ ἐν δ΄ εὐεργέταις τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ. ΑΓΓΕΛΟΣ τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ͵ γύναι͵ ἥτις͵ τυράννων ἑστίαν ᾐκισμένη͵ 1130 χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε; ΜΗΔΕΙΑ ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου͵ φίλος͵ λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν τέρψειας ἡμᾶς͵ εἰ τεθνᾶσι παγκάκως. ΑΓΓΕΛΟΣ ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ σὺν πατρί͵ καὶ παρῆλθε νυμφικοὺς δόμους͵ ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς δμῶες· δι΄ ὤτων δ΄ εὐθὺς ἦν πολὺς λόγος σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. 1140 κυνεῖ δ΄ ὃ μέν τις χεῖρ΄͵ ὃ δὲ ξανθὸν κάρα παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο στέγας γυναικῶν σὺν τέκνοις ἅμ΄ ἑσπόμην. δέσποινα δ΄ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν͵ πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα͵ πρόθυμον εἶχ΄ ὀφθαλμὸν εἰς Ἰάσονα· ἔπειτα μέντοι προὐκαλύψατ΄ ὄμματα λευκήν τ΄ ἀπέστρεψ΄ ἔμπαλιν παρηίδα͵ παίδων μυσαχθεῖσ΄ εἰσόδους· πόσις δὲ σὸς ὀργάς τ΄ ἀφῄρει καὶ χόλον νεάνιδος 1150 λέγων τάδ΄· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις͵ παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα͵ φίλους νομίζουσ΄ οὕσπερ ἂν πόσις σέθεν͵ δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς φυγὰς ἀφεῖναι παισὶ τοῖσδ΄͵ ἐμὴν χάριν; ἣ δ΄ ὡς ἐσεῖδε κόσμον͵ οὐκ ἠνέσχετο͵ ἀλλ΄ ᾔνεσ΄ ἀνδρὶ πάντα͵ καὶ πρὶν ἐκ δόμων μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας͵ [σέθεν] λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο͵ χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις 1160 λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην͵ ἄψυχον εἰκὼ προσγελῶσα σώματος. κἄπειτ΄ ἀναστᾶσ΄ ἐκ θρόνων διέρχεται στέγας͵ ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί͵ δώροις ὑπερχαίρουσα͵ πολλὰ πολλάκις τένοντ΄ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη. τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ΄ ἰδεῖν· χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. 1170 καί τις γεραιὰ προσπόλων͵ δόξασά που ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν͵ ἀνωλόλυξε͵ πρίν γ΄ ὁρᾷ διὰ στόμα χωροῦντα λευκὸν ἀφρόν͵ ὀμμάτων τ΄ ἄπο κόρας στρέφουσαν͵ αἷμά τ΄ οὐκ ἐνὸν χροΐ· εἶτ΄ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν κωκυτόν. εὐθὺς δ΄ ἣ μὲν ἐς πατρὸς δόμους ὥρμησεν͵ ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν͵ φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν. 1180 ἤδη δ΄ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο͵ ἣ δ΄ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος δεινὸν στενάξασ΄ ἡ τάλαιν΄ ἠγείρετο. διπλοῦν γὰρ αὐτῇ πῆμ΄ ἐπεστρατεύετο· χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός͵ πέπλοι δὲ λεπτοί͵ σῶν τέκνων δωρήματα͵ λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος. φεύγει δ΄ ἀναστᾶσ΄ ἐκ θρόνων πυρουμένη͵ 1190 σείουσα χαίτην κρᾶτά τ΄ ἄλλοτ΄ ἄλλοσε͵ ῥῖψαι θέλουσα στέφανον· ἀλλ΄ ἀραρότως σύνδεσμα χρυσὸς εἶχε͵ πῦρ δ΄͵ ἐπεὶ κόμην ἔσεισε͵ μᾶλλον δὶς τόσως ἐλάμπετο. πίτνει δ΄ ἐς οὖδας συμφορᾷ νικωμένη͵ πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν· οὔτ΄ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις οὔτ΄ εὐφυὲς πρόσωπον͵ αἷμα δ΄ ἐξ ἄκρου ἔσταζε κρατὸς συμπεφυρμένον πυρί͵ σάρκες δ΄ ἀπ΄ ὀστέων ὥστε πεύκινον δάκρυ 1200 γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον͵ δεινὸν θέαμα· πᾶσι δ΄ ἦν φόβος θιγεῖν νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον. πατὴρ δ΄ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ· ᾤμωξε δ΄ εὐθύς͵ καὶ περιπτύξας χέρας κυνεῖ προσαυδῶν τοιάδ΄· Ὦ δύστηνε παῖ͵ τίς σ΄ ὧδ΄ ἀτίμως δαιμόνων ἀπώλεσε; τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν τίθησιν; οἴμοι͵ συνθάνοιμί σοι͵ τέκνον. 1210 ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο͵ χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας προσείχεθ΄ ὥστε κισσὸς ἔρνεσιν δάφνης λεπτοῖσι πέπλοις͵ δεινὰ δ΄ ἦν παλαίσματα· ὃ μὲν γὰρ ἤθελ΄ ἐξαναστῆσαι γόνυ͵ ἣ δ΄ ἀντελάζυτ΄. εἰ δὲ πρὸς βίαν ἄγοι͵ σάρκας γεραιὰς ἐσπάρασσ΄ ἀπ΄ ὀστέων. χρόνῳ δ΄ ἀπέσβη καὶ μεθῆχ΄ ὁ δύσμορος ψυχήν· κακοῦ γὰρ οὐκέτ΄ ἦν ὑπέρτερος. κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ 1220 πέλας͵ ποθεινὴ δακρύοισι συμφορά. καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν. τὰ θνητὰ δ΄ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν͵ οὐδ΄ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων τούτους μεγίστην ζημίαν ὀφλισκάνειν. θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ· ὄλβου δ΄ ἐπιρρυέντος εὐτυχέστερος ἄλλου γένοιτ΄ ἂν ἄλλος͵ εὐδαίμων δ΄ ἂν οὔ. 1230 |
LE MESSAGER |