|
ALLER
à LA TABLE DES MATIERES D'EURIPIDE
EURIPIDE

HIPPOLYTE,
TRAGÉDIE.
traduction française
si vous voulez allez à un
vers cliquez sur le chiffre entre []
Ἀφροδίτη
Πολλὴ μὲν ἐν βροτοῖσι
κοὐκ ἀνώνυμος
θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ' ἔσω·
ὅσοι τε Πόντου τερμόνων τ' Ἀτλαντικῶν
ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,
[5] τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δ' ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
Ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·
τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
Δείξω δὲ μύθων τῶνδ' ἀλήθειαν τάχα·
[10] ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,
Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
λέγει κακίστην δαιμόνων πεφυκέναι·
ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,
[15] Φοίβου δ' ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,
τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος,
χλωρὰν δ' ἀν' ὕλην παρθένῳ ξυνὼν ἀεὶ
κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
μείζω βροτείας προσπεσὼν ὁμιλίας.
[20] Τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;
Ἃ δ' εἰς ἔμ' ἡμάρτηκε τιμωρήσομαι
Ἱππόλυτον ἐν τῇδ' ἡμέρᾳ· τὰ πολλὰ δὲ
πάλαι προκόψασ', οὐ πόνου πολλοῦ με δεῖ.
Ἐλθόντα γάρ νιν Πιτθέως ποτ' ἐκ δόμων
[25] σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων
Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ
ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
Καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
[30] πέτραν παρ' αὐτὴν Παλλάδος, κατόψιον
γῆς τῆσδε ναὸν Κύπριδος ἐγκαθίσατο,
ἐρῶσ' ἔρωτ' ἔκδημον, Ἱππολύτῳ δ' ἔπι
τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.
Ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα
[35] μίασμα φεύγων αἵματος Παλλαντιδῶν
καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,
ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
κέντροις ἔρωτος ἡ τάλαιν' ἀπόλλυται
[40] σιγῇ, ξύνοιδε δ' οὔτις οἰκετῶν νόσον.
Ἀλλ' οὔτι ταύτῃ τόνδ' ἔρωτα χρὴ πεσεῖν,
δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται.
Καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος
[45] ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,
μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
Ἡ δ' εὐκλεὴς μὲν ἀλλ' ὅμως ἀπόλλυται
Φαίδρα· τὸ γὰρ τῆσδ' οὐ προτιμήσω κακὸν
τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
[50] δίκην τοσαύτην ὥστ' ἐμοὶ καλῶς ἔχειν.
Ἀλλ' εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
Πολὺς δ' ἅμ' αὐτῷ προσπόλων ὀπισθόπους
[55] κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν
ὕμνοισιν· οὐ γὰρ οἶδ' ἀνεῳγμένας πύλας
Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
Ἱππόλυτος
[58] Ἕπεσθ' ᾄδοντες
ἕπεσθε
τὰν Διὸς οὐρανίαν
[60] Ἄρτεμιν, ᾇ μελόμεσθα.
Ἱππόλυτος καὶ θεράποντες
πότνια πότνια σεμνοτάτα,
Ζηνὸς γένεθλον,
χαῖρε, χαῖρέ μοι, ὦ κόρα
[65] Λατοῦς Ἄρτεμι καὶ Διός,
καλλίστα πολὺ παρθένων,
ἃ μέγαν κατ' οὐρανὸν
ναίεις εὐπατέρειαν αὐ-
λάν, Ζηνὸς πολύχρυσον οἶκον.
[70] Χαῖρέ μοι, ὦ καλά, καλ-
λίστα τῶν κατ' Ὄλυμπον
παρθένων, Ἄρτεμι.
Ἱππόλυτος
[73] Σοὶ τόνδε
πλεκτὸν στέφανον ἐξ ἀκηράτου
λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
[75] ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτ' ἦλθέ πω σίδηρος, ἀλλ' ἀκήρατον
μέλισσα λειμῶν' ἠρινὴ διέρχεται,
Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,
ὅσοις διδακτὸν μηδὲν ἀλλ' ἐν τῇ φύσει
[80] τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ' ἀεί,
τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ' οὐ θέμις.
Ἀλλ', ὦ φίλη δέσποινα, χρυσέας κόμης
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
Μόνῳ γάρ ἐστι τοῦτ' ἐμοὶ γέρας βροτῶν·
[85] σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
κλύων μὲν αὐδῆς, ὄμμα δ' οὐχ ὁρῶν τὸ σόν.
Τέλος δὲ κάμψαιμ' ὥσπερ ἠρξάμην βίου.
Θεράπων
[88] Ἄναξ θεοὺς γὰρ
δεσπότας καλεῖν χρεών
ἆρ' ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ἱππόλυτος
[90] Καὶ κάρτα
γ'· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ' ἄν.
Θεράπων
Οἶσθ' οὖν
βροτοῖσιν ὃς καθέστηκεν νόμος;
Ἱππόλυτος
Οὐκ οἶδα· τοῦ
δὲ καί μ' ἀνιστορεῖς πέρι;
Θεράπων
Μισεῖν τὸ
σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ἱππόλυτος
Ὀρθῶς γε· τίς
δ' οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θεράπων
[95] Ἐν δ'
εὐπροσηγόροισίν ἐστί τις χάρις;
Ἱππόλυτος
Πλείστη γε,
καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
Θεράπων
Ἦ κἀν θεοῖσι
ταὐτὸν ἐλπίζεις τόδε;
Ἱππόλυτος
Εἴπερ γε
θνητοὶ θεῶν νόμοισι χρώμεθα.
Θεράπων
Πῶς οὖν σὺ
σεμνὴν δαίμον' οὐ προσεννέπεις;
Ἱππόλυτος
[100] Τίν';
Εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.
Θεράπων
Τήνδ', ἣ
πύλαισι σαῖς ἐφέστηκεν πέλας.
Ἱππόλυτος
Πρόσωθεν αὐτὴν
ἁγνὸς ὢν ἀσπάζομαι.
Θεράπων
Σεμνή γε
μέντοι κἀπίσημος ἐν βροτοῖς.
Ἱππόλυτος
[106] Οὐδείς
μ' ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θεράπων
Τιμαῖσιν, ὦ
παῖ, δαιμόνων χρῆσθαι χρεών.
Ἱππόλυτος
[104] Ἄλλοισιν
ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
Θεράπων
[105]
Εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.
Ἱππόλυτος
[108] Χωρεῖτ',
ὀπαδοί, καὶ παρελθόντες δόμους
σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
[110] τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν
ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
Τὴν σὴν δὲ Κύπριν πόλλ' ἐγὼ χαίρειν λέγω.
Θεράπων
Ἡμεῖς δέ, τοὺς
νέους γὰρ οὐ μιμητέον
[115] φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
δέσποινα Κύπρι. Χρὴ δὲ συγγνώμην ἔχειν·
εἴ τίς σ' ὑφ' ἥβης σπλάγχνον ἔντονον φέρων
μάταια βάζει, μὴ δόκει τούτων κλύειν.
[120] Σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
Χορός
[121] Ὠκεανοῦ τις
ὕδωρ στάζουσα πέτρα λέγεται,
βαπτὰν κάλπισι πα-
γὰν ῥυτὰν προιεῖσα κρημνῶν·
[125] τόθι μοί τις ἦν φίλα
πορφύρεα φάρεα
ποταμίᾳ δρόσῳ
τέγγουσα, θερμᾶς δ' ἐπὶ νῶτα πέτρας
εὐαλίου κατέβαλλ'· ὅθεν μοι
[130] πρώτα φάτις ἦλθε δεσποίνας,
τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν
οἴκων, λεπτὰ δὲ φά-
ρη ξανθὰν κεφαλὰν σκιάζειν·
[135] τριτάταν δέ νιν κλύω
τάνδ' ἀβρωσίᾳ
στόματος ἁμέραν
Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,
κρυπτῷ πένθει θανάτου θέλουσαν
[140] κέλσαι ποτὶ τέρμα δύστανον.
Σύ γὰρ ἔνθεος,
ὦ κούρα,
εἴτ' ἐκ Πανὸς εἴθ' Ἑκάτας
ἢ σεμνῶν Κορυβάντων φοι-
τᾷς ἢ ματρὸς ὀρείας;
[145] Σὺ δ' ἀμφὶ τὰν πολύθη-
ρον Δίκτυνναν ἀμπλακίαις
ἀνίερος ἀθύτων πελάνων τρύχῃ;
Φοιτᾷ γὰρ καὶ διὰ λί-
μνας χέρσον θ' ὑπὲρ πελάγους
[150] δίναις ἐν νοτίαις ἅλμας.
Ἢ πόσιν, τὸν
Ἐρεχθειδᾶν
ἀρχαγόν, τὸν εὐπατρίδαν,
ποιμαίνει τις ἐν οἴκοις κρυ-
πτὰ κοίτα λεχέων σῶν;
[155] Ἢ ναυβάτας τις ἔπλευ-
σεν Κρήτας ἔξορμος ἀνὴρ
λιμένα τὸν εὐξεινότατον ναύταις
φήμαν πέμπων βασιλείᾳ,
λύπᾳ δ' ὑπὲρ παθέων
[160] εὐναία δέδεται ψυχά;
Φιλεῖ δὲ τᾷ
δυστρόπῳ γυναικῶν
ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν
ὠδίνων τε καὶ ἀφροσύνας.
[165] Δι' ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ'
αὔρα· τὰν δ' εὔλοχον οὐρανίαν
τόξων μεδέουσαν ἀύτευν
Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
σὺν θεοῖσι φοιτᾷ.
[170] Ἀλλ' ἥδε
τροφὸς γεραιὰ πρὸ θυρῶν
τήνδε κομίζουσ' ἔξω μελάθρων.
Στυγνὸν δ' ὀφρύων νέφος αὐξάνεται.
Τί ποτ' ἔστι μαθεῖν ἔραται ψυχή,
τί δεδήληται
[175] δέμας ἀλλόχροον βασιλείας.
Τροφός
[176]
Ὦ κακὰ θνητῶν
στυγεραί τε νόσοι.
Τί σ' ἐγὼ δράσω;
Τί δὲ μὴ δράσω;
Τόδε σοι φέγγος, λαμπρὸς ὅδ' αἰθήρ,
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
[180] δέμνια κοίτης.
Δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,
τάχα δ' ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
Ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,
οὐδέ σ' ἀρέσκει τὸ παρόν, τὸ δ' ἀπὸν
[185] φίλτερον ἡγῇ.
Κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει
λύπη τε φρενῶν χερσίν τε πόνος.
Πᾶς δ' ὀδυνηρὸς βίος ἀνθρώπων
[190] κοὐκ ἔστι πόνων ἀνάπαυσις.
Ἀλλ' ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
Δυσέρωτες δὴ φαινόμεθ' ὄντες
τοῦδ' ὅ τι τοῦτο στίλβει κατὰ γῆν
[195] δι' ἀπειροσύνην ἄλλου βιότου
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,
μύθοις δ' ἄλλως φερόμεσθα.
Φαίδρα
[198] Αἴρετέ μου
δέμας, ὀρθοῦτε κάρα·
λέλυμαι μελέων σύνδεσμα φίλων.
[200] Λάβετ' εὐπήχεις χεῖρας, πρόπολοι.
Βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·
ἄφελ', ἀμπέτασον βόστρυχον ὤμοις.
Τροφός
Θάρσει,
τέκνον, καὶ μὴ χαλεπῶς
μετάβαλλε δέμας·
[205] ῥᾷον δὲ νόσον μετά θ' ἡσυχίας
καὶ γενναίου λήματος οἴσεις.
Μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φαίδρα
Αἰαῖ·
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
καθαρῶν ὑδάτων πῶμ' ἀρυσαίμαν,
[210] ὑπό τ' αἰγείροις ἔν τε κομήτῃ
λειμῶνι κλιθεῖσ' ἀναπαυσαίμαν;
Τροφός
Ὦ παῖ, τί
θροεῖς;
Οὐ μὴ παρ' ὄχλῳ τάδε γηρύσῃ
μανίας ἔποχον ῥίπτουσα λόγον;
Φαίδρα
[215] Πέμπετέ
μ' εἰς ὄρος· εἶμι πρὸς ὕλαν
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
στείβουσι κύνες
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.
Πρὸς θεῶν, ἔραμαι κυσὶ θωύξαι
[220] καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
Θεσσαλὸν ὅρπακ', ἐπίλογχον ἔχουσ'
ἐν χειρὶ βέλος.
Τροφός
Τί ποτ', ὦ
τέκνον, τάδε κηραίνεις;
Τί κυνηγεσίων καί σοι μελέτη;
[225] Τί δὲ κρηναίων νασμῶν ἔρασαι;
Πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
κλειτύς, ὅθεν σοι πῶμα γένοιτ' ἄν.
Φαίδρα
Δέσποιν' ἁλίας
Ἄρτεμι Λίμνας
καὶ γυμνασίων τῶν ἱπποκρότων,
[230] εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,
πώλους Ἐνέτας δαμαλιζομένα.
Τροφός
[233] Τί τόδ' αὖ
παράφρων ἔρριψας ἔπος;
Νῦν δὴ μὲν ὄρος βᾶσ' ἐπὶ θήρας
πόθον ἐστέλλου, νῦν δ' αὖ ψαμάθοις
[235] ἐπ' ἀκυμάντοις πώλων ἔρασαι.
Τάδε μαντείας ἄξια πολλῆς,
ὅστις σε θεῶν ἀνασειράζει
καὶ παρακόπτει φρένας, ὦ παῖ.
Φαίδρα
Δύστηνος ἐγώ,
τί ποτ' εἰργασάμην;
[240] Ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
Ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
Φεῦ φεῦ, τλήμων.
Μαῖα, πάλιν μου κρύψον κεφαλήν,
αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
[245] Κρύπτε· κατ' ὄσσων δάκρυ μοι βαίνει,
καὶ ἐπ' αἰσχύνην ὄμμα τέτραπται.
Τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ,
τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
μὴ γιγνώσκοντ' ἀπολέσθαι.
Τροφός
[250] Κρύπτω·
τὸ δ' ἐμὸν πότε δὴ θάνατος
σῶμα καλύψει;
Πολλὰ διδάσκει μ' ὁ πολὺς βίοτος·
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
φιλίας θνητοὺς ἀνακίρνασθαι
[255] καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
εὔλυτα δ' εἶναι στέργηθρα φρενῶν
ἀπό τ' ὤσασθαι καὶ ξυντεῖναι.
Τὸ δ' ὑπὲρ δισσῶν μίαν ὠδίνειν
ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
[260] τῆσδ' ὑπεραλγῶ.
Βιότου δ' ἀτρεκεῖς ἐπιτηδεύσεις
φασὶ σφάλλειν πλέον ἢ τέρπειν
τῇ θ' ὑγιείᾳ μᾶλλον πολεμεῖν·
οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
[265] τοῦ μηδὲν ἄγαν·
καὶ ξυμφήσουσι σοφοί μοι.
Χορός
Γύναι γεραιά,
βασιλίδος πιστὴ τροφέ,
Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας.
Ἄσημα δ' ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
[270] σοῦ δ' ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ' ἄν.
Τροφός
Ἔληξ'
ἐλέγχουσ'· οὐ γὰρ ἐννέπειν θέλει.
Χορός
[272] Οὐδ' ἥτις ἀρχὴ
τῶνδε πημάτων ἔφυ;
Τροφός
Ἐς ταὐτὸν
ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.
Χορός
Ὡς ἀσθενεῖ τε
καὶ κατέξανται δέμας.
Τροφός
Π275] πῶς δ'
οὔ, τριταίαν γ' οὖσ' ἄσιτος ἡμέραν;
Χορός
Πότερον ὑπ'
ἄτης ἢ θανεῖν πειρωμένη;
Τροφός
Θανεῖν; Ἀσιτεῖ
γ' εἰς ἀπόστασιν βίου.
Χορός
Θαυμαστὸν
εἶπας, εἰ τάδ' ἐξαρκεῖ πόσει.
Τροφός
Κρύπτει γὰρ
ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
Χορός
[280] Ὁ δ' ἐς
πρόσωπον οὐ τεκμαίρεται βλέπων;
Τροφός
Ἔκδημος ὢν γὰρ
τῆσδε τυγχάνει χθονός.
Χορός
Σὺ δ' οὐκ
ἀνάγκην προσφέρεις, πειρωμένη
νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
Τροφός
[284] Ἐς πάντ'
ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.
[285] Οὐ μὴν ἀνήσω γ' οὐδὲ νῦν προθυμίας,
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
Ἄγ', ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
λαθώμεθ' ἄμφω, καὶ σύ θ' ἡδίων γενοῦ
[290] στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,
ἐγώ θ' ὅπῃ σοι μὴ καλῶς τόθ' εἱπόμην
μεθεῖσ' ἐπ' ἄλλον εἶμι βελτίω λόγον.
Κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
[295] εἰ δ' ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
λέγ', ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.
Εἶἑν· τί σιγᾷς;
Οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
ἀλλ' ἤ μ' ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
[300] Φθέγξαι τι, δεῦρ' ἄθρησον. Ὦ τάλαιν' ἐγώ.
Γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
ἴσον δ' ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε
λόγοις ἐτέγγεθ' ἥδε νῦν τ' οὐ πείθεται.
Ἀλλ' ἴσθι μέντοι πρὸς τάδ' αὐθαδεστέρα
[305] γίγνου θαλάσσης εἰ θανῇ, προδοῦσα σοὺς
παῖδας, πατρῴων μὴ μεθέξοντας δόμων,
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο
νόθον φρονοῦντα γνήσι', οἶσθά νιν καλῶς,
[310] Ἱππόλυτον . . .
Φαίδρα
Οἴμοι.
Τροφός
Θιγγάνει σέθεν
τόδε;
Φαίδρα
Ἀπώλεσάς με,
μαῖα, καί σε πρὸς θεῶν
τοῦδ' ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
Τροφός
Ὁρᾷς; Φρονεῖς
μὲν εὖ, φρονοῦσα δ' οὐ θέλεις
παῖδάς τ' ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φαίδρα
[315] Φιλῶ
τέκν'· ἄλλῃ δ' ἐν τύχῃ χειμάζομαι.
Τροφός
Ἁγνὰς μέν, ὦ
παῖ, χεῖρας αἵματος φορεῖς;
Φαίδρα
Χεῖρες μὲν
ἁγναί, φρὴν δ' ἔχει μίασμά τι.
Τροφός
Μῶν ἐξ ἐπακτοῦ
πημονῆς ἐχθρῶν τινος;
Φαίδρα
Φίλος μ'
ἀπόλλυσ' οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφός
[320] Θησεύς
τιν' ἡμάρτηκεν ἐς σ' ἁμαρτίαν;
Φαίδρα
Μὴ δρῶσ' ἔγωγ'
ἐκεῖνον ὀφθείην κακῶς.
Τροφός
Τί γὰρ τὸ
δεινὸν τοῦθ' ὅ σ' ἐξαίρει θανεῖν;
Φαίδρα
Ἔα μ'
ἁμαρτεῖν· οὐ γὰρ ἐς σ' ἁμαρτάνω.
Τροφός
Οὐ δῆθ' ἑκοῦσά
γ', ἐν δὲ σοὶ λελείψομαι.
Φαίδρα
[325] Τί δρᾷς;
Βιάζῃ χειρὸς ἐξαρτωμένη;
Τροφός
Καὶ σῶν γε
γονάτων, κοὐ μεθήσομαί ποτε.
Φαίδρα
Κάκ' ὦ τάλαινά
σοι τάδ', εἰ πεύσῃ, κακά.
Τροφός
Μεῖζον γὰρ ἤ
σου μὴ τυχεῖν τί μοι κακόν;
Φαίδρα
Ὀλῇ. τὸ μέντοι
πρᾶγμ' ἐμοὶ τιμὴν φέρει.
Τροφός
[330] Κἄπειτα
κρύπτεις, χρήσθ' ἱκνουμένης ἐμοῦ;
Φαίδρα
Ἐκ τῶν γὰρ
αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τροφός
Οὐκοῦν λέγουσα
τιμιωτέρα φανῇ;
Φαίδρα
Ἄπελθε πρὸς
θεῶν δεξιάν τ' ἐμὴν μέθες.
Τροφός
Οὐ δῆτ', ἐπεί
μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φαίδρα
[335] Δώσω·
σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
Τροφός
Σιγῷμ' ἂν ἤδη·
σὸς γὰρ οὑντεῦθεν λόγος.
Φαίδρα
Ὦ τλῆμον,
οἷον, μῆτερ, ἠράσθης ἔρον.
Τροφός
Ὃν ἔσχε
ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
Φαίδρα
Σύ τ', ὦ
τάλαιν' ὅμαιμε, Διονύσου δάμαρ.
Τροφός
[340] Τέκνον,
τί πάσχεις; Συγγόνους κακορροθεῖς;
Φαίδρα
Τρίτη δ' ἐγὼ
δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός
Ἔκ τοι
πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα
Ἐκεῖθεν ἡμεῖς,
οὐ νεωστί, δυστυχεῖς.
Τροφός
Οὐδέν τι
μᾶλλον οἶδ' ἃ βούλομαι κλύειν.
Φαίδρα
Φεῦ·
[345] πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Τροφός
Οὐ μάντις εἰμὶ
τἀφανῆ γνῶναι σαφῶς.
Φαίδρα
Τί τοῦθ' ὃ δὴ
λέγουσιν ἀνθρώπους ἐρᾶν;
Τροφός
Ἥδιστον, ὦ
παῖ, ταὐτὸν ἀλγεινόν θ' ἅμα.
Φαίδρα
Ἡμεῖς ἂν εἶμεν
θατέρῳ κεχρημένοι.
Τροφός
[350] Τί φῄς;
Ἐρᾷς, ὦ τέκνον;
Ἀνθρώπων τίνος;
Φαίδρα
Ὅστις ποθ'
οὗτός ἐσθ', ὁ τῆς Ἀμαζόνος. . .
Τροφός
Ἱππόλυτον
αὐδᾷς;
Φαίδρα
Σοῦ τάδ', οὐκ
ἐμοῦ κλύεις.
Τροφός
[353] Οἴμοι, τί
λέξεις, τέκνον;
Ὥς μ' ἀπώλεσας.
Γυναῖκες, οὐκ ἀνασχέτ', οὐκ ἀνέξομαι
[355] ζῶσ'· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
Ῥίψω μεθήσω σῶμ', ἀπαλλαχθήσομαι
βίου θανοῦσα· χαίρετ', οὐκέτ' εἴμ' ἐγώ.
Οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ' ὅμως,
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ' ἦν θεός,
[360] ἀλλ' εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
Χορός
Ἄιες ὤ, ἔκλυες
ὤ,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
Ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
[365] κατανύσαι φρενῶν. Ἰώ μοι, φεῦ φεῦ·
ὦ τάλαινα τῶνδ' ἀλγέων·
ὦ πόνοι τρέφοντες βροτούς.
Ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
Τίς σε παναμέριος ὅδε χρόνος μένει;
[370] Τελευτάσεταί τι καινὸν δόμοις.
Ἄσημα δ' οὐκέτ' ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Φαίδρα
[373] Τροζήνιαι
γυναῖκες, αἳ τόδ' ἔσχατον
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
[375] ἤδη ποτ' ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
θνητῶν ἐφρόντισ' ᾗ διέφθαρται βίος.
Καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
πράσσειν κάκιον· ἔστι γὰρ τό γ' εὖ φρονεῖν
πολλοῖσιν· ἀλλὰ τῇδ' ἀθρητέον τόδε·
[380] τὰ χρήστ' ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
οὐκ ἐκπονοῦμεν δ', οἱ μὲν ἀργίας ὕπο,
οἱ δ' ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
ἄλλην τιν'. Εἰσὶ δ' ἡδοναὶ πολλαὶ βίου,
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
[385] αἰδώς τε. Δισσαὶ δ' εἰσίν, ἡ μὲν οὐ κακή,
ἡ δ' ἄχθος οἴκων. Εἰ δ' ὁ καιρὸς ἦν σαφής,
οὐκ ἂν δύ' ἤστην ταὔτ' ἔχοντε γράμματα.
Ταῦτ' οὖν ἐπειδὴ τυγχάνω προγνοῦσ' ἐγώ,
οὐκ ἔσθ' ὁποίῳ φαρμάκῳ διαφθερεῖν
[390] ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
Λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.
Ἐπεί μ' ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
κάλλιστ' ἐνέγκαιμ' αὐτόν. Ἠρξάμην μὲν οὖν
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
[395] Γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
φρονήματ' ἀνδρῶν νουθετεῖν ἐπίσταται,
αὐτὴ δ' ὑφ' αὑτῆς πλεῖστα κέκτηται κακά.
Τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
[400] Τρίτον δ', ἐπειδὴ τοισίδ' οὐκ ἐξήνυτον
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
κράτιστον οὐδεὶς ἀντερεῖ βουλευμάτων.
Ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
μήτ' αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
[405] Τὸ δ' ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,
γυνή τε πρὸς τοῖσδ' οὖσ' ἐγίγνωσκον καλῶς,
μίσημα πᾶσιν. Ὡς ὄλοιτο παγκάκως
ἥτις πρὸς ἄνδρας ἤρξατ' αἰσχύνειν λέχη
πρώτη θυραίους. Ἐκ δὲ γενναίων δόμων
[410] τόδ' ἦρξε θηλείαισι γίγνεσθαι κακόν·
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
ἦ κάρτα δόξει τοῖς κακοῖς γ' εἶναι καλά.
Μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας·
[415] αἳ πῶς ποτ', ὦ δέσποινα ποντία Κύπρι,
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
τέραμνά τ' οἴκων μή ποτε φθογγὴν ἀφῇ;
Ἡμᾶς γὰρ αὐτὸ τοῦτ' ἀποκτείνει, φίλαι,
[420] ὡς μήποτ' ἄνδρα τὸν ἐμὸν αἰσχύνασ' ἁλῶ,
μὴ παῖδας οὓς ἔτικτον·
ἀλλ' ἐλεύθεροι
παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ' εὐκλεεῖς.
Δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
[425] ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.
Μόνον δὲ τοῦτό φασ' ἁμιλλᾶσθαι βίῳ,
γνώμην δικαίαν κἀγαθήν ὅτῳ παρῇ.
Κακοὺς δὲ θνητῶν ἐξέφην' ὅταν τύχῃ,
προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ,
[430] χρόνος·
παρ' οἷσι μήποτ' ὀφθείην ἐγώ.
Χορός
Φεῦ φεῦ, τὸ
σῶφρον ὡς ἁπανταχοῦ καλὸν
καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τροφός
[433] Δέσποιν', ἐμοί
τοι συμφορὰ μὲν ἀρτίως
ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
[435] νῦν δ' ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
Οὐ γὰρ περισσὸν οὐδὲν οὐδ' ἔξω λόγου
πέπονθας, ὀργαὶ δ' ἐς σ' ἀπέσκηψαν θεᾶς.
Ἐρᾷς·
τί τοῦτο θαῦμα;
Σὺν πολλοῖς βροτῶν.
[440] Κἄπειτ' ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
Οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
ὅσοι τε μέλλουσ', εἰ θανεῖν αὐτοὺς χρεών.
Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῇ,
ἣ τὸν μὲν εἴκονθ' ἡσυχῇ μετέρχεται,
[445] ὃν δ' ἂν περισσὸν καὶ φρονοῦνθ' εὕρῃ μέγα,
τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.
Φοιτᾷ δ' ἀν' αἰθέρ', ἔστι δ' ἐν θαλασσίῳ
κλύδωνι Κύπρις, πάντα δ' ἐκ ταύτης ἔφυ·
ἥδ' ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ' ἔρον,
[450] οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν' ἔκγονοι.
Ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
ἔχουσιν αὐτοί τ' εἰσὶν ἐν μούσαις ἀεὶ
ἴσασι μὲν Ζεὺς ὥς ποτ' ἠράσθη γάμων
Σεμέλης, ἴσασι δ' ὡς ἀνήρπασέν ποτε
[455] ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
ἔρωτος οὕνεκ'·
ἀλλ' ὅμως ἐν οὐρανῷ
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
στέργουσι δ', οἶμαι, ξυμφορᾷ νικώμενοι.
Σὺ δ' οὐκ ἀνέξῃ;
Χρῆν σ' ἐπὶ ῥητοῖς ἄρα
[460] πατέρα φυτεύειν, ἢ 'πὶ δεσπόταις θεοῖς
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
Πόσους δοκεῖς δὴ κάρτ' ἔχοντας εὖ φρενῶν
νοσοῦνθ' ὁρῶντα` |