ALLER à LA TABLE DES MATIERES D'EURIPIDE

 

HÉLÈNE,

 

TRAGÉDIE.

 

traduction française

si vous voulez allez à un vers cliquez sur le chiffre entre []

 

 

Ἑλένη

Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δ' ὅτ' ἔζη τῆσδε γῆς τύραννος ἦν,
[5] Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ' ἄναξ,
ὃς τῶν κατ' οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρ' ἀφῆκεν Αἰακοῦ.
Τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσεν' ὅτι δὴ θεοὺς σέβων
[10] βίον διήνεγκ' εὐγενῆ τε παρθένον
Εἰδώ, τὸ μητρὸς ἀγλάισμ', ὅτ' ἦν βρέφος·
ἐπεὶ δ' ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τ' ὄντα καὶ μέλλοντα πάντ' ἠπίστατο,
[15] προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
Ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρ' ἔπτατ' εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματ' ὄρνιθος λαβών,
[20] ὃς δόλιον εὐνὴν ἐξέπραξ' ὑπ' αἰετοῦ
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δ' ἐκλήθην. Ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμ' ἄν. Ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶν' Ἀλέξανδρον πάρα,
[25] Ἥρα Κύπρις τε διογενής τε παρθένος,
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
Τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασ' ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. Λιπὼν δὲ βούσταθμ' Ἰδαῖος Πάρις
[30] Σπάρτην ἀφίκεθ' ὡς ἐμὸν σχήσων λέχος.

Ἥρα δὲ μεμφθεῖσ' οὕνεκ' οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμ' Ἀλεξάνδρῳ λέχη,
δίδωσι δ' οὐκ ἔμ', ἀλλ' ὁμοιώσασ' ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ' ἄπο,
[35] Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μ' ἔχειν
κενὴν δόκησιν, οὐκ ἔχων. Τὰ δ' αὖ Διὸς
βουλεύματ' ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
[40] πλήθους τε κουφίσειε μητέρα χθόνα
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δ' ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δ' ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
Λαβὼν δέ μ' Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
[45] νεφέλῃ καλύψας οὐ γὰρ ἠμέλησέ μου
Ζεύς τόνδ' ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
Κἀγὼ μὲν ἐνθάδ' εἴμ', ὁ δ' ἄθλιος πόσις
[50] στράτευμ' ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
Ψυχαὶ δὲ πολλαὶ δι' ἔμ' ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσ' ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσ' ἐμὸν
[55] πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
Τί δῆτ' ἔτι ζῶ; Θεοῦ τόδ' εἰσήκουσ' ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἵνα μὴ λέκτρ' ὑποστρώσω τινί.
[60] Ἕως μὲν οὖν φῶς ἡλίου τόδ' ἔβλεπεν
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
θηρᾷ γαμεῖν με. Τὸν πάλαι δ' ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
[65] ἱκέτις, ἵν' ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
ὡς, εἰ καθ' Ἑλλάδ' ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γ' ἐνθάδ' αἰσχύνην ὄφλῃ.

Τεῦκρος

[68] Τίς τῶνδ' ἐρυμνῶν δωμάτων ἔχει κράτος;
Πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
[70] βασίλειά τ' ἀμφιβλήματ' εὔθριγκοί θ' ἕδραι.
Ἔα·
ὦ θεοί, τίν' εἶδον ὄψιν; Ἐχθίστην ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, ἥ μ' ἀπώλεσεν
πάντας τ' Ἀχαιούς. Θεοί σ', ὅσον μίμημ' ἔχεις
[75] Ἑλένης, ἀποπτύσειαν. Εἰ δὲ μὴ 'ν ξένῃ
γαίᾳ πόδ' εἶχον, τῷδ' ἂν εὐστόχῳ πτερῷ
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.

Ἑλένη

Τί δ', ὦ ταλαίπωρ' ὅστις ὤν μ' ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;

Τεῦκρος

[80] Ἥμαρτον· ὀργῇ δ' εἶξα μᾶλλον ἤ με χρῆν·
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
Σύγγνωθι δ' ἡμῖν τοῖς λελεγμένοις, γύναι.

Ἑλένη

Τίς δ' εἶ; Πόθεν γῆς τῆσδ' ἐπεστράφης πέδον;

Τεῦκρος

Εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.

Ἑλένη

[85] Οὐ τἄρα σ' Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
Ἀτὰρ τίς εἶ πόθεν; Τίνος δ' αὐδᾶν σε χρή;

Τεῦκρος

Ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.

Ἑλένη

Τί δῆτα Νείλου τούσδ' ἐπιστρέφῃ γύας;

Τεῦκρος

[90] Φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.

Ἑλένη

Τλήμων ἂν εἴης· Τίς δέ σ' ἐκβάλλει πάτρας;

Τεῦκρος

Τελαμὼν ὁ φύσας. Τίν' ἂν ἔχοις μᾶλλον φίλον;

Ἑλένη

Ἐκ τοῦ; Τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.

Τεῦκρος

Αἴας μ' ἀδελφὸς ὤλεσ' ἐν Τροίᾳ θανών.

Ἑλένη

[95] Πῶς; Οὔ τί που σῷ φασγάνῳ βίον στερείς;

Τεῦκρος

Οἰκεῖον αὐτὸν ὤλεσ' ἅλμ' ἐπὶ ξίφος.

Ἑλένη

Μανέντ'; Ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ' ἄν;

Τεῦκρος

Τὸν Πηλέως τιν' οἶσθ' Ἀχιλλέα γόνον;

Ἑλένη

Ναί·
μνηστήρ ποθ' Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.

Τεῦκρος

[100] Θανὼν ὅδ' ὅπλων ἔριν ἔθηκε συμμάχοις.

Ἑλένη

Καὶ δὴ τί τοῦτ' Αἴαντι γίγνεται κακόν;

Τεῦκρος

Ἄλλου λαβόντος ὅπλ' ἀπηλλάχθη βίου.

Ἑλένη

Σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;

Τεῦκρος

Ὁθούνεκ' αὐτῷ γ' οὐ ξυνωλόμην ὁμοῦ.

Ἑλένη

[105] Ἦλθες γάρ, ὦ ξέν', Ἰλίου κλεινὴν πόλιν;

Τεῦκρος

Καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.

Ἑλένη

Ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;

Τεῦκρος

Ὥστ' οὐδ' ἴχνος γε τειχέων εἶναι σαφές.

Ἑλένη

Ὦ τλῆμον Ἑλένη, διὰ σ' ἀπόλλυνται Φρύγες.

Τεῦκρος

[110] Καὶ πρός γ' Ἀχαιοί· μεγάλα δ' εἴργασται κακά.

Ἑλένη

Πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;

Τεῦκρος

Ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.

Ἑλένη

Χρόνον δ' ἐμείνατ' ἄλλον ἐν Τροίᾳ πόσον;

Τεῦκρος

Πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.

Ἑλένη

[115] Ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;

Τεῦκρος

Μενέλαος αὐτὴν ἦγ' ἐπισπάσας κόμης.

Ἑλένη

Εἶδες σὺ τὴν δύστηνον; Ἢ κλύων λέγεις;

Τεῦκρος

Ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.

Ἑλένη

Σσκοπεῖτε μὴ δόκησιν εἴχετ' ἐκ θεῶν.

Τεῦκρος

[120] Ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.

Ἑλένη

Οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;

Τεῦκρος

Οὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.

Ἑλένη

Ἤδη δ' ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;

Τεῦκρος

Οὔκουν ἐν Ἄργει <γ'> οὐδ' ἐπ' Εὐρώτα ῥοαῖς.

Ἑλένη

[125] Αἰαῖ· κακὸν τόδ' εἶπας οἷς κακὸν λέγεις.

Τεῦκρος

Ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.

Ἑλένη

Οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;

Τεῦκρος

Ἦν, ἀλλὰ χειμὼν ἄλλοσ' ἄλλον ὥρισεν.

Ἑλένη

Ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;

Τεῦκρος

[130] Μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.

Ἑλένη

Κἀκ τοῦδε Μενέλαν οὔτις εἶδ' ἀφιγμένον;

Τεῦκρος

Οὐδείς· θανὼν δὲ κλῄζεται καθ' Ἑλλάδα.

Ἑλένη

Ἀπωλόμεσθα· Θεστιὰς δ' ἔστιν κόρη;

Τεῦκρος

Λήδαν ἔλεξας; Οἴχεται θανοῦσα δή.

Ἑλένη

[135] Οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;

Τεῦκρος

Φασίν, βρόχῳ γ' ἅψασαν εὐγενῆ δέρην.

Ἑλένη

Οἱ Τυνδάρειοι δ' εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;

Τεῦκρος

Τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δ' ἐστὸν λόγω.

Ἑλένη

Πότερος ὁ κρείσσων; Ὦ τάλαιν' ἐγὼ κακῶν.

Τεῦκρος

[140] Ἄστροις σφ' ὁμοιωθέντε φάσ' εἶναι θεώ.

Ἑλένη

Καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;

Τεῦκρος

[141] Σφαγαῖς ἀδελφῆς οὕνεκ' ἐκπνεῦσαι βίον.
Ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
Ὧν δ' οὕνεκ' ἦλθον τούσδε βασιλείους δόμους,
[145] τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
ὅπῃ νεὼς στείλαιμ' ἂν οὔριον πτερὸν
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ' ἐθέσπισεν
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
[150] Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.

Ἑλένη

Πλοῦς, ὦ ξέν', αὐτὸς σημανεῖ· σὺ δ' ἐκλιπὼν
γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
[155] κτείνει γὰρ Ἕλλην' ὅντιν' ἂν λάβῃ ξένον.
Ὅτου δ' ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;

Τεῦκρος

[158]`Καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
[160] Ἑλένῃ δ' ὅμοιον σῶμ' ἔχουσ' οὐ τὰς φρένας
ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
Κακῶς δ' ὄλοιτο μηδ' ἐπ' Εὐρώτα ῥοὰς
ἔλθοι· σὺ δ' εἴης εὐτυχὴς ἀεί, γύναι.

Ἑλένη

[164] Ὢ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
[165] ποῖον ἁμιλλαθῶ γόον; Ἢ τίνα μοῦσαν ἐπέλθω
δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; Αἰαῖ.

Πτεροφόροι νεάνιδες,
παρθένοι Χθονὸς κόραι
Σειρῆνες, εἴθ' ἐμοῖς γόοις
[170] μόλοιτ' ἔχουσαι Λίβυν
λωτὸν ἢ σύριγγας ἢ
φόρμιγγας, αἰλίνοις κακοῖς
τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
πάθεσι πάθεα, μέλεσι μέλεα,
μουσεῖα θρηνήμα-
σι ξυνῳδὰ πέμψειε
[175] Φερσέφασσα
φόνια, χάριτας ἵν' ἐπὶ δάκρυσι
παρ' ἐμέθεν ὑπὸ μέλαθρα νύχια
[177β] παιᾶνα
νέκυσιν ὀλομένοις λάβῃ.

Χορός

[179] Κυανοειδὲς ἀμφ' ὕδωρ
[180] ἔτυχον ἕλικά τ' ἀνὰ χλόαν
φοίνικας ἁλίου πέπλους
αὐγαῖσιν ἐν χρυσέαις
ἀμφὶ δόνακος ἔρνεσιν
θάλπουσα· <ποτνίας δ' ἐμᾶς,>
ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
[185] ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,
ὅτι ποτ' ἔλακεν αἰάγμα
σι στένουσα, Νύμφα τις
[187β] οἷα Ναὶ̈ς
ὄρεσι φυγάδα νόμον ἱεῖσα
γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
[189β] κλαγγαῖσι
[190] Πανὸς ἀναβοᾷ γάμους.

Ἑλένη

[191] Ἰὼ ἰώ·
θήραμα βαρβάρου πλάτας,
Ἑλλανίδες κόραι,
ναύτας Ἀχαιῶν
[195] τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
Ἰλίου κατασκαφαὶ
πυρὶ μέλουσι δαί̈ῳ
δι' ἐμὲ τὰν πολυκτόνον,
δι' ἐμὸν ὄνομα πολύπονον.
[200] Λήδα δ' ἐν ἀγχόναις
θάνατον ἔλαβεν αἰσχύ-
νας ἐμᾶς ὑπ' ἀλγέων.
Ὁ δ' ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
πόσις ὀλόμενος οἴχεται,
[205] Κάστορός τε συγγόνου τε
διδυμογενὲς ἄγαλμα πατρίδος
ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
λοιπε δάπεδα γυμνάσιά τε
[210] δονακόεντος Εὐρώ-
[210β] τα, νεανιᾶν πόνον.

Χορός

[211] Οἰαῖ αἰαῖ·
ὦ δαίμονος πολυστόνου
μοίρας τε σᾶς, γύναι.
Αἰὼν δυσαίων
τις ἔλαχεν ἔλαχεν, ὅτε σ' ἐτέκετο ματρόθεν
[215] χιονόχρως κύκνου πτερῷ
Ζεὺς πρέπων δι' αἰθέρος·
τί γὰρ ἄπεστί σοι κακῶν;
Τίνα δὲ βίοτον οὐκ ἔτλας;
Μάτηρ μὲν οἴχεται,
[220] δίδυμά τε Διὸς οὐκ εὐ-
δαιμονεῖ τέκεα φίλα,
χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
διὰ δὲ πόλεας ἔρχεται
βάξις, ἅ σε βαρβάροισι,
[225] πότνια, παραδίδωσι λέχεσιν,
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
λοιπε βίοτον, οὐδέ ποτ' ἔτι
πάτρια μέλαθρα καὶ τὰν
[228β] Χαλκίοικον ὀλβιεῖς.

Ἑλένη

[229] Φεῦ φεῦ, τίς ἢ Φρυγῶν
[230] ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
ἔτεμε τὰν δακρυόεσσαν
Ἰλίῳ πεύκαν;
Ἔνθεν ὀλόμενον σκάφος
συναρμόσας ὁ Πριαμίδας
ἔπλευσε βαρβάρῳ πλάτᾳ
[235] τὰν ἐμὰν ἐφ' ἑστίαν,
ἐπὶ τὸ δυστυχέστατον
κάλλος, ὡς ἕλοι, γάμων
ἀμῶν· ἅ τε δόλιος
ἁ πολυκτόνος Κύπρις
Δαναί̈δαις ἄγουσα θάνατον Πριαμίδαις,
[240] ὦ τάλαινα συμφορᾶς.
Ἁ δὲ χρυσέοις θρόνοις
Διὸς ὑπαγκάλισμα σεμνὸν
Ἥρα τὸν ὠκύπουν
ἔπεμψε Μαιάδος γόνον·
ὅς με χλοερὰ δρεπομέναν
[245] ἔσω πέπλων ῥόδεα πέταλα,
Χαλκίοικον ὡς Ἀθάναν μόλοιμ',
ἀναρπάσας δι' αἰθέρος
τάνδε γαῖαν εἰς ἄνολβον
ἔριν ἔριν τάλαιναν ἔθετο
Πριαμίδαισιν Ἑλλάδος.
Τὸ δ' ἐμὸν ὄνομα
[250] παρὰ Σιμουντίοις ῥοαῖσι
μαψίδιον ἔχει φάτιν.

Χορός

Ἔχεις μὲν ἀλγείν', οἶδα· σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.

Ἑλένη

[255] Φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
Ἆρ' ἡ τεκοῦσά μ' ἔτεκεν ἀνθρώποις τέρας;
Γυνὴ γὰρ οὔθ' Ἑλληνὶς οὔτε βάρβαρος
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
[260] Τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ' ἐστί μου,
τὰ μὲν δι' Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
Εἴθ' ἐξαλειφθεῖσ' ὡς ἄγαλμ' αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
[265] Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
Ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ' ὅμως·
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
[270] Πρῶτον μὲν οὐκ οὖσ' ἄδικος, εἰμὶ δυσκλεής·
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
Ἔπειτα πατρίδος θεοί μ' ἀφιδρύσαντο γῆς
ἐς βάρβαρ' ἤθη, καὶ φίλων τητωμένη
[275] δούλη καθέστηκ' οὖσ' ἐλευθέρων ἄπο·
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
Ἄγκυρα δ' ἥ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθ' ἥξειν καί μ' ἀπαλλάξειν κακῶν
οὗτος τέθνηκεν, οὗτος οὐκέτ' ἔστι δή.
[280] Μήτηρ δ' ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ' ἔστ' ἐμόν·
ὃ δ' ἀγλάισμα δωμάτων ἐμοῦ τ' ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
[285] οὐκ ἐστόν. Ἀλλὰ πάντ' ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δ' ἔργοισιν οὔ.
Τὸ δ' ἔσχατον τοῦτ', εἰ μόλοιμεν ἐς πάτραν,
κλῄθροις ἂν εἰργοίμεσθα τὴν ὑπ' Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μ' ἐλθεῖν μέτα.
[290] Εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, ἃ φανέρ' ἦν μόνοις, ἐς ξύμβολα.
Νῦν δ' οὔτε τοῦτ' ἔστ' οὔτε μὴ σωθῇ ποτε.
Τί δῆτ' ἔτι ζῶ; Τίν' ὑπολείπομαι τύχην;
Γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
[295] μετ' ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
τράπεζαν ἵζουσ'; Ἀλλ' ὅταν πόσις πικρὸς
ξυνῇ γυναικί, καὶ τὸ σῶμ' ἐστιν πικρόν.
Θανεῖν κράτιστον· πῶς θάνοιμ' ἂν οὐ καλῶς;
Ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
[300] κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
σφαγαὶ δ' ἔχουσιν εὐγενές τι καὶ καλόν,
σμικρὸν δ' ὁ καιρὸς σάρκ' ἀπαλλάξαι βίου.
Ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
[305] γυναῖκες, ἡμᾶς δ' αὐτὸ τοῦτ' ἀπώλεσεν.

Χορός

[306] Ἑλένη, τὸν ἐλθόνθ', ὅστις ἐστὶν ὁ ξένος,
μὴ πάντ' ἀληθῆ δοξάσῃς εἰρηκέναι.

Ἑλένη

Καὶ μὴν σαφῶς γ' ἔλεξ' ὀλωλέναι πόσιν.

Χορός

Πόλλ' ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.

Ἑλένη

[310] Καὶ τἄμπαλίν γε τῶνδ' ἀληθείᾳ σαφῆ.

Χορός

Ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.

Ἑλένη

Φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ' ἄγει.

Χορός

Πῶς δ' εὐμενείας τοισίδ' ἐν δόμοις ἔχεις;

Ἑλένη

Πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.

Χορός

[315] Οἶσθ' οὖν ὃ δρᾶσον; Μνήματος λιποῦσ' ἕδραν

Ἑλένη

Ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;

Χορός

[317] Ἐλθοῦσ' ἐς οἴκους, ἣ τὰ πάντ' ἐπίσταται,
τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ' ἔστ' ἔτι
[320] εἴτ' ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δ' εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ' ἔχε.
Πρὶν δ' οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
λυπουμένῃ γένοιτ' ἄν; Ἀλλ' ἐμοὶ πιθοῦ·
τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
[325] ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
ἔχουσ' ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
Θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.

Ἑλένη

[330] Φίλαι, λόγους ἐδεξάμαν·
βᾶτε βᾶτε δ' ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
ὡς πύθησθε τοὺς ἐμούς.

Χορός

Θέλουσαν οὐ μόλις καλεῖς.

Ἑλένη

[335] Ἰὼ μέλεος ἁμέρα.
Τίν' ἄρα τάλαινα τίνα δακρυό-
εντα λόγον ἀκούσομαι;

Χορός

Μὴ πρόμαντις ἀλγέων
προλάμβαν', ὦ φίλα, γόους.

Ἑλένη

[340] Τί μοι πόσις μέλεος ἔτλα;
Πότερα δέρκεται φάος
τέθριππά θ' ἁλίου κέλευθά τ' ἀστέρων,
[344] ἢ 'ν νέκυσι κατὰ χθονὸς
[345] τὰν χρόνιον ἔχει τύχαν;

Χορός

Ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον, ὅ τι γενήσεται.

Ἑλένη

Σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
τὸν ὑδρόεντι δόνακι χλωρὸν
[350] Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοι τί τάδ' ἀσύνετα;
Φόνιον αἰώρημα
διὰ δέρης ὀρέξομαι,
ἢ ξιφοκτόνον δίωγμα
[355] λαιμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
τῷ τε σήραγγας Ἰδαί
ας ἐνίζοντι Πριαμί
δᾳ ποτ' ἀμφὶ βουστάθμους.

Χορός

[360] Ἄλλοσ' ἀποτροπὰ κακῶν
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.

Ἑλένη

[362] Ἰὼ Τροία τάλαινα,
[362β] δι' ἔργ' ἄνεργ' ὄλλυσαι
μέλεά τ' ἔτλας· τὰ δ' ἐμὰ δῶρα
Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
[365] πολὺ δὲ δάκρυον· ἄχεά τ' ἄχεσι,
δάκρυα δάκρυσιν ἔλαβε, πάθεα. . . .
Ματέρες τε παῖδας ὄλεσαν,
ἀπὸ δὲ παρθένοι κόμας
ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
ἀμφὶ Φρύγιον οἶδμα.
[370] Βοὰν βοὰν δ' Ἑλλὰς
κελάδησε κἀνοτότυξεν,
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
ὄνυχι δ' ἁπαλόχροα γένυν
δεῦσε φονίαισι πλαγαῖς.

[375] Ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
ἁ μορφᾷ θηρῶν λαχνογυίων
ὄμματι λάβρῷ σχῆμα λεαίνης
[380] ἐξαλλάξασ' ἄχθεα λύπης·
ἅν τέ ποτ' Ἄρτεμις ἐξεχορεύσατο
χρυσοκέρατ' ἔλαφον Μέροπος Τιτανίδα κούραν
καλλοσύνας ἕνεκεν· τὸ δ' ἐμὸν δέμας
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
[385] ὀλομένους τ' Ἀχαιούς.

Μενελέως

[386] Ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθ' ὤφελες τόθ', ἡνίκ' ἔρανον εἰς θεοὺς
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
[390] πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνον' ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
πλεῖστον γὰρ οἶμαι καὶ τόδ' οὐ κόμπῳ λέγω
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
[395] τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δ' ἄρξας Ἑλλάδος νεανίαις.
Καὶ τοὺς μὲν οὐκέτ' ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δ' ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματ' εἰς οἴκους πάλιν.
[400] Ἐγὼ δ' ἐπ' οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης τ' ἐρήμους ἀξένους τ' ἐπιδρομὰς
[405] πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,
πάλιν μ' ἀπωθεῖ πνεῦμα, κοὔποτ' οὔριον
ἐσῆλθε λαῖφος ὥστε μ' ἐς πάτραν μολεῖν.
Καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
[410] πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
Τρόπις δ' ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφ' ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
Ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
[415] οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
ὥσθ' ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
κρύπτων ὑπ' αἰδοῦς τῆς τύχης. Ὅταν δ' ἀνὴρ
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
[420] Χρεία δὲ τείρει μ'· οὔτε γὰρ σῖτος πάρα
οὔτ' ἀμφὶ χρῶτ' ἐσθῆτες· αὐτὰ δ' εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
Πέπλους δὲ τοὺς πρὶν λαμπρά τ' ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασ'· ἐν δ' ἄντρου μυχοῖς
[425] κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
φίλων φυλάσσειν τἄμ' ἀναγκάσας λέχη.
Μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορ' ἤν πως ἐξερευνήσας λάβω.
[430] Ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
προσῆλθον· ἐλπὶς δ' ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον
οὐδ' εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
[435] Ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμ' ἔσω κακά;

Γραῦς

[437] Τίς πρὸς πύλαισιν; Οὐκ ἀπαλλάξῃ δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; Ἢ κατθανῇ
[440] Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.

Μενελέως

Ὦ γραῖα, ταὐτὰ ταῦτ' ἔπη κἄλλως λέγειν
ἔξεστι, πείσομαι γάρ· ἀλλ' ἄνες λόγον.

Γραῦς

Ἄπελθ'· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδ' Ἑλλήνων δόμοις.

Μενελέως

[445] Ὦ· μὴ προσείλει χεῖρα μηδ' ὤθει βίᾳ.

Γραῦς

Πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ' αἴτιος.

Μενελέως

Ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς. . . .

Γραῦς

Πικρῶς ἄρ' οἶμαί γ' ἀγγελεῖν τοὺς σοὺς λόγους.

Μενελέως

Ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.

Γραῦς

[450] Οἶκον πρὸς ἄλλον νύν τιν' ἀντὶ τοῦδ' ἴθι.

Μενελέως

Οὔκ, ἀλλ' ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.