Texte grec repris sur le site
Μικρός Απόπλους
Αρχαία
Ελληνικά
Κείμενα
traduction française de Henri Berguin..
Garnier

| Ἄγγελος βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν, 665 ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ, ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα. θέλω δ᾽ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα· τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ᾽, ἄναξ, 670 καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν. Πενθεύς λέγ᾽, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ. τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών. ὅσῳ δ᾽ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι, τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας 675 γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν. Ἄγγελος ἀγελαῖα μὲν βοσκήματ᾽ ἄρτι πρὸς λέπας μόσχων ὑπεξήκριζον, ἡνίχ᾽ ἥλιος ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα. ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, 680 ὧν ἦρχ᾽ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου μήτηρ Ἀγαύη σή, τρίτου δ᾽ Ἰνὼ χοροῦ. ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, αἳ μὲν πρὸς ἐλάτης νῶτ᾽ ἐρείσασαι φόβην, αἳ δ᾽ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα 685 εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ θηρᾶν καθ᾽ ὕλην Κύπριν ἠρημωμένας. ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, 690 μυκήμαθ᾽ ὡς ἤκουσε κεροφόρων βοῶν. αἳ δ᾽ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον ἀνῇξαν ὀρθαί, θαῦμ᾽ ἰδεῖν εὐκοσμίας, νέαι παλαιαὶ παρθένοι τ᾽ ἔτ᾽ ἄζυγες. καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας 695 νεβρίδας τ᾽ ἀνεστείλανθ᾽ ὅσαισιν ἁμμάτων σύνδεσμ᾽ ἐλέλυτο, καὶ καταστίκτους δορὰς ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. αἳ δ᾽ ἀγκάλαισι δορκάδ᾽ ἢ σκύμνους λύκων ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, 700 ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι βρέφη λιπούσαις· ἐπὶ δ᾽ ἔθεντο κισσίνους στεφάνους δρυός τε μίλακός τ᾽ ἀνθεσφόρου. θύρσον δέ τις λαβοῦσ᾽ ἔπαισεν ἐς πέτραν, ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· 705 ἄλλη δὲ νάρθηκ᾽ ἐς πέδον καθῆκε γῆς, καὶ τῇδε κρήνην ἐξανῆκ᾽ οἴνου θεός· ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων 710 θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί. ὥστ᾽, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε. ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες, κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν 715 ὡς δεινὰ δρῶσι θαυμάτων τ᾽ ἐπάξια· καί τις πλάνης κατ᾽ ἄστυ καὶ τρίβων λόγων ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας ναίοντες ὀρέων, θέλετε θηρασώμεθα Πενθέως Ἀγαύην μητέρ᾽ ἐκ βακχευμάτων 720 χάριν τ᾽ ἄνακτι θώμεθα; εὖ δ᾽ ἡμῖν λέγειν ἔδοξε, θάμνων δ᾽ ἐλλοχίζομεν φόβαις κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα, Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον 725 Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ᾽ ὄρος καὶ θῆρες, οὐδὲν δ᾽ ἦν ἀκίνητον δρόμῳ. κυρεῖ δ᾽ Ἀγαύη πλησίον θρῴσκουσά μου· κἀγὼ ᾽ξεπήδησ᾽ ὡς συναρπάσαι θέλων, λόχμην κενώσας ἔνθ᾽ ἐκρυπτόμην δέμας. 730 ἣ δ᾽ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες, θηρώμεθ᾽ ἀνδρῶν τῶνδ᾽ ὕπ᾽· ἀλλ᾽ ἕπεσθέ μοι, ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι. ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην 735 μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα. καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα, ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν. εἶδες δ᾽ ἂν ἢ πλεύρ᾽ ἢ δίχηλον ἔμβασιν 740 ῥιπτόμεν᾽ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ ἔσταζ᾽ ὑπ᾽ ἐλάταις ἀναπεφυρμέν᾽ αἵματι. ταῦροι δ᾽ ὑβρισταὶ κἀς κέρας θυμούμενοι τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας, μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. 745 θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις. χωροῦσι δ᾽ ὥστ᾽ ὄρνιθες ἀρθεῖσαι δρόμῳ πεδίων ὑποτάσεις, αἳ παρ᾽ Ἀσωποῦ ῥοαῖς εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· 750 Ὑσιάς τ᾽ Ἐρυθράς θ᾽, αἳ Κιθαιρῶνος λέπας νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, ἐπεσπεσοῦσαι πάντ᾽ ἄνω τε καὶ κάτω διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα· ὁπόσα δ᾽ ἐπ᾽ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο 755 προσείχετ᾽ οὐδ᾽ ἔπιπτεν ἐς μέλαν πέδον, οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις πῦρ ἔφερον, οὐδ᾽ ἔκαιεν. οἳ δ᾽ ὀργῆς ὕπο ἐς ὅπλ᾽ ἐχώρουν φερόμενοι βακχῶν ὕπο· οὗπερ τὸ δεινὸν ἦν θέαμ᾽ ἰδεῖν, ἄναξ. 760 τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος. πάλιν δ᾽ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, 765 κρήνας ἐπ᾽ αὐτὰς ἃς ἀνῆκ᾽ αὐταῖς θεός. νίψαντο δ᾽ αἷμα, σταγόνα δ᾽ ἐκ παρηίδων γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός. τὸν δαίμον᾽ οὖν τόνδ᾽ ὅστις ἔστ᾽, ὦ δέσποτα, δέχου πόλει τῇδ᾽· ὡς τά τ᾽ ἄλλ᾽ ἐστὶν μέγας, 770 κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτ᾽ ὄντος οὐκ ἔστιν Κύπρις οὐδ᾽ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι. |
LE
MESSAGER
|
| Χορός ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους 775 πρὸς τὸν τύραννον, ἀλλ᾽ ὅμως εἰρήσεται· Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ. Πενθεύς ἤδη τόδ᾽ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας. ἀλλ᾽ οὐκ ὀκνεῖν δεῖ· στεῖχ᾽ ἐπ᾽ Ἠλέκτρας ἰὼν 780 πύλας· κέλευε πάντας ἀσπιδηφόρους ἵππων τ᾽ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας πέλτας θ᾽ ὅσοι πάλλουσι καὶ τόξων χερὶ ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν βάκχαισιν· οὐ γὰρ ἀλλ᾽ ὑπερβάλλει τάδε, 785 εἰ πρὸς γυναικῶν πεισόμεσθ᾽ ἃ πάσχομεν. Διόνυσος πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως οὔ φημι χρῆναί σ᾽ ὅπλ᾽ ἐπαίρεσθαι θεῷ, ἀλλ᾽ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται 790 κινοῦντα βάκχας <σ᾽> εὐίων ὀρῶν ἄπο. Πενθεύς οὐ μὴ φρενώσεις μ᾽, ἀλλὰ δέσμιος φυγὼν σῴσῃ τόδ᾽; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην; Διόνυσος θύοιμ᾽ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. 795 Πενθεύς θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς. Διόνυσος φεύξεσθε πάντες· καὶ τόδ᾽ αἰσχρόν, ἀσπίδας θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους Πενθεύς ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, 800 ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται. Διόνυσος ὦ τᾶν, ἔτ᾽ ἔστιν εὖ καταστῆσαι τάδε. Πενθεύς τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς; Διόνυσος ἐγὼ γυναῖκας δεῦρ᾽ ὅπλων ἄξω δίχα. Πενθεύς οἴμοι· τόδ᾽ ἤδη δόλιον ἔς με μηχανᾷ. 805 Διόνυσος ποῖόν τι, σῷσαί σ᾽ εἰ θέλω τέχναις ἐμαῖς; Πενθεύς ξυνέθεσθε κοινῇ τάδ᾽, ἵνα βακχεύητ᾽ ἀεί. Διόνυσος καὶ μὴν ξυνεθέμην--τοῦτό γ᾽ ἔστι--τῷ θεῷ. Πενθεύς ἐκφέρετέ μοι δεῦρ᾽ ὅπλα, σὺ δὲ παῦσαι λέγων. Διόνυσος ἆ. 810 βούλῃ σφ᾽ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν; Πενθεύς μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν. Διόνυσος τί δ᾽ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν; Πενθεύς λυπρῶς νιν εἰσίδοιμ᾽ ἂν ἐξῳνωμένας. Διόνυσος ὅμως δ᾽ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; 815 Πενθεύς σάφ᾽ ἴσθι, σιγῇ γ᾽ ὑπ᾽ ἐλάταις καθήμενος. Διόνυσος ἀλλ᾽ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ. Πενθεύς ἀλλ᾽ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε. Διόνυσος ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ; |
LA
CORYPHÉE |
| Πενθεύς ἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. 820 Διόνυσος στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. Πενθεύς τί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ; Διόνυσος μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. Πενθεύς εὖ γ᾽ εἶπας αὖ τόδ᾽· ὥς τις εἶ πάλαι σοφός. Διόνυσος Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. 825 Πενθεύς πῶς οὖν γένοιτ᾽ ἂν ἃ σύ με νουθετεῖς καλῶς; Διόνυσος ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. Πενθεύς τίνα στολήν; ἦ θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει. Διόνυσος οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. Πενθεύς στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν; 830 Διόνυσος κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. Πενθεύς τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι; Διόνυσος πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα. Πενθεύς ἦ καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί; Διόνυσος θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. 835 Πενθεύς οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. Διόνυσος ἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην. Πενθεύς ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν. Διόνυσος σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά. Πενθεύς καὶ πῶς δι᾽ ἄστεως εἶμι Καδμείους λαθών; 840 Διόνυσος ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ᾽ ἡγήσομαι. Πενθεύς πᾶν κρεῖσσον ὥστε μὴ ᾽γγελᾶν βάκχας ἐμοί. ἐλθόντ᾽ ἐς οἴκους . . . ἃν δοκῇ βουλεύσομαι. Διόνυσος ἔξεστι· πάντῃ τό γ᾽ ἐμὸν εὐτρεπὲς πάρα. Πενθεύς στείχοιμ᾽ ἄν· ἢ γὰρ ὅπλ᾽ ἔχων πορεύσομαι 845 ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν. |
PENTHÉE |
| Διόνυσος γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, 848 ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. 847 Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· 849 τεισώμεθ᾽ αὐτόν. πρῶτα δ᾽ ἔκστησον φρενῶν, 850 ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, ἔξω δ᾽ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται. χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν γυναικόμορφον ἀγόμενον δι᾽ ἄστεως 855 ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν. ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, 860 δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος. Χορός ἆρ᾽ ἐν παννυχίοις χοροῖς θήσω ποτὲ λευκὸν πόδ᾽ ἀναβακχεύουσα, δέραν εἰς αἰθέρα δροσερὸν ῥίπτουσ᾽, 865 ὡς νεβρὸς χλοεραῖς ἐμπαί- ζουσα λείμακος ἡδοναῖς, ἡνίκ᾽ ἂν φοβερὰν φύγῃ θήραν ἔξω φυλακᾶς εὐπλέκτων ὑπὲρ ἀρκύων, 870 θωΰσσων δὲ κυναγέτας συντείνῃ δράμημα κυνῶν· μόχθοις τ᾽ ὠκυδρόμοις τ᾽ ἀέλ- λαις θρῴσκει πεδίον παραποτάμιον, ἡδομένα βροτῶν ἐρημίαις σκιαρο- 875 κόμοιό τ᾽ ἔρνεσιν ὕλας. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον παρὰ θεῶν γέρας ἐν βροτοῖς ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς τῶν ἐχθρῶν κρείσσω κατέχειν; 880 ὅ τι καλὸν φίλον ἀεί. ὁρμᾶται μόλις, ἀλλ᾽ ὅμως πιστόν <τι> τὸ θεῖον σθένος· ἀπευθύνει δὲ βροτῶν τούς τ᾽ ἀγνωμοσύναν τιμῶν- 885 τας καὶ μὴ τὰ θεῶν αὔξον- τας σὺν μαινομένᾳ δόξᾳ. κρυπτεύουσι δὲ ποικίλως δαρὸν χρόνου πόδα καὶ θηρῶσιν τὸν ἄσεπτον. οὐ 890 γὰρ κρεῖσσόν ποτε τῶν νόμων γιγνώσκειν χρὴ καὶ μελετᾶν. κούφα γὰρ δαπάνα νομί- ζειν ᾇσχὺν τόδ᾽ ἔχειν, ὅ τι ποτ᾽ ἄρα τὸ δαιμόνιον, τό τ᾽ ἐν χρόνῳ μακρῷ νόμιμον 895 ἀεὶ φύσει τε πεφυκός. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον παρὰ θεῶν γέρας ἐν βροτοῖς ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς τῶν ἐχθρῶν κρείσσω κατέχειν; 900 ὅ τι καλὸν φίλον ἀεί. εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας ἔφυγε χεῖμα, λιμένα δ᾽ ἔκιχεν· εὐδαίμων δ᾽ ὃς ὕπερθε μόχθων ἐγένεθ᾽· ἑτέρᾳ δ᾽ ἕτερος ἕτερον 905 ὄλβῳ καὶ δυνάμει παρῆλθεν. μυρίαι δ᾽ ἔτι μυρίοις εἰσὶν ἐλπίδες· αἳ μὲν τελευτῶσιν ἐν ὄλβῳ βροτοῖς, αἳ δ᾽ ἀπέβησαν· τὸ δὲ κατ᾽ ἦμαρ ὅτῳ βίοτος 910 εὐδαίμων, μακαρίζω. |
DIONYSOS
(tourné vers le chœur)
Antistrophe. — Elle se meut avec lenteur, mais cependant elle est sûre, la puissance divine. Elle demande des comptes à ceux des mortels qui cultivent l'incrédulité et n'aident pas au triomphe des dieux, dans l'égarement de leur orgueil. Elle cache par une lenteur artificieuse la marche du Temps et pourchasse l'impie. jamais nous ne devons concevoir ni méditer rien de supérieur aux coutumes. Il en coûte peu de reconnaître la puissance de la divinité, quelle qu'elle puisse être, et les coutumes sanctionnées par la longue suite des temps et la nature. En quoi consiste la sagesse, en quoi ce présent le plus beau que les dieux accordent aux mortels, sinon à tenir une main victorieuse sur la tête de ses ennemis ? Ce qui est beau, toujours on l'aime.
Épode. — Heureux qui échappe à la fureur de la mer et touche le port ! Heureux encore qui triomphe des épreuves ! Diversement, les hommes se dépassent les uns les autres, en richesse ou en puissance. Innombrables sont les espérances ; les unes aboutissent à la richesse, les autres sont déçues. Celui dont la vie s'écoule au jour le jour dans la félicité, je le déclare heureux. Dionysos sort du palais. Il avait peut-être une tête de taureau. Penthée est encore dans le palais. |
| Διόνυσος σὲ τὸν πρόθυμον ὄνθ᾽ ἃ μὴ χρεὼν ὁρᾶν σπεύδοντά τ᾽ ἀσπούδαστα, Πενθέα λέγω, ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι, σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, 915 μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος· πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ. Πενθεύς καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας καὶ πόλισμ᾽ ἑπτάστομον· καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς 920 καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι. ἀλλ᾽ ἦ ποτ᾽ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν. Διόνυσος ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής, ἔνσπονδος ἡμῖν· νῦν δ᾽ ὁρᾷς ἃ χρή σ᾽ ὁρᾶν. Πενθεύς τί φαίνομαι δῆτ᾽; οὐχὶ τὴν Ἰνοῦς στάσιν 925 ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γ᾽ ἐμῆς; Διόνυσος αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ᾽ ὁρῶν. ἀλλ᾽ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ᾽ ὅδε, οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα. Πενθεύς ἔνδον προσείων αὐτὸν ἀνασείων τ᾽ ἐγὼ 930 καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα. Διόνυσος ἀλλ᾽ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει, πάλιν καταστελοῦμεν· ἀλλ᾽ ὄρθου κάρα. Πενθεύς ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή. Διόνυσος ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων 935 στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν. Πενθεύς κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα· τἀνθένδε δ᾽ ὀρθῶς παρὰ τένοντ᾽ ἔχει πέπλος. Διόνυσος ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων, ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. 940 |
DIONYSOS |
| Πενθεύς πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι; Διόνυσος ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ αἴρειν νιν· αἰνῶ δ᾽ ὅτι μεθέστηκας φρενῶν. Πενθεύς ἆρ᾽ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς 945 αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν; Διόνυσος δύναι᾽ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας οὐκ εἶχες ὑγιεῖς, νῦν δ᾽ ἔχεις οἵας σε δεῖ. Πενθεύς μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα; 950 Διόνυσος μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα καὶ Πανὸς ἕδρας ἔνθ᾽ ἔχει συρίγματα. Πενθεύς καλῶς ἔλεξας· οὐ σθένει νικητέον γυναῖκας· ἐλάταισιν δ᾽ ἐμὸν κρύψω δέμας. Διόνυσος κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, 955 ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. Πενθεύς καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν. Διόνυσος οὐκοῦν ἐπ᾽ αὐτὸ τοῦτ᾽ ἀποστέλλῃ φύλαξ· λήψῃ δ᾽ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. 960 Πενθεύς κόμιζε διὰ μέσης με Θηβαίας χθονός· μόνος γὰρ αὐτῶν εἰμ᾽ ἀνὴρ τολμῶν τόδε. Διόνυσος μόνος σὺ πόλεως τῆσδ᾽ ὑπερκάμνεις, μόνος· τοιγάρ σ᾽ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν. ἕπου δέ· πομπὸς [δ᾽] εἶμ᾽ ἐγὼ σωτήριος, 965 κεῖθεν δ᾽ ἀπάξει σ᾽ ἄλλος. Πενθεύς ἡ τεκοῦσά γε. Διόνυσος ἐπίσημον ὄντα πᾶσιν. Πενθεύς ἐπὶ τόδ᾽ ἔρχομαι. Διόνυσος φερόμενος ἥξεις . . . Πενθεύς ἁβρότητ᾽ ἐμὴν λέγεις. Διόνυσος ἐν χερσὶ μητρός. Πενθεύς καὶ τρυφᾶν μ᾽ ἀναγκάσεις. Διόνυσος τρυφάς γε τοιάσδε. 970 Πενθεύς ἀξίων μὲν ἅπτομαι. Διόνυσος δεινὸς σὺ δεινὸς κἀπὶ δείν᾽ ἔρχῃ πάθη, ὥστ᾽ οὐρανῷ στηρίζον εὑρήσεις κλέος. ἔκτειν᾽, Ἀγαύη, χεῖρας αἵ θ᾽ ὁμόσποροι Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω τόνδ᾽ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ᾽ ἐγὼ 975 καὶ Βρόμιος ἔσται. τἄλλα δ᾽ αὐτὸ σημανεῖ. |
PENTHÉE |
| Χορός ἴτε θοαὶ Λύσσας κύνες ἴτ᾽ εἰς ὄρος, θίασον ἔνθ᾽ ἔχουσι Κάδμου κόραι, ἀνοιστρήσατέ νιν ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ 980 λυσσώδη κατάσκοπον μαινάδων. μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας ἢ σκόλοπος ὄψεται δοκεύοντα, μαινάσιν δ᾽ ἀπύσει· Τίς ὅδ᾽ ὀρειδρόμων 985 μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολ᾽ ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν; οὐ γὰρ ἐξ αἵματος γυναικῶν ἔφυ, λεαίνας δέ τινος ὅδ᾽ ἢ Γοργόνων Λιβυσσᾶν γένος. 990 ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 992 φονεύουσα λαιμῶν διαμπὰξ τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 995 γόνον γηγενῆ. ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τ᾽ ὀργᾷ περὶ <σὰ> Βάκχι᾽, ὄργια ματρός τε σᾶς μανείσᾳ πραπίδι παρακόπῳ τε λήματι στέλλεται, 1000 τἀνίκατον ὡς κρατήσων βίᾳ, γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι- στος ἐς τὰ θεῶν ἔφυ· βροτείως τ᾽ ἔχειν ἄλυπος βίος. τὸ σοφὸν οὐ φθονῶ· 1005 χαίρω θηρεύουσα· τὰ δ᾽ ἕτερα μεγάλα φανερά τ᾽· ὤ, νάει<ν> ἐπὶ τὰ καλὰ βίον, ἦμαρ ἐς νύκτα τ᾽ εὐ- αγοῦντ᾽ εὐσεβεῖν, τὰ δ᾽ ἔξω νόμιμα δίκας ἐκβαλόντα τιμᾶν θεούς. 1010 ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 1013 φονεύουσα λαιμῶν διαμπὰξ τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 1015 τόκον γηγενῆ. φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν 1018 δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων. ἴθ᾽, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν 1020 γελῶντι προσώπῳ περίβαλε βρόχον θανάσιμον ὑπ᾽ ἀγέλαν πεσόν- τι τὰν μαινάδων. |
LE
CHOEUR Antistrophe. — Dans une pensée impie et une rage sacrilège, Bacchos, il vient assister à tes mystères orgiaques et à ceux de ta mère (115), avec une âme en délire et une résolution insensée, dans l'idée de triompher par la force de l'Invincible. Quand on a un esprit modeste (116), quand on ne cherche pas de mauvaises défaites sur les dieux et qu'on reste dans la mesure humaine, on a une vie sans tourments. je n'envie pas la science. je me plais à poursuivre cet autre bonheur, élevé et manifeste, à vouer sans cesse ma vie au bien, le jour et la nuit, à la sainteté et à la piété, à rejeter les prescriptions humaines étrangères à la justice naturelle, à honorer les dieux. Vienne la justice ! qu'elle se manifeste ! Qu'elle vienne armée de son glaive, qu'elle le tue, qu'elle transperce la gorge de cet être sans foi, sans loi, sans justice, le fils d'Échion, enfant de la Terre ! Épode. — Apparais à nos
yeux sous l'aspect d'un taureau, ou d'un dragon à plusieurs têtes,
sous l'apparence d'un lion qui souffle du feu ! Va, ô Bacchos ! Ce
chasseur de Bacchantes, avec un air souriant, enveloppe-le d'un filet de
mort, quand il tombera sur la troupe des Ménades.
|
| Ἄγγελος Β ὦ δῶμ᾽ ὃ πρίν ποτ᾽ εὐτύχεις ἀν᾽ Ἑλλάδα, Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς 1025 δράκοντος ἔσπειρ᾽ Ὄφεος ἐν γαίᾳ θέρος, ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλ᾽ ὅμως [χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν]. Χορός τί δ᾽ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον; Ἄγγελος Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός. 1030 Χορός ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας. Ἄγγελος πῶς φῄς; τί τοῦτ᾽ ἔλεξας; ἦ ᾽πὶ τοῖς ἐμοῖς χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι; Χορός εὐάζω ξένα μέλεσι βαρβάροις· οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. 1035 Ἄγγελος Θήβας δ᾽ ἀνάνδρους ὧδ᾽ ἄγεις . . . * Χορός ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι κράτος ἔχουσ᾽ ἐμόν. Ἄγγελος συγγνωστὰ μέν σοι, πλὴν ἐπ᾽ ἐξειργασμένοις κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν. 1040 Χορός ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει ἄδικος ἄδικά τ᾽ ἐκπορίζων ἀνήρ; |
LE
MESSAGER |
| Ἄγγελος ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς, λέπας Κιθαιρώνειον εἰσεβάλλομεν 1045 Πενθεύς τε κἀγώ--δεσπότῃ γὰρ εἱπόμην-- ξένος θ᾽ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας. πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, τά τ᾽ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. 1050 ἦν δ᾽ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, πεύκαισι συσκιάζον, ἔνθα μαινάδες καθῆντ᾽ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις. αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα κισσῷ κομήτην αὖθις ἐξανέστεφον, 1055 αἳ δ᾽, ἐκλιποῦσαι ποικίλ᾽ ὡς πῶλοι ζυγά, βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος. Πενθεὺς δ᾽ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον ἔλεξε τοιάδ᾽· Ὦ ξέν᾽, οὗ μὲν ἕσταμεν, οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· 1060 ὄχθων δ᾽ ἔπ᾽, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, ἴδοιμ᾽ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν. τοὐντεῦθεν ἤδη τοῦ ξένου <τὸ> θαῦμ᾽ ὁρῶ· λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· 1065 κυκλοῦτο δ᾽ ὥστε τόξον ἢ κυρτὸς τροχὸς τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον· ὣς κλῶν᾽ ὄρειον ὁ ξένος χεροῖν ἄγων ἔκαμπτεν ἐς γῆν, ἔργματ᾽ οὐχὶ θνητὰ δρῶν. Πενθέα δ᾽ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, 1070 ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾽ ἄνω ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν, ὀρθὴ δ᾽ ἐς ὀρθὸν αἰθέρ᾽ ἐστηρίζετο, ἔχουσα νώτοις δεσπότην ἐφήμενον· ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. 1075 ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω, καὶ τὸν ξένον μὲν οὐκέτ᾽ εἰσορᾶν παρῆν, ἐκ δ᾽ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες, ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾽ ὄργια 1080 γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν. καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πρὸς οὐρανὸν καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός. σίγησε δ᾽ αἰθήρ, σῖγα δ᾽ ὕλιμος νάπη φύλλ᾽ εἶχε, θηρῶν δ᾽ οὐκ ἂν ἤκουσας βοήν. 1085 αἳ δ᾽ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας. ὃ δ᾽ αὖθις ἐπεκέλευσεν· ὡς δ᾽ ἐγνώρισαν σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι, ᾖξαν πελείας ὠκύτητ᾽ οὐχ ἥσσονες 1090 ποδῶν τρέχουσαι συντόνοις δραμήμασι, μήτηρ Ἀγαύη σύγγονοί θ᾽ ὁμόσποροι πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης ἀγμῶν τ᾽ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς. ὡς δ᾽ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, 1095 πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν, ὄζοισί τ᾽ ἐλατίνοισιν ἠκοντίζετο. ἄλλαι δὲ θύρσους ἵεσαν δι᾽ αἰθέρος Πενθέως, στόχον δύστηνον· ἀλλ᾽ οὐκ ἤνυτον. 1100 κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων καθῆσθ᾽ ὁ τλήμων, ἀπορίᾳ λελημμένος. τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς. ἐπεὶ δὲ μόχθων τέρματ᾽ οὐκ ἐξήνυτον, 1105 ἔλεξ᾽ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην θῆρ᾽ ὡς ἕλωμεν, μηδ᾽ ἀπαγγείλῃ θεοῦ χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· 1110 ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν. πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο 1115 ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος· οἴκτιρε δ᾽ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς 1120 ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς. ἣ δ᾽ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους κόρας ἑλίσσουσ᾽, οὐ φρονοῦσ᾽ ἃ χρὴ φρονεῖν, ἐκ Βακχίο` |