|
RETOUR
À L’ENTRÉE DU SITE
ALLER
à LA TABLE DES MATIERES
D'Eschyle
Αἰσχύλου - Eschyle
Εὐμενίδες - les Euménides
Texte grec
(ed. Herbert Weir Smyth,
1926)
J'ai ajouté
les majuscules après . et ;
texte bilingue -
traduction française seule
Πυθιάς
Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω
θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ
λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, 5
Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
Φοίβη· δίδωσι δ᾽ ἣ γενέθλιον δόσιν
Φοίβῳ· τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, 10
ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ ἕδρας.
Πέμπουσι δ᾽ αὐτὸν καὶ
σεβίζουσιν μέγα
κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
ἀνήμερον τιθέντες ἡμερωμένην.
Μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ
λεώς, 15
Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·
Διὸς προφήτης δ᾽ ἐστὶ Λοξίας πατρός.
Τούτους ἐν εὐχαῖς φροιμιάζομαι
θεούς. 20
Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται·
σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, 25
λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
Καὶ νῦν τυχεῖν με τῶν πρὶν
εἰσόδων μακρῷ 30
ἄριστα δοῖεν· κεἰ παρ᾽ Ἑλλήνων τινές,
ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
Μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται
θεός.
Ἦ δεινὰ λέξαι, δεινὰ δ᾽
ὀφθαλμοῖς δρακεῖν,
πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, 35
ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν,
τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·
δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
Ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ
μυχόν·
ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ 40
ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ. 45
Πρόσθεν δὲ τἀνδρὸς τοῦδε
θαυμαστὸς λόχος
εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
Οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας
λέγω,
οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
Εἶδόν ποτ᾽ ἤδη Φινέως
γεγραμμένας 50
δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι·
ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν·
ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα 55
φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
Τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽
ὁμιλίας
οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος
τρέφουσ᾽ ἀνατεὶ μὴ μεταστένειν πόνον.
Τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ
δόμων 60
αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
Ἰατρόμαντις δ᾽ ἐστὶ καὶ
τερασκόπος
καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
Ἀπόλλων
Οὔτοι προδώσω· διὰ τέλους δέ
σοι φύλαξ
ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν 65
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
Καὶ νῦν ἁλούσας τάσδε τὰς
μάργους ὁρᾷς·
ὕπνῳ πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε. 70
Κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ
κακὸν
σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
Ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς
γένῃ.
Ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου
μακρᾶς 75
βιβῶντ᾽ ἀν᾽ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
Καὶ μὴ πρόκαμνε τόνδε
βουκολούμενος
πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. 80
Κἀκεῖ δικαστὰς τῶνδε καὶ
θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων·
καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.
Ὀρέστης
Ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ
᾽δικεῖν· 85
ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
Ἀπόλλων
Μέμνησο, μὴ φόβος σε νικάτω
φρένας.
Σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ
κοινοῦ πατρός,
Ἑρμῆ, φύλασσε· κάρτα δ᾽ ὢν ἐπώνυμος 90
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτην - σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας -
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
Κλυταιμήστρας Εἴδωλον
Εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν
τί δεῖ;
Ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽
ἀπητιμασμένη 95
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ᾽ ἀλῶμαι· προυννέπω δ᾽ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, 100
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
Ὁρᾶτε πληγὰς τάσδε καρδίας
ὅθεν.
Εὕδουσα γὰρ φρὴν ὄμμασιν
λαμπρύνεται,
ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν. 105
Ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν
ἐλείξατε,
χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
Καὶ πάντα ταῦτα λὰξ ὁρῶ
πατούμενα. 110
Ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ
δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
Ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί. 115
Ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα
καλῶ.
Χορός
(μυγμός. )
Κλυταιμήστρας Εἴδωλον
Μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται
φεύγων πρόσω·
φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.
Χορός
(μυγμός. ) 120
Κλυταιμήστρας Εἴδωλον
Ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις
πάθος·
φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορός
(ὠγμός. )
Κλυταιμήστρας Εἴδωλον
ᾬζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ
τάχος;
Τί σοι πέπρωται πρᾶγμα πλὴν
τεύχειν κακά; 125
Χορός
(ὠγμός. )
Κλυταιμήστρας Εἴδωλον
Ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χορός
(μυγμὸς διπλοῦς ὀξύς. )
λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου. 130
Κλυταιμήστρας Εἴδωλον
Ὄναρ διώκεις θῆρα, κλαγγαίνεις
δ᾽ ἅπερ
κύων μέριμναν οὔποτ᾽ ἐκλείπων πόνου.
Τί δρᾷς;
Ἀνίστω, μή σε νικάτω πόνος,
μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ.
ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν· 135
τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
σὺ δ᾽ αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ,
ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
ἕπου, μάραινε δευτέροις διώγμασιν.
Χορός
Ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽,
ἐγὼ δὲ σέ. 140
Εὕδεις;
Ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,
ἰδώμεθ᾽ εἴ τι τοῦδε φροιμίου ματᾷ.
Ἰοὺ ἰοὺ πύπαξ.
Ἐπάθομεν, φίλαι, -
ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ, -
ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, 145
ἄφερτον κακόν·
ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ ὁ θήρ. -
Ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.
Ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ, -
νέος δὲ γραίας δαίμονας καθιππάσω, - 150
τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
τοκεῦσιν πικρόν·
τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός. -
Τί τῶνδ᾽ ἐρεῖ τις δικαίως
ἔχειν;
Ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων
μολὸν 155
ἔτυψεν δίκαν διφρηλάτου
μεσολαβεῖ κέντρῳ
ὑπὸ φρένας, ὑπὸ λοβόν. -
Πάρεστι μαστίκτορος δαΐου
δαμίου 160
βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.
Τοιαῦτα δρῶσιν οἱ νεώτεροι
θεοί,
κρατοῦντες τὸ πᾶν δίκας πλέον
φονολιβῆ θρόνον
περὶ πόδα, περὶ κάρα. - 165
Πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν
αἱμάτων
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
Ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι
μυχὸν ἐχράνατ᾽ αὐτόσσυτος, αὐτόκλητος, 170
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
παλαιγενεῖς δὲ μοίρας φθίσας.
Κἀμοί γε λυπρός, καὶ τὸν οὐκ
ἐκλύσεται,
ὑπό τε γᾶν φυγὼν οὔ ποτ᾽ ἐλευθεροῦται. 175
Ποτιτρόπαιος ὢν δ᾽ ἕτερον ἐν
κάρᾳ
μιάστορ᾽ ἐκ γένους πάσεται.
Ἀπόλλων
Ἔξω, κελεύω, τῶνδε δωμάτων
τάχος
χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, 180
μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν,
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
Οὔτοι δόμοισι τοῖσδε
χρίμπτεσθαι πρέπει· 185
ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθορᾷ
παίδων κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία,
λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
ὑπὸ ῥάχιν παγέντες.
Ἆρ᾽ ἀκούετε 190
οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς
στέργηθρ᾽ ἔχουσαι;
Πᾶς δ᾽ ὑφηγεῖται τρόπος
μορφῆς.
Λέοντος ἄντρον αἱματορρόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. 195
Χωρεῖτ᾽ ἄνευ βοτῆρος
αἰπολούμεναι.
Ποίμνης τοιαύτης δ᾽ οὔτις
εὐφιλὴς θεῶν.
Χορός
Ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν
μέρει.
Αὐτὸς σὺ τούτων οὐ μεταίτιος
πέλῃ,
ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. 200
Ἀπόλλων
Πῶς δή;
Τοσοῦτο μῆκος ἔκτεινον λόγου.
Χορός
Ἔχρησας ὥστε τὸν ξένον
μητροκτονεῖν.
Ἀπόλλων
Ἔχρησα ποινὰς τοῦ πατρὸς
πρᾶξαι. τί μήν ;
Χορός
Κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ
νέου.
Ἀπόλλων
Καὶ προστραπέσθαι τούσδ᾽
ἐπέστελλον δόμους. 205
Χορός
Καὶ τὰς προπομποὺς δῆτα τάσδε
λοιδορεῖς;
Ἀπόλλων
Οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον
μολεῖν.
Χορός
Ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο
προστεταγμένον.
Ἀπόλλων
Τίς ἥδε τιμή;
Κόμπασον γέρας καλόν.
Χορός
Τοὺς μητραλοίας ἐκ δόμων
ἐλαύνομεν. 210
Ἀπόλλων
Τί γὰρ γυναικὸς ἥτις ἄνδρα
νοσφίσῃ;
Χορός
Οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης
φόνος.
Ἀπόλλων
Ἦ κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲν
εἰργάσω
Ἥρας τελείας καὶ Διὸς πιστώματα.
Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ, 215
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
Εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ
μόρσιμος
ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
Εἰ τοῖσιν οὖν κτείνουσιν
ἀλλήλους χαλᾷς
τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ, 220
οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν.
Τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽
ἐνθυμουμένην,
τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
Δίκας δὲ Παλλὰς τῶνδ᾽
ἐποπτεύσει θεά.
Χορός
Τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω
ποτέ. 225
Ἀπόλλων
Σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλείω
τίθου.
Χορός
Τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς
λόγῳ.
Ἀπόλλων
Οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν
τιμὰς σέθεν.
Χορός
Μέγας γὰρ ἔμπας πὰρ Διὸς
θρόνοις λέγῃ.
Ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον,
δίκας 230
μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.
Ἀπόλλων
Ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε
ῥύσομαι·
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.
Ὀρέστης
Ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύμασιν
235
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
ἀλλ᾽ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
Ὅμοια χέρσον καὶ θάλασσαν
ἐκπερῶν, 240
σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
Αὐτοῦ φυλάσσων ἀναμένω τέλος
δίκης.
Χορός
Εἶεν· τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς
τέκμαρ.
Ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου
φραδαῖς. 245
Τετραυματισμένον γὰρ ὡς κύων
νεβρὸν
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
Πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι
φυσιᾷ
σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν 250
ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
Καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που
καταπτακών.
Ὀσμὴ βροτείων αἱμάτων με
προσγελᾷ.
Ὅρα ὅρα μάλ᾽ αὖ,
λεύσσετε πάντα, μὴ 255
λάθῃ φύγδα βὰς
[ὁ ] ματροφόνος ἀτίτας.
Ὁ δ᾽ αὖτέ γ᾽ [οὖν] ἀλκὰν ἔχων
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
ὑπόδικος θέλει γενέσθαι χρεῶν. 260
Τὸ δ᾽ οὐ πάρεστιν· αἷμα μητρῷον
χαμαὶ
δυσαγκόμιστον, παπαῖ,
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
Ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ
ζῶντος ῥοφεῖν
ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ 265
φεροίμαν βοσκὰν πώματος δυσπότου·
καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,
ἀντίποιν᾽ ὡς τίνῃς ματροφόνου δύας.
Ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν
βροτῶν
ἢ θεὸν ἢ ξένον 270
τιν᾽ ἀσεβῶνᾳ” ἢ τοκέας φίλους,
ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.
Μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος
βροτῶν
ἔνερθε χθονός,
δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί. 275
Ὀρέστης
Ἐγὼ διδαχθεὶς ἐν κακοῖς
ἐπίσταμαι
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
σιγᾶν θ᾽ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
Βρίζει γὰρ αἷμα καὶ μαραίνεται
χερός, 280
μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει·
ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
Πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ
ἀρχῆς λόγος,
ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. 285
[Χρόνος
καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.]
Καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος
εὐφήμως καλῶ
χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ
μολεῖν ἀρωγόν· κτήσεται δ᾽ ἄνευ δορὸς
αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν 290
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
Ἀλλ᾽ εἴτε χώρας ἐν τόποις
Λιβυστικοῖς,
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα 295
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
ἔλθοι - κλύει δὲ καὶ πρόσωθεν ὢν θεός -
ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.
Χορός
Οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας
σθένος
ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον 300
ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,
ἀναίματον βόσκημα δαιμόνων, σκιάν.
Οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις
λόγους,
ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;
Καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς
βωμῷ σφαγείς· 305
ὕμνον δ᾽ ἀκούσῃ τόνδε δέσμιον σέθεν.
Ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
μοῦσαν στυγερὰν
ἀποφαίνεσθαι δεδόκηκεν,
λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους 310
ὡς ἐπινωμᾷ στάσις ἁμά.
Εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι·
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽
οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,
ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ· 315
ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ
χεῖρας φονίας ἐπικρύπτει,
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος
αὐτῷ τελέως ἐφάνημεν. 320
Μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ
Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
ποινάν, κλῦθ᾽.
Ὁ Λατοῦς γὰρ ἶ-
νίς μ᾽ ἄτιμον τίθησιν
τόνδ᾽ ἀφαιρούμενος 325
πτῶκα, ματρῷον ἅ-
γνισμα κύριον φόνου.
Ἐπὶ δὲ τῷ τεθυμένῳ
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής, 330
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὐονὰ βροτοῖς.
Τοῦτο γὰρ λάχος διανταία
Μοῖρ᾽ ἐπέκλωσεν ἐμπέδως ἔχειν, 335
θνατῶν τοῖσιν αὐτουργίαι
ξυμπέσωσιν μάταιοι,
τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν
γᾶν ὑπέλθῃ· θανὼν δ᾽
οὐκ ἄγαν ἐλεύθερος. 340
Ἐπὶ δὲ τῷ τεθυμένῳ
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ- 345
μικτος, αὐονὰ βροτοῖς.
Γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν
ἐκράνθη·
ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστί 350
συνδαίτωρ μετάκοινος·
παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην
-υ-υ-υ-
<δωμάτων γὰρ εἱλόμαν 354
ἀνατροπάς, ὅταν Ἄρης 355
τιθασὸς ὢν φίλον ἕλῃ.
Ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι
κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-
ροῦμεν ὑφ᾽ αἵματος νέου.>
Σπεύδομεν αἵδ᾽ ἀφελεῖν τινὰ
τάσδε μερίμνας, 360
θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,
μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν·
Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας 365
ἇς ἀπηξιώσατο. 367
<Δωμάτων
γὰρ εἱλόμαν 354α
ἀνατροπάς, ὅταν Ἄρης 355α
τιθασὸς ὢν φίλον ἕλῃ. 356α
Ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι 357α
κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ- 358α
ροῦμεν ὑφ᾽ αἵματος νέου.> 359α
Δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽
αἰθέρι σεμναὶ 368
τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη- 370
σμοῖς τ᾽ ἐπιφθόνοις ποδός.
<Μάλα
γὰρ οὖν ἁλομένα
ἀνέκαθεν βαρυπεσῆ
καταφέρω ποδὸς ἀκμάν,
σφαλερὰ <καὶ> τανυδρόμοις 375
κῶλα, δύσφορον ἄταν.>
Πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽
ἄφρονι λύμᾳ·
τοῖον [γὰρ] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
ται πολύστονος φάτις. 380
<Μάλα
γὰρ οὖν ἁλομένα 372α
ἀνέκαθεν βαρυπεσῆ 373α
καταφέρω ποδὸς ἀκμάν, 374α
σφαλερὰ καὶ τανυδρόμοις 375α
κῶλα, δύσφορον ἄταν.> 376α
Μένει γάρ.
Εὐμήχανοί 381
τε καὶ τέλειοι, κακῶν
τε μνήμονες σεμναὶ
καὶ δυσπαρήγοροι βροτοῖς,
ἄτιμ᾽ ἀτίετα διόμεναι 385
λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ
λάμπᾳ, δυσοδοπαίπαλα
δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
Τίς οὖν τάδ᾽ οὐχ ἅζεταί
τε καὶ δέδοικεν βροτῶν, 390
ἐμοῦ κλύων θεσμὸν
τὸν μοιρόκραντον ἐκ θεῶν
δοθέντα τέλεον;
Ἔτι δέ μοι
<μένει> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας
κύρω, καίπερ ὑπὸ χθόνα 395
τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.
Ἀθηνᾶ
Πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, 400
ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
[Πώλοις
ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον] 405
καινὴν δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
Τίνες ποτ᾽ ἐστέ;
Πᾶσι δ᾽ ἐς κοινὸν λέγω·
βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, 410
οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
Λέγειν δ᾽ ἄμομφον ὄντα τοὺς
πέλας κακῶς
πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.
Χορός
Πεύσῃ τὰ πάντα συντόμως, Διὸς
κόρη. 415
Ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ
τέκνα.
Ἀραὶ δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
Χορός
Τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ
τάχα.
Ἀθηνᾶ
Μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ
λόγον. 420
Χορός
Βροτοκτονοῦντας ἐκ δόμων
ἐλαύνομεν.
Ἀθηνᾶ
Καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα
τῆς φυγῆς;
Χορός
Ὅπου τὸ χαίρειν μηδαμοῦ
νομίζεται.
Ἀθηνᾶ
Ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς
φυγάς;
Χορός
Φονεὺς γὰρ εἶναι μητρὸς
ἠξιώσατο. 425
Ἀθηνᾶ
Ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων
κότον;
Χορός
Ποῦ γὰρ τοσοῦτο κέντρον ὡς
μητροκτονεῖν;
Ἀθηνᾶ
Δυοῖν παρόντοιν ἥμισυς λόγου
πάρα.
Χορός
Ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ
δοῦναι θέλοι.
Ἀθηνᾶ
Κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
430
Χορός
Πῶς δή;
Δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
Ἀθηνᾶ
Ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν
λέγω.
Χορός
Ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν
δίκην.
Ἀθηνᾶ
Ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας
τέλος;
Χορός
Πῶς δ᾽ οὔ;
Σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.
435
Ἀθηνᾶ
Τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν
μέρει θέλεις;
Λέξας δὲ χώραν καὶ γένος καὶ
ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας 440
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
Τούτοις ἀμείβου πᾶσιν εὐμαθές
τί μοι.
Ὀρέστης
Ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν
ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
|