RETOUR À L’ENTRÉE DU SITE

ALLER à LA TABLE DES MATIERES D'Eschyle

 

Αἰσχύλου

ΑΓΑΜΕΜΝΩΝ

ESCHYLE.

AGAMEMNON

Oeuvre numérisée par Marc Szwajcer

 

traduction française - bilingue

 

 

 ΑΓΑΜΕΜΝΩΝ. 

ΦΥΛΑΞ

Θεοὺς μὲν αἰτῶ τῶνδ´ ἀπαλλαγὴν πόνων,
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.
Καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10  ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
Εὖτ´ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ´ ἔχων
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
ἐμήν, φόβος γὰρ ἀνθ´ ὕπνου παραστατεῖ,
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ.
Ὅταν δ´ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
ὕπνου τόδ´ ἀντίμολπον ἐντέμνων ἄκος,
κλαίω τότ´ οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθ´ ἄριστα διαπονουμένου.
20 Νῦν δ´ εὐτυχὴς γένοιτ´ ἀπαλλαγὴ πόνων
εὐαγγέλου φανέντος ὀρφναίου πυρός. 
Ὦ χαῖρε λαμπτήρ, νυκτὸς ἡμερήσιον
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
ἰοὺ ἰού.
Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
30 ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·
αὐτός τ´ ἔγωγε φροίμιον χορεύσομαι.
Τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
Γένοιτο δ´ οὖν μολόντος εὐφιλῆ χέρα
ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
Τὰ δ´ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας
βέβηκεν· οἶκος δ´ αὐτός, εἰ φθογγὴν λάβοι,
σαφέστατ´ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

ΧΟΡΟΣ

40 δέκατον μὲν ἔτος τόδ´ ἐπεὶ Πριάμῳ
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδ´ Ἀγαμέμνων,
διθρόνου Διόθεν καὶ δισκήπτρου
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν,
στόλον Ἀργείων χιλιοναύταν 
τῆσδ´ ἀπὸ χώρας
ἦραν, στρατιῶτιν ἀρωγάν,
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
τρόπον αἰγυπιῶν,
50 οἵτ´ ἐκπατίοις ἄλγεσι παίδων
ὕπατοι λεχέων στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον ὀρταλίχων ὀλέσαντες·
ὕπατος δ´ ἀίων ἤ τις Ἀπόλλων
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον
πέμπει παραβᾶσιν Ἐρινύν.
60 Οὕτω δ´ Ἀτρέως παῖδας ὁ κρείσσων
ἐπ´ Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικός,
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ,
γόνατος κονίαισιν ἐρειδομένου
διακναιομένης τ´ ἐν προτελείοις
κάμακος, θήσων Δαναοῖσιν
Τρωσί θ´ ὁμοίως. Ἔστι δ´ ὅπη νῦν
ἔστι· τελεῖται δ´ ἐς τὸ πεπρωμένον·
οὔθ´ ὑποκαίων οὔτ´ ἐπιλείβων
70 οὔτε δακρύων ἀπύρων ἱερῶν
ὀργὰς ἀτενεῖς παραθέλξει. 
Ἡμεῖς δ´ ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότ´ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
75 ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
Ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς Ἄρης δ´ οὐκ ἔνι χώρᾳ,
τό θ´ ὑπέργηρων φυλλάδος ἤδη
80 κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει, παιδὸς δ´ οὐδὲν ἀρείων
ὄναρ ἡμερόφαντον ἀλαίνει.
Σὺ δέ, Τυνδάρεω
θύγατερ, βασίλεια Κλυταιμήστρα,
τί χρέος; Τί νέον; Τί δ´ ἐπαισθομένη
τίνος ἀγγελίας
πειθοῖ περίπεμπτα θυοσκεῖς;
Πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων, χθονίων,
90 τῶν τε θυραίων τῶν τ´ ἀγοραίων,
βωμοὶ δώροισι φλέγονται·
ἄλλη δ´ ἄλλοθεν οὐρανομήκης
λαμπὰς ἀνίσχει, 
φαρμασσομένη χρίματος ἁγνοῦ
μαλακαῖς ἀδόλοισι παρηγορίαις,
πελάνῳ μυχόθεν βασιλείῳ.
Τούτων λέξας´ ὅ τι καὶ δυνατὸν
καὶ θέμις αἴνει
παιών τε γενοῦ τῆσδε μερίμνης,

[100] ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
τοτὲ δ´ ἐκ θυσιῶν ἀγάν´ ἀμφαίνους´
ἐλπὶς ἀμύνει φροντίδ´ ἄπληστον
τὴς θυμοβόροθ λύπης φρένα. 

[στρ. α.

Κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν 
ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
πειθώ, μολπᾶν ἀλκάν, σύμφυτος αἰών·
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
110 ξύμφρονα ταγάν,
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδ´ ἐπ´ αἶαν,
οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν ὁ κελαινός, ὅ τ´ ἐξόπιν
ἀργίας,
φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου 
παμπρέπτοις ἐν ἕδραισι,
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν,
120 βλαβέντα λοισθίων δρόμων.
Αἵλινον αἵλινον εἰπέ, τὸ δ´ εὖ νικάτω.

[ἀντ. α.

Κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς 
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
125 πομπούς τ´ ἀρχάς· οὕτω δ´ εἶπε τερᾴζων·
‘χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθέα
130 Μοῖρα λαπάξει πρὸς τὸ βίαιον·
οἶον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν. Οἴκτῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἀγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι·
στυγεῖ δὲ δεῖπνον αἰετῶν.’
Αἵλινον αἵλινον εἰπέ, τὸ δ´ εὖ νικάτω.

[μεσῳδ.

140 ‘Τόσον περ εὔφρων ἁ καλά, 
δρόσοις ἀέπτοις μαλερῶν λεόντων 
πάντων τ´ ἀγρονόμων φιλομάστοις
θηρῶν ὀβρικάλοισι τερπνά,
τούτων αἰτεῖ ξύμβολα κρᾶναι,
δεξιὰ μὲν κατάμομφα δὲ φάσματα στρουθῶν.
Ἰήιον δὲ καλέω Παιᾶνα,
150 μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας
τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν, ἄνομόν τιν´, ἄδαιτον,
νεικέων τέκτονα σύμφυτον,
οὐ δεισήνορα. Μίμνει γὰρ φοβερὰ παλίνορτος
οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.’
Τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμ´ ἀπ´ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
τοῖς δ´ ὁμόφωνον
αἵλινον αἵλινον εἰπέ, τὸ δ´ εὖ νικάτω.

[στρ. β


160 Ζεύς, ὅστις ποτ´ ἐστίν, εἰ τόδ´ αὐτῷ φίλον κεκλημένῳ,
τοῦτό νιν προσεννέπω.
Οὐκ ἔχω προσεικάσαι
πάντ´ ἐπισταθμώμενος
πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως.
Οὐδ´ ὅστις πάροιθεν ἦν μέγας, 
παμμάχῳ θράσει βρύων,
οὐδὲ λέξεται πρὶν ὤν· 
ὃς δ´ ἔπειτ´ ἔφυ, τριακτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
175 τεύξεται φρενῶν τὸ πᾶν,

[στρ. γ.

τὸν φρονεῖν βροτοὺς ὁδώσαντα, τὸν πάθει μάθος
θέντα κυρίως ἔχειν.
Στάζει δ´ ἀνθ´ ὕπνου πρὸ καρδίας
180 μνησιπήμων πόνος· καὶ παρ´ ἄκοντας ἦλθε σωφρονεῖν.
Δαιμόνων δέ που χάρις βίαιος
σέλμα σεμνὸν ἡμένων.

[ἀντ. γ.

Καὶ τόθ´ ἡγεμὼν ὁ πρέσβυς νεῶν Ἀχαιικῶν,
μάντιν οὔτινα ψέγων,
ἐμπαίοις τύχαισι συμπνέων,
εὖτ´ ἀπλοίᾳ κεναγγεῖ βαρύνοντ´ Ἀχαιικὸς λεώς,
190 Χαλκίδος πέραν ἔχων παλιρρόχθοις ἐν Αὐλίδος τόποις·

[στρ. δ.

πνοαὶ δ´ ἀπὸ Στρυμόνος μολοῦσαι 
κακόσχολοι, νήστιδες, δύσορμοι,
βροτῶν ἄλαι,
ναῶν 〈τε〉 καὶ πεισμάτων ἀφειδεῖς,
παλιμμήκη χρόνον τιθεῖσαι
τρίβῳ κατέξαινον ἄνθος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ
χείματος ἄλλο μῆχαρ

[200] βριθύτερον πρόμοισιν
μάντις ἔκλαγξεν
προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκτροις
ἐπικρούσαντας Ἀτρείδας
δάκρυ μὴ κατασχεῖν·

[ἀντ. δ.

ἄναξ δ´ ὁ πρέσβυς τόδ´ εἶπε φωνῶν· 
βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
βαρεῖα δ´, εἰ
τέκνον δαΐξω, δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισιν
210 ῥείθροις πατρῴους χέρας πέλας βωμ-
οῦ. Τί τῶνδ´ ἄνευ κακῶν;
Πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;
Παυσανέμου γὰρ
θυσίας παρθενίου θ´ αἵματος ὀργᾷ
περιόργως ἐπιθυμεῖν
θέμις. Εὖ γὰρ εἴη.’

[στρ. ε.

Ἐπεὶ δ´ ἀνάγκας ἔδυ λέπαδνον 
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
220 ἄναγνον, ἀνίερον, τόθεν
τὸ παντότολμον φρονεῖν μετέγνω.
Βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις 
τάλαινα παρακοπὰ πρωτοπήμων.
Ἔτλα δ´ οὖν θυτὴρ γενέσθαι
225 θυγατρός, γυναικοποίνων
πολέμων ἀρωγὰν
καὶ προτέλεια ναῶν.

[ἀντ. ε.

Λιτὰς δὲ καὶ κληδόνας πατρῴους 
παρ´ οὐδὲν αἰῶ τε παρθένειον
230 ἔθεντο φιλόμαχοι βραβῆς.
Φράσεν δ´ ἀόζοις πατὴρ μετ´ εὐχὰν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
πέπλοισι περιπετῆ παντὶ θυμῷ
προνωπῆ λαβεῖν ἀέρδην,
στόματός τε καλλιπρῴρου
φυλακᾷ κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις.

[στρ. ζ.

Βίᾳ χαλινῶν δ´, ἀναύδῳ μένει, 
κρόκου βαφὰς δ´ ἐς πέδον χέουσα,
240 ἔβαλλ´ ἕκαστον θυτήρων ἀπ´ ὄμματος βέλει φιλοίκτῳ,
πρέπουσα τὼς ἐν γραφαῖς, προσεννέπειν
θέλους´, ἐπεὶ πολλάκις
πατρὸς κατ´ ἀνδρῶνας εὐτραπέζους
ἔμελψεν, ἁγνᾷ δ´ ἀταύρωτος αὐδᾷ πατρὸς 
φίλου τριτόσπονδον εὔποτμον
παιῶνα φίλως ἐτίμα.

[ἀντ. ζ.

Τὰ δ´ ἔνθεν οὔτ´ εἶδον οὔτ´ ἐννέπω· 
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
250 Δίκα δὲ τοῖς μὲν παθοῦσιν μαθεῖν ἐπιρρέπει· τὸ μέλλον.
Τὸ προκλύειν δ' ἤλυσιν, προχαιρέτω·
ἴσον δὲ τῷ προστένειν.
Τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
Πέλοιτο δ´ οὖν ἁ ´πὶ τούτοισιν εὖ πρᾶξις, ὡς
θέλει τόδ´ ἄγχιστον Ἀπίας
γαίας μονόφρουρον ἕρκος.

Ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260 γυναῖκ´ ἐρημωθέντος ἄρσενος θρόνου.
Σὺ δ´ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ´ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

Εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. 
Πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.

ΧΟΡΟΣ 

Πῶς φῄς; Πέφευγε τοὔπος ἐξ ἀπιστίας.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ 

Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;

ΧΟΡΟΣ 

270 Χαρά μ´ ὑφέρπει δάκρυον ἐκκαλουμένη.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ 

Εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.

ΧΟΡΟΣ 

Τί γὰρ τὸ πιστόν; Ἔστι τῶνδέ σοι τέκμαρ;

ΚΛΥΤΑΙΜΗΣΤΡΑ 

Ἔστιν· τί δ´ οὐχί; Μὴ δολώσαντος θεοῦ.

ΧΟΡΟΣ

Πότερα δ´ ὀνείρων φάσματ´ εὐπειθῆ σέβεις;

275 ΚΛΥΤΑΙΜΗΣΤΡΑ

Οὐ δόξαν ἂν λάκοιμι βριζούσης φρενός.

ΧΟΡΟΣ 

Ἀλλ´ ἦ ς´ ἐπίανέν τις ἄπτερος φάτις;

ΚΛΥΤΑΙΜΗΣΤΡΑ 

Παιδὸς νέας ὣς κάρτ´ ἐμωμήσω φρένας.

ΧΟΡΟΣ 

Ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;

ΚΛΥΤΑΙΜΗΣΤΡΑ 

Τῆς νῦν τεκούσης φῶς τόδ´ εὐφρόνης λέγω.

ΧΟΡΟΣ 

280 Καὶ τίς τόδ´ ἐξίκοιτ´ ἂν ἀγγέλων τάχος;

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

 Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
Φρυκτὸς δὲ φρυκτὸν δεῦρ´ ἀπ´ ἀγγάρου πυρὸς
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι
ἰχθῦς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν,
πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς· 
290 ὁ δ´ οὔτι μέλλων οὐδ´ ἀφρασμόνως ὕπνῳ
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ´ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
Οἱ δ´ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
Σθένουσα λαμπὰς δ´ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας,
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
[300] Φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρά, πλέον καίουσα τῶν εἰρημένων,
λίμνην δ´ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος,
ὄρος τ´ ἐπ´ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χατίζεσθαι πυρός.
Πέμπουσι δ´ ἀνδαίοντες ἀφθόνῳ μένει
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν´ ὑπερβάλλειν πρόσω
φλέγουσαν· εἶτ´ ἔσκηψεν, εὖτ´ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
310 κἄπειτ´ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδ´ οὐκ ἄπαππον Ἰδαίου πυρός.
Τοιοίδε τοί μοι λαμπαδηφόρων νομοί,
ἄλλος παρ´ ἄλλου διαδοχαῖς πληρούμενοι· 
νικᾷ δ´ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
Τέκμαρ τοιοῦτον σύμβολόν τε σοὶ λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.

ΧΟΡΟΣ 

θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
Λόγους δ´ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ´ ἂν ὡς λέγεις πάλιν.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ 

320 Τροίαν Ἀχαιοὶ τῇδ´ ἔχους´ ἐν ἡμέρᾳ.
Οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
Ὄξος τ´ ἄλειφά τ´ ἐγχέας ταὐτῷ κύτει
διχοστατοῦντ´ ἂν οὐ φίλως † προσεννέποις.
Καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325 φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
Οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε, καὶ φυταλμίων
παῖδες γερόντων, οὐκέτ´ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
330 τοὺς δ´ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
ἀλλ´ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
Ἐν αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
δρόσων τ´ ἀπαλλαχθέντες· ὡς δ´ εὐδαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
Εἰ δ´ εὐσεβοῦσι τοὺς πολισσούχους θεοὺς
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ´ ἱδρύματα, 
340 οὔ τἂν ἑλόντες ἀνθαλοῖεν ἄν.
Ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
Δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
θεοῖς δ´ ἀναμπλάκητος εἰ μόλοι στρατός,
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
γένοιτ´ ἄν, εἰ πρόσπαιά πη τεύχοι κακά.
Τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
τὸ δ´ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.
350 Πολλῶν γὰρ ἐσθλῶν τήνδ´ ὄνησιν εἱλόμην.

ΧΟΡΟΣ 

Γύναι, κατ´ ἄνδρα σώφρον´ εὐφρόνως λέγεις.
Ἐγὼ δ´ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν αὖ παρασκευάζομαι.
Χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
Ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
μεγάλων κόσμων κτεάτειρα,
ἥτ´ ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
μήτ´ οὖν νεαρῶν τιν´ ὑπερτελέσαι
360 μέγα δουλείας
γάγγαμον, ἄτης παναλώτου.
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
τὸν τάδε πράξαντ´, ἐπ´ Ἀλεξάνδρῳ
τείνοντα πάλαι τόξον, ὅπως ἂν 
μήτε πρὸ καιροῦ μήθ´ ὑπὲρ ἄστρων
βέλος ἠλίθιον σκήψειεν.

[στρ. α.

Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, 
πάρεστιν τοῦτό γ´ ἐξιχνεῦσαι.
Ἔπραξεν ὡς ἔκρανεν. Οὐκ ἔφα τις
370 θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
ὅσοις ἀθίκτων χάρις
πατοῖθ´· ὁ δ´ οὐκ εὐσεβής.
Πέφανται δ´ ἐγγονοῦσα τόλμη τῶν Ἄρη
375 πνεόντων μεῖζον ἢ δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ
ὑπὲρ τὸ βέλτιστον. Ἔστω δ´ ἀπήμαντον, ὥστ´ ἀπαρκεῖν
380 εὖ πραπίδων λαχόντι.

Οὐ γὰρ ἔστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρὶ
λακτίσαντι μέγαν Δίκας
βωμὸν εἰς ἀφάνειαν.

[ἀντ. α.

Βιᾶται δ´ ἁ τάλαινα πειθώ, 
προβούλου παῖς ἄφερτος ἄτας.
Ἄκος δὲ πᾶν μάταιον. Οὐκ ἐκρύφθη, 
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·
390 κακοῦ δὲ χαλκοῦ τρόπον
τρίβῳ τε καὶ προσβολαῖς
μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ
διώκει παῖς ποτανὸν ὄρνιν,
πόλει πρόστριμμα θεὶς ἄφερτον·
λιτᾶν δ´ ἀκούει μὲν οὔτις θεῶν·
τὸν δ´ ἐπίστροφον τῶνδε
φῶτ´ ἄδικον καθαιρεῖ.

Οἷος καὶ Πάρις ἐλθὼν
[400] ἐς δόμον τὸν Ἀτρειδᾶν
ᾔσχυνε ξενίαν τράπεζαν κλοπαῖσι γυναικός.

[στρ. β.

Λιποῦσα δ´ ἀστοῖσιν ἀσπίστορας 
κλόνους λοχισμούς τε καὶ
ναυβάτας ὁπλισμούς,
ἄγουσά τ´ ἀντίφερνον Ἰλίῳ φθορὰν
βεβάκει ῥίμφα διὰ
πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δ´ ἔστενον
τόδ´ ἐννέποντες δόμων προφῆται·
410 ‘ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
ἰὼ λέχος καὶ στίβοι φιλάνορες. 
Πάρεστι σιγᾶς ἄτιμος ἀλοίδορος
ἄλιστος ἀφεμένων ἰδεῖν.
Πόθῳ δ´ ὑπερποντίας
φάσμα δόξει δόμων ἀνάσσειν.’
Εὐμόρφων δὲ κολοσσῶν
ἔχθεται χάρις ἀνδρί·
ὀμμάτων δ´ ἐν ἀχηνίαις
ἔρρει πᾶς´ Ἀφροδίτα.

[ἀντ. β.

420 Ὀνειρόφαντοι δὲ πειθήμονες 
πάρεισι δόξαι φέρουσαι χάριν ματαίαν.
Μάταν γάρ, εὖτ´ ἂν ἐς θιγὰς δοκῶν ὁρᾷ,
παραλλάξασα διὰ
425 χερῶν βέβακεν ὄψις, οὐ μεθύστερον
πτεροῖς ὀπαδοῦς´ ὕπνου κελεύθοις.
Τὰ μὲν κατ´ οἴκους ἐφ´ ἑστίας ἄχη
τάδ´ ἐστὶ καὶ τῶνδ´ ὑπερβατώτερα.
Τὸ πᾶν δ´ ἀπ´ αἴας Ἕλλαδος συνορμένοις
430 πένθεια τλησικάρδιος
δόμῳ ´ν ἑκάστου πρέπει.
Πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ· 
οὓς μὲν γάρ 〈τις〉 ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ φωτῶν
τεύχη καὶ σποδὸς εἰς ἑκά–
στου δόμους ἀφικνεῖται.

[στρ. γ.

Ὁ χρυσαμοιβὸς δ´ Ἄρης σωμάτων 
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
πυρωθὲν ἐξ Ἰλίου
φίλοισι πέμπει βαρὺ
ψῆγμα δυσδάκρυτον, ἀντήνορος σποδοῦ 
γεμίζων λέβητας εὐθέτους.
Στένουσι δ´ εὖ λέγοντες ἄν–
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
τὸν δ´ ἐν φοναῖς καλῶς πεσόντ´ ‘ἀλλοτρίας διαὶ γυναικός’·
τάδε σῖγά τις βαΰζει·
450 φθονερὸν δ´ ὑπ´ ἄλγος ἕρπει
προδίκοις Ἀτρείδαις.

Οἱ δ´ αὐτοῦ περὶ τεῖχος
θήκας Ἰλιάδος γᾶς
εὔμορφοι κατέχουσιν· ἐχθρὰ δ´ ἔχοντας ἔκρυψεν.

[ἀντ. γ.

Βαρεῖα δ´ ἀστῶν φάτις ξὺν κότῳ· 
δημοκράτου δ´ ἀρᾶς τίνει χρέος.
Μένει δ´ ἀκοῦσαί τί μοι 
460 μέριμνα νυκτηρεφές.
Τῶν πολυκτόνων γὰρ οὐκ
ἄσκοποι θεοί. Κελαιναὶ δ´ Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντ´ ἄνευ δίκας
παλιντυχεῖ τριβᾷ βίου
τιθεῖς´ ἀμαυρόν, ἐν δ´ ἀίστοις
τελέθοντος οὔτις ἀλκά·
τὸ δ´ ὑπερκόπως κλύειν εὖ
βαρύ· βάλλεται γὰρ ὄσσοις
470 Διόθεν κεραυνός.

Κρίνω δ´ ἄφθονον ὄλβον·
μήτ´ εἴην πτολιπόρθης
μήτ´ οὖν αὐτὸς ἁλοὺς ὑπ´ ἄλλων βίον κατίδοιμι.

[ἐπῳδ.

475 Πυρὸς δ´ ὑπ´ εὐαγγέλου 
πόλιν διήκει θοὰ
βάξις· εἰ δ´ ἐτήτυμος,
τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.
Τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
480 φλογὸς παραγγέλμασιν
νέοις πυρωθέντα καρδίαν ἔπειτ´
ἀλλαγᾷ λόγου καμεῖν; 
Γυναικὸς αἰχμᾷ πρέπει
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.
Πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
ταχύπορος· ἀλλὰ ταχύμορον
γυναικογήρυτον ὄλλυται κλέος.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ 

τάχ´ εἰσόμεσθα λαμπάδων φαεσφόρων
φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
εἴτ´ οὖν ἀληθεῖς, εἴτ´ ὀνειράτων δίκην
τερπνὸν τόδ´ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
Κήρυκ´ ἀπ´ ἀκτῆς τόνδ´ ὁρῶ κατάσκιον
κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
πηλοῦ ξύνουρος διψία κόνις τάδε,
ὡς οὐκ ἄναυδος οὗτος, οὐ δαίων φλόγα
ὕλης ὀρείας, σημανεῖ καπνῷ πυρός,
ἀλλ´ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—
τὸν ἀντίον δὲ τοῖσδ´ ἀποστέργω λόγον·
[500] εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.
Ὅστις τάδ´ ἄλλως τῇδ´ ἐπεύχεται πόλει,
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.

ΚΗΡΥΞ

ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
δεκάτῳ σε φέγγει τῷδ´ ἀφικόμην ἔτους,
πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. 
Οὐ γάρ ποτ´ ηὔχουν τῇδ´ ἐν Ἀργείᾳ χθονὶ
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
Νῦν χαῖρε μὲν χθών, χαῖρε δ´ ἡλίου φάος,
ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ´ ἄναξ,
510 τόξοις ἰάπτων μηκέτ´ εἰς ἡμᾶς βέλη·
ἅλις παρὰ Σκάμανδρον ἦσθ´ ἀνάρσιος,
νῦν δ´ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
ἄναξ Ἄπολλον. Τούς τ´ ἀγωνίους θεοὺς
πάντας προσαυδῶ, τόν τ´ ἐμὸν τιμάορον
Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
Ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
σεμνοί τε θᾶκοι, δαίμονές τ´ ἀντήλιοι,
520 εἴ που πάλαι, φαιδροῖσι τοισίδ´ ὄμμασι
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
Ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
καὶ τοῖσδ´ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
Ἀλλ´ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,
525 Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
Βωμοὶ δ´ ἄιστοι καὶ θεῶν ἱδρύματα,
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
Τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
530 ἄναξ Ἀτρείδης πρέσβυς, εὐδαίμων ἀνήρ,
ἥκει, τίεσθαι δ´ ἀξιώτατος βροτῶν
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
Ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην 
τοῦ ῥυσίου θ´ ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
Διπλᾶ δ´ ἔτεισαν Πριαμίδαι θἀμάρτια.

ΧΟΡΟΣ 

Κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.

ΚΗΡΥΞ 

Χαίρω, τεθνᾶναι δ´ οὐκέτ´ ἀντερῶ θεοῖς. 

ΧΟΡΟΣ 

540 Ἔρως πατρῴας τῆσδε γῆς ς´ ἐγύμνασεν;

ΚΗΡΥΞ 

Ὥστ´ ἐνδακρύειν γ´ ὄμμασιν χαρᾶς ὕπο.

ΧΟΡΟΣ 

Τερπνῆς ἄρ´ ἦστε τῆσδ´ ἐπήβολοι νόσου,

ΚΗΡΥΞ 

Πῶς δή; Διδαχθεὶς τοῦδε δεσπόσω λόγου.

ΧΟΡΟΣ 

Τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

ΚΗΡΥΞ 

Ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;

ΧΟΡΟΣ 

Ὡς πόλλ´ ἀμαυρᾶς ἐκ φρενός μ´ ἀναστένειν.

ΚΗΡΥΞ 

Πόθεν τὸ δύσφρον; Τοῦτ´ ἐπῆν στύγος στρατῷ;

ΧΟΡΟΣ 

Πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.

ΚΗΡΥΞ 

Καὶ πῶς; Ἁπόντων κοιράνων ἔτρεις τινάς;

ΧΟΡΟΣ 

550 Ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

ΚΗΡΥΞ

Εὖ γὰρ πέπρακται. Ταῦτα δ´ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δ´ αὖτε κἀπίμομφα. Τίς δὲ πλὴν θεῶν
ἅπαντ´ ἀπήμων τὸν δι´ αἰῶνος χρόνον;
Μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους—τί δ´ οὐ
στένοντες, οὐ λαχόντες ἤματος μέρος;
Τὰ δ´ αὖτε χέρσῳ· καὶ προσῆν πλέον στύγ