APPIEN,
Guerres civiles livre II
Mort de César
114. Ὡς δὲ σφίσιν ἐδόκουν ἅλις ἔχειν καὶ πλέοσιν ἐκφέρειν οὐκ ἐδοκίμαζον, συνέθεντο μὲν ἀλλήλοις ἄνευ τε ὅρκων καὶ ἄνευ σφαγίων, καὶ οὐδεὶς μετέθετο οὐδὲ προύδωκε, καιρὸν δ' ἐζήτουν καὶ τόπον· ὁ μὲν δὴ καιρὸς ὑπερήπειγεν ὡς Καίσαρος ἐς τετάρτην ἡμέραν ἐξιόντος ἐπὶ τὰς στρατείας, καὶ φυλακῆς αὐτὸν αὐτίκα περιεξούσης στρατιωτικῆς· χωρίον δ' ἐπενόουν τὸ βουλευτήριον ὡς τῶν βουλευτῶν, εἰ καὶ μὴ προμάθοιεν, προθύμως, ὅτε ἴδοιεν τὸ ἔργον, συνεπιληψομένων, ὃ καὶ περὶ Ῥωμύλον τυραννικὸν ἐκ βασιλικοῦ γενόμενον ἐλέγετο συμβῆναι. Δόξειν τε τὸ ἔργον, ὥσπερ ἐκεῖνο καὶ τόδε ἐν βουλευτηρίῳ γενόμενον, οὐ κατ' ἐπιβουλήν, ἀλλ' ὑπὲρ τῆς πόλεως πεπρᾶχθαι ἀκίνδυνόν τε, ὡς κοινόν, ἔσεσθαι παρὰ τῷ Καίσαρος στρατῷ· καὶ τὴν τιμὴν σφίσι μενεῖν, οὐκ ἀγνοουμένοις, ὅτι ἦρξαν. Διὰ μὲν δὴ ταῦτα τὸ βουλευτήριον ἐπελέγοντο πάντες ὁμαλῶς· περὶ δὲ τοῦ τρόπου διεφέροντο, οἱ μὲν καὶ Ἀντώνιον συναναιρεῖν ἀξιοῦντες, ὕπατόν τε ὄντα σὺν τῷ Καίσαρι καὶ φίλον αὐτοῦ δυνατώτατον καὶ τοῖς στρατιώταις γνωριμώτατον· ὁ δὲ Βροῦτος ἔλεγεν ἐπὶ μὲν τῷ Καίσαρι μόνῳ δόξαν οἴσεσθαι τυραννοκτόνων ὡς βασιλέα ἀναιροῦντες, ἐπὶ δὲ τοῖς φίλοις αὐτοῦ ἐχθρῶν ὡς Πομπηίου στασιῶται. 115. Καὶ οἱ μὲν τῷδε μάλιστα ἀναπεισθέντες τὴν προσιοῦσαν αὐτίκα τῆς βουλῆς σύνοδον ἐφύλασσον· ὁ δὲ Καῖσαρ πρὸ μιᾶς τοῦδε τοῦ βουλευτηρίου χωρῶν ἐπὶ δεῖπνον ἐς Λέπιδον τὸν ἵππαρχον, ἐπήγετο Δέκμον Βροῦτον Ἀλβῖνον ἐς τὸν πότον καὶ λόγον ἐπὶ τῇ κύλικι προύθηκε, τίς ἄριστος ἀνθρώπῳ θάνατος· αἱρουμένων δὲ ἕτερα ἑτέρων αὐτὸς ἐκ πάντων ἐπῄνει τὸν αἰφνίδιον. Καὶ ὁ μὲν ὧδε προυμαντεύετο ἑαυτῷ καὶ ἐλεσχήνευε περὶ τῶν ἐς τὴν αὔριον ἐσομένων· ἐπὶ δὲ τῷ πότῳ νυκτὸς αὐτῷ τὸ σῶμα νωθρὸν ἐγίγνετο, καὶ ἡ γυνὴ Καλπουρνία ἐνύπνιον αἵματι πολλῷ καταρρεόμενον ἰδοῦσα κατεκώλυε μὴ προελθεῖν. Θυομένῳ τε πολλάκις ἦν τὰ σημεῖα φοβερά. Καὶ πέμπειν ἔμελλεν Ἀντώνιον διαλύσοντα τὴν βουλήν. Ἀλλὰ Δέκμος παρὼν ἔπεισε μὴ λαβεῖν ὑπεροψίας διαβολήν, αὐτὸν δὲ αὐτὴν ἐπελθόντα διαλῦσαι. Καὶ ὁ μὲν ἐπὶ τοῦτο ἐκομίζετο φορείῳ, θέαι δ' ἦσαν ἐν τῷ Πομπηίου θεάτρῳ, καὶ βουλευτήριον ἔμελλε τῶν τις περὶ αὐτὸ οἴκων ἔσεσθαι, εἰωθὸς ἐπὶ ταῖς θέαις ὧδε γίγνεσθαι. Οἱ δ' ἀμφὶ τὸν Βροῦτον ἕωθεν κατὰ τὴν στοὰν τὴν πρὸ τοῦ θεάτρου τοῖς δεομένοις σφῶν ὡς στρατηγῶν εὐσταθέστατα ἐχρημάτιζον, πυνθανόμενοι δὲ περὶ τῶν γιγνομένων ἱερῶν τῷ Καίσαρι καὶ τῆς ἀναθέσεως τοῦ βουλευτηρίου πάνυ ἠποροῦντο. Καί τις, αὐτῶν ὧδε ἐχόντων, τῆς Κάσκα χειρὸς λαβόμενος εἶπε· σὺ μὲν ὄντα με φίλον ἀπέκρυψας, Βροῦτος δ' ἀνήνεγκέ μοι." καὶ ὁ μὲν Κάσκας ὑπὸ τοῦ συνειδότος ἄφνω τεθορύβητο, ὁ δ' ἐπιμειδιάσας ἔφη· πόθεν οὖν ἔσται σοι τὰ χρήματα τῆς ἀγορανομίας; καὶ ὁ Κάσκας ἀνήνεγκεν. Αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον σύννους τε ὄντας καὶ συλλαλοῦντας ἀλλήλοις τῶν τις βουλευτῶν ἐπισπάσας, Ποπίλιος Λαίνας, ἔφη συνεύχεσθαι περὶ ὧν ἔχουσι κατὰ νοῦν, καὶ παρῄνει ἐπιταχύνειν. Οἱ δὲ ἐθορυβήθησαν μέν, ὑπὸ δὲ ἐκπλήξεως ἐσιώπων. 116. Φερομένου δὲ ἤδη τοῦ Καίσαρος, τῶν οἰκείων τις αὐτῷ περὶ τῆσδε τῆς ἐπιβουλῆς μαθὼν ἔθει μηνύσων, ὃ ἔμαθεν. Καὶ ὁ μὲν ἐς Καλπουρνίαν ἦλθε καὶ τοσόνδε μόνον εἰπών, ὅτι χρῄζοι Καίσαρος ὑπὲρ ἔργων ἐπειγόντων, ἀνέμενεν αὐτὸν ἐπανελθεῖν ἀπὸ τοῦ βουλευτηρίου, οὐκ εἰς τέλος ἄρα τὰ γιγνόμενα πάντα πεπυσμένος. Ὁ δ' ἐν Κνίδῳ γεγονὼς αὐτῷ ξένος Ἀρτεμίδωρος ἐς τὸ βουλευτήριον ἐσδραμὼν εὗρεν ἄρτι ἀναιρούμενον. Ὑπὸ δ' ἄλλου καὶ βιβλίον περὶ τῆς ἐπιβουλῆς ἐπιδοθὲν αὐτῷ προθυομένῳ τοῦ βουλευτηρίου καὶ εὐθὺς ἐσιόντι, μετὰ χεῖρας εὑρέθη τεθνεῶτος. Ἄρτι δ' ἐκβαίνοντι τοῦ φορείου Λαίνας, ὁ τοῖς ἀμφὶ τὸν Κάσσιον πρὸ ὀλίγου συνευξάμενος, ἐντυχὼν διελέγετο ἰδίᾳ μετὰ σπουδῆς. Καὶ τοὺς μὲν ἥ τε ὄψις αὐτίκα τοῦ γιγνομένου κατέπλησσε καὶ τὸ μῆκος τῆς ἐντεύξεως, καὶ διένευον ἀλλήλοις διαχρήσασθαι σφᾶς αὐτοὺς πρὸ συλλήψεως· προϊόντος δὲ τοῦ λόγου τὸν Λαίναν ὁρῶντες οὐ μηνύοντι μᾶλλον ἢ περί του δεομένῳ καὶ λιπαροῦντι ἐοικότα, ἀνέφερον, ὡς δ' ἐπὶ τῷ λόγῳ καὶ ἀσπασάμενον εἶδον, ἀνεθάρρησαν. Ἔθος δ' ἐστὶ τοῖς ἄρχουσιν ἐς τὴν βουλὴν ἐσιοῦσιν οἰωνίζεσθαι προσιοῦσι. Καὶ πάλιν τῶν ἱερῶν ἦν τῷ Καίσαρι τὸ μὲν πρῶτον ἄνευ καρδίας ἤ, ὡς ἕτεροι λέγουσιν, ἡ κεφαλὴ τοῖς σπλάγχνοις ἔλειπε. Καὶ τοῦ μάντεως εἰπόντος θανάτου τὸ σημεῖον εἶναι, γελάσας ἔφη τοιοῦτον αὑτῷ καὶ περὶ Ἰβηρίαν γενέσθαι πολεμοῦντι Πομπηίῳ. Ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι καὶ τότε κινδυνεύσειε λαμπρῶς καὶ νῦν ἐπιθανατώτερον εἴν τὸ σημεῖον, αὖθις αὐτὸν ὁ Καῖσαρ ἐκέλευε θύεσθαι. Καὶ οὐδενὸς οὐδ' ὣς καλλιερουμένου, τὴν βουλὴν βραδύνουσαν αἰδούμενος καὶ ὑπὸ τῶν ἐχθρῶν ὡς φίλων ἐπειγόμενος ἐσῄει τῶν ἱερῶν καταφρονήσας· χρῆν γὰρ ἃ ἐχρῆν Καίσαρι γενέσθαι. 117. Οἱ δ' Ἀντώνιον μὲν πρὸ θυρῶν ἀποδιατρίβειν ἐν ὁμιλίᾳ Τρεβώνιον ἐξ ἑαυτῶν ὑπελίποντο, Καίσαρα δ' ἐπὶ τοῦ θρόνου προκαθίσαντα περιέστησαν οἷα φίλοι σὺν λεληθόσι ξιφιδίοις. Καὶ αὐτῶν Τίλλιος μὲν Κίμβερ, ἐντυχὼν ἐς πρόσωπον, ἀδελφῷ φυγάδι κάθοδον ᾖτει· ἀνατιθεμένου δὲ καὶ ἀντιλέγοντος ὅλως τοῦ Καίσαρος, ὁ μὲν Κίμβερ αὐτοῦ τῆς πορφύρας ὡς ἔτι δεόμενος ἐλάβετο καὶ τὸ εἷμα περισπάσας ἐπὶ τὸν τράχηλον εἷλκε, βοῶν· τί βραδύνετε ὦ φίλοι;" Κάσκας δ' ἐφεστὼς ὑπὲρ κεφαλῆς ἐπὶ τὴν σφαγὴν τὸ ξίφος ἤρεισε πρῶτος, παρολισθὼν δὲ ἐνέτεμε τὸ στῆθος. Καὶ ὁ Καῖσαρ τό τε ἱμάτιον ἀπὸ τοῦ Κίμβερος ἐπισπάσας καὶ τῆς χειρὸς τοῦ Κάσκα λαβόμενος καὶ καταδραμὼν ἀπὸ τοῦ θρόνου καὶ ἐπιστραφεὶς τὸν Κάσκαν εἵλκυσε σὺν βίᾳ πολλῇ. Οὕτω δ' ἔχοντος αὐτοῦ τὸ πλευρὸν ἕτερος, ὡς ἐπὶ συστροφῇ τεταμένον, διελαύνει ξιφιδίῳ· καὶ Κάσσιος ἐς τὸ πρόσωπον ἔπληξε καὶ Βροῦτος ἐς τὸν μηρὸν ἐπάταξε καὶ Βουκολιανὸς ἐς τὸ μετάφρενον, ὥστε τὸν Καίσαρα ἐπὶ μέν τι σὺν ὀργῇ καὶ βοῇ καθάπερ θηρίον ἐς ἕκαστον αὐτῶν ἐπιστρέφεσθαι, μετὰ δὲ τὴν Βρούτου πληγήν, . . . . Εἴτε ἀπογινώσκοντα ἤδη, τὸ ἱμάτιον περικαλύψασθαι καὶ πεσεῖν εὐσχημόνως παρὰ ἀνδριάντι Πομπηίου· οἱ δὲ καὶ ὣς ἐνύβριζον αὐτῷ πεσόντι, μέχρι τριῶν ἐπὶ εἴκοσι πληγῶν· πολλοί τε διωθιζόμενοι μετὰ τῶν ξιφῶν ἀλλήλους ἔπληξαν. 118. Ἐκτελεσθέντος δὲ τοῖς φονεῦσι τοσοῦδε ἄγους ἐν ἱερῷ χωρίῳ καὶ ἐς ἄνδρα ἱερὸν καὶ ἄσυλον, φυγή τε ἦν ἀνὰ τὸ βουλευτήριον αὐτίκα καὶ ἀνὰ τὴν πόλιν ὅλην, καὶ ἐτρώθησάν τινες τῶν βουλευτῶν ἐν τῷδε τῷ θορύβῳ καὶ ἀπέθανον ἕτεροι. Πολὺς δὲ καὶ ἄλλος ἀστῶν τε καὶ ξένων ἐγίγνετο φόνος, οὐ προβεβουλευμένος, ἀλλ' οἷος ἐκ θορύβου πολιτικοῦ καὶ ἀγνωσίας τῶν ἐπιλαβόντων, οἵ τε γὰρ μονομάχοι, ὡπλισμένοι ἕωθεν ὡς ἐπὶ δή τινα θέας ἐπίδειξιν, ἐκ τοῦ θεάτρου διέθεον ἐς τὰ τοῦ βουλευτηρίου παραφράγματα, καὶ τὸ θέατρον ὑπὸ ἐκπλήξεως σὺν φόβῳ καὶ δρόμῳ διελύετο, τά τε ὤνια ἡρπάζετο· καὶ τὰς θύρας ἅπαντες ἀπέκλειον καὶ ἀπὸ τῶν τεγῶν ἐς ἄμυναν ἡτοιμάζοντο, Ἀντώνιός τε τὴν οἰκίαν ὠχύρου, τεκμαιρόμενος συνεπιβουλεύεσθαι τῷ Καίσαρι. Καὶ Λέπιδος ὁ ἵππαρχος ἐν ἀγορᾷ μὲν ὢν ἐπύθετο τοῦ γεγονότος, ἐς δὲ τὴν ἐν τῷ ποταμῷ νῆσον διαδραμών, ἔνθα ἦν αὐτῷ τέλος στρατιωτῶν, ἐς τὸ πεδίον αὐτοὺς μετεβίβαζεν ὡς ἑτοιμοτέρους ἕξων ἐς τὰ παραγγελλόμενα ὑπ' Ἀντωνίου· Ἀντωνίῳ γὰρ ἐξίστατο, φίλῳ τε τοῦ Καίσαρος ὄντι μᾶλλον καὶ ὑπάτῳ. Καὶ αὐτοῖς σκεπτομένοις ὁρμὴ μὲν ἦν ἀμύνειν τῷ Καίσαρι τοιάδε παθόντι, τὴν δὲ βουλὴν πρὸς τῶν ἀνδροφόνων ἐσομένην ἐδεδοίκεσαν καὶ τὸ μέλλον ἔτι περιεσκόπουν. Ἀμφὶ δὲ αὐτῷ Καίσαρι στρατιωτικὸν μὲν οὐκ ἦν, οὐ γὰρ δορυφόροις ἠρέσκετο, ἡ δὲ τῆς ἡγεμονίας ὑπηρεσία μόνη καὶ αἱ πλέονες ἀρχαὶ καὶ πολὺς ὅμιλος ἄλλος ἀστῶν καὶ ξένων καὶ πολὺς θεράπων καὶ ἐξελεύθερος αὐτὸν ἐπὶ τὸ βουλευτήριον ἐκ τῆς οἰκίας παρεπεπόμφεισαν, ὧν ἀθρόως διαφυγόντων τρεῖς θεράποντες μόνοι παρέμειναν, οἳ τὸ σῶμα ἐς τὸ φορεῖον ἐνθέμενοι διεκόμισαν οἴκαδε ἀνωμάλως, οἷα τρεῖς, τὸν πρὸ ὀλίγου γῆς καὶ θαλάττης προστάτην. 119. Οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν. Καὶ πῖλόν τις ἐπὶ δόρατος ἔφερε, σύμβολον ἐλευθερώσεως ἐπί τε τὴν πάτριον πολιτείαν παρεκάλουν καὶ Βρούτου τοῦ πάλαι καὶ τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν ἀνεμίμνησκον συνέθεον δὲ αὐτοῖς τινες χρησάμενοι ξιφίδια, οἳ τοῦ ἔργου μὴ μετασχόντες προσεποιοῦντο τὴν δόξαν, Λέντλος τε ὁ Σπινθὴρ καὶ Φαώνιος καὶ Ἀκουῖνος καὶ Δολοβέλλας καὶ Μοῦρκος καὶ Πατίσκος· οἳ τῆς μὲν δόξης οὐ μετέσχον, τῆς δὲ τιμωρίας τοῖς ἁμαρτοῦσι συνέτυχον. Τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπ' ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους. Λέπιδόν τε ἐδεδοίκεσαν καὶ τὸν ὑπὸ τῷ Λεπίδῳ στρατὸν ἐν τῇ πόλει καὶ Ἀντώνιον ὑπατεύοντα, μὴ ἀντὶ τῆς βουλῆς τῷ δήμῳ μόνῳ χρώμενος ἐργάσαιτό τι δεινὸν αὑτούς. 114 Quand ils pensèrent être assez nombreux et qu'ils jugèrent bon de ne pas étendre le complot plus d'individus, ils se donnèrent mutuellement leur parole, sans serments ni sacrifices — et il n'eut ni abandon ni trahison de la part de personne - Puis ils abordèrent la question du temps et du lieu. Le temps, justement, pressait, car César devait partir pour ses campagnes quatre jours plus tard et une garde l'escorterait immédiatement — et une garde militaire ! Pour le lieu, ils envisagèrent la salle du Sénat, estimant que les sénateurs, même s'ils n'avaient pas été prévenus, prendraient leur parti avec enthousiasme, quand ils verraient l'acte, ce qui, raconte-t-on, serait arrivé également quand Romulus se transforma de roi en tyran. De plus, l'acte, effectué lui aussi, comme son illustre précédent, au sénat, n'aurait pas l'allure d'un complot, mais semblerait avoir été accompli dans l'intérêt de la Cité, et son caractère politique éliminerait toute menace du côté de l'armée. En outre le mérite leur en resterait, puisqu'on ne pourrait ignorer qu'ils en avaient pris l'initiative. Pour toutes ces raisons, donc, le sénat fut choisi à l'unanimité. Mais ils étaient en désaccord sur la manière : les uns soutenaient qu'il fallait aussi éliminer Antoine, collègue de César au consulat, le plus puissant de ses amis, et le plus populaire auprès des soldats. Mais Brutus objecta que, pour le meurtre du seul César, ils seraient perçus comme des tyrannicides, qui auraient abattu un roi, tandis que pour celui de ses amis, ils le seraient comme des adversaires politiques, qui auraient agi en partisans de Pompée. 115 Les conjurés furent tout à fait convaincus par cet argument et guettèrent la séance du Sénat qui allait avoir lieu. Quant à César, la veille de cette session, il se rendit à un dîner chez Lépide, le maître de la cavalerie, invita Decimus Brutus Albinus à s'occuper de la boisson, et proposa comme sujet de conversation en buvant : quel est pour l'homme la meilleure mort ? Chacun exprimant différentes opinions, il fut le seul de tous à faire l'éloge de la mort subite. Et tandis que, de la sorte, il prophétisait sur lui-même, il bavardait de ce qui devait se passer le lendemain. Après avoir ainsi bu, pendant la nuit, il fut malade, et sa femme Calpurnia, l'ayant vu en rêve tout dégoulinant de sang, tenta de l'empêcher de partir. En outre, dans ses sacrifices, les signes furent à plusieurs reprises mauvais. Il s'apprêtait donc à envoyer Antoine ajourner le Sénat, mais Decimus, qui se trouvait là, le persuada de ne pas encourir le soupçon de se montrer dédaigneux, et de s'y rendre en personne pour l'ajourner. Ensuite César s'y fit porter en litière. Or il y avait des jeux dans le théâtre de Pompée, et le lieu de réunion du Sénat devait être transféré dans un des bâtiments qui l'entourent, comme c'était l'habitude lors des jeux. Brutus et ses compagnons étaient depuis l'aube le long du portique qui se trouve en face du théâtre, à régler, comme si de rien n'était, les requêtes de ceux qui venaient s'adresser à eux en tant que préteurs, et, quand il apprirent les incidents survenus lors des sacrifices de César et l'ajournement du Sénat, ils éprouvèrent le plus grand embarras. Tandis qu'ils en étaient là un individu prit Casca par la main et lui dit : « Toi dont je suis l'ami, tu me l'as caché, mais Brutus m'a tout découvert. » Et Casca, sur le coup, fut bouleversé par cette confidence, mais l'autre ajouta avec un sourire : « D'où vas-tu donc tirer l'argent pour tenir un rang d'édile ? » Et Casca respira. Puis tandis que Brutus et Cassius réfléchissaient ensemble et conversaient entre eux, un sénateur Popilius Laenas, les entraîna à part et leur dit qu'il faisait des voeux pour ce qu'ils avaient en tête, et leur recommanda de se hâter. Ils en furent bouleversés, mais la terreur les empêcha de répondre. 116 La litière de César était déjà en chemin qu'un de ses familiers, qui avait eu vent du complot courut pour dénoncer ce qu'il savait. Quand il arriva chez Calpurnia, il se contenta de dire qu'il voulait voir César pour des affaires urgentes, et il attendit son retour du sénat, ce qui montre qu'il n'était pas pleinement informé des événements en cours. Par ailleurs, un homme qui avait reçu César chez lui à Cnide, Artémidore, se précipita au sénat pour le trouver qui venait d'être assassiné. Un autre personnage lui avait remis un rouleau traitant du complot tandis qu'il sacrifiait devant le sénat : mais il entra tout de suite, et le message fut trouvé dans sa main après sa mort. Dès son entrée, Laenas, celui qui avait quelques instants auparavant exprimé ses voeux auprès de Cassius, vint à sa litière et se mit à l'entretenir en particulier, et avec empressement. A la vue de ce qui se passait, les conjurés furent aussitôt saisis d'une terreur que renforçait la longueur de la conversation, et ils s'entendaient par signes pour se suicider avant d'être arrêtés ; mais comme le dialogue se prolongeait, ils virent que Laenas n'avait pas l'air de procéder à une dénonciation, mais plutôt de demander une faveur et d'insister ; ils respirèrent, et quand, à la suite de l'entretien, ils virent Laenas le saluer encore, ils reprirent courage. C'est, d'autre part, l'habitude pour les magistrats qui se rendent au sénat de prendre les auspices au moment de leur entrée. Et de nouveau la première des victimes de César se révéla dépourvue de coeur, ou, selon certains, il lui manquait la partie supérieure des entrailles. Et comme le devin lui disait qu'il s'agissait d'un présage de mort, il répondit en riant que la même chose lui était déjà arrivée en Espagne durant la guerre contre Pompée ; le devin répliqua qu'en ce temps-là aussi il l'avait échappé belle, et que cette fois le présage était beaucoup plus funeste : César ordonna de refaire le sacrifice. Puis, bien qu'aucune victime ne fût de meilleur augure, ayant scrupule à faire attendre le Sénat, et pressé par ses adversaires se présentant en amis, il entra sans tenir compte des sacrifices. Car il fallait qu'il arrivât à César ce qui devait lui arriver.
117
Les conspirateurs avaient laissé Trebonius entraîner Antoine, devant la porte,
dans une conversation particulière, et quand César s'installa sur son siège,
ils firent cercle autour de lui comme des amis, mais ils tenaient cachés des
poignards. Puis, l'un d'entre eux, Tillius Cimber, vint droit à lui et lui
demanda la permission pour son frère de revenir d'exil. Comme César lui
signifiait son refus catégorique, Cimber le saisit par sa toge de pourpre,
comme pour le supplier encore, et, retroussant ce vêtement, le lui tira sur le
cou en criant : « Qu'attendez vous, mes amis ? » Casca, qui surplombait la
tête de César lui appuya son épée sur la gorge, mais elle glissa et lui
entama la poitrine.
118
Quand les meurtriers eurent achevé de commettre un si grand crime dans un
endroit sacré et contre un homme sacré et inviolable, ce fut immédiatement la
fuite au sénat et dans toute la Ville : plusieurs sénateurs furent blessés au
cours de ces troubles et d'autres périrent. Et il se perpétra bien des
meurtres, d'habitants de Rome comme d'étrangers à la ville, sans nulle
préméditation, mais comme cela arrive dans le sillage de troubles politiques
et par suite de méprises commises par ceux qui vous rencontrent ; de plus, les
gladiateurs, en armes depuis l'aube, en vue, bien sûr, de quelque intervention
au cours des jeux, sortirent en courant du théâtre pour se rendre aux grilles
du Sénat, et le théâtre se vida, sous l'effet de la stupeur, dans une course
panique ; les marchandises furent pillées, et tout le monde fermait ses portes
et s'apprêtait à se défendre depuis les toits. Antoine également fortifiait
sa demeure, convaincu que le complot contre César le visait aussi. Lépide, le
maître de la cavalerie, qui se trouvait sur le Forum quand il apprit la
nouvelle, se précipita sur l'île au milieu du fleuve, où il gardait une
légion de soldats, et la fit passer au Champ de Mars, afin de l'avoir plus
facilement sous la main pour exécuter les ordres d'Antoine : il s'effaçait, en
effet, devant Antoine, qui était un ami plus proche de César, et exerçait le
consulat. Dans leurs réflexions, ils étaient partagés entre leur envie de
venger César pour ce qu'il avait subi, et la crainte de voir le Sénat se
ranger du côté des meurtriers ; et ils continuaient à observer la tournure
qu'allaient prendre les événements. 119 Les meurtriers voulaient prendre la parole au Sénat, mais comme personne n'était resté, ils entourèrent leur bras gauche de leur toge, en guise de bouclier, et, avec leurs épées ensanglantées, ils se mirent à courir en criant qu'ils avaient tué un roi et un tyran. L'un portait à la pointe d'une lance un pileus, symbole de libération, et ils exhortaient au rétablissement de la république ancestrale, rappelaient le souvenir de l'antique Brutus et de ceux qui s'étaient alors conjurés contre les antiques rois. Ils furent rejoints par des hommes qui avaient pris des poignards et qui, sans avoir participé à l'action, en voulaient néanmoins leur part de gloire, Lentulus Spinther, Favonius, Aquinus, Dolabella, Murcus et Patiscus : mais au lieu d'en partager la gloire, ils furent associés au châtiment des coupables. Toutefois, comme la plèbe ne se pressait pas de leur côté, ils tombèrent dans l'embarras et dans la crainte : d'un côté, ils comptaient malgré tout sur le Sénat, même si, sur le moment, le trouble et l'ignorance avaient provoqué sa fuite, car les sénateurs étaient leurs parents, leurs amis, et souffraient autant qu'eux du poids de la tyrannie ; de l'autre, ils se méfiaient de la plèbe et des vétérans de César, alors présents en grand nombre dans la Ville, les uns fraîchement démobilisés et pourvus de lots de terres, les autres revenus de chez eux pour servir d'escorte à César à son départ de Rome. Ils redoutaient également Lépide et l'armée qu'il commandait dans la Ville, ainsi qu'Antoine, qui exerçait la charge de consul: n'allait-il pas, dédaignant le Sénat et ne s'appuyant que sur le peuples, leur préparer un terrible châtiment ?
|