Prise de Massada
Flavius Josephe, guerre des Juifs, livre VII
(VIII.)[252]
᾿Επὶ δὲ τῆς
᾿Ιουδαίας
Βάσσου
τελευτήσαντος
Φλαύιος
Σίλβας
διαδέχεται
τὴν ἡγεμονίαν,
καὶ τὴν μὲν
ἄλλην ὁρῶν
ἅπασαν τῷ
πολέμῳ
κεχειρωμένην,
ἓν δὲ μόνον ἔτι
φρούριον
ἀφεστηκός,
ἐστράτευσεν
ἐπὶ τοῦτο
πᾶσαν τὴν ἐν
τοῖς τόποις
δύναμιν
συναγαγών·
καλεῖται δὲ τὸ
φρούριον
Μασάδα. [253]
προειστήκει
δὲ τῶν
κατειληφότων
αὐτὸ σικαρίων
δυνατὸς ἀνὴρ
᾿Ελεάζαρος,
ἀπόγονος
᾿Ιούδα τοῦ
πείσαντος
᾿Ιουδαίους
οὐκ ὀλίγους, ὡς
πρότερον
δεδηλώκαμεν,
μὴ ποιεῖσθαι
τὰς ἀπογραφάς,
ὅτε Κυρίνιος
τιμητὴς εἰς
τὴν ᾿Ιουδαίαν
ἐπέμφθη. [254] τότε
γὰρ οἱ
σικάριοι
συνέστησαν
ἐπὶ τοὺς
ὑπακούειν
῾Ρωμαίων
θέλοντας καὶ
πάντα τρόπον
ὡς πολεμίοις
προσεφέροντο,
τὰς μὲν
κτήσεις
ἁρπάζοντες
καὶ
περιελαύνοντες,
ταῖς δ'
οἰκήκεσιν
αὐτῶν πῦρ
ἐνιέντες· [255]
οὐδὲν γὰρ
ἀλλοφύλων
αὐτοὺς
ἔφασκον
διαφέρειν
οὕτως ἀγεννῶς
τὴν
περιμάχητον
᾿Ιουδαίοις
ἐλευθερίαν
προεμένους
καὶ δουλείαν
αἱρεῖσθαι τὴν
ὑπὸ ῾Ρωμαίοις
ἀνωμολογηκότας.
[256] ἦν δ' ἄρα τοῦτο
πρόφασις εἰς
παρακάλυμμα
τῆς ὠμότητος
καὶ τῆς
πλεονεξίας ὑπ'
αὐτῶν
λεγόμενον·
σαφὲς δὲ διὰ
τῶν ἔργων
ἐποίησαν. [257] οἱ
μὲν γὰρ αὐτοῖς
τῆς
ἀποστάσεως
ἐκοινώνησαν
καὶ τοῦ πρὸς
῾Ρωμαίους
συνήραντο
πολέμου καὶ
παρ' ἐκείνων δὲ
τολμήματα
χείρω πρὸς
αὐτοὺς
ἐγένετο, [258] κἀπὶ
τῷ ψεύδεσθαι
πάλιν τὴν
πρόφασιν
ἐξελεγχόμενοι
μᾶλλον
ἐκάκουν τοὺς
τὴν πονηρίαν
αὐτῶν διὰ τῆς
δικαιολογίας
ὀνειδίζοντας.
[259] ἐγένετο γάρ
πως ὁ χρόνος
ἐκεῖνος
παντοδαπῆς ἐν
τοῖς
᾿Ιουδαίοις
πονηρίας
πολύφορος, ὡς
μηδὲν κακίας
ἔργον
ἄπρακτον
καταλιπεῖν,
μηδ' εἴ τι
ἐπίνοια
διαπλάττειν
ἐθελήσειεν,
ἔχειν ἄν τι
καινότερον
ἐξευρεῖν. [260]
οὕτως ἰδίᾳ τε
καὶ κοινῇ
πάντες
ἐνόσησαν, καὶ
προσυπερβάλλειν
ἀλλήλους ἔν τε
ταῖς πρὸς θεὸν
ἀσεβείαις καὶ
ταῖς εἰς τοὺς
πλησίον
ἀδικίαις
ἐφιλονείκησαν,
οἱ μὲν δυνατοὶ
τὰ πλήθη
κακοῦντες, οἱ
πολλοὶ δὲ τοὺς
δυνατοὺς
ἀπολλύναι
σπεύδοντες· [261]
ἦν γὰρ
ἐκείνοις μὲν
ἐπιθυμία τοῦ
τυραννεῖν,
τοῖς δὲ τοῦ
βιάζεσθαι καὶ
τὰ τῶν εὐπόρων
διαρπάζειν. [262]
πρῶτον οὖν οἱ
σικάριοι τῆς
παρανομίας
καὶ τῆς πρὸς
τοὺς
συγγενεῖς
ἤρξαντο
ὠμότητος, μήτε
λόγον ἄρρητον
εἰς ὕβριν μήτ'
ἔργον
ἀπείρατον εἰς
ὄλεθρον τῶν
ἐπιβουλευθέντων
παραλιπόντες. [263]
ἀλλὰ καὶ
τούτους
᾿Ιωάννης
ἀπέδειξεν
αὐτοῦ
μετριωτέρους·
οὐ γὰρ μόνον
ἀνῄρει πάντας
ὅσοι τὰ δίκαια
καὶ
συμφέροντα
συνεβούλευον,
καθάπερ
ἐχθίστοις
μάλιστα δὴ τῶν
πολιτῶν τοῖς
τοιούτοις
προσφερόμενος,
ἀλλὰ καὶ κοινῇ
τὴν πατρίδα
μυρίων
ἐνέπλησε
κακῶν, οἷα
πράξειν
ἔμελλεν
ἄνθρωπος ἤδη
καὶ τὸν θεὸν
ἀσεβεῖν
τετολμηκώς· [264]
τράπεζάν τε
γὰρ ἄθεσμον
παρετίθετο
καὶ τὴν
νενομισμένην
καὶ πάτριον
ἐξεδιῄτησεν
ἁγνείαν, ἵν' ᾖ
μηκέτι
θαυμαστόν, εἰ
τὴν πρὸς
ἀνθρώπους
ἡμερότητα καὶ
κοινωνίαν οὐκ
ἐτήρησεν ὁ τῆς
πρὸς θεὸν
εὐσεβείας
οὕτω
καταμανείς. [265]
πάλιν τοίνυν ὁ
Γιώρα Σίμων τί
κακὸν οὐκ
ἔδρασεν; ἢ
ποίας ὕβρεως
ἐλευθέρων
ἀπέσχοντο
σωμάτων οἳ
τοῦτον
ἀνέδειξαν
τύραννον; [266]
ποία δὲ αὐτοὺς
φιλία, ποία δὲ
συγγένεια
πρὸς τοὺς ἐφ'
ἑκάστης
ἡμέρας φόνους
οὐχὶ
θρασυτέρους
ἐποίησε; τὸ
μὲν γὰρ τοὺς
ἀλλοτρίους
κακῶς ποιεῖν
ἀγεννοῦς
ἔργον
πονηρίας [εἶναι]
ὑπελάμβανον,
λαμπρὰν δὲ
φέρειν
ἐπίδειξιν
ἡγοῦντο τὴν ἐν
τοῖς
οἰκειοτάτοις
ὠμότητα. [267]
παρημιλλήσατο
δὲ καὶ τὴν
τούτων
ἀπόνοιαν ἡ τῶν
᾿Ιδουμαίων
μανία·
ἐκεῖνοι γὰρ οἱ
μιαρώτατοι
τοὺς
ἀρχιερέας
κατασφάξαντες,
ὅπως μηδὲ
μέρος τι τῆς
πρὸς τὸν θεὸν
εὐσεβείας
διαφυλάττηται,
πᾶν ὅσον ἦν
λείψανον ἔτι
πολιτικοῦ
σχήματος
ἐξέκοψαν, [268] καὶ
τὴν
τελεωτάτην
εἰσήγαγον διὰ
πάντων
ἀνομίαν, ἐν ᾗ
τὸ τῶν ζηλωτῶν
κληθέντων
γένος ἤκμασεν,
οἳ τὴν
προσηγορίαν
τοῖς ἔργοις
ἐπηλήθευσαν· [269]
πᾶν γὰρ κακίας
ἔργον
ἐξεμιμήσαντο,
μηδ' εἴ τι
πρότερον
προϋπάρχον ἡ
μνήμη
παραδέδωκεν
αὐτοὶ
παραλιπόντες
ἀζήλωτον. [270]
καίτοι τὴν
προσηγορίαν
αὑτοῖς ἀπὸ τῶν
ἐπ' ἀγαθῷ
ζηλουμένων
ἐπέθεσαν, ἢ
κατειρωνευόμενοι
τῶν
ἀδικουμένων
διὰ τὴν αὐτῶν
θηριώδη φύσιν
ἢ τὰ μέγιστα
τῶν κακῶν
ἀγαθὰ
νομίζοντες. [271]
τοιγαροῦν
προσῆκον
ἕκαστοι τὸ
τέλος εὕροντο
τοῦ θεοῦ τὴν
ἀξίαν ἐπὶ
πᾶσιν αὐτοῖς
τιμωρίαν
βραβεύσαντος·
[272] ὅσας γὰρ
ἀνθρώπου
δύναται φύσις
κολάσεις
ὑπομεῖναι,
πᾶσαι
κατέσκηψαν
εἰς αὐτοὺς
μέχρι καὶ τῆς
ἐσχάτης τοῦ
βίου τελευτῆς,
ἣν ὑπέμειναν
ἐν
πολυτρόποις
αἰκίαις
ἀποθανόντες. [273]
οὐ μὴν ἀλλὰ
φαίη τις ἂν
αὐτοὺς ἐλάττω
παθεῖν ὧν
ἔδρασαν· τὸ
γὰρ δικαίως ἐπ'
αὐτῶν οὐ
προσῆν. [274] τοὺς
δὲ ταῖς
ἐκείνων
ὠμότησι
περιπεσόντας
οὐ τοῦ
παρόντος ἂν
εἴη καιροῦ
κατὰ τὴν ἀξίαν
ὀδύρεσθαι·
πάλιν οὖν
ἐπάνειμι πρὸς
τὸ
καταλειπόμενον
μέρος τῆς
διηγήσεως. 1.
En Judée, Bassus était mort, et Flavius Silva lui succéda comme gouverneur (56).
Voyant tout le territoire asservi par la guerre à l'exception d'une seule
forteresse qui restait encore insurgée, il dirigea une expédition contre elle,
après avoir rassemblé toutes les forces qu'il avait dans la région. Cette
place se nomme Masada (57). Les sicaires qui
l'avaient occupée étaient commandés par un homme de qualité, Éléazar,
descendant de ce Judas qui persuada, comme nous l'avons rapporté (58),
un assez grand nombre de Juifs à ne pas se faire inscrire, au temps où
Quirinius fut envoyé en Judée pour présider au recensement. A ce moment, les
sicaires se concertèrent contre ceux qui voulaient se soumettre aux Romains ;
ils les poursuivaient de toutes manières comme des ennemis, pillant leurs
biens, volant leurs troupeaux, mettant le feu à leurs habitations. Ils déclaraient
ne voir aucune différence entre des étrangers et ceux qui avaient si lâchement
trahi la liberté des Juifs, digne d'être défendue par les armes, ceux qui
avaient déclaré leurs préférences pour la servitude sous le joug romain.
Mais ce langage n'était qu'un prétexte pour voiler leur cruauté et leur
avidité, ce que leurs actes montrèrent clairement. Car ces gens que les
sicaires attaquaient prirent part avec eux à la sédition et apportèrent leur
concours, dans la guerre contre les Romains, à ces mêmes hommes qui leur
firent souffrir dans la suite des atrocités plus cruelles encore. Convaincus
depuis longtemps d'avoir allégué des prétextes mensongers, ils redoublaient
leurs rigueurs contre ceux qui, par de justes raisons, leur reprochaient leur méchanceté.
Car ce temps fut bien fertile parmi les Juifs en cruautés variées ; on ne
laissait sans la perpétrer aucune oeuvre scélérate ; même l'imagination,
appliquée à cette recherche, n'aurait pu découvrir de forfait nouveau. C'était
comme une maladie contagieuse, sévissant dans le particulier et en public ; il
y avait émulation à qui surpasserait les autres en impiétés envers Dieu, en
injustices contre le prochain. Les puissants opprimaient la foule, la multitude
cherchait à perdre les puissants ; car les uns avaient la passion de la
tyrannie, les autres celle d'exercer des violences et de piller les biens des
riches.
(2)[275]
᾿Επὶ γὰρ τὸν
᾿Ελεάζαρον
καὶ τοὺς
κατέχοντας
σὺν αὐτῷ τὴν
Μασάδαν
σικαρίους ὁ
τῶν ῾Ρωμαίων
στρατηγὸς ἧκε
τὰς δυνάμεις
ἄγων, καὶ τῆς
μὲν χώρας
ἁπάσης εὐθὺς
ἐκράτει
φρουρὰς ἐν
τοῖς
ἐπικαιροτάτοις
αὐτῆς μέρεσιν
ἐγκαταστήσας,
[276] τεῖχος δὲ
περιέβαλε
κύκλῳ περὶ πᾶν
τὸ φρούριον,
ὅπως μηδενὶ
τῶν
πολιορκουμένων
ᾖ ῥᾴδιον
διαφυγεῖν, καὶ
διανέμει τοὺς
φυλάξοντας. [277]
αὐτὸς δὲ
καταστρατοπεδεύει
τόπον ὡς μὲν
πρὸς τὴν
πολιορκίαν
ἐπιτηδειότατον
ἐκλαβών, καθ' ὃν
αἱ τοῦ
φρουρίου
πέτραι τῷ
πλησίον ὄρει
συνήγγιζον,
ἄλλως δὲ πρὸς
ἀφθονίαν τῶν
ἐπιτηδείων
δύσκολον· [278] οὐ
γὰρ ἡ τροφὴ
μόνον
πόρρωθεν
ἐκομίζετο καὶ
σὺν μεγάλῃ
ταλαιπωρίᾳ
τῶν ἐπὶ τοῦτο
τεταγμένων
᾿Ιουδαίων,
ἀλλὰ καὶ τὸ
ποτὸν ἦν
ἀγώγιμον [εἰς
τὸ
στρατόπεδον]
τοῦ τόπου
μηδεμίαν
ἐγγὺς πηγὴν
ἀναδιδόντος. [279]
ταῦτ' οὖν
προοικονομησάμενος
ὁ Σίλβας ἐπὶ
τὴν
πολιορκίαν
ἐτράπετο
πολλῆς
ἐπιτεχνήσεως
καὶ
ταλαιπωρίας
δεομένην διὰ
τὴν ὀχυρότητα
τοῦ φρουρίου
τοιοῦδε τὴν
φύσιν
ὑπάρχοντος· 2. Le général romain marcha avec ses troupes contre Éléazar et les sicaires qui occupaient avec lui Masada (59) ; il s'empara rapidement de tout le territoire, dont il garnit de troupes les positions les plus avantageuses. Puis il éleva un mur tout autour de la place, pour rendre la fuite difficile aux assiégés, et y posta des gardes. Lui-même choisit, pour l'assiette de son camp, le lieu le plus propre aux opérations de siège, là où les rochers de la forteresse se rapprochaient de la montagne voisine ; l'approvisionnement y offrait d'ailleurs des difficultés. Non seulement les vivres y étaient convoyés de loin, au prix de grandes fatigues pour les Juifs chargés de cette tâche, mais encore l'eau devait être apportée dans le camp, en l'absence de toute source, voisine. Après avoir veillé à ces préparatifs, Silva entreprit le siège, qui exigea beaucoup d'habileté et d'efforts, à cause de la force de cette citadelle, qui est naturellement disposée comme je vais le dire. (3)[280] Πέτραν οὐκ ὀλίγην τῇ περιόδῳ καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν ἐξ ἀοράτου τέρματος κρημνώδεις καὶ πάσῃ βάσει ζῴων ἀπρόσιτοι, πλὴν ὅσον κατὰ δύο τόπους τῆς πέτρας εἰς ἄνοδον οὐκ εὐμαρῆ παρεικούσης. [281] ἔστι δὲ τῶν ὁδῶν ἡ μὲν ἀπὸ τῆς ᾿Ασφαλτίτιδος λίμνης πρὸς ἥλιον ἀνίσχοντα, καὶ πάλιν ἀπὸ τῆς δύσεως ᾗ ῥᾷον πορευθῆναι. [282] καλοῦσι δὲ τὴν ἑτέραν ὄφιν, τῇ στενότητι προσεικάσαντες καὶ τοῖς συνεχέσιν ἑλιγμοῖς· κλᾶται γὰρ περὶ τὰς τῶν κρημνῶν ἐξοχὰς καὶ πολλάκις εἰς αὑτὴν ἀνατρέχουσα καὶ κατὰ μικρὸν αὖθις ἐκμηκυνομένη μόλις ψαύει τοῦ πρόσω. [283] δεῖ δὲ παραλλὰξ τὸν δι' αὐτῆς βαδίζοντα τὸν ἕτερον τῶν ποδῶν ἐρείδεσθαι. ἔστι δὲ πρόδηλος ὄλεθρος· ἑκατέρωθεν γὰρ βάθος κρημνῶν ὑποκέχηνε τῇ φοβερότητι πᾶσαν εὐτολμίαν ἐκπλῆξαι δυνάμενον. [284] διὰ τοιαύτης οὖν ἐλθόντι σταδίους τριάκοντα κορυφὴ τὸ λοιπόν ἐστιν οὐκ εἰς ὀξὺ τέρμα συνηγμένη, ἀλλ' ὥστ' εἶναι κατ' ἄκρας ἐπίπεδον. [285] ἐπὶ ταύτῃ πρῶτον μὲν ὁ ἀρχιερεὺς ᾠκοδομήσατο φρούριον ᾿Ιωνάθης καὶ προσηγόρευσε Μασάδαν, ὕστερον δ' ῾Ηρώδῃ τῷ βασιλεῖ διὰ πολλῆς ἐγένετο σπουδῆς ἡ τοῦ χωρίου κατασκευή. [286] τεῖχός τε γὰρ ἤγειρε περὶ πάντα τὸν κύκλον τῆς κορυφῆς ἑπτὰ σταδίων ὄντα λευκοῦ μὲν λίθου πεποιημένον, ὕψος δὲ δώδεκα καὶ πλάτος ὀκτὼ πήχεις ἔχον, [287] τριάκοντα δὲ αὐτῷ καὶ ἑπτὰ πύργοι πεντηκονταπήχεις ἀνειστήκεσαν, ἐξ ὧν ἦν εἰς οἰκήματα διελθεῖν περὶ πᾶν τὸ τεῖχος ἔνδον ᾠκοδομημένα. [288] τὴν γὰρ κορυφὴν πίονα καὶ πεδίου παντὸς οὖσαν μαλακωτέραν ἀνῆκεν εἰς γεωργίαν ὁ βασιλεύς, ἵν' εἴ ποτε τῆς ἔξωθεν τροφῆς ἀπορία γένοιτο, μηδὲ ταύτῃ κάμοιεν οἱ τὴν αὐτῶν σωτηρίαν τῷ φρουρίῳ πεπιστευκότες. [289] καὶ βασίλειον δὲ κατεσκεύασεν ἐν αὐτῷ κατὰ τὴν ἀπὸ τῆς ἑσπέρας ἀνάβασιν, ὑποκάτω μὲν τῶν τῆς ἄκρας τειχῶν, πρὸς δὲ τὴν ἄρκτον ἐκκλίνον. τοῦ δὲ βασιλείου τὸ τεῖχος ἦν ὕψει μέγα καὶ καρτερόν, πύργους ἔχον ἑξηκονταπήχεις ἐγγωνίους τέτταρας. [290] ἥ τε τῶν οἰκημάτων ἔνδον καὶ στοῶν καὶ βαλανείων κατασκευὴ παντοία καὶ πολυτελὴς ἦν, κιόνων μὲν ἁπανταχοῦ μονολίθων ὑφεστηκότων, τοίχων δὲ καὶ τῶν ἐν τοῖς οἰκήμασιν ἐδάφων λίθου στρώσει πεποικιλμένων. [291] πρὸς ἕκαστον δὲ τῶν οἰκουμένων τόπων ἄνω τε καὶ περὶ τὸ βασίλειον καὶ πρὸ τοῦ τείχους πολλοὺς καὶ μεγάλους ἐτετμήκει λάκκους ἐν ταῖς πέτραις φυλακτῆρας ὑδάτων, μηχανώμενος εἶναι χορηγίαν ὅση τῷ ἐκ πηγῶν ἐστι χρωμένοις. [292] ὀρυκτὴ δ' ὁδὸς ἐκ τοῦ βασιλείου πρὸς ἄκραν τὴν κορυφὴν ἀνέφερε τοῖς ἔξωθεν ἀφανής. οὐ μὴν οὐδὲ ταῖς φανεραῖς ὁδοῖς ἦν οἷόν τε χρήσασθαι ῥᾳδίως πολεμίους· [293] ἡ μὲν γὰρ ἑῴα διὰ τὴν φύσιν, ὡς προείπαμεν, ἐστὶν ἄβατος, τὴν δ' ἀπὸ τῆς ἑσπέρας μεγάλῳ κατὰ τὸ στενότατον πύργῳ διετείχισεν ἀπέχοντι τῆς ἄκρας πήχεων οὐκ ἔλαττον διάστημα χιλίων, ὃν οὔτε παρελθεῖν δυνατὸν ἦν οὔτε ῥᾴδιον ἑλεῖν· δυσέξοδος δὲ καὶ τοῖς μετὰ ἀδείας βαδίζουσιν ἐπεποίητο. [294] οὕτως μὲν οὖν πρὸς τὰς τῶν πολεμίων ἐφόδους φύσει τε καὶ χειροποιήτως τὸ φρούριον ὠχύρωτο. 3. Un rocher d'un assez vaste pourtour et d'une grande hauteur est de toutes parts isolé par de profonds ravins, dont on ne voit pas le fond. Ils sont escarpés et inaccessibles aux pieds de tout être vivant, sauf en deux endroits où la roche se prête à une ascension pénible. De ces deux chemins, l'un part du lac Asphaltite dans la direction de l'est ; l'autre est à l'ouest et offre plus de facilité à la marche. On appelle le premier « serpent », à cause de son étroitesse et de ses nombreux détours : car il est coupé là où les escarpements font saillie, revient souvent sur lui-même, puis. s'allongeant peu à peu, poursuit à grand peine sa progression. Tout homme qui suit ce chemin doit s'appuyer alternativement sur chaque pied, car la mort le guette ; de chaque côté s'ouvrent des abîmes qui peuvent glacer d'effroi le plus brave. Quand on a suivi le chemin l'espace de trente stades, on n'a plus devant soi qu'un sommet sans pointe terminale, qui forme sur la crête une surface plane. C'est sur ce plateau que le grand-prêtre Jonathas (60) construisit d'abord une forteresse, qu'il appela Masada ; dans la suite, le roi Hérode s'occupa avec grand zèle de mettre cette place en état. Il éleva tout autour du sommet, sur une longueur de sept stades, une muraille de pierres blanches, haute de douze coudées, épaisse de huit ; au-dessus d'elle se dressaient trente-sept tours, hautes de cinquante coudées, d'où l'on pouvait passer dans des habitations construites sur toute la face intérieure du mur. Le roi avait réservé à la culture le sommet, qui est fertile et d'une terre plus meuble que toutes les plaines ; de cette façon, s'il y avait disette de provisions du dehors, la famine épargnerait ceux qui auraient confié leur salut à la forteresse. Il y bâtit aussi un palais sur la pente ouest, sous les remparts de la citadelle et tourné vers le nord. Le mur de ce palais était haut et solide ; il était flanqué aux angles de quatre tours de soixante coudées de haut. A l'intérieur, la disposition des appartements, des portiques et des bains offrait beaucoup de variété et de luxe ; partout s'élevaient des colonnes monolithes : les murs et le pavé des appartements étaient revêtus de mosaïques aux couleurs variées. Près de chacun des endroits habités, tant sur la hauteur qu'autour du palais et devant le rempart, il avait fait creuser beaucoup de grandes citernes dans le roc, pour fournir de l'eau en même abondance que s'il y avait eu des sources. Une route creuse, invisible du dehors, conduisait du palais au sommet de la colline. Du reste, il était difficile aux ennemis de faire usage même des routes que l'on voyait, car celle de l'orient est, comme nous l'avons dit, naturellement inaccessible, et Hérode avait fortifié celle de l'occident, dans sa partie la plus étroite, par une forte tour, qu'une distance d'au moins mille coudées séparait du sommet, et qu'il n'était, ni possible de tourner ni facile de prendre. Même pour des voyageurs n'ayant rien à craindre, la sortie en était malaisée. Ainsi la nature et la main des hommes avaient fortifié cette place contre les attaques des ennemis. (4)[295] Τῶν δ' ἔνδον ἀποκειμένων παρασκευῶν ἔτι μᾶλλον ἄν τις ἐθαύμασε τὴν λαμπρότητα καὶ τὴν διαμονήν· [296] σῖτός τε γὰρ ἀπέκειτο πολὺς καὶ πολὺν χρόνον ἀρκεῖν ἱκανώτατος οἶνός τε πολὺς ἦν καὶ ἔλαιον, ἔτι δὲ παντοῖος ὀσπρίων καρπὸς καὶ φοίνικες ἐσεσώρευντο. [297] πάντα δὲ εὗρεν ὁ ᾿Ελεάζαρος τοῦ φρουρίου μετὰ τῶν σικαρίων ἐγκρατὴς δόλῳ γενόμενος ἀκμαῖα καὶ μηδὲν τῶν νεωστὶ κειμένων ἀποδέοντα· καίτοι σχεδὸν ἀπὸ τῆς παρασκευῆς εἰς τὴν ὑπὸ ῾Ρωμαίοις ἅλωσιν ἑκατὸν ἦν χρόνος ἐτῶν· ἀλλὰ καὶ ῾Ρωμαῖοι τοὺς περιλειφθέντας τῶν καρπῶν εὗρον ἀδιαφθόρους. [298] αἴτιον δ' οὐκ ἂν ἁμάρτοι τις ὑπολαμβάνων εἶναι τὸν ἀέρα τῆς διαμονῆς ὕψει τῷ περὶ τὴν ἄκραν πάσης ὄντα γεώδους καὶ θολερᾶς ἀμιγῆ κράσεως. [299] εὑρέθη δὲ καὶ παντοίων πλῆθος ὅπλων ὑπὸ τοῦ βασιλέως ἀποτεθησαυρισμένων, ὡς ἀνδράσιν ἀρκεῖν μυρίοις, ἀργός τε σίδηρος καὶ χαλκὸς ἔτι δὲ καὶ μόλιβος, ἅτε δὴ τῆς παρασκευῆς ἐπὶ μεγάλαις αἰτίαις γενομένης· [300] λέγεται γὰρ αὑτῷ τὸν ῾Ηρώδην τοῦτο τὸ φρούριον εἰς ὑποφυγὴν ἑτοιμάζειν διπλοῦν ὑφορώμενον κίνδυνον, τὸν μὲν παρὰ τοῦ πλήθους τῶν ᾿Ιουδαίων, μὴ καταλύσαντες ἐκεῖνον τοὺς πρὸ αὐτοῦ βασιλέας ἐπὶ τὴν ἀρχὴν καταγάγωσι, τὸν μείζω δὲ καὶ χαλεπώτερον ἐκ τῆς βασιλευούσης Αἰγύπτου Κλεοπάτρας. [301] αὕτη γὰρ τὴν αὑτῆς γνώμην οὐκ ἐπεῖχεν, ἀλλὰ πολλάκις ᾿Αντωνίῳ λόγους προσέφερε τὸν μὲν ῾Ηρώδην ἀνελεῖν ἀξιοῦσα, χαρίσασθαι δ' αὐτῇ τὴν βασιλείαν τῶν ᾿Ιουδαίων δεομένη. [302] καὶ μᾶλλον ἄν τις ἐθαύμασεν, ὅτι μηδέπω τοῖς προστάγμασιν ᾿Αντώνιος ὑπακηκόει κακῶς ὑπὸ τοῦ πρὸς αὐτὴν ἔρωτος δεδουλωμένος, οὐχ ὅτι περὶ τοῦ μὴ χαρίσασθαι προσεδόκησεν. [303] διὰ τοιούτους μὲν φόβους ῾Ηρώδης Μασάδαν κατεσκευασμένος ἔμελλεν ῾Ρωμαίοις ἀπολείψειν ἔργον τοῦ πρὸς ᾿Ιουδαίους πολέμου τελευταῖον. 4. On admirait encore davantage la richesse et le bon état des approvisionnements accumulés ; en effet, on tenait en réserve du blé, en quantité suffisante pour un long temps, plus beaucoup de vin et d'huile, de légumes secs d'espèces variées, des monceaux de dattes. Éléazar, quand il s'empara par ruse de cette place forte, avec les sicaires (61), trouva toutes ces provisions bien conservées, nullement inférieures à celles qui avaient été déposées à une date récente : et cependant, depuis cet aménagement jusqu'à la prise de Masada par les Romains, il s'était écoulé près de cent ans. Néanmoins les Romains trouvèrent sans trace de corruption ce qui restait des fruits. Cette conservation doit être attribuée à l'air, que l'altitude de la citadelle préserve de tout mélange de terre ou de bourbe. On trouva aussi une multitude d'armes de toute espèce que le roi avait mises en réserve comme un trésor et qui eussent pu suffire aux besoins de dix mille hommes ; du fer, du bronze, et même du plomb non travaillés ; tous ces approvisionnements avaient été faits pour des motifs sérieux. On dit même qu'Hérode préparait cette forteresse pour lui servir de refuge, en prévision d'un double danger : d'une part la multitude des Juifs, qui pouvaient le renverser et ramener au pouvoir les rois de la dynastie antérieure ; de l'autre, péril plus grand et plus terrible, la menace de Cléopâtre, reine d'Égypte. Car celle-ci ne cacha jamais son dessein, mais pressa Antoine, dans ses fréquents entretiens, de tuer Hérode et de lui donner à elle le royaume des Juifs (62). On est étonné qu'Antoine. misérablement asservi par l'amour de cette femme, ait négligé d'accéder à sa requête qu'on ne pouvait guère s'attendre à le voir rejeter. Voilà donc les craintes qui déterminèrent Hérode à fortifier Masada : il devait ainsi laisser aux Romains cette tâche suprême pour achever la guerre contre les Juifs. (5)[304] ᾿Επεὶ γὰρ ἔξωθεν ἤδη περιτετειχίκει πάντα τὸν τόπον ὁ τῶν ῾Ρωμαίων, ὡς προείπαμεν, ἡγεμών, καὶ τοῦ μή τινα ἀποδρᾶναι πρόνοιαν ἐπεποίητο τὴν ἀκριβεστάτην, ἐνεχείρει τῇ πολιορκίᾳ μόνον εὑρὼν ἕνα τόπον ἐπιβολὴν χωμάτων δέξασθαι δυνάμενον. [305] μετὰ γὰρ τὸν διατειχίζοντα πύργον τὴν ἀπὸ τῆς δύσεως ὁδὸν ἄγουσαν εἴς τε τὸ βασίλειον καὶ τὴν ἀκρώρειαν ἦν τις ἐξοχὴ πέτρας εὐμεγέθης τῷ πλάτει καὶ πολὺ προκύπτουσα, τοῦ δὲ ὕψους τῆς Μασάδας τριακοσίους πήχεις ὑποκάτω· Λευκὴν δ' αὐτὴν ὠνόμαζον. [306] ἐπὶ ταύτην οὖν ἀναβὰς καὶ κατασχὼν αὐτὴν ὁ Σίλβας ἐκέλευε τὸν στρατὸν χοῦν ἐπιφέρειν. τῶν δὲ προθύμως καὶ μετὰ πολλῆς χειρὸς ἐργαζομένων στερεὸν εἰς διακοσίους πήχεις ὑψώθη τὸ χῶμα. [307] οὐ μὴν οὔτε βέβαιον οὔτε αὔταρκες ἐδόκει τοῦτο τὸ μέτρον εἶναι τοῖς μηχανήμασιν εἰς ἐπιβάθραν, ἀλλ' ἐπ' αὐτοῦ βῆμα λίθων μεγάλων συνηρμοσμένων ἐποιήθη πεντήκοντα πήχεων εὖρός τε καὶ ὕψος. [308] ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων ἡ κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον, μετὰ ταῦτα δ' ὑπὸ Τίτου πρὸς τὰς πολιορκίας ἐπινοηθεῖσι, [309] καὶ πύργος ἑξηκοντάπηχυς συνετελέσθη σιδήρῳ καταπεφραγμένος ἅπας, ἐξ οὗ πολλοῖς ὀξυβελέσι καὶ πετροβόλοις βάλλοντες οἱ ῾Ρωμαῖοι τοὺς ἀπὸ τοῦ τείχους μαχομένους ταχέως ἀνέστειλαν καὶ προκύπτειν ἐκώλυσαν. [310] ἐν ταὐτῷ δὲ καὶ κριὸν ὁ Σίλβας μέγαν κατασκευασάμενος, συνεχεῖς κελεύσας ποιεῖσθαι τῷ τείχει τὰς ἐμβολὰς μόλις μὲν ἀλλ' οὖν ἀναρρήξας τι μέρος κατήρειψε. [311] φθάνουσι δ' οἱ σικάριοι ταχέως ἔνδοθεν οἰκοδομησάμενοι τεῖχος ἕτερον, ὃ μηδὲ ὑπὸ τῶν μηχανημάτων ἔμελλεν ὅμοιόν τι πείσεσθαι· μαλακὸν γὰρ αὐτὸ καὶ τὴν σφοδρότητα τῆς ἐμβολῆς ὑπεκλύειν δυνάμενον τοιῷδε τρόπῳ κατεσκεύασαν. [312] δοκοὺς μεγάλας ἐπὶ μῆκος προσεχεῖς ἀλλήλαις κατὰ τὴν τομὴν συνέθεσαν. δύο δὲ ἦσαν τούτων στίχοι παράλληλοι τοσοῦτον διεστῶτες ὅσον εἶναι πλάτος τείχους, καὶ μέσον ἀμφοῖν τὸν χοῦν ἐνεφόρουν. [313] ὅπως δὲ μηδὲ ὑψουμένου τοῦ χώματος ἡ γῆ διαχέοιτο, πάλιν ἑτέραις δοκοῖς ἐπικαρσίαις τὰς κατὰ μῆκος κειμένας διέδεον. [314] ἦν οὖν ἐκείνοις μὲν οἰκοδομίᾳ τὸ ἔργον παραπλήσιον, τῶν μηχανημάτων δ' αἱ πληγαὶ φερόμεναι πρὸς εἶκον ἐξελύοντο καὶ τῷ σάλῳ συνιζάνον ἐποίουν αὐτὸ στεριφώτερον. [315] τοῦτο συνιδὼν ὁ Σίλβας πυρὶ μᾶλλον αἱρήσειν ἐνόμιζεν τὸ τεῖχος, καὶ τοῖς στρατιώταις προσέταττε λαμπάδας αἰθομένας ἀθρόους ἐσακοντίζειν. [316] τὸ δὲ οἷα δὴ ξύλων τὸ πλέον πεποιημένον ταχὺ τοῦ πυρὸς ἀντελάβετο καὶ τῇ χαυνότητι πυρωθὲν διὰ βάθους φλόγα πολλὴν ἐξεπύρσευσεν. [317] ἀρχομένου μὲν οὖν ἔτι τοῦ πυρὸς βορρᾶς ἐμπνέων τοῖς ῾Ρωμαίοις φοβερὸς ἦν· ἄνωθεν γὰρ ἀποστρέφων ἐπ' ἐκείνους ἤλαυνε τὴν φλόγα, καὶ σχεδὸν ἤδη τῶν μηχανημάτων ὡς συμφλεγησομένων ἀπέγνωσαν· [318] ἔπειτα δ' αἰφνίδιον νότος μεταβαλὼν καθάπερ ἐκ δαιμονίου προνοίας καὶ πολὺς ἐναντίον πνεύσας τῷ τείχει φέρων αὐτὴν προσέβαλε, καὶ πᾶν ἤδη διὰ βάθους ἐφλέγετο. [319] ῾Ρωμαῖοι μὲν οὖν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ κεχρημένοι χαίροντες εἰς τὸ στρατόπεδον ἀπηλλάττοντο μεθ' ἡμέραν ἐπιχειρεῖν τοῖς πολεμίοις διεγνωκότες καὶ τὰς φυλακὰς νύκτωρ ἐπιμελεστέρας ἐποιήσαντο, μή τινες αὐτῶν λάθωσιν ἀποδράντες. 5. Lorsque le général romain eut comme nous l'avons dit (63), entouré extérieurement d'une muraille tout le terrain et prévenu, par la plus stricte surveillance, la fuite vies défenseurs, il entreprit le siège, n'avant trouvé qu'un endroit capable de recevoir des terrasses. Il y avait, en effet, derrière la tour qui protégeait la route de l'ouest vers le palais et le faite de la colline, un éperon rocheux d'une largeur considérable et formant saillie, mais de trois cents pieds au-dessous du sommet de Masada : on l'appelait Leuké, la « Roche blanche ». Silva y monta donc, !'occupa et ordonna à l'armée d'apporter des charges de terre. Grâce au zèle que les soldats déployèrent dans ce travail et à leur grand nombre, la terrasse s'éleva, solide, à la hauteur de deux cents pieds. Cependant une plate-forme de ces dimensions ne parut pas assez solide et résistante pour porter les machines destinées à l'assaut : aussi éleva-t-on au-dessus un "cavalier", de fortes pierres bien ajustées, large et haut de cinquante coudées. La construction des engins fut analogue à celle que Vespasien d'abord, et ensuite Titus avaient imaginée pour le siège des places ; de plus, on éleva une tour de cent coudées entièrement blindée de fer, du haut de laquelle les Romains, grâce au grand nombre de leurs oxybèles et onagres, lançaient des projectiles contre les défenseurs du rempart, dont ils les chassaient en les obligeant à se dérober. En même temps Silva mit en place un puissant bélier, avec ordre de battre continuellement la muraille, qui fut entamée, non sans peine, sur une certaine étendue et renversée. Les sicaires s'empressèrent de bâtir à l'intérieur un autre mur, auquel les machines ne devaient pas faire subir le même sort qu'au premier, car pour le rendre flexible et capable d'amortir la violence du choc, ils le construisirent de la façon suivante. Ils unirent les unes aux autre, à leurs extrémités, de grandes poutres disposées dans le sens de leur longueur. Il y en avait ainsi deux rangées parallèles, séparées l'une de l'autre par un intervalle égal à l'épaisseur du mur, et l'entre-deux était formé d'un amoncellement de terre. En outre, dans la crainte que la terre ne se répandit quand on battrait cette terrasse (64), ils relièrent encore par des poutres transversales celles qui étaient disposées en longueur. L'ouvrage était donc, aux yeux des ennemis, semblable à un édifice maçonné. Les coups des machines, portés contre cette matière qui leur cédait, s'amortissaient, et même, comme ce martèlement la comprimait, elle n'en devenait que plus solide. A cette vue, Silva jugea qu'il détruirait plutôt ce mur par le feu; il ordonna donc aux soldats de lancer en grand nombre des torches enflammées. Le mur, formé surtout de pièces de bois, prit feu rapidement ; embrasé dans sa profondeur, il développa un grand incendie. Dès le début de cet incendie, le vent du nord qui soufflait dans leurs visages inspira des craintes aux Romains ; comme il se rabattait sur eux d'en haut, il poussait les flammes contre eux, et peu s'en fallut même qu'ils ne désespérassent de leurs machines, prêtes à s'embraser aussi. Mais ensuite le vent, comme par une intervention surhumaine, changea subitement, et celui du sud, soufflant avec violence en sens contraire, ramena et rejeta l'incendie contre la muraille, qui bientôt flamba tout entière du haut en bas. Les Romains, ainsi assistés du secours de Dieu, se retirèrent joyeux dans leur camp, résolus à attaquer les ennemis le lendemain ; pendant cette nuit, leurs postes de garde veillèrent avec plus de soin que jamais, afin de ne laisser échapper aucun fuyard. 6)[320] Οὐ μὴν οὔτε αὐτὸς ᾿Ελεάζαρος ἐν νῷ δρασμὸν ἔλαβεν οὔτε ἄλλῳ τινὶ τοῦτο ποιεῖν ἔμελλεν ἐπιτρέψειν. [321] ὁρῶν δὲ τὸ μὲν τεῖχος ὑπὸ τοῦ πυρὸς ἀναλούμενον, ἄλλον δὲ οὐδένα σωτηρίας τρόπον οὐδ' ἀλκῆς ἐπινοῶν, ἃ δὲ ἔμελλον ῾Ρωμαῖοι δράσειν αὐτοὺς καὶ τέκνα καὶ γυναῖκας [αὐτῶν], εἰ κρατήσειαν, ὑπ' ὀφθαλμοὺς αὑτῷ τιθέμενος, θάνατον κατὰ πάντων ἐβουλεύσατο. [322] καὶ τοῦτο κρίνας ἐκ τῶν παρόντων ἄριστον, τοὺς ἀνδρωδεστάτους τῶν ἑταίρων συναγαγὼν τοιούτοις ἐπὶ τὴν πρᾶξιν λόγοις παρεκάλει· [323] "πάλαι διεγνωκότας ἡμᾶς, ἄνδρες ἀγαθοί, μήτε ῾Ρωμαίοις μήτ' ἄλλῳ τινὶ δουλεύειν ἢ θεῷ, μόνος γὰρ οὗτος ἀληθής ἐστι καὶ δίκαιος ἀνθρώπων δεσπότης, ἥκει νῦν καιρὸς ἐπαληθεῦσαι κελεύων τὸ φρόνημα τοῖς ἔργοις. [324] πρὸς ὃν αὑτοὺς μὴ καταισχύνωμεν πρότερον μηδὲ δουλείαν ἀκίνδυνον ὑπομείναντες, νῦν δὲ μετὰ δουλείας ἑλόμενοι τιμωρίας ἀνηκέστους, εἰ ζῶντες ὑπὸ ῾Ρωμαίοις ἐσόμεθα· πρῶτοί τε γὰρ πάντων ἀπέστημεν καὶ πολεμοῦμεν αὐτοῖς τελευταῖοι. [325] νομίζω δὲ καὶ παρὰ θεοῦ ταύτην δεδόσθαι χάριν τοῦ δύνασθαι καλῶς καὶ ἐλευθέρως ἀποθανεῖν, ὅπερ ἄλλοις οὐκ ἐγένετο παρ' ἐλπίδα κρατηθεῖσιν. [326] ἡμῖν δὲ πρόδηλος μέν ἐστιν ἡ γενησομένη μεθ' ἡμέραν ἅλωσις, ἐλευθέρα δὲ ἡ τοῦ γενναίου θανάτου μετὰ τῶν φιλτάτων αἵρεσις. οὔτε γὰρ τοῦτ' ἀποκωλύειν οἱ πολέμιοι δύνανται πάντως εὐχόμενοι ζῶντας ἡμᾶς παραλαβεῖν, οὔθ' ἡμεῖς ἐκείνους ἔτι νικᾶν μαχόμενοι. [327] ἔδει μὲν γὰρ εὐθὺς ἴσως ἐξ ἀρχῆς, ὅτε τῆς ἐλευθερίας ἡμῖν ἀντιποιεῖσθαι θελήσασι πάντα καὶ παρ' ἀλλήλων ἀπέβαινε χαλεπὰ καὶ παρὰ τῶν πολεμίων χείρω, τῆς τοῦ θεοῦ γνώμης στοχάζεσθαι καὶ γινώσκειν, ὅτι τὸ πάλαι φίλον αὐτῷ φῦλον ᾿Ιουδαίων κατέγνωστο· [328] μένων γὰρ εὐμενὴς ἢ μετρίως γοῦν ἀπηχθημένος, οὐκ ἂν τοσούτων μὲν ἀνθρώπων περιεῖδεν ὄλεθρον, προήκατο δὲ τὴν ἱερωτάτην αὐτοῦ πόλιν πυρὶ καὶ κατασκαφαῖς πολεμίων. [329] ἡμεῖς δ' ἄρα καὶ μόνοι τοῦ παντὸς ᾿Ιουδαίων γένους ἠλπίσαμεν περιέσεσθαι τὴν ἐλευθερίαν φυλάξαντες, ὥσπερ ἀναμάρτητοι πρὸς τὸν θεὸν γενόμενοι καὶ μηδεμιᾶς μετασχόντες *, οἳ καὶ τοὺς ἄλλους ἐδιδάξαμεν; [330] τοιγαροῦν ὁρᾶτε, πῶς ἡμᾶς ἐλέγχει μάταια προσδοκήσαντας κρείττονα τῶν ἐλπίδων τὴν ἐν τοῖς δεινοῖς ἀνάγκην ἐπαγαγών· [331] οὐδὲ γὰρ ἡ τοῦ φρουρίου φύσις ἀνάλωτος οὖσα πρὸς σωτηρίαν ὠφέληκεν, ἀλλὰ καὶ τροφῆς ἀφθονίαν καὶ πλῆθος ὅπλων καὶ τὴν ἄλλην ἔχοντες παρασκευὴν περιττεύουσαν ὑπ' αὐτοῦ περιφανῶς τοῦ θεοῦ τὴν ἐλπίδα τῆς σωτηρίας ἀφῃρήμεθα. [332] τὸ γὰρ πῦρ εἰς τοὺς πολεμίους φερόμενον οὐκ αὐτομάτως ἐπὶ τὸ κατασκευασθὲν τεῖχος ὑφ' ἡμῶν ἀνέστρεψεν, ἀλλ' ἔστι ταῦτα χόλος πολλῶν ἀδικημάτων, ἃ μανέντες εἰς τοὺς ὁμοφύλους ἐτολμήσαμεν. [333] ὑπὲρ ὧν μὴ τοῖς ἐχθίστοις ῾Ρωμαίοις δίκας ἀλλὰ τῷ θεῷ δι' ἡμῶν αὐτῶν ὑπόσχωμεν· αὗται δέ εἰσιν ἐκείνων μετριώτεραι· [334] θνησκέτωσαν γὰρ γυναῖκες ἀνύβριστοι καὶ παῖδες δουλείας ἀπείρατοι, μετὰ δ' αὐτοὺς ἡμεῖς εὐγενῆ χάριν ἀλλήλοις παράσχωμεν καλὸν ἐντάφιον τὴν ἐλευθερίαν φυλάξαντες. [335] πρότερον δὲ καὶ τὰ χρήματα καὶ τὸ φρούριον πυρὶ διαφθείρωμεν· λυπηθήσονται γὰρ ῾Ρωμαῖοι, σαφῶς οἶδα, μήτε τῶν ἡμετέρων σωμάτων κρατήσαντες καὶ τοῦ κέρδους ἁμαρτόντες. [336] τὰς τροφὰς μόνας ἐάσωμεν· αὗται γὰρ ἡμῖν τεθνηκόσι μαρτυρήσουσιν ὅτι μὴ κατ' ἔνδειαν ἐκρατήθημεν, ἀλλ' ὥσπερ ἐξ ἀρχῆς διέγνωμεν, θάνατον ἑλόμενοι πρὸ δουλείας." 6.
Cependant Éléazar ne conçut pas la pensée de fuir et n'autorisa
personne à le faire. Quand il vit que le mur était consumé par le feu, il
n'imagina aucun moyen de salut ni de défense et, réfléchissant sur le
traitement que les Romains, une fois maîtres de la place, feraient subir aux défenseurs,
à leurs femmes et à leurs enfants, il décida que tous devaient mourir après
avoir pris cette résolution, la meilleure dans les circonstances présentes, il
réunit les plus courageux lie ses compagnons et les exhorta en ces termes à
agir ainsi : (7)[337] Ταῦτα ᾿Ελεάζαρος ἔλεγεν. οὐ μὴν κατ' αὐτὸ ταῖς γνώμαις προσέπιπτε τῶν παρόντων, ἀλλ' οἱ μὲν ἔσπευδον ὑπακούειν καὶ μόνον οὐχ ἡδονῆς ἐνεπίμπλαντο καλὸν εἶναι τὸν θάνατον νομίζοντες, [338] τοὺς δ' αὐτῶν μαλακωτέρους γυναικῶν καὶ γενεᾶς οἶκτος εἰσῄει, πάντως δὲ καὶ τῆς ἑαυτῶν προδήλου τελευτῆς εἰς ἀλλήλους ἀποβλέποντες τοῖς δακρύοις τὸ μὴ βουλόμενον τῆς γνώμης ἐσήμαινον. [339] τούτους ἰδὼν ᾿Ελεάζαρος ἀποδειλιῶντας καὶ πρὸς τὸ μέγεθος τοῦ βουλεύματος τὰς ψυχὰς ὑποκλωμένους ἔδεισε, μή ποτε καὶ τοὺς ἐρρωμένως τῶν λόγων ἀκούσαντας αὐτοὶ συνεκθηλύνωσι ποτνιώμενοι καὶ δακρύοντες. [340] οὔκουν ἀνῆκε τὴν παρακέλευσιν, ἀλλ' αὑτὸν ἐπεγείρας καὶ πολλοῦ λήματος πλήρης γενόμενος λαμπροτέροις ἐνεχείρει λόγοις περὶ ψυχῆς ἀθανασίας, [341] μέγα τε σχετλιάσας καὶ τοῖς δακρύουσιν ἀτενὲς ἐμβλέψας "ἦ πλεῖστον, εἶπεν, ἐψεύσθην νομίζων ἀνδράσιν ἀγαθοῖς τῶν ὑπὲρ τῆς ἐλευθερίας ἀγώνων συναρεῖσθαι, ζῆν καλῶς ἢ τεθνάναι διεγνωκόσιν. [342] ὑμεῖς δὲ ἦτε τῶν τυχόντων οὐδὲν εἰς ἀρετὴν οὐδ' εὐτολμίαν διαφέροντες, οἵ γε καὶ τὸν ἐπὶ μεγίστων ἀπαλλαγῇ κακῶν φοβεῖσθε θάνατον δέον ὑπὲρ τούτου μήτε μελλῆσαι μήτε σύμβουλον ἀναμεῖναι. [343] πάλαι γὰρ εὐθὺς ἀπὸ τῆς πρώτης αἰσθήσεως παιδεύοντες ἡμᾶς οἱ πάτριοι καὶ θεῖοι λόγοι διετέλουν ἔργοις τε καὶ φρονήμασι τῶν ἡμετέρων προγόνων αὐτοὺς βεβαιούντων, ὅτι συμφορὰ τὸ ζῆν ἐστιν ἀνθρώποις, οὐχὶ θάνατος. [344] οὗτος μὲν γὰρ ἐλευθερίαν διδοὺς ψυχαῖς εἰς τὸν οἰκεῖον καὶ καθαρὸν ἀφίησι τόπον ἀπαλλάσσεσθαι πάσης συμφορᾶς ἀπαθεῖς ἐσομένας, ἕως δέ εἰσιν ἐν σώματι θνητῷ δεδεμέναι καὶ τῶν τούτου κακῶν συναναπίμπλανται, τἀληθέστατον εἰπεῖν, τεθνήκασι· [345] κοινωνία γὰρ θείῳ πρὸς θνητὸν ἀπρεπής ἐστι. μέγα μὲν οὖν δύναται ψυχὴ καὶ σώματι συνδεδεμένη· ποιεῖ γὰρ αὐτῆς ὄργανον αἰσθανόμενον ἀοράτως αὐτὸ κινοῦσα καὶ θνητῆς φύσεως περαιτέρω προάγουσα ταῖς πράξεσιν· [346] οὐ μὴν ἀλλ' ἐπειδὰν ἀπολυθεῖσα τοῦ καθέλκοντος αὐτὴν βάρους ἐπὶ γῆν καὶ προσκρεμαμένου χῶρον ἀπολάβῃ τὸν οἰκεῖον, τότε δὴ μακαρίας ἰσχύος καὶ πανταχόθεν ἀκωλύτου μετέχει δυνάμεως, ἀόρατος μένουσα τοῖς ἀνθρωπίνοις ὄμμασιν ὥσπερ αὐτὸς ὁ θεός· [347] οὐδὲ γὰρ ἕως ἐστὶν ἐν σώματι θεωρεῖται· πρόσεισι γὰρ ἀφανῶς καὶ μὴ βλεπομένη πάλιν ἀπαλλάττεται, μίαν μὲν αὐτὴ φύσιν ἔχουσα τὴν ἄφθαρτον, αἰτία δὲ σώματι γινομένη μεταβολῆς. [348] ὅτου γὰρ ἂν ψυχὴ προσψαύσῃ, τοῦτο ζῇ καὶ τέθηλεν, ὅτου δ' ἂν ἀπαλλαγῇ, μαρανθὲν ἀποθνήσκει· τοσοῦτον αὐτῇ περίεστιν ἀθανασίας. [349] ὕπνος δὲ τεκμήριον ὑμῖν ἔστω τῶν λόγων ἐναργέστατον, ἐν ᾧ ψυχαὶ τοῦ σώματος αὐτὰς μὴ περισπῶντος ἡδίστην μὲν ἔχουσιν ἀνάπαυσιν ἐφ' αὑτῶν γενόμεναι, θεῷ δ' ὁμιλοῦσαι κατὰ συγγένειαν πάντη μὲν ἐπιφοιτῶσι, πολλὰ δὲ τῶν ἐσομένων προθεσπίζουσι. [350] τί δὴ δεῖ δεδιέναι θάνατον τὴν ἐν ὕπνῳ γινομένην ἀνάπαυσιν ἀγαπῶντας; πῶς δ' οὐκ ἀνόητόν ἐστιν τὴν ἐν τῷ ζῆν ἐλευθερίαν διώκοντας τῆς ἀιδίου φθονεῖν αὑτοῖς; [351] ἔδει μὲν οὖν ἡμᾶς οἴκοθεν πεπαιδευμένους ἄλλοις εἶναι παράδειγμα τῆς πρὸς θάνατον ἑτοιμότητος· οὐ μὴν ἀλλ' εἰ καὶ τῆς παρὰ τῶν ἀλλοφύλων δεόμεθα πίστεως, βλέψωμεν εἰς ᾿Ινδοὺς τοὺς σοφίαν ἀσκεῖν ὑπισχνουμένους. [352] ἐκεῖνοί τε γὰρ ὄντες ἄνδρες ἀγαθοὶ τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λειτουργίαν ἀκουσίως ὑπομένουσι, [353] σπεύδουσι δὲ τὰς ψυχὰς ἀπολῦσαι τῶν σωμάτων, καὶ μηδενὸς αὐτοὺς ἐπείγοντος κακοῦ μηδ' ἐξελαύνοντος πόθῳ τῆς ἀθανάτου διαίτης προλέγουσι μὲν τοῖς ἄλλοις ὅτι μέλλουσιν ἀπιέναι, καὶ ἔστιν ὁ κωλύσων οὐδείς, ἀλλὰ πάντες αὐτοὺς εὐδαιμονίζοντες πρὸς τοὺς οἰκείους ἕκαστοι διδόασιν ἐπιστολάς· [354] οὕτως βεβαίαν καὶ ἀληθεστάτην ταῖς ψυχαῖς τὴν μετ' ἀλλήλων εἶναι δίαιταν πεπιστεύκασιν. [355] οἱ δ' ἐπειδὰν ἐπακούσωσι τῶν ἐντεταλμένων αὐτοῖς, πυρὶ τὸ σῶμα παραδόντες, ὅπως δὴ καὶ καθαρωτάτην ἀποκρίνωσι τοῦ σώματος τὴν ψυχήν, ὑμνούμενοι τελευτῶσιν· [356] ῥᾷον γὰρ ἐκείνους εἰς τὸν θάνατον οἱ φίλτατοι προπέμπουσιν ἢ τῶν ἄλλων ἀνθρώπων ἕκαστοι τοὺς πολίτας εἰς μηκίστην ἀποδημίαν, καὶ σφᾶς μὲν αὐτοὺς δακρύουσιν, ἐκείνους δὲ μακαρίζουσιν ἤδη τὴν ἀθάνατον τάξιν ἀπολαμβάνοντας. [357] ἆρ' οὖν οὐκ αἰδούμεθα χεῖρον ᾿Ινδῶν φρονοῦντες καὶ διὰ τῆς αὑτῶν ἀτολμίας τοὺς πατρίους νόμους, οἳ πᾶσιν ἀνθρώποις εἰς ζῆλον ἥκουσιν, αἰσχρῶς ὑβρίζοντες; [358] ἀλλ' εἴ γε καὶ τοὺς ἐναντίους ἐξ ἀρχῆς λόγους ἐπαιδεύθημεν, ὡς ἄρα μέγιστον ἀγαθὸν ἀνθρώποις ἐστὶ τὸ ζῆν συμφορὰ δ' ὁ θάνατος, ὁ γοῦν καιρὸς ἡμᾶς παρακαλεῖ φέρειν εὐκαρδίως αὐτὸν θεοῦ γνώμῃ καὶ κατ' ἀνάγκας τελευτήσαντας· [359] πάλαι γάρ, ὡς ἔοικε, κατὰ τοῦ κοινοῦ παντὸς ᾿Ιουδαίων γένους ταύτην ἔθετο τὴν ψῆφον ὁ θεός, ὥσθ' ἡμᾶς τοῦ ζῆν ἀπηλλάχθαι μὴ μέλλοντας αὐτῷ χρῆσθαι κατὰ τρόπον. [360] μὴ γὰρ αὐτοῖς ὑμῖν ἀνάπτετε τὰς αἰτίας μηδὲ χαρίζεσθε τοῖς ῾Ρωμαίοις, ὅτι πάντας ἡμᾶς ὁ πρὸς αὐτοὺς πόλεμος διέφθειρεν· οὐ γὰρ ἐκείνων ἰσχύι ταῦτα συμβέβηκεν, ἀλλὰ κρείττων αἰτία γενομένη τὸ δοκεῖν ἐκείνοις νικᾶν παρέσχηκε. [361] ποίοις γὰρ ὅπλοις ῾Ρωμαίων τεθνήκασιν οἱ Καισάρειαν ᾿Ιουδαῖοι κατοικοῦντες; [362] ἀλλ' οὐδὲ μελλήσαντας αὐτοὺς ἐκείνων ἀφίστασθαι, μεταξὺ δὲ τὴν ἑβδόμην ἑορτάζοντας τὸ πλῆθος τῶν Καισαρέων ἐπιδραμὸν μηδὲ χεῖρας ἀνταίροντας ἅμα γυναιξὶ καὶ τέκνοις κατέσφαξαν, οὐδ' αὐτοὺς ῾Ρωμαίους ἐντραπέντες, οἳ μόνους ἡμᾶς ἡγοῦντο πολεμίους τοὺς ἀφεστηκότας. [363] ἀλλὰ φήσει τις, ὅτι Καισαρεῦσιν ἦν ἀεὶ διαφορὰ πρὸς τοὺς παρ' αὐτοῖς, καὶ τοῦ καιροῦ λαβόμενοι τὸ παλαιὸν μῖσος ἀπεπλήρωσαν. [364] τί οὖν τοὺς ἐν Σκυθοπόλει φῶμεν; ἡμῖν γὰρ ἐκεῖνοι διὰ τοὺς ῞Ελληνας πολεμεῖν ἐτόλμησαν, ἀλλ' οὐ μετὰ τῶν συγγενῶν ἡμῶν ῾Ρωμαίους ἀμύνεσθαι. [365] πολὺ τοίνυν ὤνησεν αὐτοὺς ἡ πρὸς ἐκείνους εὔνοια καὶ πίστις· ὑπ' αὐτῶν μέντοι πανοικεσίᾳ πικρῶς κατεφονεύθησαν ταύτην τῆς συμμαχίας ἀπολαβόντες ἀμοιβήν· [366] ἃ γὰρ ἐκείνους ὑφ' ἡμῶν ἐκώλυσαν ταῦθ' ὑπέμειναν ὡς αὐτοὶ δρᾶσαι θελήσαντες. μακρὸν ἂν εἴη νῦν ἰδίᾳ περὶ ἑκάστων λέγειν· [367] ἴστε γὰρ ὅτι τῶν ἐν Συρίᾳ πόλεων οὐκ ἔστιν ἥτις τοὺς παρ' αὐτῇ κατοικοῦντας ᾿Ιουδαίους οὐκ ἀνῄρηκεν, ἡμῖν πλέον ἢ ῾Ρωμαίοις ὄντας πολεμίους· [368] ὅπου γε Δαμασκηνοὶ μηδὲ πρόφασιν εὔλογον πλάσαι δυνηθέντες φόνου μιαρωτάτου τὴν αὐτῶν πόλιν ἐνέπλησαν ὀκτακισχιλίους πρὸς τοῖς μυρίοις ᾿Ιουδαίους ἅμα γυναιξὶ καὶ γενεαῖς ἀποσφάξαντες. [369] τὸ δ' ἐν Αἰγύπτῳ πλῆθος τῶν μετ' αἰκίας ἀνῃρημένων ἕξ που μυριάδας ὑπερβάλλειν ἐπυνθανόμεθα. κἀκεῖνοι μὲν ἴσως ἐπ' ἀλλοτρίας γῆς οὐδὲν ἀντίπαλον εὑράμενοι τοῖς πολεμίοις οὕτως ἀπέθανον, τοῖς δ' ἐπὶ τῆς οἰκείας τὸν πρὸς ῾Ρωμαίους πόλεμον ἀραμένοις ἅπασι τε τῶν ἐλπίδα νίκης ἐχυρᾶς παρασχεῖν δυναμένων οὐχ ὑπῆρξε; [370] καὶ γὰρ ὅπλα καὶ τείχη καὶ φρουρίων δυσάλωτοι κατασκευαὶ καὶ φρόνημα πρὸς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους ἄτρεπτον πάντας πρὸς τὴν ἀπόστασιν ἐπέρρωσεν. [371] ἀλλὰ ταῦτα πρὸς βραχὺν χρόνον ἀρκέσαντα καὶ ταῖς ἐλπίσιν ἡμᾶς ἐπάραντα μειζόνων ἀρχὴ κακῶν ἐφάνη· πάντα γὰρ ἥλω, καὶ πάντα τοῖς πολεμίοις ὑπέπεσεν, ὥσπερ εἰς τὴν ἐκείνων εὐκλεεστέραν νίκην, οὐκ εἰς τὴν τῶν παρασκευασαμένων σωτηρίαν εὐτρεπισθέντα. [372] καὶ τοὺς μὲν ἐν ταῖς μάχαις ἀποθνήσκοντας εὐδαιμονίζειν προσῆκον· ἀμυνόμενοι γὰρ καὶ τὴν ἐλευθερίαν οὐ προέμενοι τεθνήκασι· τὸ δὲ πλῆθος τῶν ὑπὸ ῾Ρωμαίοις γενομένων τίς οὐκ ἂν ἐλεήσειε; τίς οὐκ ἂν ἐπειχθείη πρὸ τοῦ ταὐτὰ παθεῖν ἐκείνοις ἀποθανεῖν; [373] ὧν οἱ μὲν στρεβλούμενοι καὶ πυρὶ καὶ μάστιξιν αἰκιζόμενοι τεθνήκασιν, οἱ δ' ἀπὸ θηρίων ἡμίβρωτοι πρὸς δευτέραν αὐτοῖς τροφὴν ζῶντες ἐφυλάχθησαν, γέλωτα καὶ παίγνιον τοῖς πολεμίοις παρασχόντες. [374] ἐκείνων μὲν οὖν ἀθλιωτάτους ὑποληπτέον τοὺς ἔτι ζῶντας, οἳ πολλάκις εὐχόμενοι τὸν θάνατον λαβεῖν οὐκ ἔχουσιν. [375] ποῦ δ' ἡ μεγάλη πόλις, ἡ τοῦ παντὸς ᾿Ιουδαίων γένους μητρόπολις, ἡ τοσούτοις μὲν ἐρυμνὴ τειχῶν περιβόλοις, τοσαῦτα δ' αὑτῆς φρούρια καὶ μεγέθη πύργων προβεβλημένη, μόλις δὲ χωροῦσα τὰς εἰς τὸν πόλεμον παρασκευάς, τοσαύτας δὲ μυριάδας ἀνδρῶν ἔχουσα τῶν ὑπὲρ αὐτῆς μαχομένων; [376] ποῦ γέγονεν ἡμῖν ἡ τὸν θεὸν ἔχειν οἰκιστὴν πεπιστευμένη; πρόρριζος ἐκ βάθρων ἀνήρπασται, καὶ μόνον αὐτῆς μνημεῖον ἀπολείπεται τὸ τῶν ἀνῃρημένων ἔτι τοῖς λειψάνοις ἐποικοῦν. [377] πρεσβῦται δὲ δύστηνοι τῇ σποδῷ τοῦ τεμένους παρακάθηνται καὶ γυναῖκες ὀλίγαι πρὸς ὕβριν αἰσχίστην ὑπὸ τῶν πολεμίων τετηρημέναι. [378] ταῦτα τίς ἐν νῷ βαλλόμενος ἡμῶν καρτερήσει τὸν ἥλιον ὁρᾶν, κἂν δύνηται ζῆν ἀκινδύνως; τίς οὕτω τῆς πατρίδος ἐχθρός, ἢ τίς οὕτως ἄνανδρος καὶ φιλόψυχος, ὡς μὴ καὶ περὶ τοῦ μέχρι νῦν ζῆσαι μετανοεῖν; [379] ἀλλ' εἴθε πάντες ἐτεθνήκειμεν πρὶν τὴν ἱερὰν ἐκείνην πόλιν χερσὶν ἰδεῖν κατασκαπτομένην πολεμίων, πρὶν τὸν ναὸν τὸν ἅγιον οὕτως ἀνοσίως ἐξορωρυγμένον. [380] ἐπεὶ δὲ ἡμᾶς οὐκ ἀγεννὴς ἐλπὶς ἐβουκόλησεν, ὡς τάχα που δυνήσεσθαι τοὺς πολεμίους ὑπὲρ αὐτῆς ἀμύνασθαι, φρούδη δὲ γέγονε νῦν καὶ μόνους ἡμᾶς ἐπὶ τῆς ἀνάγκης καταλέλοιπεν, σπεύσωμεν καλῶς ἀποθανεῖν, ἐλεήσωμεν ἡμᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας, ἕως ἡμῖν ἔξεστιν παρ' ἡμῶν αὐτῶν λαβεῖν τὸν ἔλεον. [381] ἐπὶ μὲν γὰρ θάνατον ἐγεννήθημεν καὶ τοὺς ἐξ αὑτῶν ἐγεννήσαμεν, καὶ τοῦτον οὐδὲ τοῖς εὐδαιμονοῦσιν ἔστι διαφυγεῖν· [382] ὕβρις δὲ καὶ δουλεία καὶ τὸ βλέπειν γυναῖκας εἰς αἰσχύνην ἀγομένας μετὰ τέκνων οὐκ ἔστιν ἀνθρώποις κακὸν ἐκ φύσεως ἀναγκαῖον, ἀλλὰ ταῦτα διὰ τὴν αὐτῶν δειλίαν ὑπομένουσιν οἱ παρὸν πρὸ αὐτῶν ἀποθανεῖν μὴ θελήσαντες. [383] ἡμεῖς δὲ ἐπ' ἀνδρείᾳ μέγα φρονοῦντες ῾Ρωμαίων ἀπέστημεν καὶ τὰ τελευταῖα νῦν ἐπὶ σωτηρίᾳ προκαλουμένων ἡμᾶς οὐχ ὑπηκούσαμεν. [384] τίνι τοίνυν οὐκ ἔστιν ὁ θυμὸς αὐτῶν πρόδηλος, εἰ ζώντων ἡμῶν κρατήσουσιν; ἄθλιοι μὲν οἱ νέοι τῆς ῥώμης τῶν σωμάτων εἰς πολλὰς αἰκίας ἀρκέσοντες, ἄθλιοι δὲ οἱ παρηβηκότες φέρειν τῆς ἡλικίας τὰς συμφορὰς οὐ δυναμένης. [385] ὄψεταί τις γυναῖκα πρὸς βίαν ἀγομένην, φωνῆς ἐπακούσεται τέκνου πατέρα βοῶντος χεῖρας δεδεμένος. [386] ἀλλ' ἕως εἰσὶν ἐλεύθεραι καὶ ξίφος ἔχουσιν, καλὴν ὑπουργίαν ὑπουργησάτωσαν· ἀδούλωτοι μὲν ὑπὸ τῶν πολεμίων ἀποθάνωμεν, ἐλεύθεροι δὲ μετὰ τέκνων καὶ γυναικῶν τοῦ ζῆν συνεξέλθωμεν. [387] ταῦθ' ἡμᾶς οἱ νόμοι κελεύουσι, ταῦθ' ἡμᾶς γυναῖκες καὶ παῖδες ἱκετεύουσι· τούτων τὴν ἀνάγκην θεὸς ἀπέσταλκε, τούτων ῾Ρωμαῖοι τἀναντία θέλουσι, καὶ μή τις ἡμῶν πρὸ τῆς ἁλώσεως ἀποθάνῃ δεδοίκασι. [388] σπεύσωμεν οὖν ἀντὶ τῆς ἐλπιζομένης αὐτοῖς καθ' ἡμῶν ἀπολαύσεως ἔκπληξιν τοῦ θανάτου καὶ θαῦμα τῆς τόλμης καταλιπεῖν." 7.
Telles furent les paroles d'Éléazar. Elles ne produisirent pas la même
impression sur tous les assistants. Les uns avaient hâte d'obéir, et ils étaient
presque joyeux à la pensée d'une mort aussi belle : mais il y en avait
d'autres, d'un coeur moins ferme, qui étaient touchés de compassion pour leurs
femmes et leurs familles, et sans doute aussi pour eux-mêmes, voyant la mort de
si près. Ils se regardaient les uns les autres, et leurs larmes disaient assez
leur refus. Éléazar, les voyant céder à la crainte et leurs âmes fléchir
devant la grandeur de son dessein, craignit que ceux même qui avaient entendu
avec fermeté son discours ne fussent amollis par les supplications et les
larmes des autres. Il ne renonça donc pas à les exhorter et, s'enflammant
lui-même s'animant d'une brûlante ferveur, il commença une harangue plus
brillante encore sur l'immortalité de l'âme, en proie à une vive indignation
et regardant fixement ceux qui pleuraient : (ΙΧ.)[389] ῎Ετι βουλόμενον αὐτὸν παρακαλεῖν πάντες ὑπετέμνοντο καὶ πρὸς τὴν πρᾶξιν ἠπείγοντο ἀνεπισχέτου τινὸς ὁρμῆς πεπληρωμένοι, καὶ δαιμονῶντες ἀπῄεσαν ἄλλος πρὸ ἄλλου φθάσαι γλιχόμενος καὶ ταύτην ἐπίδειξιν εἶναι τῆς ἀνδρείας καὶ τῆς εὐβουλίας νομίζοντες, τὸ μή τις ἐν ὑστάτοις γενόμενος ὀφθῆναι· τοσοῦτος αὐτοῖς γυναικῶν καὶ παιδίων καὶ τῆς αὑτῶν σφαγῆς ἔρως ἐνέπεσεν. [390] καὶ μὴν οὐδ' ὅπερ ἄν τις ᾠήθη τῇ πράξει προσιόντες ἠμβλύνθησαν, ἀλλ' ἀτενῆ τὴν γνώμην διεφύλαξαν οἵαν ἔσχον τῶν λόγων ἀκροώμενοι, τοῦ μὲν οἰκείου καὶ φιλοστόργου πάθους ἅπασι παραμένοντος, τοῦ λογισμοῦ δὲ ὡς τὰ κράτιστα βεβουλευκότος τοῖς φιλτάτοις ἐπικρατοῦντος. [391] ὁμοῦ γὰρ ἠσπάζοντο γυναῖκας περιπτυσσόμενοι καὶ τέκνα προσηγκαλίζοντο τοῖς ὑστάτοις φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, [392] ὁμοῦ δὲ καθάπερ ἀλλοτρίαις χερσὶν ὑπουργούμενοι συνετέλουν τὸ βούλευμα, τὴν ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς ἐν τῷ κτείνειν ἀνάγκης ἔχοντες. [393] καὶ πέρας οὐδεὶς τηλικούτου τολμήματος ἥττων εὑρέθη, πάντες δὲ διὰ τῶν οἰκειοτάτων διεξῆλθον, ἄθλιοι τῆς ἀνάγκης, οἷς αὐτοχειρὶ γυναῖκας τὰς αὑτῶν καὶ τέκνα κτεῖναι κακῶν ἔδοξεν εἶναι τὸ κουφότατον. [394] οὔτε δὴ τοίνυν τὴν ἐπὶ τοῖς πεπραγμένοις ὀδύνην ἔτι φέροντες καὶ τοὺς ἀνῃρημένους νομίζοντες ἀδικεῖν εἰ καὶ βραχὺν αὐτοῖς ἔτι χρόνον ἐπιζήσουσι, ταχὺ μὲν τὴν κτῆσιν ἅπασαν εἰς ταὐτὸ σωρεύσαντες πῦρ εἰς αὐτὴν ἐνέβαλον, [395] κλήρῳ δ' ἐξ αὑτῶν ἑλόμενοι δέκα τοὺς ἁπάντων σφαγεῖς ἐσομένους, καὶ γυναικί τις αὑτὸν καὶ παισὶ κειμένοις παραστρώσας καὶ τὰς χεῖρας περιβαλών, παρεῖχον ἑτοίμους τὰς σφαγὰς τοῖς τὴν δύστηνον ὑπουργίαν ἐκτελοῦσιν. [396] οἱ δ' ἀτρέπτως πάντας φονεύσαντες τὸν αὐτὸν ἐπ' ἀλλήλοις τοῦ κλήρου νόμον ὥρισαν, ἵν' ὁ λαχὼν τοὺς ἐννέα κτείνας ἑαυτὸν ἐπὶ πᾶσιν ἀνέλῃ· πάντες οὕτως αὑτοῖς ἐθάρρουν μήτ' εἰς τὸ δρᾶν μήτ' εἰς τὸ παθεῖν ἄλλος ἄλλου διαφέρειν. [397] καὶ τέλος οἱ μὲν τὰς σφαγὰς ὑπέθεσαν, ὁ δ' εἷς καὶ τελευταῖος τὸ πλῆθος τῶν κειμένων περιαθρήσας, μή πού τις ἔτ' ἐν πολλῷ φόνῳ τῆς αὐτοῦ λείπεται χειρὸς δεόμενος, ὡς ἔγνω πάντας ἀνῃρημένους, πῦρ μὲν πολὺ τοῖς βασιλείοις ἐνίησιν, ἀθρόᾳ δὲ τῇ χειρὶ δι' αὑτοῦ πᾶν ἐλάσας τὸ ξίφος πλησίον τῶν οἰκείων κατέπεσε. [398] καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες οὐδὲν ἔχον ψυχὴν ὑποχείριον ἐξ αὑτῶν ῾Ρωμαίοις καταλιπεῖν, [399] ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καὶ συγγενὴς ἑτέρα τις ᾿Ελεαζάρου, φρονήσει καὶ παιδείᾳ πλεῖστον γυναικῶν διαφέρουσα, καὶ πέντε παιδία τοῖς ὑπονόμοις, οἳ ποτὸν ἦγον ὕδωρ διὰ γῆς, ἐγκατακρυβῆναι τῶν ἄλλων πρὸς τῇ σφαγῇ τὰς διανοίας ἐχόντων, [400] οἳ τὸν ἀριθμὸν ἦσαν ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις γυναικῶν ἅμα καὶ παίδων αὐτοῖς συναριθμουμένων. [401] καὶ τὸ πάθος ἐπράχθη πεντεκαιδεκάτῃ Ξανθικοῦ μηνός. 1.
Il voulait continuer ses exhortations quand tous l'interrompirent et, pleins
d'une irrésistible ardeur, s'empressèrent pour accomplir l'acte qu'il leur
conseillait. Agités comme d'un transport divin, ils s'éloignaient, impatients
de se devancer les uns les autres, jugeant que c'était une preuve éclatante de
courage et de sagesse de ne pas se laisser voir parmi les derniers. Tant était
fort l'amour de leurs femmes, de leurs enfants et de leur propre mort qui les
inspirait ! Quand ils arrivèrent à l'acte suprême, ils n'eurent pas. comme on
l'eût cru, de défaillances ; ils gardèrent leur résolution aussi fermement
tendue qu'à l'instant où ils entendirent le discours d'Éléazar ; chez tous
subsistaient des sentiments émus et affectueux, mais la raison l'emportait,
parce qu'elle leur paraissait avoir pris le parti le plus sage pour les êtres
qui leur étaient les plus chers. Ensemble, ils embrassèrent, étreignirent
leurs femmes, serrèrent dans leurs bras leurs enfants, s'attachant avec des
larmes à ces derniers baisers ; ensemble, comme si des bras étrangers les
eussent assistés dans cette oeuvre, ils exécutèrent leurs résolution, et la
pensée des maux que ces malheureux devaient souffrir, s'ils tombaient aux mains
des ennemis, était pour les meurtriers, dans cette nécessité de donner la
mort, une consolation. Enfin, nul ne se trouva inférieur à un si grand
dessein; tous percèrent les êtres les plus chéris. Malheureuses victimes du
sort, pour qui le meurtre de leurs femmes et de leurs enfants, exécuté de leur
main, paraissait le plus léger de leurs maux ! 2)[402] Οἱ δὲ ῾Ρωμαῖοι μάχην ἔτι προσδοκῶντες, ὑπὸ τὴν ἕω διασκευασάμενοι καὶ τὰς ἀπὸ τῶν χωμάτων ἐφόδους ταῖς ἐπιβάθραις γεφυρώσαντες προσβολὴν ἐποιοῦντο. [403] βλέποντες δ' οὐδένα τῶν πολεμίων, ἀλλὰ δεινὴν πανταχόθεν ἐρημίαν καὶ πῦρ ἔνδον καὶ σιωπήν, ἀπόρως εἶχον τὸ γεγονὸς συμβαλεῖν, καὶ τέλος ὡς εἰς ἄφεσιν βολῆς ἠλάλαξαν, εἴ τινα τῶν ἔνδον προκαλέσαιντο. [404] τῆς δὲ βοῆς αἴσθησις γίνεται τοῖς γυναίοις, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὸ πραχθὲν ὡς εἶχε πρὸς τοὺς ῾Ρωμαίους ἐμήνυον, πάντα τῆς ἑτέρας ὡς ἐλέχθη τε καὶ τίνα τρόπον ἐπράχθη σαφῶς ἐκδιηγουμένης. [405] οὐ μὴν ῥᾳδίως αὐτῇ προσεῖχον τῷ μεγέθει τοῦ τολμήματος ἀπιστοῦντες, ἐπεχείρουν τε τὸ πῦρ σβεννύναι καὶ ταχέως ὁδὸν δι' αὐτοῦ τεμόντες τῶν βασιλείων ἐντὸς ἐγένοντο. [406] καὶ τῷ πλήθει τῶν πεφονευμένων ἐπιτυχόντες οὐχ ὡς ἐπὶ πολεμίοις ἥσθησαν, τὴν δὲ γενναιότητα τοῦ βουλεύματος καὶ τὴν ἐν τοσούτοις ἄτρεπτον ἐπὶ τῶν ἔργων ἐθαύμασαν τοῦ θανάτου καταφρόνησιν. 2.
Cependant les Romains, qui s'attendaient encore à combattre, équipés dès
l'aurore, rejoignirent par des ponts volants les terrassements aux abords de la
place et commencèrent l'assaut. Comme ils n'apercevaient aucun ennemi et
voyaient de toutes parts une affreuse solitude, et à l'intérieur, dans un
profond silence, l'incendie. ils se demandaient avec inquiétude ce qui s'était
passé. Enfin, quand ils furent arrivés à portée de trait, ils poussèrent de
grands cris pour attirer quelqu'un des défenseurs. Les pauvres femmes
entendirent cette clameur ; elles sortirent des souterrains et racontèrent aux
Romains ce qui était arrivé ; l'une d'elles rapporta exactement le discours d'Éléazar
et les circonstances de la tuerie.
(56)
L. Flavius Silva Nonius Bassus, consul en 81. (66) Voir plus haut, II, 206. (67) Texte incertain. (68) Texte incertain ; nous suivons la version qualifiée de perhaps right par Thackeray (p. 611, note b). (69) Aucun texte biblique ne confirme cette assertion ; l'esprit de ce discours est d'ailleurs bien plus stoïcien que juif. On peut comparer au discours d'Éléazar celui de Vulteius dans la Pharsale, IV, 476 et suiv.
|