|
Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια.
Ἀριστοκάρπου Σικελίας κρέουσαν
Δάματρα Ἰοστέφανόν τε κούραν
ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τ᾽ Ὀ-
λυμπιοδρόμους Ἱέρωνος ἵππους. 5
Σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ
σὺν Ἀγ]λαΐᾳ τε παρ᾽ εὐρυδίναν
Ἀλφεόν, τόθι Δ]εινομένεος ἔθηκαν
ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.
Θρόησε δὲ λ[αὸς ἀπείρων·
ἆ τρισευδαίμ[ων ἀνήρ, 10
ὃ παρὰ Ζηνὸς λαχὼν
πλείσταρχον Ἑλλάνων γέρας
οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-
φαρέϊ κρύπτειν σκότῳ. 15
Βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
βρύουσι φιλοξενίας ἀγυιαί·
λάμπει δ᾽ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
ὑψιδαιδάλτων τριπόδων σταθέντων
πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος 20
Φοίβου παρὰ Κασταλίας ῥεέθροις
Δελφοὶ διέπουσι. Θεόν, θεόν τις
ἀγλαϊζέτω, ὁ γὰρ ἄριστος ὄλβων.
Ἐπεί ποτε καὶ δαμασίππου
Λυδίας ἀρχαγέταν,
εὖτε τὰν πεπ[ρωμέναν 25
Ζηνὸς τελε[ιοῦσαι κρίσιν
Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ,
Κροῖσον ὁ χρυσά[ορος
φύλαξ᾽ Ἀπόλλων. [Ὁ δ᾽ ἐς ἄ]ελπτον ἆμαρ
μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε 30
μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ
χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς
ναήσατ᾽, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ
σὺν εὐπλοκάμοις τ᾽ ἐπέβαιν᾽ ἄλα[στον 35
θυγατράσι δυρομέναις· χέρας δ᾽ ἐς
αἰπὺν αἰθέρα σφετέρας ἀείρας
γέγω]νεν· ὑπέρβιε δαῖμον,
ποῦ θεῶν ἐστιν χάρις;
ποῦ δὲ Λατοίδας ἄναξ; 40
πίτνους]ιν Ἀλυάττα δόμοι,
¯˘¯ ¯˘¯ ] μυρίων
¯˘¯ ¯˘¯]ν;
¯˘˘ ˘˘˘¯˘]ν ἄστυ,
φοινίσσεται αἵματι χρυσο]δίνας 45
Πακτωλός· ἀεικελίως γυναῖκες
ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·
τὰ πρόσθε δ᾽ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
Τός᾽ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
ἅπτειν ξύλινον δόμον. Ἔ[κλαγ]ον δὲ 50
παρθένοι, φίλας τ᾽ ἀνὰ ματρὶ χεῖρας
ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
τοῖσιν ἔχθιστος φόνων·
ἀλλ᾽ ἐπεὶ δεινοῦ πυρὸς
λαμπρὸν διάϊ[σσεν μέ]νος, 55
Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος
σβέννυεν ξανθὰ[ν φλόγα.
Ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα
τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
φέρων ἐς Ὑπερβορέους γέροντα 60
σὺν τανισφύροις κατένασσε κούραις
δἰ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
Ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
Ὅσοι γε μὲν Ἑλλάδ᾽ ἔχουσιν, οὔτι[ς,
ὦ μεγαίνητε Ἱέρων, θελήσει 65
φάμ]εν σέο πλείονα χρυσὸν
Λοξί]ᾳ πέμψαι βροτῶν.
Εὖ λέγ]ειν πάρεστιν, ὅς-
τις μὴ φθόνῳ πιαίνεται,
θεοφι]λῆ φίλιππον ἄνδρ᾽ ἀρήϊον, 70
τεθμ]ίου σκᾶπτρον Διὸς
ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
ὡς δ᾽ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
ἐπ᾽ ἔθ]νος ἐφάμερον α[ἶψ᾽ ἵησι.
Καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών· 75
δολό]εσσα δ᾽ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
ἐφαμ]ερίων· ὁ δ᾽ ἄναξ [Ἀπόλλων
ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·
θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
γνώμας, ὅτι τ᾽ αὔριον ὄψεαι 80
μοῦνον ἁλίου φάος,
χὥτι πεντήκοντ᾽ ἔτεα
ζωὰν βαθύπλουτον τελεῖς.
Ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
κερδέων ὑπέρτατον. 85
Φρονέοντι συνετὰ γαρύω· βαθὺς μὲν
αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
οὐ σάπεται· εὐφροσύνα δ᾽ ὁ χρυσός·
ἀνδρὶ δ᾽ οὐ θέμις, πολιὸν π[αρ]έντα
γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι 90
ἥβαν. Ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
βροτῶν ἅμα ς[ώμα]τι φέγγος, ἀλλὰ
Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δ᾽ ὄλβου
κάλλιστ᾽ ἐπεδ[είξ]αο θνατοῖς
ἄνθεα· πράξα[ντι] δ᾽ εὖ 95
οὐ φέρει κόσμον σιω-
πά· σὺν δ᾽ ἀλαθείᾳ καλῶν
καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
Κηΐας ἀηδόνος. |