Timée
36. TIMEE. A 1 = Platón, Timaios 19e-20a καταλέλειπται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος ἅμα ἀμφοτέρων (φιλοσόφων ἀνδρῶν καὶ πολιτικῶν) φύσει καὶ τροφῆι μετέχον. Τίμαιός τε γὰρ ὅδε εὐνομωτάτης ὢν πόλεως τῆς ἐν ᾿Ιταλίαι Λοκρίδος, οὐσίαι καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ τὰς μεγίστας μὲν ἀρχάς τε καὶ τιμὰς τῶν ἐν τῆι πόλει μετακεχείρισται, φιλοσοφίας δ᾿ αὖ κατ᾿ ἐμὴν δόξαν ἐπ᾿ ἄκρον ἁπάσης ἐλήλυθε. A 1a = Suidás, s.v. Τίμαιός Λοκρός Τίμαιός Λοκρός, φιλόσοφος Πυθαγόρειος. Μαθηματικά, Περὶ φύσεως, Περὶ τοῦ Πυθαγόρου βίου. A 2 /1 = Diogenés Laertios, Vitae philosophorum V, 25 (Aristotelés, Rose Frag. S. 6; n. 94) Aristotelés: Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν ᾿Αρχυτείων α, A 2 /2 = Hésychios (?), (Aristotelés, Rose S. 14; n. 85) ᾿Εκ τῶν Τιμαίου καὶ ᾿Αρχύτου α. A 2 /3 = Simplikios, In Aristotelis quattuor libros de caelo comm. p. 296, 16 Heiberg τοιγαροῦν τὸν τοῦ Πλάτωνος Τίμαιον ἐπιτεμνόμενος γράφει (Aristotelés fr. 206 Rose)· ᾿φησὶ δὲ γενητὸν εἶναι· αἰσθητὸν γάρ, τὸ δὲ αἰσθητὸν γενητὸν ὑποτίθεται, τὸ δὲ νοητὸν ἀγένητον᾿. οὐχ οὕτως οὖν γενητὸν ὡς ἀπὸ χρόνου τινὸς γενόμενον· A 3 = Proklos, In Tim. II, 38, 1 Diehl οἱ περὶ ῎Οκκελον (c. 48) τὸν τοῦ Τιμαίου πρόοδον. |