Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

18 PARMENIDES.

 

15. Iccos - 17. Ameinas

 

Parménide

 

 

 

 

18.  PARMENIDES. 

1Thrasyalkés

Testimona DK 35 A


A 1 = Strabón, Geographica XVII; p. 790 (= XVII, 5 Meinecke)

τὸ δ᾿ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν μήτε τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε. φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν παρὰ ᾿Αριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος), ἐκεῖνον δὲ παρ᾿ ἄλλου, τὸν δὲ παρ᾿ ῾Ομήρου διιπετέα φάσκοντος τὸν Νεῖλον ᾿ἂψ δ᾿ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο᾿ (δ 581).


A 2 = Strabón, Geographica I; p. 29 (= I, 21 Meinecke)

εἰσὶ δέ τινες, οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους Βορέαν καὶ Νότον ... τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρασυάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν <τῶι> τὸν μὲν ᾿Αργεστὴν τῶι Νότωι προσνέμειν ᾿ἀργεστᾶο Νότοιο᾿, τὸν δὲ Ζέφυρον τῶι Βορέαι ᾿Βορέης καὶ Ζέφυρος, τώ τε Θρήικηθεν ἄητον᾿.