Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

31 THEODOROS.

 

30 Hippocrate de Cos - 32 Philolaos

 

Théodore

 

31.  THEODORE. 

A 1 = Iamblichos, De vita Pythagorica 267; p. 193, 4 Klein

Κυρηναῖοι Πρῶρος ..., Θεόδωρος.

A 2 = Eudémos fr. 84 (= fr. 133.25 Wehrli)

ἐφ᾿ οἷς ῾Ιπποκράτης ὁ Χῖος ... καὶ Θεόδωρος ὁ Κυρηναῖος ἐγένοντο περὶ γεωμετρίαν ἐπιφανεῖς.

A 3 = Diogenés Laertios, Vitae philosophorum II, 103

Θεόδωροι δὲ γεγόνασιν εἴκοσι. πρῶτος Σάμιος υἱὸς ῾Ροίκου ... δεύτερος Κυρηναῖος γεωμέτρης, οὗ διήκουσε Πλάτων.

A 4 /1 = PLATON, Theaetetus 145c

Σωκράτης· λέγε δή μοι· μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα.

Θεαίτητος· ἔγωγε.

- καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;

- προθυμοῦμαί γε δή.

- καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρ᾿ ἄλλων, οὓς ἂν οἴωμαί τι ἐπαΐειν.

A 4 /2 = PLATON, Theaetetus 147d

περὶ δυνάμεών τι ἡμῖν Θεόδωρος ὅδε ἔγραφεν τῆς τε τρίποδος πέρι καὶ πεντέποδος ἀποφαίνων ὅτι μήκει οὐ σύμμετροι τῆι ποδιαίαι καὶ οὕτω κατὰ μίαν ἑκάστην προαιρούμενος μέχρι τῆς ἑπτακαιδεκάποδος.

A 4 /3 = PLATON, Theaetetus 148a

ὅσαι μὲν γραμμαὶ τὸν ἰσόπλευρον καὶ ἐπίπεδον ἀριθμὸν τετραγωνίζουσι, μῆκος ὡρισάμεθα, ὅσαι δὲ τὸν ἑτερομήκη, <δυνάμεις,> ὡς μήκει μὲν οὐ συμμέτρους ἐκείναις τοῖς δ᾿ ἐπιπέδοις ἃ δύνανται. καὶ περὶ τὰ στερεὰ ἄλλο τοιοῦτον.

A 4 /4 = PLATON, Theaetetus 161b

οἶσθ᾿ οὖν, ὦ Θεόδωρε, ὃ θαυμάζω τοῦ ἑταίρου σου Πρωταγόρου;

A 4 /5 = PLATON, Theaetetus 162a

Θεόδωρος· Σώκρατες, φίλος ἁνήρ. ὥσπερ σὺ νῦν δὴ εἶπες.

A 5 = Xenofón, Memorabilia IV, 2, 10

ἀλλὰ μὴ γεωμέτρης ἐπιθυμεῖς, ἔφη, γενέσθαι ἀγαθὸς ὥσπερ ὁ Θεόδωρος;