Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

72 THEAGENES.

 

71 Phérécyde de Syros  - 73. Acousilaos

 

Théagène

 

 

 

72. THEAGENES

 

1.  TATIAN. 31, 2; p. 31, 16 Schw.

Περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθ᾿ ὃν ἤκμασεν προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην (529-522) γεγονὼς καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος Ἡρόδοτός τε ὁ Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ ᾿Ολύνθιος... Vgl. c. 48 S. 329

1a. SCOL. DIONYS. THRAC. p. 164, 23 Schn.

Διττὴ δέ ἐστιν ἡ γραμματική· ἡ μὲν γὰρ περὶ τοὺς χαρακτῆρας καὶ τὰς τῶν στοιχείων ἐκφωνήσεις καταγίνεται, ἥτις καὶ γραμματικὴ λέγεται παλαιὰ οὖσα καὶ πρὸ τῶν Τρωικῶν, σχεδὸν δὲ καὶ ἅμα τῆι φύσει προελθοῦσα· ἡ δὲ περὶ τὸν ἑλληνισμόν, ἥτις καὶ νεωτέρα ἐστίν, ἀρξαμένη μὲν ἀπὸ Θεαγένους, τελεσθεῖσα <δὲ> παρὰ τῶν Περιπατητικῶν Πραξιφάνους τε καὶ Ἀριστοτέλους. Vgl. p. 448, 13.

2. SCHOL. HOM. B in Y 67 (Porphyr I, 240, 14 Schrad.)

Τοῦ ἀσυμφόρου μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγος, ὁμοίως δὲ καὶ τοῦ ἀπρεποῦς· οὐ γὰρ πρέποντας τοὺς ὑπὲρ τῶν θεῶν μύθους φησίν. Πρὸς δὲ τὴν τοιαύτην κατηγορίαν οἱ μὲν ἀπὸ τῆς λέξεως ἐπιλύουσιν, ἀλληγορίαι πάντα εἰρῆσθαι νομίζοντες ὑπὲρ τῆς τῶν στοιχείων φύσεως, οἶον (ἐν) ἐναντιώσεσι τῶν θεῶν. Καὶ γάρ φασι τὸ ξηρὸν τῶι ὑγρῶι καὶ τὸ θερμὸν τῶι ψυχρῶι μάχεσθαι καὶ τὸ κοῦφον τῶι βαρεῖ. Ἔτι δὲ τὸ μὲν ὕδωρ σβεστικὸν εἶναι τοῦ πυρός, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατος. Ὁμοίως δὲ καὶ πᾶσι τοῖς στοιχείοις, ἐξ ὧν τὸ πᾶν συνέστηκεν, ὑπάρχειν ἐναντώσιν, καὶ κατὰ μέρος μὲν ἐπιδέχεσθαι φθορὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίως. Μάχας δὲ διατίθεσθαι αὐτόν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ ῞Ηλιον καὶ ῞Ηφαιστον, τὸ δὲ ὕδωρ Ποσειδῶνα καὶ Σκάμανδρον, τὴν δ᾿ αὖ σελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ ῞Ηραν καὶ τὰ λοιπά. Ὁμοίως ἔσθ᾿ ὅτε καὶ ταῖς διαθέσεσιν ὀνόματα θεῶν τιθέναι, τῆι μὲν φρονήσει τὴν Ἀθηνᾶν, τῆι δ᾿ ἀφροσύνηι τὸν Ἄρεα, τῆι δ᾿ ἐπιθυμίαι τὴν Ἀφροδίτην, τῶι λόγωι δὲ τὸν ῾Ερμῆν, καὶ προσοικειοῦσι τούτοις· οὗτος μὲν οὖν (ὁ) τρόπος ἀπολογίας ἀρχαῖος ὢν πάνυ καὶ ἀπὸ Θεαγένους τοῦ Ῥηγίνου, ὃς πρῶτος ἔγραψε περὶ Ὁμήρου, τοιοῦτός ἐστιν ἀπὸ τῆς λέξεως.

3.  SCHOL. HOM. A (zu A 381 ἐπεὶ μάλα οἱ φίλος ἦεν)

Σέλευκός φησιν ἐν τῆι Κυπρίαι καὶ Κρητικῆι <εἶναι> ᾿ἐπεί ῥά νύ οἱ φίλος ἦεν᾿. Καὶ Θεαγένης οὕτως προφέρεται.

4. SUID. Θεαγένους χρήματα·

... Εἰσὶ δὲ καὶ ἄλλοι δύο Θεαγένεις, εἷς μὲν ὁ περὶ Ὁμήρου γράψας, ἕτερος δὲ ὁ ἐπὶ μαλακίαι σκωπτόμενος.