III. PROSE COSMOLOGIQUE
71. Phérécide de Syros.
III. KOSMOLOGISHE PROSA. 71. PHEREKYDES VON SYROS.
A. LEBEN UND LEHRER.
1. DIOG. I, 116-122 Φερεκύδης Βάβυος Σύριος, καθά φησιν ᾿Αλέξανδρος ἐν Διαδοχαῖς, Πιττακοῦ διακήκοεν. τοῦτόν φησι Θεόπομπος (FHG. I 287 fr. 66 vgl. A 6) πρῶτον περὶ φύσεως καὶ (γενέσεως) θεῶν γράψαι. πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ· καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται· καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. ἀνιόντα τε ἐξ ᾿Ολυμπίας ἐς Μεσσήνην τῶι ξένωι Περιλάωι συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων· καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι. (117) καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε ἄργυρον, ὥς φησι Θεόπομπος ἐν Θαυμασίοις (fr. 66 s. o. ). προστάξαι δὲ αὐτῶι ὄναρ τοῦτο τὸν ῾Ηρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι Φερεκύδηι πείθεσθαι. ἔνιοι δὲ Πυθαγόραι προσάπτουσι ταῦτα (s.. A 6). φησὶ δ᾿ ῞Ερμιππος (fr. 19; FHG III, 40) πολέμου συνεστῶτος ᾿Εφεσίοις καὶ Μάγνησι βουλόμενον τοὺς ᾿Εφεσίους νικῆσαι πυθέσθαι τινὸς παριόντος πόθεν εἴη, τοῦ δ᾿ εἰπόντος ᾿ἐξ ᾿Εφέσου᾿, ᾿ἕλκυσόν με τοίνυν, ἔφη, τῶν σκελῶν καὶ θὲς εἰς τὴν τῶν Μαγνήτων χώραν, καὶ ἀπάγγειλόν σου τοῖς πολίταις μετὰ τὸ νικῆσαι αὐτόθι με θάψαι, (118) ἐπεσκηφέναι τε ταῦτα Φερεκύδην᾿. ὁ μὲν (οὖν) ἀπήγγειλεν· οἱ δὲ μετὰ μίαν ἐπελθόντες κρατοῦσι τῶν Μαγνήτων καὶ τὸν Φερεκύδην μεταλλάξαντα θάπτουσιν αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν. ἔνιοι δέ φασιν ἐλθόντα εἰς Δελφοὺς ἀπὸ τοῦ Κωρυκίου ὄρους αὑτὸν δισκῆσαι. ᾿Αριστόξενος δ᾿ ἐν τῶι Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ (fr. 3; FHG II, 272) φησι νοσήσαντα αὐτὸν ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλωι. οἱ δὲ φθειριάσαντα τὸν βίον τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν· ᾿χροῒ δῆλα᾿. καὶ τοὐντεῦθεν παρὰ τοῖς φιλολόγοις ἡ λέξις ἐπὶ τῶν χειρόνων τάττεται, οἱ δ᾿ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσιν. (119) ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν (B 12). ῎Ανδρων δ᾿ ὁ ᾿Εφέσιός φησι δύο γεγονέναι Φερεκύδας Συρίους, τὸν μὲν ἀστρολόγον, τὸν δὲ θεολόγον υἱὸν Βάβυος, ὧι καὶ Πυθαγόραν σχολάσαι. ᾿Ερατοσθένης δ᾿ ἕνα μόνον, καὶ ἕτερον ᾿Αθηναῖον γενεαλόγον (FHG. I 70 ff). σώιζεται δὲ τοῦ Συρίου τό τε βιβλίον ὃ συνέγραψεν οὗ ἡ ἀρχή· Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίηι δὲ ὄνομα ἐγένετο Γῆ, ἐπειδὴ αὐτῆι Ζὰς γῆν γέρας διδοῖ (B 1), σώιζεται δὲ καὶ ἡλιοτρόπιον ἐν Σύρωι τῆι νήσωι. Φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν ῾Ωρῶν ἐπιγεγράφθαι αὐτῷ τὸ ἐπίγραμμα τόδε·
τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον (120) ῎Εστι καὶ ἡμῶν οὕτως ἔχον τῷ μέτρῳ τῷ Φερεκρατείῳ·
τὸν κλεινὸν Φερεκύδην Γέγονε δὲ κατὰ τὴν πεντηκοστὴν καὶ ἐνάτην ᾿Ολυμπιάδα. καὶ ἐπέστειλεν ὧδε· Φερεκύδης Θαλῇ (122) Εὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκῃ. νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθειρῶν ἔθυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα δ᾿ ὦν τοῖσιν οἰκιήτῃσιν, ἐπήν με καταθάψωσιν, ἐς σὲ τὴν γραφὴν ἐνέγκαι. σὺ δὲ ἢν δοκιμώσῃς σὺν τοῖς ἄλλοις σοφοῖς, οὕτω μιν φῆνον· ἢν δὲ οὐ δοκιμώσητε, μὴ φήνῃς. ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανεν. ἔστι δὲ οὐκ ἀτρεκηίη πρηγμάτων οὐδ᾿ ὑπίσχομαι τἀληθὲς εἰδέναι· ἅσσα δ᾿ ἂν ἐπιλέγῃ θεολογέων· τὰ ἄλλα χρὴ νοέειν· ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νούσῳ πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινα ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέμην· προσεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοις ὁκοῖόν τι εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληίθρης ἔδειξ᾿ ἂν ὡς ἔθυον τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστεραίην ἐπὶ τὰς Φερεκύδεω ταφάς. 2 . SUID. s.v. Φερεκύδης Φερεκύδης Βάβυος Σύριος (ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα πλησίον Δήλου)· γέγονε δὲ κατὰ τὸν Λυδῶν βασιλέα ᾿Αλυάττην, ὡς συγχρονεῖν τοῖς ζ σοφοῖς καὶ τετέχθαι περὶ τὴν με ὀλυμπιάδα (600-597). διδαχθῆναι δὲ ὑπ᾿ αὐτοῦ Πυθαγόραν λόγος, αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητήν, ἀλλ᾿ ἑαυτὸν ἀσκῆσαι κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν ἐξενεγκεῖν πεζῶι λόγωι τινὲς ἱστοροῦσιν, ἑτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων. καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσηγήσασθαι. ἐζηλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾶι ὑπὸ πλήθους φθειρῶν. Vgl. Ios. c. Ap. I 2 (1 A 11 S. 8, 41). ἔστι δὲ ἅπαντα ἃ συνέγραψε ταῦτα· ῾Επτάμυχος ἤτοι Θεοκρασία ἢ Θεογονία. ἔστι δὲ Θεολογία ἐν βιβλίοις ι (?) ἔχουσα θεῶν γένεσιν καὶ διαδοχάς. Φερεκύδης ᾿Αθηναῖος (πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ ᾿Ορφέως συναγαγεῖν), ἔγραψεν Αὐτόχθονας (ἔστι δὲ περὶ τῆς ᾿Αττικῆς ἀρχαιολογίας) ἐν βιβλίοις ι, Παραινέσεις δι᾿ ἐπῶν. Πορφύριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχεται, ἀλλ᾿ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγραφῆς. -- s.v. ῾Εκαταῖος ῾Εκαταῖος ... πρῶτος δὲ ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ ᾿Ακουσιλάου νοθεύεται. 2a. DIOG. I 42 Hermippos zählt Ph. unter d. 7 Weisen. S. 73 a. 1 3. STRAB. X, p. 487 Σῦρος δ᾿ ἐστὶ μηκύνουσι τὴν πρώτην συλλαβήν, ἐξ ἧς Φερεκύδης ὁ Βάβυος ἦν. νεώτερος δ᾿ ἐστὶν ὁ ᾿Αθηναῖος ἐκείνου. ταύτης δοκεῖ μνημονεύειν ὁ ποιητὴς Συρίην καλῶν (Od. 15, 403)·
νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις, 4. DIOD. X. 3, 4 (aus Aristoxenos s. S. 24, 11) ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπιστάτην αὐτοῦ γεγενημένον ἐν Δήλωι νοσεῖν καὶ τελέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς ᾿Ιταλίας εἰς τὴν Δῆλον. ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γηροτροφήσας πᾶσαν εἰσηνέγκατο σπουδήν, ὥστε τὸν πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ τὸ γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς, καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανῆλθεν εἰς τὴν ᾿Ιταλίαν. PORPYR. V. Pyth. 56 (nach ἐπινουβῇ 4, 16 S. 27, 13 Φερεκύδην γὰρ πρὸ τῆς ἐκ Σάμου ἀπάρσεως τελευτῆσαι. 5. (10 Kern) CIC. Tuscul. I, 16, 38 magni autem est ingenii sevocare mentem a sensibus et cogitationem ab consuetudine abducere. itaque credo equidem etiam alios tot saeculis, sed quod litteris exstet, Pherecidus Syrius primum dixit animos esse hominum sempiternos, antiquus sane; fuit enim meo regnante gentili. Aus Poseidonios wie n. 6 APONIUS, In Canticum Canticorum 3, 5 (Bottino et Martini, Rom. 1843); v . p. 95 zu Cant. 3. 5 In priore enim „filiarum Jerusalem adiuratione caprearum et cervorum“ personas Thalesianae et Ferecidensis philosophiae intellegi diximus ... de quibus Thales nomine initium omnium rerum aquam in suo esse dogmate pronuntiavit, et inde omnia facta subsistere ab inviso et magno. causam vero motus aquae spiritum insidentem confirmat, simulque geometricam artem perspicaci sensu prior invenit, per quam suspicatus est unum rerum omnium creatorem. Ferecides autem vocabulo animam hominis prior omnibus immortalem auditoribus suis tradidisse docetur, et eam esse vitam corporis et unum nobis de coelo spiritum, alterum credidit terrenis seminibus comparatum. deorum vero naturam et originem ante omnes descripsit. quod opus multum religioni nostrae conferre probatur, ut noverit turpiter natos turpioremque vitam duxisse, dedecorosius mortuos quos idolatriae cultor deos affirmat. 6. POPHYR., ἀπὸ τοῦ α τῆς Φιλολόγου ἀκροάσεως, b.: Eus., P. E. X, 3, 6
῎Ανδρωνος γὰρ ἐν τῶι Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ
τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε ὡς διψήσας ποτὲ ἐν
Μεταποντίωι καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν ὡς εἰς
τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν
ἐπιλέγει· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις. τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ᾿ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα· οὐ μόνον δὲ τούτωι τῶι ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων μεταθέσει· τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίωι ὑπ᾿ ῎Ανδρωνος ῥηθὲν ἐν Σύρωι εἰρῆσθαί φησιν ὁ Θεόπομπος, τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι, καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν· ἵνα δέ τι δοκῆι λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα Περίλαον αὐτὸν καλεῖσθαι λέγων.᾿ Vgl. A 1. APOLL. Hist. mirab. 5. Cic.. divin. I 50, 112. 7. ARIST. Metaph. XIV, 4; p. 1091a29-b12 (s. S. 475, 17) ἔχει δ' ἀπορίαν καὶ εὐπορήσαντι ἐπιτίμησιν πῶς ἔχει πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλὸν τὰ στοιχεῖα καὶ αἱ ἀρχαί• ἀπορίαν μὲν ταύτην, πότερόν ἐστί τι ἐκείνων οἷον βουλόμεθα λέγειν αὐτὸ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ἢ οὔ, ἀλλ' ὑστερογενῆ. παρὰ μὲν γὰρ τῶν θεολόγων ἔοικεν ὁμολογεῖσθαι τῶν νῦν τισίν, οἳ οὔ φασιν, ἀλλὰ προελθούσης τῆς τῶν ὄντων φύσεως καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἐμφαίνεσθαι ... οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, ᾗ βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους, οἷον νύκτα καὶ οὐρανὸν ἢ χάος ἢ ὠκεανόν, ἀλλὰ τὸν Δία• οὐ μὴν ἀλλὰ τούτοις μὲν διὰ τὸ μεταβάλλειν τοὺς ἄρχοντας τῶν ὄντων συμβαίνει τοιαῦτα λέγειν, ἐπεὶ οἵ γε μεμιγμένοι αὐτῶν [καὶ] τῷ μὴ μυθικῶς πάντα λέγειν, οἷον Φερεκύδης καὶ ἕτεροί τινες, τὸ γεννῆσαν πρῶτον ἄριστον τιθέασι, καὶ οἱ Μάγοι, καὶ τῶν ὑστέρων δὲ σοφῶν οἷον ᾿Εμπεδοκλῆς τε καὶ ᾿Αναξαγόρας, ὁ μὲν τὴν φιλίαν στοιχεῖον ὁ δὲ τὸν νοῦν ἀρχὴν ποιήσας. 8. DAMASC. 124b (I, 321 R. aus Eudemos fr. 117) Φερεκύδης δὲ ὁ Σύριος Ζᾶντα μὲν εἶναι ἀεὶ καὶ Χρόνον καὶ Χθονίαν τὰς τρεῖς πρώτας ἀρχάς, τὴν μίαν φημὶ πρὸ τῶν δυοῖν, καὶ τὰς δύο μετὰ τὴν μίαν, τὸν δὲ Χρόνον ποιῆσαι ἐκ τοῦ γόνου ἑαυτοῦ πῦρ καὶ πνεῦμα καὶ ὕδωρ, τὴν τριπλῆν, οἶμαι, φύσιν τοῦ νοητοῦ, ἐξ ὧν ἐν πέντε μυχοῖς διῃρημένων πολλὴν ἄλλην γενεὰν συστῆναι θεῶν, τὴν πεντέμυχον καλουμένην, ταὐτὸν δὲ ἴσως εἰπεῖν, πεντέκοσμον. Vgl. B. 1. 9. PROB. ad Verg. Buc. p. 20, 30 K consentit et Pherecydes sed diversa affert elementa: Ζῆνα inquit καὶ Χθόνα καὶ Κρόνον, ignem ac terram et tempus significans, et esse aethera qui regat, terram quae regatur, tempus in quo universa pars moderetur. HERMIAS irr. 12, 4 (D. 654) Φερεκύδης μὲν ἀρχὰς εἶναι λέγων Ζῆνα καὶ Χθονίην καὶ Κρόνον· Ζῆνα μὲν τὸν αἰθέρα, Χθονίην δὲ τὴν γῆν, Κρόνον δὲ τὸν χρόνον, ὁ μὲν αἰθὴρ τὸ ποιοῦν, ἡ δὲ γῆ τὸ πάσχον, ὁ δὲ χρόνος ἐν ὧι τὰ γινόμενα. LYD. de mens. IV, 3 ῞Ηλιος αὐτὸς (nämlich Ζεύς) κατὰ Φερεκύδην. 10. SEXT. P. Hyp. III, 30, 5 Φερεκύδης μὲν γὰρ ὁ Σύριος γῆν εἶπε τὴν πάντων εἶναι ἀρχήν, ... 11. MAX. TYR, x p.. 174 R. ἀλλὰ καὶ τοῦ Συρίου τὴν ποίησιν σκόπει καὶ τὸν Ζῆνα καὶ τὴν Χθονίην καὶ τὸν ἐν τούτοις ῎Ερωτα, καὶ τὴν ᾿Οφιονέως γένεσιν καὶ τὴν θεῶν μάχην ( B 4) καὶ τὸ δένδρον καὶ τὸν πέπλον ( B 2). 12. PROCM.in Tim. 23c; I, 129, 15 Diehl ... καὶ ἡ τοῦ Πλάτωνος παράδοσις οὐκ ἔστι τοιαύτη αἰνιγματώδης οἵα ἡ Φερεκύδου ...
B. FRAGMENTE.
ΦΕΡΕΛΥΔΟΥ ΘΕΟΛΟΓΙΑ.
1. (1 Kern de Orphei cett. theogon. p. 84) DIOG. I, 119 Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίηι δὲ ὄνομα ἐγένετο Γῆ, ἐπειδὴ αὐτῆι Ζὰς γῆν γέρας διδοῖ. Vgl. HEROD. Περὶ μονήρους λέξεως 6, 14-16 καὶ γὰρ Δίς καὶ Ζήν καὶ Δήν καὶ Ζάς παρὰ Φερεκύδηι κατὰ κίνησιν ἰδίαν. Vgl. A 8 2. (4) GRENFELL-HUNT GREEK PAPYR. Ser. II, n. 11; p. 23 CLEM. Strom. VI, 9, 4 (II 428, 19 St.) αὖθίς τε ῾Ομήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος·
ἐν μὲν γαῖαν ἔτευξ᾿, ἐν δ᾿ οὐρανόν, ἐν δὲ θάλασσαν· Φερεκύδης ὁ Σύριος λέγει· Ζὰς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῶι ποικίλλει Γῆν καὶ ᾿Ωγηνὸν καὶ τὰ ᾿Ωγηνοῦ δώματα. VI 53 (II 459, 4) aus Isodoros ἵνα μάθωσι τί ἐστιν ἡ ὑπόπτερος δρῦς καὶ τὸ ἐπ᾿ αὐτῆι πεποικιλμένον φᾶρος, † πάντα ὅσα Φερεκύδης ἀλληγορήσας ἐθεολόγησεν λαβὼν † ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν ὑπόθεσιν. (col. 1) αὐ>τῶι ποιοῦσιν τὰ οἰκία πολλά τε καὶ μεγάλα. ἐπεὶ δὲ ταῦτα ἐξετέλεσαν πάντα καὶ χρήματα καὶ θεράποντας καὶ θεραπαίνας καὶ τἆλλα ὅσα δεῖ πάντα, ἐπεὶ δὴ πάντα ἑτοῖμα γίγνεται, τὸν γάμον ποιεῦσιν. κἀπειδὴ τρίτη ἡμέρη γίγνεται τῶι γάμωι, τότε Ζὰς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῶι <ποικίλλει Γῆν> καὶ ᾿Ωγη<νὸν καὶ τὰ ᾿Ω>γηνοῦ <δώματα... (col. 2) βουλόμενος> γὰρ σέο τοὺς γάμους εἶναι τούτωι σε τι<μῶ>. σὺ δέ μοι χαῖρέ τε καὶ σύνισθι. ταῦτά φασιν ἀνακαλυπτήρια πρῶτον γενέσθαι· ἐκ τούτου δὲ ὁ νόμος ἐγένετο καὶ θεοῖσι καὶ ἀνθ<ρώποι>σιν. ἡ δέ μι<ν ἀμείβε>ται δεξαμ<ένη εὑ τὸ> φᾶ<ρος... 3. (2) PROCL. ad Tim. 32c; II, 54, 28 Diehl καὶ ἴσως πρὸς τοῦτο ἀποβλέπων καὶ ὁ Φερεκύδης ἔλεγεν εἰς ῎Ερωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν δι᾿ ὅλων διήκουσαν. 4. (3), ORIG. c. Cels. VI, 42 II, 111, 13 K. (aus Celsus)
Φερεκύδην δὲ πολλῶι ἀρχαιότερον γενόμενον ῾Ηρακλείτου μυθοποιεῖν
στρατείαν στρατείαι παραταττομένην καὶ τῆς μὲν ἡγεμόνα Κρόνον
<ἀπο>διδόναι, τῆς ἑτέρας δ᾿ ᾿Οφιονέα, προκλήσεις τε καὶ ἁμίλλας
αὐτῶν ἱστορεῖν, συνθήκας τε αὐτοῖς γίγνεσθαι, ἵν᾿ ὁπότεροι αὐτῶν εἰς
τὸν ᾿Ωγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ᾿
ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν. PHILO BYBL. Sanchhuniath (Eus. P. E. I, 10, 50) παρὰ Φοινίκων δὲ καὶ Φερεκύδης λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ παρ᾿ αὐτῶι λεγομένου ᾿Οφιονέως. TERT. de coron. 7 Saturnum Pherecydes ante omnes refert coronatum, Iovem Diodorus (VI, 4) post devictos Titanas PROCL. in Tim. 20 D, I 77, 15. 5. (6) ORIG. v. Cels.VI, 42 (II, 112, 20 K.) καὶ διηγούμενός γε τὰ ῾Ομηρικὰ ἔπη (Íllias O, 18; I, 590) φησὶ (Celsus) λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν ῞Ηραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι, ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταί, τούτους ἀπορριπτεῖ κολάζων αὐτοὺς τῆι δεῦρο ὁδῶι. ταῦτα δὲ τὰ ῾Ομήρου ἔπη οὕτω νοηθέντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τὸ ᾿κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρα· φυλάσσουσι δ᾿ αὐτὴν θυγατέρες Βορέου ῞Αρπυιαί τε καὶ Θύελλα· ἔνθα Ζεὺς ἐκβάλλει θεῶν ὅταν τις ἐξυβρίσηι᾿. τῶν τοιούτων δέ φησιν ἔχεσθαι νοημάτων καὶ τὸν (περὶ) τῆς ᾿Αθηνᾶς πέπλον ἐν τῆι πομπῆι τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γάρ, φησίν, ἀπ᾿ αὐτοῦ, ὅτι ἀμήτωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνομένων τῶν γηγενῶν. 6. (5) PORPHYR., de antr. Nymph. 31 ... καὶ τοῦ Συρίου Φερεκύδου μυχοὺς καὶ βόθρους καὶ ἄντρα καὶ θύρας καὶ πύλας λέγοντος καὶ διὰ τούτων αἰνιττομένου τὰς τῶν ψυχῶν γενέσεις καὶ ἀπογενέσεις... PROCL. in Tim. 29a; I, 333, 28 τῶν παλαιῶν ἄντρον καλούντων τὸν κόσμον καὶ φρουρὰν (32 B 15 S. 247, 27) καὶ σπήλαιον... 7. (0) PSEUDOGAL (d. i. PORPHYR), ad Gaurum ed. Kalbfl. (Abg. Berl. Ak. 1895) S. 34, 26 κἀνταῦθα πολὺς ὁ Νουμήνιος καὶ οἱ τὰς Πυθαγόρου ὑπονοίας ἐξηγούμενοι, καὶ τὸν παρὰ μὲν τῶι Πλάτωνι (Rep. X, 621a) ποταμὸν ᾿Αμέλητα, παρὰ δὲ τῶι ῾Ησιόδωι καὶ τοῖς ᾿Ορφικοῖς τὴν Στύγα, παρὰ δὲ τῶι Φερεκύδηι τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι. 8. (9) SCHOL. APOLL. Rhod. I, 645 Φερεκύδης δέ φησιν ὅτι δῶρον εἶχε παρὰ τοῦ ῾Ερμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν ῞Αιδου ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι. 9. (8) HEROD., Περι μονηρους λέξεως p. 7, 4 εἰ δέ τις λέγει ᾿καὶ ἡ ῾Ρέα ῾Ρῆ κέκληται ὑπὸ τοῦ Συρίου᾿, ἴστω ὅτι αὐτοῦ ἴδιος ἡ χρῆσις. 10 (11) APOLL. de pron.; p. 65, 15 Schn. καὶ Φερεκύδης ἐν τῆι Θεολογίαι καὶ ἔτι Δημόκριτος (55 B 13) ... συνεχέστερον χρῶνται τῆι ἐμεῦ καὶ ἔτι τῆι ἐμέο. 11. (1) -- -- p. 93, 1 (55 B 29a) ἔστιν πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας (näml. ἡμεῖς, ὑμεῖς, σφεῖς) παρ᾿ ῎Ιωσιν ἐκ τῶν περὶ Δημόκριτον (68 B 29a). Φερεκύδην, ῾Εκαταῖον. 12. (7) DIOG. I, 119 (A 1) ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν. 13. (0) PHILOD. de piet. 47a14-21; p. 19 οἱ δὲ Δία καὶ ῞Ηραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν, Πίν<δαρος> δ᾿ <ἐκ> Κυβέ<λης μ>ητρὸς ἐν τῶι ὕμνωι <εἰς> Κυβέ<λαν> ματέρα (fr. 80 Schr.2), Φερε<κύδης> δ᾿ ὁ <Σύ>ριος...
UNECHTES
14 LAUR. LYD. II, 7 τόλμαν δὲ καὶ οἱ περὶ Φερεκύδην ἐκάλεσαν τὴν δυάδα καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξηι ἐστί. Vgl. S. 498, 24) |