Πολιτεία Στ
[484] Οἱ μὲν δὴ
φιλόσοφοι, ἦν δ’ ἐγώ, ὦ Γλαύκων, καὶ οἱ μὴ διὰ μακροῦ τινος
διεξελθόντες λόγου μόγις πως ἀνεφάνησαν οἵ εἰσιν ἑκάτεροι.
῎Ισως γάρ, ἔφη, διὰ βραχέος οὐ ῥᾴδιον.
Οὐ φαίνεται, εἶπον· ἐμοὶ γοῦν ἔτι δοκεῖ ἂν βελτιόνως φανῆναι εἰ περὶ
τούτου μόνου ἔδει ῥηθῆναι, καὶ μὴ πολλὰ τὰ λοιπὰ διελθεῖν μέλλοντι
κατόψεσθαι τί διαφέρει βίος [484b]
δίκαιος ἀδίκου.
Τί οὖν, ἔφη, τὸ μετὰ τοῦτο ἡμῖν;
Τί δ’ ἄλλο, ἦν δ’ ἐγώ, ἢ τὸ ἑξῆς; ἐπειδὴ φιλόσοφοι μὲν οἱ τοῦ ἀεὶ
κατὰ ταὐτὰ ὡσαύτως ἔχοντος δυνάμενοι ἐφάπτεσθαι, οἱ δὲ μὴ ἀλλ’ ἐν
πολλοῖς καὶ παντοίως ἴσχουσιν πλανώμενοι οὐ φιλόσοφοι, ποτέρους δὴ
δεῖ πόλεως ἡγεμόνας εἶναι;
Πῶς οὖν λέγοντες ἂν αὐτό, ἔφη, μετρίως λέγοιμεν;
῾Οπότεροι ἄν, ἦν δ’ ἐγώ, δυνατοὶ φαίνωνται φυλάξαι νόμους τε καὶ
ἐπιτηδεύματα πόλεων, τούτους καθιστάναι [484c]
φύλακας.
᾿Ορθῶς, ἔφη.
Τόδε δέ, ἦν δ’ ἐγώ, ἆρα δῆλον, εἴτε τυφλὸν εἴτε ὀξὺ ὁρῶντα χρὴ
φύλακα τηρεῖν ὁτιοῦν;
Καὶ πῶς, ἔφη, οὐ δῆλον;
῏Η οὖν δοκοῦσί τι τυφλῶν διαφέρειν οἱ τῷ ὄντι τοῦ ὄντος ἑκάστου
ἐστερημένοι τῆς γνώσεως, καὶ μηδὲν ἐναργὲς ἐν τῇ ψυχῇ ἔχοντες
παράδειγμα, μηδὲ δυνάμενοι ὥσπερ γραφῆς εἰς τὸ ἀληθέστατον
ἀποβλέποντες κἀκεῖσε ἀεὶ ἀναφέροντές τε [484d]
καὶ θεώμενοι ὡς οἷόν τε ἀκριβέστατα, οὕτω δὴ καὶ τὰ ἐνθάδε νόμιμα
καλῶν τε πέρι καὶ δικαίων καὶ ἀγαθῶν τίθεσθαί τε, ἐὰν δέῃ τίθεσθαι,
καὶ τὰ κείμενα φυλάττοντες σῴζειν;
Οὐ μὰ τὸν Δία, ἦ δ’ ὅς, οὐ πολύ τι διαφέρει.
Τούτους οὖν μᾶλλον φύλακας στησόμεθα ἢ τοὺς ἐγνωκότας μὲν ἕκαστον τὸ
ὄν, ἐμπειρίᾳ δὲ μηδὲν ἐκείνων ἐλλείποντας μηδ’ ἐν ἄλλῳ μηδενὶ μέρει
ἀρετῆς ὑστεροῦντας;
῎Ατοπον μεντἄν, ἔφη, εἴη ἄλλους αἱρεῖσθαι, εἴ γε τἆλλα μὴ
ἐλλείποιντο· τούτῳ γὰρ αὐτῷ σχεδόν τι τῷ μεγίστῳ ἂν προέχοιεν.
[485] Οὐκοῦν τοῦτο δὴ
λέγωμεν, τίνα τρόπον οἷοί τ’ ἔσονται οἱ αὐτοὶ κἀκεῖνα καὶ ταῦτα
ἔχειν;
Πάνυ μὲν οὖν.
῝Ο τοίνυν ἀρχόμενοι τούτου τοῦ λόγου ἐλέγομεν, τὴν φύσιν αὐτῶν
πρῶτον δεῖ καταμαθεῖν· καὶ οἶμαι, ἐὰν ἐκείνην ἱκανῶς ὁμολογήσωμεν,
ὁμολογήσειν καὶ ὅτι οἷοί τε ταῦτα ἔχειν οἱ αὐτοί, ὅτι τε οὐκ ἄλλους
πόλεων ἡγεμόνας δεῖ εἶναι ἢ τούτους.
Πῶς;
Τοῦτο μὲν δὴ τῶν φιλοσόφων φύσεων πέρι ὡμολογήσθω [485b]
ἡμῖν ὅτι μαθήματός γε ἀεὶ ἐρῶσιν ὃ ἂν αὐτοῖς δηλοῖ ἐκείνης τῆς
οὐσίας τῆς ἀεὶ οὔσης καὶ μὴ πλανωμένης ὑπὸ γενέσεως καὶ φθορᾶς.
῾Ωμολογήσθω.
Καὶ μήν, ἦν δ’ ἐγώ, καὶ ὅτι πάσης αὐτῆς, καὶ οὔτε σμικροῦ οὔτε
μείζονος οὔτε τιμιωτέρου οὔτε ἀτιμοτέρου μέρους ἑκόντες ἀφίενται,
ὥσπερ ἐν τοῖς πρόσθεν περί τε τῶν φιλοτίμων καὶ ἐρωτικῶν διήλθομεν.
᾿Ορθῶς, ἔφη, λέγεις.
Τόδε τοίνυν μετὰ τοῦτο σκόπει εἰ ἀνάγκη ἔχειν πρὸς [485c]
τούτῳ ἐν τῇ φύσει οἳ ἂν μέλλωσιν ἔσεσθαι οἵους ἐλέγομεν.
Τὸ ποῖον;
Τὴν ἀψεύδειαν καὶ τὸ ἑκόντας εἶναι μηδαμῇ προσδέχεσθαι τὸ ψεῦδος
ἀλλὰ μισεῖν, τὴν δ’ ἀλήθειαν στέργειν.
Εἰκός γ’, ἔφη.
Οὐ μόνον γε, ὦ φίλε, εἰκός, ἀλλὰ καὶ πᾶσα ἀνάγκη τὸν ἐρωτικῶς του
φύσει ἔχοντα πᾶν τὸ συγγενές τε καὶ οἰκεῖον τῶν παιδικῶν ἀγαπᾶν.
᾿Ορθῶς, ἔφη.
῏Η οὖν οἰκειότερον σοφίᾳ τι ἀληθείας ἂν εὕροις;
Καὶ πῶς; ἦ δ’ ὅς.
῏Η οὖν δυνατὸν εἶναι τὴν αὐτὴν φύσιν φιλόσοφόν τε καὶ [485d]
φιλοψευδῆ;
Οὐδαμῶς γε.
Τὸν ἄρα τῷ ὄντι φιλομαθῆ πάσης ἀληθείας δεῖ εὐθὺς ἐκ νέου ὅτι
μάλιστα ὀρέγεσθαι.
Παντελῶς γε.
᾿Αλλὰ μὴν ὅτῳ γε εἰς ἕν τι αἱ ἐπιθυμίαι σφόδρα ῥέπουσιν, ἴσμεν που
ὅτι εἰς τἆλλα τούτῳ ἀσθενέστεραι, ὥσπερ ῥεῦμα ἐκεῖσε ἀπωχετευμένον.
Τί μήν;
῟Ωι δὴ πρὸς τὰ μαθήματα καὶ πᾶν τὸ τοιοῦτον ἐρρυήκασιν, περὶ τὴν τῆς
ψυχῆς οἶμαι ἡδονὴν αὐτῆς καθ’ αὑτὴν εἶεν ἄν, τὰς δὲ διὰ τοῦ σώματος
ἐκλείποιεν, εἰ μὴ πεπλασμένως ἀλλ’ [485e]
ἀληθῶς φιλόσοφός τις εἴη.
Μεγάλη ἀνάγκη.
Σώφρων μὴν ὅ γε τοιοῦτος καὶ οὐδαμῇ φιλοχρήματος· ὧν γὰρ ἕνεκα
χρήματα μετὰ πολλῆς δαπάνης σπουδάζεται, ἄλλῳ τινὶ μᾶλλον ἢ τούτῳ
προσήκει σπουδάζειν.
Οὕτω.
[486] Καὶ μήν που καὶ
τόδε δεῖ σκοπεῖν, ὅταν κρίνειν μέλλῃς φύσιν φιλόσοφόν τε καὶ μή.
Τὸ ποῖον;
Μή σε λάθῃ μετέχουσα ἀνελευθερίας· ἐναντιώτατον γάρ που σμικρολογία
ψυχῇ μελλούσῃ τοῦ ὅλου καὶ παντὸς ἀεὶ ἐπορέξεσθαι θείου τε καὶ
ἀνθρωπίνου.
᾿Αληθέστατα, ἔφη.
῟Ηι οὖν ὑπάρχει διανοίᾳ μεγαλοπρέπεια καὶ θεωρία παντὸς μὲν χρόνου,
πάσης δὲ οὐσίας, οἷόν τε οἴει τούτῳ μέγα τι δοκεῖν εἶναι τὸν
ἀνθρώπινον βίον;
᾿Αδύνατον, ἦ δ’ ὅς.
[486b] Οὐκοῦν καὶ θάνατον οὐ δεινόν τι
ἡγήσεται ὁ τοιοῦτος;
῞Ηκιστά γε.
Δειλῇ δὴ καὶ ἀνελευθέρῳ φύσει φιλοσοφίας ἀληθινῆς, ὡς ἔοικεν, οὐκ ἂν
μετείη.
Οὔ μοι δοκεῖ.
Τί οὖν; ὁ κόσμιος καὶ μὴ φιλοχρήματος μηδ’ ἀνελεύθερος μηδ’ ἀλαζὼν
μηδὲ δειλὸς ἔσθ’ ὅπῃ ἂν δυσσύμβολος ἢ ἄδικος γένοιτο;
Οὐκ ἔστιν.
Καὶ τοῦτο δὴ ψυχὴν σκοπῶν φιλόσοφον καὶ μὴ εὐθὺς νέου ὄντος
ἐπισκέψῃ, εἰ ἄρα δικαία τε καὶ ἥμερος ἢ δυσκοινώνητος καὶ ἀγρία.
Πάνυ μὲν οὖν.
[486c] Οὐ μὴν οὐδὲ τόδε παραλείψεις, ὡς
ἐγᾦμαι.
Τὸ ποῖον;
Εὐμαθὴς ἢ δυσμαθής. ἢ προσδοκᾷς ποτέ τινά τι ἱκανῶς ἂν στέρξαι, ὃ
πράττων ἂν ἀλγῶν τε πράττοι καὶ μόγις σμικρὸν ἀνύτων;
Οὐκ ἂν γένοιτο.
Τί δ’ εἰ μηδὲν ὧν μάθοι σῴζειν δύναιτο, λήθης ὢν πλέως; ἆρ’ ἂν οἷός
τ’ εἴη ἐπιστήμης μὴ κενὸς εἶναι;
Καὶ πῶς;
᾿Ανόνητα δὴ πονῶν οὐκ οἴει ἀναγκασθήσεται τελευτῶν αὑτόν τε μισεῖν
καὶ τὴν τοιαύτην πρᾶξιν;
Πῶς δ’ οὔ;
[486d] ᾿Επιλήσμονα ἄρα ψυχὴν ἐν ταῖς
ἱκανῶς φιλοσόφοις μή ποτε ἐγκρίνωμεν, ἀλλὰ μνημονικὴν αὐτὴν ζητῶμεν
δεῖν εἶναι.
Παντάπασι μὲν οὖν.
᾿Αλλ’ οὐ μὴν τό γε τῆς ἀμούσου τε καὶ ἀσχήμονος φύσεως ἄλλοσέ ποι ἂν
φαῖμεν ἕλκειν ἢ εἰς ἀμετρίαν.
Τί μήν;
᾿Αλήθειαν δ’ ἀμετρίᾳ ἡγῇ συγγενῆ εἶναι ἢ ἐμμετρίᾳ;
᾿Εμμετρίᾳ.
῎Εμμετρον ἄρα καὶ εὔχαριν ζητῶμεν πρὸς τοῖς ἄλλοις διάνοιαν φύσει,
ἣν ἐπὶ τὴν τοῦ ὄντος ἰδέαν ἑκάστου τὸ αὐτοφυὲς εὐάγωγον παρέξει.
Πῶς δ’ οὔ;
[486e] Τί οὖν; μή πῃ δοκοῦμέν σοι οὐκ
ἀναγκαῖα ἕκαστα διεληλυθέναι καὶ ἑπόμενα ἀλλήλοις τῇ μελλούσῃ τοῦ
ὄντος ἱκανῶς τε καὶ τελέως ψυχῇ μεταλήψεσθαι;
[487] ᾿Αναγκαιότατα μὲν
οὖν, ἔφη.
῎Εστιν οὖν ὅπῃ μέμψῃ τοιοῦτον ἐπιτήδευμα, ὃ μή ποτ’ ἄν τις οἷός τε
γένοιτο ἱκανῶς ἐπιτηδεῦσαι, εἰ μὴ φύσει εἴη μνήμων, εὐμαθής,
μεγαλοπρεπής, εὔχαρις, φίλος τε καὶ συγγενὴς ἀληθείας, δικαιοσύνης,
ἀνδρείας, σωφροσύνης;
Οὐδ’ ἂν ὁ Μῶμος, ἔφη, τό γε τοιοῦτον μέμψαιτο.
᾿Αλλ’, ἦν δ’ ἐγώ, τελειωθεῖσι τοῖς τοιούτοις παιδείᾳ τε καὶ ἡλικίᾳ
ἆρα οὐ μόνοις ἂν τὴν πόλιν ἐπιτρέποις;
[487b] Καὶ ὁ ᾿Αδείμαντος, ῏Ω Σώκρατες,
ἔφη, πρὸς μὲν ταῦτά σοι οὐδεὶς ἂν οἷός τ’ εἴη ἀντειπεῖν. ἀλλὰ γὰρ
τοιόνδε τι πάσχουσιν οἱ ἀκούοντες ἑκάστοτε ἃ νῦν λέγεις· ἡγοῦνται
δι’ ἀπειρίαν τοῦ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ὑπὸ τοῦ λόγου παρ’ ἕκαστον
τὸ ἐρώτημα σμικρὸν παραγόμενοι, ἁθροισθέντων τῶν σμικρῶν ἐπὶ
τελευτῆς τῶν λόγων μέγα τὸ σφάλμα καὶ ἐναντίον τοῖς πρώτοις
ἀναφαίνεσθαι, καὶ ὥσπερ ὑπὸ τῶν πεττεύειν δεινῶν οἱ μὴ τελευτῶντες
ἀποκλείονται καὶ οὐκ ἔχουσιν ὅτι [487c]
φέρωσιν, οὕτω καὶ σφεῖς τελευτῶντες ἀποκλείεσθαι καὶ οὐκ ἔχειν ὅτι
λέγωσιν ὑπὸ πεττείας αὖ ταύτης τινὸς ἑτέρας, οὐκ ἐν ψήφοις ἀλλ’ ἐν
λόγοις· ἐπεὶ τό γε ἀληθὲς οὐδέν τι μᾶλλον ταύτῃ ἔχειν. λέγω δ’ εἰς
τὸ παρὸν ἀποβλέψας. νῦν γὰρ φαίη ἄν τίς σοι λόγῳ μὲν οὐκ ἔχειν καθ’
ἕκαστον τὸ ἐρωτώμενον ἐναντιοῦσθαι, ἔργῳ δὲ ὁρᾶν, ὅσοι ἂν ἐπὶ
φιλοσοφίαν ὁρμήσαντες μὴ τοῦ πεπαιδεῦσθαι ἕνεκα ἁψάμενοι νέοι ὄντες
[487d] ἀπαλλάττωνται, ἀλλὰ μακρότερον
ἐνδιατρίψωσιν, τοὺς μὲν πλείστους καὶ πάνυ ἀλλοκότους γιγνομένους,
ἵνα μὴ παμπονήρους εἴπωμεν, τοὺς δ’ ἐπιεικεστάτους δοκοῦντας ὅμως
τοῦτό γε ὑπὸ τοῦ ἐπιτηδεύματος οὗ σὺ ἐπαινεῖς πάσχοντας, ἀχρήστους
ταῖς πόλεσι γιγνομένους.
Καὶ ἐγὼ ἀκούσας, Οἴει οὖν, εἶπον, τοὺς ταῦτα λέγοντας ψεύδεσθαι;
Οὐκ οἶδα, ἦ δ’ ὅς, ἀλλὰ τὸ σοὶ δοκοῦν ἡδέως ἂν ἀκούοιμι.
᾿Ακούοις ἂν ὅτι ἔμοιγε φαίνονται τἀληθῆ λέγειν.
[487e] Πῶς οὖν, ἔφη, εὖ ἔχει λέγειν ὅτι
οὐ πρότερον κακῶν παύσονται αἱ πόλεις, πρὶν ἂν ἐν αὐταῖς οἱ
φιλόσοφοι ἄρξωσιν, οὓς ἀχρήστους ὁμολογοῦμεν αὐταῖς εἶναι;
᾿Ερωτᾷς, ἦν δ’ ἐγώ, ἐρώτημα δεόμενον ἀποκρίσεως δι’ εἰκόνος
λεγομένης.
Σὺ δέ γε, ἔφη, οἶμαι οὐκ εἴωθας δι’ εἰκόνων λέγειν.
Εἶεν, εἶπον· σκώπτεις ἐμβεβληκώς με εἰς λόγον οὕτω [488]
δυσαπόδεικτον; ἄκουε δ’ οὖν τῆς εἰκόνος, ἵν’ ἔτι μᾶλλον ἴδῃς ὡς
γλίσχρως εἰκάζω. οὕτω γὰρ χαλεπὸν τὸ πάθος τῶν ἐπιεικεστάτων, ὃ πρὸς
τὰς πόλεις πεπόνθασιν, ὥστε οὐδ’ ἔστιν ἓν οὐδὲν ἄλλο τοιοῦτον
πεπονθός, ἀλλὰ δεῖ ἐκ πολλῶν αὐτὸ συναγαγεῖν εἰκάζοντα καὶ
ἀπολογούμενον ὑπὲρ αὐτῶν, οἷον οἱ γραφῆς τραγελάφους καὶ τὰ τοιαῦτα
μειγνύντες γράφουσιν. νόησον γὰρ τοιουτονὶ γενόμενον εἴτε πολλῶν
νεῶν πέρι εἴτε μιᾶς· ναύκληρον μεγέθει μὲν καὶ [488b]
ῥώμῃ ὑπὲρ τοὺς ἐν τῇ νηὶ πάντας, ὑπόκωφον δὲ καὶ ὁρῶντα ὡσαύτως
βραχύ τι καὶ γιγνώσκοντα περὶ ναυτικῶν ἕτερα τοιαῦτα, τοὺς δὲ ναύτας
στασιάζοντας πρὸς ἀλλήλους περὶ τῆς κυβερνήσεως, ἕκαστον οἰόμενον
δεῖν κυβερνᾶν, μήτε μαθόντα πώποτε τὴν τέχνην μέτε ἔχοντα ἀποδεῖξαι
διδάσκαλον ἑαυτοῦ μηδὲ χρόνον ἐν ᾧ ἐμάνθανεν, πρὸς δὲ τούτοις
φάσκοντας μηδὲ διδακτὸν εἶναι, ἀλλὰ καὶ τὸν λέγοντα ὡς διδακτὸν
ἑτοίμους κατατέμνειν, αὐτοὺς δὲ αὐτῷ ἀεὶ τῷ [488c]
ναυκλήρῳ περικεχύσθαι δεομένους καὶ πάντα ποιοῦντας ὅπως ἂν σφίσι τὸ
πηδάλιον ἐπιτρέψῃ, ἐνίοτε δ’ ἂν μὴ πείθωσιν ἀλλὰ ἄλλοι μᾶλλον, τοὺς
μὲν ἄλλους ἢ ἀποκτεινύντας ἢ ἐκβάλλοντας ἐκ τῆς νεώς, τὸν δὲ
γενναῖον ναύκληρον μανδραγόρᾳ ἢ μέθῃ ἤ τινι ἄλλῳ συμποδίσαντας τῆς
νεὼς ἄρχειν χρωμένους τοῖς ἐνοῦσι, καὶ πίνοντάς τε καὶ εὐωχουμένους
πλεῖν ὡς τὸ εἰκὸς τοὺς τοιούτους, πρὸς δὲ τούτοις ἐπαινοῦντας [488d]
ναυτικὸν μὲν καλοῦντας καὶ κυβερνητικὸν καὶ ἐπιστάμενον τὰ κατὰ
ναῦν, ὃς ἂν συλλαμβάνειν δεινὸς ᾖ ὅπως ἄρξουσιν ἢ πείθοντες ἢ
βιαζόμενοι τὸν ναύκληρον, τὸν δὲ μὴ τοιοῦτον ψέγοντας ὡς ἄχρηστον,
τοῦ δὲ ἀληθινοῦ κυβερνήτου πέρι μηδ’ ἐπαΐοντες, ὅτι ἀνάγκη αὐτῷ τὴν
ἐπιμέλειαν ποιεῖσθαι ἐνιαυτοῦ καὶ ὡρῶν καὶ οὐρανοῦ καὶ ἄστρων καὶ
πνευμάτων καὶ πάντων τῶν τῇ τέχνῃ προσηκόντων, εἰ μέλλει τῷ ὄντι
νεὼς ἀρχικὸς ἔσεσθαι, ὅπως δὲ κυβερνήσει [488e]
ἐάντε τινες βούλωνται ἐάντε μή, μήτε τέχνην τούτου μήτε μελέτην
οἰόμενοι δυνατὸν εἶναι λαβεῖν ἅμα καὶ τὴν κυβερνητικήν. τοιούτων δὴ
περὶ τὰς ναῦς γιγνομένων τὸν ὡς ἀληθῶς κυβερνητικὸν οὐχ ἡγῇ ἂν τῷ
ὄντι μετεωροσκόπον [489]
τε καὶ ἀδολέσχην καὶ ἄχρηστόν σφισι καλεῖσθαι ὑπὸ τῶν ἐν ταῖς οὕτω
κατεσκευασμέναις ναυσὶ πλωτήρων;
Καὶ μάλα, ἔφη ὁ ᾿Αδείμαντος.
Οὐ δή, ἦν δ’ ἐγώ, οἶμαι δεῖσθαί σε ἐξεταζομένην τὴν εἰκόνα ἰδεῖν,
ὅτι ταῖς πόλεσι πρὸς τοὺς ἀληθινοὺς φιλοσόφους τὴν διάθεσιν ἔοικεν,
ἀλλὰ μανθάνειν ὃ λέγω.
Καὶ μάλ’, ἔφη.
Πρῶτον μὲν τοίνυν ἐκεῖνον τὸν θαυμάζοντα ὅτι οἱ φιλόσοφοι οὐ
τιμῶνται ἐν ταῖς πόλεσι δίδασκέ τε τὴν εἰκόνα καὶ πειρῶ πείθειν ὅτι
πολὺ ἂν θαυμαστότερον ἦν [489b] εἰ
ἐτιμῶντο.
᾿Αλλὰ διδάξω, ἔφη.
Καὶ ὅτι τοίνυν τἀληθῆ λέγεις, ὡς ἄχρηστοι τοῖς πολλοῖς οἱ
ἐπιεικέστατοι τῶν ἐν φιλοσοφίᾳ· τῆς μέντοι ἀχρηστίας τοὺς μὴ
χρωμένους κέλευε αἰτιᾶσθαι, ἀλλὰ μὴ τοὺς ἐπιεικεῖς. οὐ γὰρ ἔχει
φύσιν κυβερνήτην ναυτῶν δεῖσθαι ἄρχεσθαι ὑφ’ αὑτοῦ οὐδὲ τοὺς σοφοὺς
ἐπὶ τὰς τῶν πλουσίων θύρας ἰέναι, ἀλλ’ ὁ τοῦτο κομψευσάμενος
ἐψεύσατο, τὸ δὲ ἀληθὲς πέφυκεν, ἐάντε πλούσιος ἐάντε πένης κάμνῃ,
ἀναγκαῖον [489c] εἶναι ἐπὶ ἰατρῶν θύρας
ἰέναι καὶ πάντα τὸν ἄρχεσθαι δεόμενον ἐπὶ τὰς τοῦ ἄρχειν δυναμένου,
οὐ τὸν ἄρχοντα δεῖσθαι τῶν ἀρχομένων ἄρχεσθαι, οὗ ἂν τῇ ἀληθείᾳ τι
ὄφελος ᾖ.ἀλλὰ τοὺς νῦν πολιτικοὺς ἄρχοντας ἀπεικάζων οἷς ἄρτι
ἐλέγομεν ναύταις οὐχ ἁμαρτήσῃ, καὶ τοὺς ὑπὸ τούτων ἀχρήστους
λεγομένους καὶ μετεωρολέσχας τοῖς ὡς ἀληθῶς κυβερνήταις.
᾿Ορθότατα, ἔφη.
῎Εκ τε τοίνυν τούτων καὶ ἐν τούτοις οὐ ῥᾴδιον εὐδοκιμεῖν τὸ
βέλτιστον ἐπιτήδευμα ὑπὸ τῶν τἀναντία ἐπιτηδευόντων· [489d]
πολὺ δὲ μεγίστη καὶ ἰσχυροτάτη διαβολὴ γίγνεται φιλοσοφίᾳ διὰ τοὺς
τὰ τοιαῦτα φάσκοντας ἐπιτηδεύειν, οὓς δὴ σὺ φῂς τὸν ἐγκαλοῦντα τῇ
φιλοσοφίᾳ λέγειν ὡς παμπόνηροι οἱ πλεῖστοι τῶν ἰόντων ἐπ’ αὐτήν, οἱ
δὲ ἐπιεικέστατοι ἄχρηστοι, καὶ ἐγὼ συνεχώρησα ἀληθῆ σε λέγειν. ἦ
γάρ;
Ναί.
Οὐκοῦν τῆς μὲν τῶν ἐπιεικῶν ἀχρηστίας τὴν αἰτίαν διεληλύθαμεν;
Καὶ μάλα.
Τῆς δὲ τῶν πολλῶν πονηρίας τὴν ἀνάγκην βούλει τὸ μετὰ τοῦτο
διέλθωμεν, καὶ ὅτι οὐδὲ τούτου φιλοσοφία αἰτία, [489e]
ἂν δυνώμεθα, πειραθῶμεν δεῖξαι;
Πάνυ μὲν οὖν.
᾿Ακούωμεν δὴ καὶ λέγωμεν ἐκεῖθεν ἀναμνησθέντες, ὅθεν διῇμεν τὴν
φύσιν οἷον ἀνάγκη φῦναι τὸν καλόν τε κἀγαθὸν [490]
ἐσόμενον. ἡγεῖτο δ’ αὐτῷ, εἰ νῷ ἔχεις, πρῶτον μὲν ἀλήθεια, ἣν
διώκειν αὐτὸν πάντως καὶ πάντῃ ἔδει ἢ ἀλαζόνι ὄντι μηδαμῇ μετεῖναι
φιλοσοφίας ἀληθινῆς.
῏Ην γὰρ οὕτω λεγόμενον.
Οὐκοῦν ἓν μὲν τοῦτο σφόδρα οὕτω παρὰ δόξαν τοῖς νῦν δοκουμένοις περὶ
αὐτοῦ;
Καὶ μάλα, ἔφη.
῏Αρ’ οὖν δὴ οὐ μετρίως ἀπολογησόμεθα ὅτι πρὸς τὸ ὂν πεφυκὼς εἴη
ἁμιλλᾶσθαι ὅ γε ὄντως φιλομαθής, καὶ οὐκ [490b]
ἐπιμένοι ἐπὶ τοῖς δοξαζομένοις εἶναι πολλοῖς ἑκάστοις, ἀλλ’ ἴοι καὶ
οὐκ ἀμβλύνοιτο οὐδ’ ἀπολήγοι τοῦ ἔρωτος, πρὶν αὐτοῦ ὃ ἔστιν ἑκάστου
τῆς φύσεως ἅψασθαι ᾧ προσήκει ψυχῆς ἐφάπτεσθαι τοῦ τοιούτου -
προσήκει δὲ συγγενεῖ - ᾧ πλησιάσας καὶ μιγεὶς τῷ ὄντι ὄντως,
γεννήσας νοῦν καὶ ἀλήθειαν, γνοίη τε καὶ ἀληθῶς ζῴη καὶ τρέφοιτο καὶ
οὕτω λήγοι ὠδῖνος, πρὶν δ’ οὔ;
῾Ως οἷόν τ’, ἔφη, μετριώτατα.
Τί οὖν; τούτῳ τι μετέσται ψεῦδος ἀγαπᾶν ἢ πᾶν τοὐναντίον μισεῖν;
[490c] Μισεῖν, ἔφη.
῾Ηγουμένης δὴ ἀληθείας οὐκ ἄν ποτε οἶμαι φαμὲν αὐτῇ χορὸν κακῶν
ἀκολουθῆσαι.
Πῶς γάρ;
᾿Αλλ’ ὑγιές τε καὶ δίκαιον ἦθος, ᾧ καὶ σωφροσύνην ἕπεσθαι.
᾿Ορθῶς, ἔφη.
Καὶ δὴ τὸν ἄλλον τῆς φιλοσόφου φύσεως χορὸν τί δεῖ πάλιν ἐξ ἀρχῆς
ἀναγκάζοντα τάττειν; μέμνησαι γάρ που ὅτι συνέβη προσῆκον τούτοις
ἀνδρεία, μεγαλοπρέπεια, εὐμάθεια, μνήμη· καὶ σοῦ ἐπιλαβομένου ὅτι
πᾶς μὲν ἀναγκασθήσεται [490d]
ὁμολογεῖν οἷς λέγομεν, ἐάσας δὲ τοὺς λόγους, εἰς αὐτοὺς ἀποβλέψας
περὶ ὧν ὁ λόγος, φαίη ὁρᾶν αὐτῶν τοὺς μὲν ἀχρήστους, τοὺς δὲ πολλοὺς
κακοὺς πᾶσαν κακίαν, τῆς διαβολῆς τὴν αἰτίαν ἐπισκοποῦντες ἐπὶ τούτῳ
νῦν γεγόναμεν, τί ποθ’ οἱ πολλοὶ κακοί, καὶ τούτου δὴ ἕνεκα πάλιν
ἀνειλήφαμεν τὴν τῶν ἀληθῶς φιλοσόφων φύσιν καὶ ἐξ ἀνάγκης ὡρισάμεθα.
[490e] ῎Εστιν, ἔφη, ταῦτα.
Ταύτης δή, ἦν δ’ ἐγώ, τῆς φύσεως δεῖ θεάσασθαι τὰς φθοράς, ὡς
διόλλυται ἐν πολλοῖς, σμικρὸν δέ τι ἐκφεύγει, οὓς δὴ καὶ οὐ
πονηρούς, ἀχρήστους δὲ καλοῦσι· καὶ μετὰ [491]
τοῦτο αὖ τὰς μιμουμένας ταύτην καὶ εἰς τὸ ἐπιτήδευμα καθισταμένας
αὐτῆς, οἷαι οὖσαι φύσεις ψυχῶν εἰς ἀνάξιον καὶ μεῖζον ἑαυτῶν
ἀφικνούμεναι ἐπιτήδευμα, πολλαχῇ πλημμελοῦσαι, πανταχῇ καὶ ἐπὶ
πάντας δόξαν οἵαν λέγεις φιλοσοφίᾳ προσῆψαν.
Τίνας δέ, ἔφη, τὰς διαφθορὰς λέγεις;
᾿Εγώ σοι, εἶπον, ἂν οἷός τε γένωμαι, πειράσομαι διελθεῖν. τόδε μὲν
οὖν οἶμαι πᾶς ἡμῖν ὁμολογήσει, τοιαύτην φύσιν καὶ πάντα ἔχουσαν ὅσα
προσετάξαμεν νυνδή, εἰ τελέως [491b]
μέλλοι φιλόσοφος γενέσθαι, ὀλιγάκις ἐν ἀνθρώποις φύεσθαι καὶ ὀλίγας.
ἢ οὐκ οἴει;
Σφόδρα γε.
Τούτων δὴ τῶν ὀλίγων σκόπει ὡς πολλοὶ ὄλεθροι καὶ μεγάλοι.
Τίνες δή;
῝Ο μὲν πάντων θαυμαστότατον ἀκοῦσαι, ὅτι ἓν ἕκαστον ὧν ἐπῃνέσαμεν
τῆς φύσεως ἀπόλλυσι τὴν ἔχουσαν ψυχὴν καὶ ἀποσπᾷ φιλοσοφίας. λέγω δὲ
ἀνδρείαν, σωφροσύνην καὶ πάντα ἃ διήλθομεν.
῎Ατοπον, ἔφη, ἀκοῦσαι.
[491c] ῎Ετι τοίνυν, ἦν δ’ ἐγώ, πρὸς
τούτοις τὰ λεγόμενα ἀγαθὰ πάντα φθείρει καὶ ἀποσπᾷ, κάλλος καὶ
πλοῦτος καὶ ἰσχὺς σώματος καὶ συγγένεια ἐρρωμένη ἐν πόλει καὶ πάντα
τὰ τούτων οἰκεῖα· ἔχεις γὰρ τὸν τύπον ὧν λέγω.
῎Εχω, ἔφη· καὶ ἡδέως γ’ ἂν ἀκριβέστερον ἃ λέγεις πυθοίμην.
Λαβοῦ τοίνυν, ἦν δ’ ἐγώ, ὅλου αὐτοῦ ὀρθῶς, καί σοι εὔδηλόν τε
φανεῖται καὶ οὐκ ἄτοπα δόξει τὰ προειρημένα περὶ αὐτῶν.
Πῶς οὖν, ἔφη, κελεύεις;
[491d] Παντός, ἦν δ’ ἐγώ, σπέρματος
πέρι ἢ φυτοῦ, εἴτε ἐγγείων εἴτε τῶν ζῴων, ἴσμεν ὅτι τὸ μὴ τυχὸν
τροφῆς ἧς προσήκει ἑκάστῳ μηδ’ ὥρας μηδὲ τόπου, ὅσῳ ἂν
ἐρρωμενέστερον ᾖ, τοσούτῳ πλειόνων ἐνδεῖ τῶν πρεπόντων· ἀγαθῷ γάρ
που κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ.
Πῶς δ’ οὔ;
῎Εχει δὴ οἶμαι λόγον τὴν ἀρίστην φύσιν ἐν ἀλλοτριωτέρᾳ οὖσαν τροφῇ
κάκιον ἀπαλλάττειν τῆς φαύλης.
῎Εχει.
[491e] Οὐκοῦν, ἦν δ’ ἐγώ, ὦ ᾿Αδείμαντε,
καὶ τὰς ψυχὰς οὕτω φῶμεν τὰς εὐφυεστάτας κακῆς παιδαγωγίας τυχούσας
διαφερόντως κακὰς γίγνεσθαι; ἢ οἴει τὰ μεγάλα ἀδικήματα καὶ τὴν
ἄκρατον πονηρίαν ἐκ φαύλης ἀλλ’ οὐκ ἐκ νεανικῆς φύσεως τροφῇ
διολομένης γίγνεσθαι, ἀσθενῆ δὲ φύσιν μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν
αἰτίαν ποτὲ ἔσεσθαι;
Οὔκ, ἀλλά, ἦ δ’ ὅς, οὕτως.
[492] ῝Ην τοίνυν ἔθεμεν
τοῦ φιλοσόφου φύσιν, ἂν μὲν οἶμαι μαθήσεως προσηκούσης τύχῃ, εἰς
πᾶσαν ἀρετὴν ἀνάγκη αὐξανομένην ἀφικνεῖσθαι, ἐὰν δὲ μὴ ἐν προσηκούσῃ
σπαρεῖσά τε καὶ φυτευθεῖσα τρέφηται, εἰς πάντα τἀναντία αὖ, ἐὰν μή
τις αὐτῇ βοηθήσας θεῶν τύχῃ. ἢ καὶ σὺ ἡγῇ, ὥσπερ οἱ πολλοί,
διαφθειρομένους τινὰς εἶναι ὑπὸ σοφιστῶν νέους, διαφθείροντας δέ
τινας σοφιστὰς ἰδιωτικούς, ὅτι καὶ ἄξιον λόγου, ἀλλ’ οὐκ αὐτοὺς τοὺς
ταῦτα λέγοντας μεγίστους [492b] μὲν
εἶναι σοφιστάς, παιδεύειν δὲ τελεώτατα καὶ ἀπεργάζεσθαι οἵους
βούλονται εἶναι καὶ νέους καὶ πρεσβυτέρους καὶ ἄνδρας καὶ γυναῖκας;
Πότε δή; ἦ δ’ ὅς.
῞Οταν, εἶπον, συγκαθεζόμενοι ἁθρόοι πολλοὶ εἰς ἐκκλησίας ἢ εἰς
δικαστήρια ἢ θέατρα ἢ στρατόπεκα ἤ τινα ἄλλον κοινὸν πλήθους
σύλλογον σὺν πολλῷ θορύβῳ τὰ μὲν ψέγωσι τῶν λεγομένων ἢ πραττομένων,
τὰ δὲ ἐπαινῶσιν, ὑπερβαλλόντως ἑκάτερα, καὶ ἐκβοῶντες καὶ
κροτοῦντες, πρὸς δ’ [492c] αὐτοῖς αἵ τε
πέτραι καὶ ὁ τόπος ἐν ᾧ ἂν ὦσιν ἐπηχοῦντες διπλάσιον θόρυβον
παρέχωσι τοῦ ψόγου καὶ ἐπαίνου. ἐν δὴ τῷ τοιούτῳ τὸν νέον, τὸ
λεγόμενον, τίνα οἴει καρδίαν ἴσχειν; ἢ ποίαν [ἂν] αὐτῷ παιδείαν
ἰδιωτικὴν ἀνθέξειν, ἣν οὐ κατακλυσθεῖσαν ὑπὸ τοῦ τοιούτου ψόγου ἢ
ἐπαίνου οἰχήσεσθαι φερομένην κατὰ ῥοῦν ᾗ ἂν οὗτος φέρῃ, καὶ φήσειν
τε τὰ αὐτὰ τούτοις καλὰ καὶ αἰσχρὰ εἶναι, καὶ ἐπιτηδεύσειν ἅπερ ἂν
οὗτοι, καὶ ἔσεσθαι τοιοῦτον;
[492d] Πολλή, ἦ δ’ ὅς, ὦ Σώκρατες,
ἀνάγκη.
Καὶ μήν, ἦν δ’ ἐγώ, οὔπω τὴν μεγίστην ἀνάγκην εἰρήκαμεν.
Ποίαν; ἔφη.
῝Ην ἔργῳ προστιθέασι λόγῳ μὴ πείθοντες οὗτοι οἱ παιδευταί τε καὶ
σοφισταί. ἢ οὐκ οἶσθα ὅτι τὸν μὴ πειθόμενον ἀτιμίαις τε καὶ χρήμασι
καὶ θανάτοις κολάζουσι;
Καὶ μάλα, ἔφη, σφόδρα.
Τίνα οὖν ἄλλον σοφιστὴν οἴει ἢ ποίους ἰδιωτικοὺς λόγους ἐναντία
τούτοις τείνοντας κρατήσειν;
[492e] Οἶμαι μὲν οὐδένα, ἦ δ’ ὅς.
Οὐ γάρ, ἦν δ’ ἐγώ, ἀλλὰ καὶ τὸ ἐπιχειρεῖν πολλὴ ἄνοια. οὔτε γὰρ
γίγνεται οὔτε γέγονεν οὐδὲ οὖν μὴ γένηται ἀλλοῖον ἦθος πρὸς ἀρετὴν
παρὰ τὴν τούτων παιδείαν πεπαιδευμένον, ἀνθρώπειον, ὦ ἑταῖρε—θεῖον
μέντοι κατὰ τὴν παροιμίαν ἐξαιρῶμεν λόγου· εὖ γὰρ χρὴ εἰδέναι,
ὅτιπερ ἂν σωθῇ τε [493]
καὶ γένηται οἷον δεῖ ἐν τοιαύτῃ καταστάσει πολιτειῶν, θεοῦ μοῖραν
αὐτὸ σῶσαι λέγων οὐ κακῶς ἐρεῖς.
Οὐδ’ ἐμοὶ ἄλλως, ἔφη, δοκεῖ.
῎Ετι τοίνυν σοι, ἦν δ’ ἐγώ, πρὸς τούτοις καὶ τόδε δοξάτω.
Τὸ ποῖον;
῞Εκαστος τῶν μισθαρνούντων ἰδιωτῶν, οὓς δὴ οὗτοι σοφιστὰς καλοῦσι
καὶ ἀντιτέχνους ἡγοῦνται, μὴ ἄλλα παιδεύειν ἢ ταῦτα τὰ τῶν πολλῶν
δόγματα, ἃ δοξάζουσιν ὅταν ἁθροισθῶσιν, καὶ σοφίαν ταύτην καλεῖν·
οἷόνπερ ἂν εἰ θρέμματος μεγάλου καὶ ἰσχυροῦ τρεφομένου τὰς ὀργάς τις
καὶ [493b] ἐπιθυμίας κατεμάνθανεν, ὅπῃ
τε προσελθεῖν χρὴ καὶ ὅπῃ ἅψασθαι αὐτοῦ, καὶ ὁπότε χαλεπώτατον ἢ
πρᾳότατον καὶ ἐκ τίνων γίγνεται, καὶ φωνὰς δὴ ἐφ’ οἷς ἑκάστας εἴωθεν
φθέγγεσθαι, καὶ οἵας αὖ ἄλλου φθεγγομένου ἡμεροῦταί τε καὶ
ἀγριαίνει, καταμαθὼν δὲ ταῦτα πάντα συνουσίᾳ τε καὶ χρόνου τριβῇ
σοφίαν τε καλέσειεν καὶ ὡς τέχνην συστησάμενος ἐπὶ διδασκαλίαν
τρέποιτο, μηδὲν εἰδὼς τῇ ἀληθείᾳ τούτων τῶν δογμάτων τε καὶ
ἐπιθυμιῶν ὅτι καλὸν ἢ αἰσχρὸν [493c] ἢ
ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ὀνομάζοι δὲ πάντα ταῦτα ἐπὶ ταῖς
τοῦ μεγάλου ζῴου δόξαις, οἷς μὲν χαίροι ἐκεῖνο ἀγαθὰ καλῶν, οἷς δὲ
ἄχθοιτο κακά, ἄλλον δὲ μηδένα ἔχοι λόγον περὶ αὐτῶν, ἀλλὰ τἀναγκαῖα
δίκαια καλοῖ καὶ καλά, τὴν δὲ τοῦ ἀναγκαίου καὶ ἀγαθοῦ φύσιν, ὅσον
διαφέρει τῷ ὄντι, μήτε ἑωρακὼς εἴη μήτε ἄλλῳ δυνατὸς δεῖξαι.
τοιοῦτος δὴ ὢν πρὸς Διὸς οὐκ ἄτοπος ἄν σοι δοκεῖ εἶναι παιδευτής;
῎Εμοιγ’, ἔφη.
῏Η οὖν τι τούτου δοκεῖ διαφέρειν ὁ τὴν τῶν πολλῶν καὶ [493d]
παντοδαπῶν συνιόντων ὀργὴν καὶ ἡδονὰς κατανενοηκέναι σοφίαν
ἡγούμενος, εἴτ’ ἐν γραφικῇ εἴτ’ ἐν μουσικῇ εἴτε δὴ ἐν πολιτικῇ; ὅτι
μὲν γὰρ ἄν τις τούτοις ὁμιλῇ ἐπιδεικνύμενος, ἢ ποίησιν ἤ τινα ἄλλην
δημιουργίαν ἢ πόλει διακονίαν, κυρίους αὑτοῦ ποιῶν τοὺς πολλούς,
πέρα τῶν ἀναγκαίων, ἡ Διομηδεία λεγομένη ἀνάγκη ποιεῖν αὐτῷ ταῦτα ἃ
ἂν οὗτοι ἐπαινῶσιν· ὡς δὲ καὶ ἀγαθὰ καὶ καλὰ ταῦτα τῇ ἀληθείᾳ, ἤδη
πώποτέ του ἤδουσας αὐτῶν λόγον διδόντος οὐ καταγέλαστον;
[493e] Οἶμαι δέ γε, ἦ δ’ ὅς, οὐδ’
ἀκούσομαι.
Ταῦτα τοίνυν πάντα ἐννοήσας ἐκεῖνο ἀναμνήσθητι· αὐτὸ τὸ καλὸν ἀλλὰ
μὴ τὰ πολλὰ καλά, ἢ αὐτό τι ἕκαστον καὶ [494]
μὴ τὰ πολλὰ ἕκαστα, ἔσθ’ ὅπως πλῆθος ἀνέξεται ἢ ἡγήσεαι εἶναι;
῞Ηκιστά γ’, ἔφη.
Φιλόσοφον μὲν ἄρα, ἦν δ’ ἐγώ, πλῆθος ἀδύνατον εἶναι.
᾿Αδύνατον.
Καὶ τοὺς φιλοσοφοῦντας ἄρα ἀνάγκη ψέγεσθαι ὑπ’ αὐτῶν.
᾿Ανάγκη.
Καὶ ὑπὸ τούτων δὴ τῶν ἰδιωτῶν, ὅσοι προσομιλοῦντες ὄχλῳ ἀρέσκειν
αὐτῷ ἐπιθυμοῦσι.
Δῆλον.
᾿Εκ δὴ τούτων τίνα ὁρᾷς σωτηρίαν φιλοσόφῳ φύσει, ὥστ’ ἐν τῷ
ἐπιτηδεύματι μείνασαν πρὸς τέλος ἐλθεῖν; ἐννόει δ’ [494b]
ἐκ τῶν ἔμπροσθεν. ὡμολόγηται γὰρ δὴ ἡμῖν εὐμάθεια καὶ μνήμη καὶ
ἀνδρεία καὶ μεγαλοπρέπεια ταύτης εἶναι τῆς φύσεως.
Ναί.
Οὐκοῦν εὐθὺς ἐν παισὶν ὁ τοιοῦτος πρῶτος ἔσται ἐν ἅπασιν, ἄλλως τε
καὶ ἐὰν τὸ σῶμα φυῇ προσφερὴς τῇ ψυχῇ;
Τί δ’ οὐ μέλλει; ἔφη.
Βουλήσονται δὴ οἶμαι αὐτῷ χρῆσθαι, ἐπειδὰν πρεσβύτερος γίγνηται, ἐπὶ
τὰ αὑτῶν πράγματα οἵ τε οἰκεῖοι καὶ οἱ πολῖται.
Πῶς δ’ οὔ;
[494c] ῾Υποκείσονται ἄρα δεόμενοι καὶ
τιμῶντες, προκαταλαμβάνοντες καὶ προκολακεύοντες τὴν μέλλουσαν αὐτοῦ
δύναμιν.
Φιλεῖ γοῦν, ἔφη, οὕτω γίγνεσθαι.
Τί οὖν οἴει, ἦν δ’ ἐγώ, τὸν τοιοῦτον ἐν τοῖς τοιούτοις ποιήσειν,
ἄλλως τε καὶ ἐὰν τύχῃ μεγάλης πόλεως ὢν καὶ ἐν ταύτῃ πλούσιός τε καὶ
γενναῖος, καὶ ἔτι εὐειδὴς καὶ μέγας; ἆρ’ οὐ πληρωθήσεσθαι ἀμηχάνου
ἐλπίδος, ἡγούμενον καὶ τὰ τῶν ῾Ελλήνων καὶ τὰ τῶν βαρβάρων ἱκανὸν
ἔσεσθαι [494d] πράττειν, καὶ ἐπὶ
τούτοις ὑψηλὸν ἐξαρεῖν αὑτόν, σχηματισμοῦ καὶ φρονήματος κενοῦ ἄνευ
νοῦ ἐμπιμπλάμενον;
Καὶ μάλ’, ἔφη.
Τῷ δὴ οὕτω διατιθεμένῳ ἐάν τις ἠρέμα προσελθὼν τἀληθῆ λέγῃ, ὅτι νοῦς
οὐκ ἔνεστιν αὐτῷ, δεῖται δέ, τὸ δὲ οὐ κτητὸν μὴ δουλεύσαντι τῇ
κτήσει αὐτοῦ, ἆρ’ εὐπετὲς οἴει εἶναι εἰσακοῦσαι διὰ τοσούτων κακῶν;
Πολλοῦ γε δεῖ, ἦ δ’ ὅς.
᾿Εὰν δ’ οὖν, ἦν δ’ ἐγώ, διὰ τὸ εὖ πεφυκέναι καὶ τὸ συγγενὲς [494e]
τῶν λόγων εἰσαισθάνηταί τέ πῃ καὶ κάμπτηται καὶ ἕλκηται πρὸς
φιλοσοφίαν, τί οἰόμεθα δράσειν ἐκείνους τοὺς ἡγουμένους ἀπολλύναι
αὐτοῦ τὴν χρείαν τε καὶ ἑταιρίαν; οὐ πᾶν μὲν ἔργον, πᾶν δ’ ἔπος
λέγοντάς τε καὶ πράττοντας καὶ περὶ αὐτόν, ὅπως ἂν μὴ πεισθῇ, καὶ
περὶ τὸν πείθοντα, ὅπως ἂν μὴ οἷός τ’ ᾖ, καὶ ἰδίᾳ ἐπιβουλεύοντας καὶ
δημοσίᾳ εἰς ἀγῶνας καθιστάντας;
[495] Πολλή, ἦ δ’ ὅς,
ἀνάγκη.
῎Εστιν οὖν ὅπως ὁ τοιοῦτος φιλοσοφήσει;
Οὐ πάνυ.
῾Ορᾷς οὖν, ἦν δ’ ἐγώ, ὅτι οὐ κακῶς ἐλέγομεν ὡς ἄρα καὶ αὐτὰ τὰ τῆς
φιλοσόφου φύσεως μέρη, ὅταν ἐν κακῇ τροφῇ γένηται, αἴτια τρόπον τινὰ
τοῦ ἐκπεσεῖν ἐκ τοῦ ἐπιτηδεύματος, καὶ τὰ λεγόμενα ἀγαθά, πλοῦτοί τε
καὶ πᾶσα ἡ τοιαύτη παρασκευή;
Οὐ γάρ, ἀλλ’ ὀρθῶς, ἔφη, ἐλέχθη.
Οὗτος δή, εἶπον, ὦ θαυμάσιε, ὄλεθρός τε καὶ διαφθορὰ [495b]
τοσαύτη τε καὶ τοιαύτη τῆς βελτίστης φύσεως εἰς τὸ ἄριστον
ἐπιτήδευμα, ὀλίγης καὶ ἄλλως γιγνομένης, ὡς ἡμεῖς φαμεν. καὶ ἐκ
τούτων δὴ τῶν ἀνδρῶν καὶ οἱ τὰ μέγιστα κακὰ ἐργαζόμενοι τὰς πόλεις
γίγνονται καὶ τοὺς ἰδιώτας, καὶ οἱ τἀγαθά, οἳ ἂν ταύτῃ τύχωσι
ῥυέντες· σμικρὰ δὲ φύσις οὐδὲν μέγα οὐδέποτε οὐδένα οὔτε ἰδιώτην
οὔτε πόλιν δρᾷ.
᾿Αληθέστατα, ἦ δ’ ὅς.
Οὗτοι μὲν δὴ οὕτως ἐκπίπτοντες, οἷς μάλιστα προσήκει, [495c]
ἔρημον καὶ ἀτελῆ φιλοσοφίαν λείποντες αὐτοί τε βίον οὐ προσήκοντα
οὐδ’ ἀληθῆ ζῶσιν, τὴν δέ, ὥσπερ ὀρφανὴν συγγενῶν, ἄλλοι
ἐπεισελθόντες ἀνάξιοι ᾔσχυνάν τε καὶ ὀνείδηπεριῆψαν, οἷα καὶ σὺ φῂς
ὀνειδίζειν τοὺς ὀνειδίζοντας, ὡς οἱ συνόντες αὐτῇ οἱ μὲν οὐδενός, οἱ
δὲ πολλοὶ πολλῶν κακῶν ἄξιοί εἰσιν.
Καὶ γὰρ οὖν, ἔφη, τά γε λεγόμενα ταῦτα.
Εἰκότως γε, ἦν δ’ ἐγώ, λεγόμενα. καθορῶντες γὰρ ἄλλοι ἀνθρωπίσκοι
κενὴν τὴν χώραν ταύτην γιγνομένην, καλῶν [495d]
δὲ ὀνομάτων καὶ προσχημάτων μεστήν, ὥσπερ οἱ ἐκ τῶν εἱργμῶν εἰς τὰ
ἱερὰ ἀποδιδράσκοντες, ἅσμενοι καὶ οὗτοι ἐκ τῶν τεχνῶν ἐκπηδῶσιν εἰς
τὴν φιλοσοφίαν, οἳ ἂν κομψότατοι ὄντες τυγχάνωσι περὶ τὸ αὑτῶν
τεχνίον. ὅμως γὰρ δὴ πρός γε τὰς ἄλλας τέχνας καίπερ οὕτω πραττούσης
φιλοσοφίας τὸ ἀξίωμα μεγαλοπρεπέστερον λείπεται, οὗ δὴ ἐφιέμενοι
πολλοὶ ἀτελεῖς μὲν τὰς φύσεις, ὑπὸ δὲ τῶν τεχνῶν τε καὶ δημιουργιῶν
ὥσπερ τὰ σώματα λελώβηνται, οὕτω [495e]
καὶ τὰς ψυχὰς συγκεκλασμένοι τε καὶ ἀποτεθρυμμένοι διὰτὰς βαναυσίας
τυγχάνουσιν - ἢ οὐκ ἀνάγκη;
Καὶ μάλα, ἔφη.
Δοκεῖς οὖν τι, ἦν δ’ ἐγώ, διαφέρειν αὐτοὺς ἰδεῖν ἀργύριον κτησαμένου
χαλκέως φαλακροῦ καὶ σμικροῦ, νεωστὶ μὲν ἐκ δεσμῶν λελυμένου, ἐν
βαλανείῳ δὲ λελουμένου, νεουογὸν ἱμάτιον ἔχοντος, ὡς νυμφίου
παρεσκευασμένου, διὰ πενίαν καὶ ἐρημίαν τοῦ δεσπότου τὴν θυγατέρα
μέλλοντος γαμεῖν;
[496] Οὐ πάνυ, ἔφη,
διαφέρει.
Ποῖ’ ἄττα οὖν εἰκὸς γεννᾶν τοὺς τοιούτους; οὐ νόθα καὶ φαῦλα;
Πολλὴ ἀνάγκη.
Τί δέ; τοὺς ἀναξίους παιδεύσεως, ὅταν αὐτῇ πλησιάζοντες ὁμιλῶσι μὴ
κατ’ ἀξίαν, ποῖ’ ἄττα φῶμεν γεννᾶν διανοήματά τε καὶ δόξας; ἆρ’ οὐχ
ὡς ἀληθῶς προσήκοντα ἀκοῦσαι σοφίσματα, καὶ οὐδὲν γνήσιον οὐδὲ
φρονήσεως [ἄξιον] ἀληθινῆς ἐχόμενον;
Παντελῶς μὲν οὖν, ἔφη.
Πάνσμικρον δή τι, ἔφην ἐγώ, ὦ ᾿Αδείμαντε, λείπεται τῶν [496b]
κατ’ ἀξίαν ὁμιλούντων φιλοσοφίᾳ, ἤ που ὑπὸ φυγῆς καταληφθὲν γενναῖον
καὶ εὖ τεθραμμένον ἦθος, ἀπορίᾳ τῶν διαφθερούντων κατὰ φύσιν μεῖναν
ἐπ’ αὐτῇ, ἢ ἐν σμικρᾷ πόλει ὅταν μεγάλη ψυχὴ φυῇ καὶ ἀτιμάσασα τὰ
τῆς πόλεως ὑπερίδῃ· βραχὺ δέ πού τι καὶ ἀπ’ ἄλλης τέχνης δικαίως
ἀτιμάσαν εὐφυὲς ἐπ’ αὐτὴν ἂν ἔλθοι. εἴη δ’ ἂν καὶ ὁ τοῦ ἡμετέρου
ἑταίρου Θεάγους χαλινὸς οἷος κατασχεῖν· καὶ γὰρ [496c]
Θεάγει τὰ μὲν ἄλλα πάντα παρεσκεύασται πρὸς τὸ ἐκπεσεῖν φιλοσοφίας,
ἡ δὲ τοῦ σώματος νοσοτροφία ἀπείργουσα αὐτὸν τῶν πολιτικῶν κατέχει.
τὸ δ’ ἡμέτερον οὐκ ἄξιον λέγειν, τὸ δαιμόνιον σημεῖον· ἢ γάρ πού
τινι ἄλλῳ ἢ οὐδενὶ τῶν ἔμπροσθεν γέγονεν. καὶ τούτων δὴ τῶν ὀλίγων
οἱ γενόμενοι καὶ γευσάμενοι ὡς ἡδὺ καὶ μακάριον τὸ κτῆμα, καὶ τῶν
πολλῶν αὖ ἱκανῶς ἰδόντες τὴν μανίαν, καὶ ὅτι οὐδεὶς οὐδὲν ὑγιὲς ὡς
ἔπος εἰπεῖν περὶ τὰ τῶν πόλεων πράττει οὐδ’ ἔστι [496d]
σύμμαχος μεθ’ ὅτου τις ἰὼν ἐπὶ τὴν τῷ δικαίῳ βοήθειαν σῴζοιτ’ ἄν,
ἀλλ’ ὥσπερ εἰς θηρία ἄνθρωπος ἐμπεσών, οὔτε συναδικεῖν ἐθέλων οὔτε
ἱκανὸς ὢν εἷς πᾶσιν ἀγρίοις ἀντέχειν, πρίν τι τὴν πόλιν ἢ φίλους
ὀνῆσαι προαπολόμενος ἀνωφελὴς αὑτῷ τε καὶ τοῖς ἄλλοις ἂν
γένοιτο—ταῦτα πάντα λογισμῷ λαβών, ἡσυχίαν ἔχων καὶ τὰ αὑτοῦ
πράττων, οἷον ἐν χειμῶνι κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου
ὑπὸ τειχίον ἀποστάς, ὁρῶν τοὺς ἄλλους καταπιμπλαμένους ἀνομίας,
ἀγαπᾷ εἴ πῃ αὐτὸς καθαρὸς ἀδικίας τε καὶ ἀνοσίων [496e]
ἔργων τόν τε ἐνθάδε βίον βιώσεται καὶ τὴν ἀπαλλαγὴν αὐτοῦ μετὰ καλῆς
ἐλπίδος ἵλεώς τε καὶ εὐμενὴς ἀπαλλάξεται.
[497] ᾿Αλλά τοι, ἦ δ’
ὅς, οὐ τὰ ἐλάχιστα ἂν διαπραξάμενος ἀπαλλάττοιτο.
Οὐδέ γε, εἶπον, τὰ μέγιστα, μὴ τυχὼν πολιτείας προσηκούσης· ἐν γὰρ
προσηκούσῃ αὐτός τε μᾶλλον αὐξήσεται καὶ μετὰ τῶν ἰδίων τὰ κοινὰ
σώσει.
Τὸ μὲν οὖν τῆς φιλοσοφίας ὧν ἕνεκα διαβολὴν εἴληφεν καὶ ὅτι οὐ
δικαίως, ἐμοὶ μὲν δοκεῖ μετρίως εἰρῆσθαι, εἰ μὴ ἔτ’ ἄλλο λέγεις τι
σύ.
᾿Αλλ’ οὐδέν, ἦ δ’ ὅς, ἔτι λέγω περὶ τούτου· ἀλλὰ τὴν προσήκουσαν
αὐτῇ τίνα τῶν νῦν λέγεις πολιτειῶν;
[497b] Οὐδ’ ἡντινοῦν, εἶπον, ἀλλὰ τοῦτο
καὶ ἐπαιτιῶμαι, μηδεμίαν ἀξίαν εἶναι τῶν νῦν κατάστασιν πόλεως
φιλοσόφου φύσεως· διὸ καὶ στρέφεσθαί τε καὶ ἀλλοιοῦσθαι αὐτήν, ὥσπερ
ξενικὸν σπέρμα ἐν γῇ ἄλλῃ σπειρόμενον ἐξίτηλον εἰς τὸ ἐπιχώριον
φιλεῖ κρατούμενον ἰέναι, οὕτω καὶ τοῦτο τὸ γένος νῦν μὲν οὐκ ἴσχειν
τὴν αὑτοῦ δύναμιν, ἀλλ’ εἰς ἀλλότριον ἦθος ἐκπίπτειν· εἰ δὲ λήψεται
τὴν ἀρίστην πολιτείαν, ὥσπερ [497c] καὶ
αὐτὸ ἄριστόν ἐστιν, τότε δηλώσει ὅτι τοῦτο μὲν τῷ ὄντι θεῖον ἦν, τὰ
δὲ ἄλλα ἀνθρώπινα, τά τε τῶν φύσεων καὶ τῶν ἐπιτηδευμάτων. δῆλος δὴ
οὖν εἶ ὅτι μετὰ τοῦτο ἐρήσῃ τίς αὕτη ἡ πολιτεία.
Οὐκ ἔγνως, ἔφη· οὐ γὰρ τοῦτο ἔμελλον, ἀλλ’ εἰ αὑτὴ ἣν ἡμεῖς
διεληλύθαμεν οἰκίζοντες τὴν πόλιν ἢ ἄλλη.
Τὰ μὲν ἄλλα, ἦν δ’ ἐγώ, αὕτη· τοῦτο δὲ αὐτὸ ἐρρήθη μὲν καὶ τότε, ὅτι
δεήσοι τι ἀεὶ ἐνεῖναι ἐν τῇ πόλει λόγον [497d]
ἔχον τῆς πολιτείας τὸν αὐτὸν ὅνπερ καὶ σὺ ὁ νομοθέτης ἔχων τοὺς
νόμους ἐτίθεις.
᾿Ερρήθη γάρ, ἔφη.
᾿Αλλ’ οὐχ ἱκανῶς, εἶπον, ἐδηλώθη, φόβῳ ὧν ὑμεῖς ἀντιλαμβανόμενοι
δεδηλώκατε μακρὰν καὶ χαλεπὴν αὐτοῦ τὴν ἀπόδειξιν· ἐπεὶ καὶ τὸ
λοιπὸν οὐ πάντων ῥᾷστον διελθεῖν.
Τὸ ποῖον;
Τίνα τρόπον μεταχειριζομένη πόλις φιλοσοφίαν οὐ διολεῖται. τὰ γὰρ δὴ
μεγάλα πάντα ἐπισφαλῆ, καὶ τὸ λεγόμενον τὰ καλὰ τῷ ὄντι χαλεπά.
[497e] ᾿Αλλ’ ὅμως, ἔφη, λαβέτω τέλος ἡ
ἀπόδειξις τούτου φανεροῦ γενομένου.
Οὐ τὸ μὴ βούλεσθαι, ἦν δ’ ἐγώ, ἀλλ’ εἴπερ, τὸ μὴ δύνασθαι
διακωλύσει· παρὼν δὲ τήν γ’ ἐμὴν προθυμίαν εἴσῃ. σκόπει δὲ καὶ νῦν
ὡς προθύμως καὶ παρακινδυνευτικῶς μέλλω λέγειν, ὅτι τοὐναντίον ἢ νῦν
δεῖ τοῦ ἐπιτηδεύματος τούτου πόλιν ἅπτεσθαι.
Πῶς;
Νῦν μέν, ἦν δ’ ἐγώ, οἱ καὶ ἁπτόμενοι μειράκια ὄντα ἄρτι [498]
ἐκ παίδων τὸ μεταξὺ οἰκονομίας καὶ χρηματισμοῦ πλησιάσαντες αὐτοῦ τῷ
χαλεπωτάτῳ ἀπαλλάττονται, οἱ φιλοσοφώτατοι ποιούμενοι - λέγω δὲ
χαλεπώτατον τὸ περὶ τοὺς λόγους - ἐν δὲ τῷ ἔπειτα, ἐὰν καὶ ἄλλων
τοῦτο πραττόντων παρακαλούμενοι ἐθέλωσιν ἀκροαταὶ γίγνεσθαι, μεγάλα
ἡγοῦνται, πάρεργον οἰόμενοι αὐτὸ δεῖν πράττειν· πρὸς δὲ τὸ γῆρας
ἐκτὸς δή τινων ὀλίγων ἀποσβέννυνται πολὺ μᾶλλον τοῦ [498b]
῾Ηρακλειτείου ἡλίου, ὅσον αὖθις οὐκ ἐξάπτονται.
Δεῖ δὲ πῶς; ἔφη.
Πᾶν τοὐναντίον· μειράκια μὲν ὄντα καὶ παῖδας μειρακιώδη παιδείαν καὶ
φιλοσοφίαν μεταχειρίζεσθαι, τῶν τε σωμάτων, ἐν ᾧ βλαστάνει τε καὶ
ἀνδροῦται, εὖ μάλα ἐπιμελεῖσθαι, ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένους·
προϊούσης δὲ τῆς ἡλικίας, ἐν ᾗ ἡ ψυχὴ τελεοῦσθαι ἄρχεται, ἐπιτείνειν
τὰ ἐκείνης γυμνάσια· ὅταν δὲ λήγῃ μὲν ἡ ῥώμη, πολιτικῶν δὲ καὶ [498c]
στρατειῶν ἐκτὸς γίγνηται, τότε ἤδη ἀφέτους νέμεσθαι καὶ μηδὲν ἄλλο
πράττειν, ὅτι μὴ πάρεργον, τοὺς μέλλοντας εὐδαιμόνως βιώσεσθαι καὶ
τελευτήσαντας τῷ βίῳ τῷ βεβιωμένῳ τὴν ἐκεῖ μοῖραν ἐπιστήσειν
πρέπουσαν.
῾Ως ἀληθῶς μοι δοκεῖς, ἔφη, λέγειν γε προθύμως, ὦ Σώκρατες· οἶμαι
μέντοι τοὺς πολλοὺς τῶν ἀκουόντων προθυμότερον ἔτι ἀντιτείνειν οὐδ’
ὁπωστιοῦν πεισομένους, ἀπὸ Θρασυμάχου ἀρξαμένους.
Μὴ διάβαλλε, ἦν δ’ ἐγώ, ἐμὲ καὶ Θρασύμαχον ἄρτι [498d]
φίλους γεγονότας, οὐδὲ πρὸ τοῦ ἐχθροὺς ὄντας. πείρας γὰρ οὐδὲν
ἀνήσομεν, ἕως ἂν ἢ πείσωμεν καὶ τοῦτον καὶ τοὺς ἄλλους, ἢ προὔργου
τι ποιήσωμεν εἰς ἐκεῖνον τὸν βίον, ὅταν αὖθις γενόμενοι τοῖς
τοιούτοις ἐντύχωσι λόγοις.
Εἰς μικρόν γ’, ἔφη, χρόνον εἴρηκας.
Εἰς οὐδὲν μὲν οὖν, ἔφην, ὥς γε πρὸς τὸν ἅπαντα. τὸ μέντοι μὴ
πείθεσθαι τοῖς λεγομένοις τοὺς πολλοὺς θαῦμα οὐδέν· οὐ γὰρ πώποτε
εἶδον γενόμενον τὸ νῦν λεγόμενον, [498e]
ἀλλὰ πολὺ μᾶλλον τοιαῦτ’ ἄττα ῥήματα ἐξεπίτηδες ἀλλήλοις ὡμοιωμένα,
ἀλλ’ οὐκ ἀπὸ τοῦ αὐτομάτου ὥσπερ νῦν συμπεσόντα. ἄνδρα δὲ ἀρετῇ
παρισωμένον καὶ ὡμοιωμένον μέχρι τοῦ δυνατοῦ τελέως ἔργῳ τε καὶ
λόγῳ, δυναστεύοντα [499]
ἐν πόλει ἑτέρᾳ τοιαύτῃ, οὐ πώποτε ἑωράκασιν, οὔτε ἕνα οὔτε πλείους.
ἢ οἴει;
Οὐδαμῶς γε.
Οὐδέ γε αὖ λόγων, ὦ μακάριε, καλῶν τε καὶ ἐλευθέρων ἱκανῶς ἐπήκοοι
γεγόνασιν, οἵων ζητεῖν μὲν τὸ ἀληθὲς συντεταμένως ἐκ παντὸς τρόπου
τοῦ γνῶναι χάριν, τὰ δὲ κομψά τε καὶ ἐριστικὰ καὶ μηδαμόσε ἄλλοσε
τείνοντα ἢ πρὸς δόξαν καὶ ἔριν καὶ ἐν δίκαις καὶ ἐν ἰδίαις
συνουσίαις πόρρωθεν ἀσπαζομένων.
Οὐδὲ τούτων, ἔφη.
Τούτων τοι χάριν, ἦν δ’ ἐγώ, καὶ ταῦτα προορώμενοι [499b]
ἡμεῖς τότε καὶ δεδιότες ὅμως ἐλέγομεν, ὑπὸ τἀληθοῦς ἠναγκασμένοι,
ὅτι οὔτε πόλις οὔτε πολιτεία οὐδέ γ’ ἀνὴρ ὁμοίως μή ποτε γένηται
τέλεος, πρὶν ἂν τοῖς φιλοσόφοις τούτοις τοῖς ὀλίγοις καὶ οὐ
πονηροῖς, ἀχρήστοις δὲ νῦν κεκλημένοις, ἀνάγκη τις ἐκ τύχης
περιβάλῃ, εἴτε βούλονται εἴτε μή, πόλεως ἐπιμεληθῆναι, καὶ τῇ πόλει
κατηκόῳ γενέσθαι, ἢ τῶν νῦν ἐν δυναστείαις ἢ βασιλείαις ὄντων ὑέσιν
ἢ αὐτοῖς [499c] ἔκ τινος θείας
ἐπιπνοίας ἀληθινῆς φιλοσοφίας ἀληθινὸς ἔρως ἐμπέσῃ. τούτων δὲ πότερα
γενέσθαι ἢ ἀμφότερα ὡς ἄρα ἐστὶν ἀδύνατον, ἐγὼ μὲν οὐδένα φημὶ ἔχειν
λόγον. οὕτω γὰρ ἂν ἡμεῖς δικαίως καταγελῴμεθα, ὡς ἄλλως εὐχαῖς ὅμοια
λέγοντες. ἢ οὐχ οὕτως;
Οὕτως.
Εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεώς τις ἀνάγκη ἐπιμεληθῆναι ἢ
γέγονεν ἐν τῷ ἀπείρῳ τῷ παρεληλυθότι χρόνῳ ἢ καὶ νῦν ἔστιν ἔν τινι
βαρβαρικῷ τόπῳ, πόρρω που [499d] ἐκτὸς
ὄντι τῆς ἡμετέρας ἐπόψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου
ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία καὶ
ἔστιν καὶ γενήσεταί γε, ὅταν αὕτη ἡ Μοῦσα πόλεως ἐγκρατὴς γένηται.
οὐ γὰρ ἀδύνατος γενέσθαι, οὐδ’ ἡμεῖς ἀδύνατα λέγομεν· χαλεπὰ δὲ καὶ
παρ’ ἡμῶν ὁμολογεῖται.
Καὶ ἐμοί, ἔφη, οὕτω δοκεῖ.
Τοῖς δὲ πολλοῖς, ἦν δ’ ἐγώ, ὅτι οὐκ αὖ δοκεῖ, ἐρεῖς;
῎Ισως, ἔφη.
῏Ω μακάριε, ἦν δ’ ἐγώ, μὴ πάνυ οὕτω τῶν πολλῶν [499e]
κατηγόρει. ἀλλοίαν τοι δόξαν ἕξουσιν, ἐὰν αὐτοῖς μὴ φιλονικῶν ἀλλὰ
παραμυθούμενος καὶ ἀπολυόμενος τὴν τῆς φιλομαθείας διαβολὴν
ἐνδεικνύῃ οὓς λέγεις τοὺς φιλοσόφους, καὶ διορίζῃ [500]
ὥσπερ ἄρτι τήν τε φύσιν αὐτῶν καὶ τὴν ἐπιτήδευσιν, ἵνα μὴ ἡγῶνταί σε
λέγειν οὓς αὐτοὶ οἴονται. [ἢ καὶ ἐὰν οὕτω θεῶνται, ἀλλοίαν τοι
φήσεις αὐτοὺς δόξαν λήψεσθαι καὶ ἄλλα ἀποκρινεῖσθαι.] ἢ οἴει τινὰ
χαλεπαίνειν τῷ μὴ χαλεπῷ ἢ φθονεῖν τῷ μὴ φθονερῷ ἄφθονόν τε καὶ
πρᾷον ὄντα; ἐγὼ μὲν γάρ σε προφθάσας λέγω ὅτι ἐν ὀλίγοις τισὶν
ἡγοῦμαι, ἀλλ’ οὐκ ἐν τῷ πλήθει, χαλεπὴν οὕτω φύσιν γίγνεσθαι.
Καὶ ἐγὼ ἀμέλει, ἔφη, συνοίομαι.
[500b] Οὐκοῦν καὶ αὐτὸ τοῦτο συνοίει,
τοῦ χαλεπῶς πρὸς φιλοσοφίαν τοὺς πολλοὺς διακεῖσθαι ἐκείνους αἰτίους
εἶναι τοὺς ἔξωθεν οὐ προσῆκον ἐπεισκεκωμακότας, λοιδορουμένους τε
αὑτοῖς καὶ φιλαπεχθημόνως ἔχοντας καὶ ἀεὶ περὶ ἀνθρώπων τοὺς λόγους
ποιουμένους, ἥκιστα φιλοσοφίᾳ πρέπον ποιοῦντας;
Πολύ γ’, ἔφη.
Οὐδὲ γάρ που, ὦ ᾿Αδείμαντε, σχολὴ τῷ γε ὡς ἀληθῶς πρὸς τοῖς οὖσι τὴν
διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς ἀνθρώπων [500c]
πραγματείας, καὶ μαχόμενον αὐτοῖς φθόνου τε καὶ δυσμενείας
ἐμπίμπλασθαι, ἀλλ’ εἰς τεταγμένα ἄττα καὶ κατὰ ταὐτὰ ἀεὶ ἔχοντα
ὁρῶντας καὶ θεωμένους οὔτ’ ἀδικοῦντα οὔτ’ ἀδικούμενα ὑπ’ ἀλλήλων,
κόσμῳ δὲ πάντα καὶ κατὰ λόγον ἔχοντα, ταῦτα μιμεῖσθαί τε καὶ ὅτι
μάλιστα ἀφομοιοῦσθαι. ἢ οἴει τινὰ μηχανὴν εἶναι, ὅτῳ τις ὁμιλεῖ
ἀγάμενος, μὴ μιμεῖσθαι ἐκεῖνο;
᾿Αδύνατον, ἔφη.
Θείῳ δὴ καὶ κοσμίῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε [500d]
καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δ’ ἐν πᾶσι πολλή.
Παντάπασι μὲν οὖν.
῍Αν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται ἃ ἐκεῖ ὁρᾷ μελετῆσαι εἰς
ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι καὶ μὴ μόνον ἑαυτὸν
πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε
καὶ δικαιοσύνης καὶ συμπάσης τῆς δημοτικῆς ἀρετῆς;
῞Ηκιστά γε, ἦ δ’ ὅς.
᾿Αλλ’ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ [500e]
λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν ἡμῖν
λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν
διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζωγράφοι;
Οὐ χαλεπανοῦσιν, ἦ δ’ ὅς, ἐάνπερ αἴσθωνται. ἀλλὰ δὴ [501]
τίνα λέγεις τρόπον τῆς διαγραφῆς;
Λαβόντες, ἦν δ’ ἐγώ, ὥσπερ πίνακα πόλιν τε καὶ ἤθη ἀνθρώπων, πρῶτον
μὲν καθαρὰν ποιήσειαν ἄν, ὃ οὐ πάνυ ῥᾴδιον· ἀλλ’ οὖν οἶσθ’ ὅτι τούτῳ
ἂν εὐθὺς τῶν ἄλλων διενέγκοιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι
ἂν ἅψασθαι μηδὲ γράφειν νόμους, πρὶν ἢ παραλαβεῖν καθαρὰν ἢ αὐτοὶ
ποιῆσαι.
Καὶ ὀρθῶς γ’, ἔφη.
Οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας;
Τί μήν;
[501b] ῎Επειτα οἶμαι ἀπεργαζόμενοι
πυκνὰ ἂν ἑκατέρωσ’ ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν
καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ πρὸς ἐκεῖν’ αὖ τὸ ἐν τοῖς
ἀνθρώποις ἐμποιοῖεν, συμμειγνύντες τε καὶ κεραννύντες ἐκ τῶν
ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπ’ ἐκείνου τεκμαιρόμενοι, ὃ δὴ καὶ
῞Ομηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον θεοειδές τε καὶ
θεοείκελον.
᾿Ορθῶς, ἔφη.
Καὶ τὸ μὲν ἂν οἶμαι ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν, [501c]
ἕως ὅτι μάλιστα ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν.
Καλλίστη γοῦν ἄν, ἔφη, ἡ γραφὴ γένοιτο.
῏Αρ’ οὖν, ἦν δ’ ἐγώ, πείθομέν πῃ ἐκείνους, οὓς διατεταμένους ἐφ’
ἡμᾶς ἔφησθα ἰέναι, ὡς τοιοῦτός ἐστι πολιτειῶν ζωγράφος ὃν τότ’
ἐπῃνοῦμεν πρὸς αὐτούς, δι’ ὃν ἐκεῖνοι ἐχαλέπαινον ὅτι τὰς πόλεις
αὐτῷ παρεδίδομεν, καί τι μᾶλλον αὐτὸ νῦν ἀκούοντες πραΰνονται;
Καὶ πολύ γε, ἦ δ’ ὅς, εἰ σωφρονοῦσιν.
[501d] Πῇ γὰρ δὴ ἕξουσιν ἀμφισβητῆσαι;
πότερον μὴ τοῦ ὄντος τε καὶ ἀληθείας ἐραστὰς εἶναι τοὺς φιλοσόφους;
῎Ατοπον μεντἄν, ἔφη, εἴη.
᾿Αλλὰ μὴ τὴν φύσιν αὐτῶν οἰκείαν εἶναι τοῦ ἀρίστου, ἣν ἡμεῖς
διήλθομεν;
Οὐδὲ τοῦτο.
Τί δέ; τὴν τοιαύτην τυχοῦσαν τῶν προσηκόντων ἐπιτηδευμάτων οὐκ
ἀγαθὴν τελέως ἔσεσθαι καὶ φιλόσοφον, εἴπερ τινὰ ἄλλην; ἢ ἐκείνους
φήσει μᾶλλον, οὓς ἡμεῖς ἀφωρίσαμεν;
[501e] Οὐ δήπου.
῎Ετι οὖν ἀγριανοῦσι λεγόντων ἡμῶν ὅτι πρὶν ἂν πόλεως τὸ φιλόσοφον
γένος ἐγκρατὲς γένηται, οὔτε πόλει οὔτε πολίταις κακῶν παῦλα ἔσται,
οὐδὲ ἡ πολιτεία ἣν μυθολογοῦμεν λόγῳ ἔργῳ τέλος λήψεται;
῎Ισως, ἔφη, ἧττον.
Βούλει οὖν, ἦν δ’ ἐγώ, μὴ ἧττον φῶμεν αὐτοὺς ἀλλὰ [502]
παντάπασι πρᾴους γεγονέναι καὶ πεπεῖσθαι, ἵνα, εἰ μή τι, ἀλλὰ
αἰσχυνθέντες ὁμολογήσωσιν;
Πάνυ μὲν οὖν, ἔφη.
Οὗτοι μὲν τοίνυν, ἦν δ’ ἐγώ, τοῦτο πεπεισμένοι ἔστων· τοῦδε δὲ πέρι
τις ἀμφισβητήσει, ὡς οὐκ ἂν τύχοιεν γενόμενοι βασιλέων ἔκγονοι ἢ
δυναστῶν τὰς φύσεις φιλόσοφοι;
Οὐδ’ ἂν εἷς, ἔφη.
Τοιούτους δὲ γενομένους ὡς πολλὴ ἀνάγκη διαφθαρῆναι, ἔχει τις
λέγειν; ὡς μὲν γὰρ χαλεπὸν σωθῆναι, καὶ ἡμεῖς [502b]
συγχωροῦμεν· ὡς δὲ ἐν παντὶ τῷ χρόνῳ τῶν πάντων οὐδέποτε οὐδ’ ἂν εἷς
σωθείη, ἔσθ’ ὅστις ἀμφισβητήσειε;
Καὶ πῶς;
᾿Αλλὰ μήν, ἦν δ’ ἐγώ, εἷς ἱκανὸς γενόμενος, πόλιν ἔχων πειθομένην,
πάντ’ ἐπιτελέσαι τὰ νῦν ἀπιστούμενα.
῾Ικανὸς γάρ, ἔφη.
῎Αρχοντος γάρ που, ἦν δ’ ἐγώ, τιθέντος τοὺς νόμους καὶ τὰ
ἐπιτηδεύματα ἃ διεληλύθαμεν, οὐ δήπου ἀδύνατον ἐθέλειν ποιεῖν τοὺς
πολίτας.
Οὐδ’ ὁπωστιοῦν.
᾿Αλλὰ δή, ἅπερ ἡμῖν δοκεῖ, δόξαι καὶ ἄλλοις θαυμαστόν τι καὶ
ἀδύνατον;
[502c] Οὐκ οἶμαι ἔγωγε, ἦ δ’ ὅς.
Καὶ μὴν ὅτι γε βέλτιστα, εἴπερ δυνατά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, ὡς
ἐγᾦμαι, διήλθομεν.
῾Ικανῶς γάρ.
Νῦν δή, ὡς ἔοικεν, συμβαίνει ἡμῖν περὶ τῆς νομοθεσίας ἄριστα μὲν
εἶναι ἃ λέγομεν, εἰ γένοιτο, χαλεπὰ δὲ γενέσθαι, οὐ μέντοι ἀδύνατά
γε.
Συμβαίνει γάρ, ἔφη.
Οὐκοῦν ἐπειδὴ τοῦτο μόγις τέλος ἔσχεν, τὰ ἐπίλοιπα δὴ μετὰ τοῦτο
λεκτέον, τίνα τρόπον ἡμῖν καὶ ἐκ τίνων μαθημάτων [502d]
τε καὶ ἐπιτηδευμάτων οἱ σωτῆρες ἐνέσονται τῆς πολιτείας, καὶ κατὰ
ποίας ἡλικίας ἕκαστοι ἑκάστων ἁπτόμενοι;
Λεκτέον μέντοι, ἔφη.
Οὐδέν, ἦν δ’ ἐγώ, τὸ σοφόν μοι ἐγένετο τήν τε τῶν γυναικῶν τῆς
κτήσεως δυσχέρειαν ἐν τῷ πρόσθεν παραλιπόντι καὶ παιδογονίαν καὶ τὴν
τῶν ἀρχόντων κατάστασιν, εἰδότι ὡς ἐπίφθονός τε καὶ χαλεπὴ γίγνεσθαι
ἡ παντελῶς ἀληθής· νῦν γὰρ οὐδὲν ἧττον ἦλθεν τὸ δεῖν αὐτὰ διελθεῖν.
[502e] καὶ τὰ μὲν δὴ τῶν γυναικῶν τε
καὶ παίδων πεπέρανται, τὸ δὲ τῶν ἀρχόντων ὥσπερ ἐξ ἀρχῆς μετελθεῖν
δεῖ. ἐλέγομεν [503] δ’,
εἰ μνημονεύεις, δεῖν αὐτοὺς φιλοπόλιδάς τε φαίνεσθαι, βασανιζομένους
ἐν ἡδοναῖς τε καὶ λύπαις, καὶ τὸ δόγμα τοῦτο μήτ’ ἐν πόνοις μήτ’ ἐν
φόβοις μήτ’ ἐν ἄλλῃ μηδεμιᾷ μεταβολῇ φαίνεσθαι ἐκβάλλοντας, ἢ τὸν
ἀδυνατοῦντα ἀποκριτέον, τὸν δὲ πανταχοῦ ἀκήρατον ἐκβαίνοντα ὥσπερ
χρυσὸν ἐν πυρὶ βασανιζόμενον, στατέον ἄρχοντα καὶ γέρα δοτέον καὶ
ζῶντι καὶ τελευτήσαντι καὶ ἆθλα. τοιαῦτ’ ἄττα ἦν τὰ λεγόμενα
παρεξιόντος καὶ παρακαλυπτομένου τοῦ [503b]
λόγου, πεφοβημένου κινεῖν τὸ νῦν παρόν.
᾿Αληθέστατα, ἔφη, λέγεις· μέμνημαι γάρ.
῎Οκνος γάρ, ἔφην, ὦ φίλε, ἐγώ, εἰπεῖν τὰ νῦν ἀποτετολμημένα· νῦν δὲ
τοῦτο μὲν τετολμήσθω εἰπεῖν, ὅτι τοὺς ἀκριβεστάτους φύλακας
φιλοσόφους δεῖ καθιστάναι.
Εἰρήσθω γάρ, ἔφη.
Νόησον δὴ ὡς εἰκότως ὀλίγοι ἔσονταί σοι· ἣν γὰρ διήλθομεν φύσιν δεῖν
ὑπάρχειν αὐτοῖς, εἰς ταὐτὸν συμφύεσθαι αὐτῆς τὰ μέρη ὀλιγάκις
ἐθέλει, τὰ πολλὰ δὲ διεσπασμένη φύεται.
[503c] Πῶς, ἔφη, λέγεις;
Εὐμαθεῖς καὶ μνήμονες καὶ ἀγχίνοι καὶ ὀξεῖς καὶ ὅσα ἄλλα τούτοις
ἕπεται οἶσθ’ ὅτι οὐκ ἐθέλουσιν ἅμα φύεσθαι καὶ νεανικοί τε καὶ
μεγαλοπρεπεῖς τὰς διανοίας οἷοι κοσμίως μετὰ ἡσυχίας καὶ βεβαιότητος
ἐθέλειν ζῆν, ἀλλ’ οἱ τοιοῦτοι ὑπὸ ὀξύτητος φέρονται ὅπῃ ἂν τύχωσιν,
καὶ τὸ βέβαιον ἅπαν αὐτῶν ἐξοίχεται.
᾿Αληθῆ, ἔφη, λέγεις.
Οὐκοῦν τὰ βέβαια αὖ ταῦτα ἤθη καὶ οὐκ εὐμετάβολα, οἷς [503d]
ἄν τις μᾶλλον ὡς πιστοῖς χρήσαιτο, καὶ ἐν τῷ πολέμῳ πρὸς τοὺς φόβους
δυσκίνητα ὄντα, πρὸς τὰς μαθήσεις αὖ ποιεῖ ταὐτόν· δυσκινήτως ἔχει
καὶ δυσμαθῶς ὥσπερ ἀπονεναρκωμένα, καὶ ὕπνου τε καὶ χάσμης
ἐμπίμπλανται, ὅταν τι δέῃ
τοιοῦτον διαπονεῖν.
῎Εστι ταῦτα, ἔφη.
῾Ημεῖς δέ γέ φαμεν ἀμφοτέρων δεῖν εὖ τε καὶ καλῶς μετέχειν, ἢ μήτε
παιδείας τῆς ἀκριβεστάτης δεῖν αὐτῷ μεταδιδόναι μήτε τιμῆς μήτε
ἀρχῆς.
᾿Ορθῶς, ἦ δ’ ὅς.
Οὐκοῦν σπάνιον αὐτὸ οἴει ἔσεσθαι;
Πῶς δ’ οὔ;
[503e] Βασανιστέον δὴ ἔν τε οἷς τότε
ἐλέγομεν πόνοις τε καὶ φόβοις καὶ ἡδοναῖς, καὶ ἔτι δὴ ὃ τότε
παρεῖμεν νῦν λέγομεν, ὅτι καὶ ἐν μαθήμασι πολλοῖς γυμνάζειν δεῖ,
σκοποῦντας εἰ καὶ τὰ μέγιστα μαθήματα δυνατὴ ἔσται ἐνεγκεῖν εἴτε καὶ
[504] ἀποδειλιάσει,
ὥσπερ οἱ ἐν τοῖς ἄλλοις ἀποδειλιῶντες.
Πρέπει γέ τοι δή, ἔφη, οὕτω σκοπεῖν. ἀλλὰ ποῖα δὴ λέγεις μαθήματα
μέγιστα;
Μνημονεύεις μέν που, ἦν δ’ ἐγώ, ὅτι τριττὰ εἴδη ψυχῆς διαστησάμενοι
συνεβιβάζομεν δικαιοσύνης τε πέρι καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ
σοφίας ὃ ἕκαστον εἴη.
Μὴ γὰρ μνημονεύων, ἔφη, τὰ λοιπὰ ἂν εἴην δίκαιος μὴ ἀκούειν.
῏Η καὶ τὸ προρρηθὲν αὐτῶν;
Τὸ ποῖον δή;
[504b] ᾿Ελέγομέν που ὅτι ὡς μὲν δυνατὸν
ἦν κάλλιστα αὐτὰ κατιδεῖν ἄλλη μακροτέρα εἴη περίοδος, ἣν
περιελθόντι καταφανῆ γίγνοιτο, τῶν μέντοι ἔμπροσθεν προειρημένων
ἑπομένας ἀποδείξεις οἷόν τ’ εἴη προσάψαι. καὶ ὑμεῖς ἐξαρκεῖν ἔφατε,
καὶ οὕτω δὴ ἐρρήθη τὰ τότε τῆς μὲν ἀκριβείας, ὡς ἐμοὶ ἐφαίνετο,
ἐλλιπῆ, εἰ δὲ ὑμῖν ἀρεσκόντως, ὑμεῖς ἂν τοῦτο εἴποιτε.
᾿Αλλ’ ἔμοιγε, ἔφη, μετρίως· ἐφαίνετο μὴν καὶ τοῖς ἄλλοις.
[504c] ᾿Αλλ’, ὦ φίλε, ἦν δ’ ἐγώ, μέτρον
τῶν τοιούτων ἀπολεῖπον καὶ ὁτιοῦν τοῦ ὄντος οὐ πάνυ μετρίως
γίγνεται· ἀτελὲς γὰρ οὐδὲν οὐδενὸς μέτρον. δοκεῖ δ’ ἐνίοτέ τισιν
ἱκανῶς ἤδη ἔχειν καὶ οὐδὲν δεῖν περαιτέρω ζητεῖν.
Καὶ μάλ’, ἔφη, συχνοὶ πάσχουσιν αὐτὸ διὰ ῥᾳθυμίαν.
Τούτου δέ γε, ἦν δ’ ἐγώ, τοῦ παθήματος ἥκιστα προσδεῖ φύλακι πόλεώς
τε καὶ νόμων.
Εἰκός, ἦ δ’ ὅς.
Τὴν μακροτέραν τοίνυν, ὦ ἑταῖρε, ἔφην, περιιτέον τῷ [504d]
τοιούτῳ, καὶ οὐχ ἧττον μανθάνοντι πονητέον ἢ γυμναζομένῳ· ἤ, ὃ νυνδὴ
ἐλέγομεν, τοῦ μεγίστου τε καὶ μάλιστα προσήκοντος μαθήματος ἐπὶ
τέλος οὔποτε ἥξει.
Οὐ γὰρ ταῦτα, ἔφη, μέγιστα, ἀλλ’ ἔτι τι μεῖζον δικαιοσύνης τε καὶ ὧν
διήλθομεν;
Καὶ μεῖζον, ἦν δ’ ἐγώ, καὶ αὐτῶν τούτων οὐχ ὑπογραφὴν δεῖ ὥσπερ νῦν
θεάσασθαι, ἀλλὰ τὴν τελεωτάτην ἀπεργασίαν μὴ παριέναι. ἢ οὐ γελοῖον
ἐπὶ μὲν ἄλλοις σμικροῦ ἀξίοις [504e]
πᾶν ποιεῖν συντεινομένους ὅπως ὅτι ἀκριβέστατα καὶ καθαρώτατα ἕξει,
τῶν δὲ μεγίστων μὴ μεγίστας ἀξιοῦν εἶναι καὶ τὰς ἀκριβείας;
Καὶ μάλα, ἔφη, [ἄξιον τὸ διανόημα]· ὃ μέντοι μέγιστον μάθημα καὶ
περὶ ὅτι αὐτὸ λέγεις, οἴει τιν’ ἄν σε, ἔφη, ἀφεῖναι μὴ ἐρωτήσαντα τί
ἐστιν;
Οὐ πάνυ, ἦν δ’ ἐγώ, ἀλλὰ καὶ σὺ ἐρώτα. πάντως αὐτὸ οὐκ ὀλιγάκις
ἀκήκοας, νῦν δὲ ἢ οὐκ ἐννοεῖς ἢ αὖ διανοῇ [505]
ἐμοὶ πράγματα παρέχειν ἀντιλαμβανόμενος. οἶμαι δὲ τοῦτο μᾶλλον· ἐπεὶ
ὅτι γε ἡ τοῦ ἀγαθοῦ ἰδέα μέγιστον μάθημα, πολλάκις ἀκήκοας, ᾗ δὴ καὶ
δίκαια καὶ τἆλλα προσχρησάμενα χρήσιμα καὶ ὠφέλιμα γίγνεται. καὶ νῦν
σχεδὸν οἶσθ’ ὅτι μέλλω τοῦτο λέγειν, καὶ πρὸς τούτῳ ὅτι αὐτὴν οὐχ
ἱκανῶς ἴσμεν· εἰ δὲ μὴ ἴσμεν, ἄνευ δὲ ταύτης εἰ ὅτι μάλιστα τἆλλα
ἐπισταίμεθα, οἶσθ’ ὅτι οὐδὲν ἡμῖν ὄφελος, ὥσπερ οὐδ’ εἰ [505b]
κεκτῄμεθά τι ἄνευ τοῦ ἀγαθοῦ. ἢ οἴει τι πλέον εἶναι πᾶσαν κτῆσιν
ἐκτῆσθαι, μὴ μέντοι ἀγαθήν; ἢ πάντα τἆλλα φρονεῖν ἄνευ τοῦ ἀγαθοῦ,
καλὸν δὲ καὶ ἀγαθὸν μηδὲν φρονεῖν;
Μὰ Δί’ οὐκ ἔγωγ’, ἔφη.
᾿Αλλὰ μὴν καὶ τόδε γε οἶσθα, ὅτι τοῖς μὲν πολλοῖς ἡδονὴ δοκεῖ εἶναι
τὸ ἀγαθόν, τοῖς δὲ κομψοτέροις φρόνησις.
Πῶς δ’ οὔ;
Καὶ ὅτι γε, ὦ φίλε, οἱ τοῦτο ἡγούμενοι οὐκ ἔχουσι δεῖξαι ἥτις
φρόνησις, ἀλλ’ ἀναγκάζονται τελευτῶντες τὴν τοῦ ἀγαθοῦ φάναι.
Καὶ μάλα, ἔφη, γελοίως.
[505c] Πῶς γὰρ οὐχί, ἦν δ’ ἐγώ, εἰ
ὀνειδίζοντές γε ὅτι οὐκ ἴσμεν τὸ ἀγαθὸν λέγουσι πάλιν ὡς εἰδόσιν;
φρόνησιν γὰρ αὐτό φασιν εἶναι ἀγαθοῦ, ὡς αὖ συνιέντων ἡμῶν ὅτι
λέγουσιν, ἐπειδὰν τὸ τοῦ ἀγαθοῦ φθέγξωνται ὄνομα.
᾿Αληθέστατα, ἔφη.
Τί δὲ οἱ τὴν ἡδονὴν ἀγαθὸν ὁριζόμενοι; μῶν μή τι ἐλάττονος πλάνης
ἔμπλεῳ τῶν ἑτέρων; ἢ οὐ καὶ οὗτοι ἀναγκάζονται ὁμολογεῖν ἡδονὰς
εἶναι κακάς;
Σφόδρα γε.
Συμβαίνει δὴ αὐτοῖς οἶμαι ὁμολογεῖν ἀγαθὰ εἶναι καὶ κακὰ ταὐτά. ἦ
γάρ;
[505d] Τί μήν;
Οὐκοῦν ὅτι μὲν μεγάλαι καὶ πολλαὶ ἀμφισβητήσεις περὶ αὐτοῦ, φανερόν;
Πῶς γὰρ οὔ;
Τί δέ; τόδε οὐ φανερόν, ὡς δίκαια μὲν καὶ καλὰ πολλοὶ ἂν ἕλοιντο τὰ
δοκοῦντα, κἂν <εἰ> μὴ εἴη, ὅμως ταῦτα πράττειν καὶ κεκτῆσθαι καὶ
δοκεῖν, ἀγαθὰ δὲ οὐδενὶ ἔτι ἀρκεῖ τὰ δοκοῦντα κτᾶσθαι, ἀλλὰ τὰ ὄντα
ζητοῦσιν, τὴν δὲ δόξαν ἐνταῦθα ἤδη πᾶς ἀτιμάζει;
Καὶ μάλα, ἔφη.
῝Ο δὴ διώκει μὲν ἅπασα ψυχὴ καὶ τούτου ἕνεκα πάντα [505e]
πράττει, ἀπομαντευομένη τι εἶναι, ἀποροῦσα δὲ καὶ οὐκ ἔχουσα λαβεῖν
ἱκανῶς τί ποτ’ ἐστὶν οὐδὲ πίστει χρήσασθαι μονίμῳ οἵᾳ καὶ περὶ
τἆλλα, διὰ τοῦτο δὲ ἀποτυγχάνει καὶ τῶν ἄλλων εἴ τι ὄφελος ἦν, περὶ
δὴ τὸ τοιοῦτον καὶ τοσοῦτον [506]
οὕτω φῶμεν δεῖν ἐσκοτῶσθαι καὶ ἐκείνους τοὺς βελτίστους ἐν τῇ πόλει,
οἷς πάντα ἐγχειριοῦμεν;
῞Ηκιστά γ’, ἔφη.
Οἶμαι γοῦν, εἶπον, δίκαιά τε καὶ καλὰ ἀγνοούμενα ὅπῃ ποτὲ ἀγαθά
ἐστιν, οὐ πολλοῦ τινος ἄξιον φύλακα κεκτῆσθαι ἂν ἑαυτῶν τὸν τοῦτο
ἀγνοοῦντα· μαντεύομαι δὲ μηδένα αὐτὰ πρότερον γνώσεσθαι ἱκανῶς.
Καλῶς γάρ, ἔφη, μαντεύῃ.
Οὐκοῦν ἡμῖν ἡ πολιτεία τελέως κεκοσμήσεται, ἐὰν ὁ [506b]
τοιοῦτος αὐτὴν ἐπισκοπῇ φύλαξ, ὁ τούτων ἐπιστήμων;
᾿Ανάγκη, ἔφη. ἀλλὰ σὺ δή, ὦ Σώκρατες, πότερον ἐπιστήμην τὸ ἀγαθὸν
φῂς εἶναι ἢ ἡδονήν, ἢ ἄλλο τι παρὰ ταῦτα;
Οὗτος, ἦν δ’ ἐγώ, ἀνήρ, καλῶς ἦσθα καὶ πάλαι καταφανὴς ὅτι σοι οὐκ
ἀποχρήσοι τὸ τοῖς ἄλλοις δοκοῦν περὶ αὐτῶν.
Οὐδὲ γὰρ δίκαιόν μοι, ἔφη, ὦ Σώκρατες, φαίνεται τὰ τῶν ἄλλων μὲν
ἔχειν εἰπεῖν δόγματα, τὸ δ’ αὑτοῦ μή, τοσοῦτον [506c]
χρόνον περὶ ταῦτα πραγματευόμενον.
Τί δέ; ἦν δ’ ἐγώ· δοκεῖ σοι δίκαιον εἶναι περὶ ὧν τις μὴ οἶδεν
λέγειν ὡς εἰδότα;
Οὐδαμῶς γ’, ἔφη, ὡς εἰδότα, ὡς μέντοι οἰόμενον ταῦθ’ ἃ οἴεται
ἐθέλειν λέγειν.
Τί δέ; εἶπον· οὐκ ᾔσθησαι τὰς ἄνευ ἐπιστήμης δόξας, ὡς πᾶσαι
αἰσχραί; ὧν αἱ βέλτισται τυφλαί - ἢ δοκοῦσί τί σοι τυφλῶν διαφέρειν
ὁδὸν ὀρθῶς πορευομένων οἱ ἄνευ νοῦ ἀληθές τι δοξάζοντες;
Οὐδέν, ἔφη.
Βούλει οὖν αἰσχρὰ θεάσασθαι, τυφλά τε καὶ σκολιά, ἐξὸν [506d]
παρ’ ἄλλων ἀκούειν φανά τε καὶ καλά;
Μὴ πρὸς Διός, ἦ δ’ ὅς, ὦ Σώκρατες, ὁ Γλαύκων, ὥσπερ ἐπὶ τέλει ὢν
ἀποστῇς. ἀρκέσει γὰρ ἡμῖν, κἂν ὥσπερ δικαιοσύνης πέρι καὶ σωφροσύνης
καὶ τῶν ἄλλων διῆλθες, οὕτω καὶ περὶ τοῦ ἀγαθοῦ διέλθῃς.
Καὶ γὰρ ἐμοί, ἦν δ’ ἐγώ, ὦ ἑταῖρε, καὶ μάλα ἀρκέσει· ἀλλ’ ὅπως μὴ
οὐχ οἷός τ’ ἔσομαι, προθυμούμενος δὲ ἀσχημονῶν γέλωτα ὀφλήσω. ἀλλ’,
ὦ μακάριοι, αὐτὸ μὲν τί ποτ’ [506e]
ἐστὶ τἀγαθὸν ἐάσωμεν τὸ νῦν εἶναι—πλέον γάρ μοι φαίνεται ἢ κατὰ τὴν
παροῦσαν ὁρμὴν ἐφικέσθαι τοῦ γε δοκοῦντος ἐμοὶ τὰ νῦν—ὃς δὲ ἔκγονός
τε τοῦ ἀγαθοῦ φαίνεται καὶ ὁμοιότατος ἐκείνῳ, λέγειν ἐθέλω, εἰ καὶ
ὑμῖν φίλον, εἰ δὲ μή, ἐᾶν.
᾿Αλλ’, ἔφη, λέγε· εἰς αὖθις γὰρ τοῦ πατρὸς ἀποτείσεις τὴν διήγησιν.
[507] Βουλοίμην ἄν,
εἶπον, ἐμέ τε δύνασθαι αὐτὴν ἀποδοῦναι καὶ ὑμᾶς κομίσασθαι, ἀλλὰ μὴ
ὥσπερ νῦν τοὺς τόκους μόνον. τοῦτον δὲ δὴ οὖν τὸν τόκον τε καὶ
ἔκγονον αὐτοῦ τοῦ ἀγαθοῦ κομίσασθε. εὐλαβεῖσθε μέντοι μή πῃ
ἐξαπατήσω ὑμᾶς ἄκων, κίβδηλον ἀποδιδοὺς τὸν λόγον τοῦ τόκου.
Εὐλαβησόμεθα, ἔφη, κατὰ δύναμιν· ἀλλὰ μόνον λέγε.
Διομολογησάμενός γ’ ἔφην ἐγώ, καὶ ἀναμνήσας ὑμᾶς τά τ’ ἐν τοῖς
ἔμπροσθεν ῥηθέντα καὶ ἄλλοτε ἤδη πολλάκις εἰρημένα.
[507b] Τὰ ποῖα; ἦ δ’ ὅς.
Πολλὰ καλά, ἦν δ’ ἐγώ, καὶ πολλὰ ἀγαθὰ καὶ ἕκαστα οὕτως εἶναί φαμέν
τε καὶ διορίζομεν τῷ λόγῳ.
Φαμὲν γάρ.
Καὶ αὐτὸ δὴ καλὸν καὶ αὐτὸ ἀγαθόν, καὶ οὕτω περὶ πάντων ἃ τότε ὡς
πολλὰ ἐτίθεμεν, πάλιν αὖ κατ’ ἰδέαν μίαν ἑκάστου ὡς μιᾶς οὔσης
τιθέντες, “ὃ ἔστιν” ἕκαστον προσαγορεύομεν.
῎Εστι ταῦτα.
Καὶ τὰ μὲν δὴ ὁρᾶσθαί φαμεν, νοεῖσθαι δ’ οὔ, τὰς δ’ αὖ ἰδέας
νοεῖσθαι μέν, ὁρᾶσθαι δ’ οὔ.
Παντάπασι μὲν οὖν.
[507c] Τῷ οὖν ὁρῶμεν ἡμῶν αὐτῶν τὰ
ὁρώμενα;
Τῇ ὄψει, ἔφη.
Οὐκοῦν, ἦν δ’ ἐγώ, καὶ ἀκοῇ τὰ ἀκουόμενα, καὶ ταῖς ἄλλαις αἰσθήσεσι
πάντα τὰ αἰσθητά;
Τί μήν;
῏Αρ’ οὖν, ἦν δ’ ἐγώ, ἐννενόηκας τὸν τῶν αἰσθήσεων δημιουργὸν ὅσῳ
πολυτελεστάτην τὴν τοῦ ὁρᾶν τε καὶ ὁρᾶσθαι δύναμιν ἐδημιούργησεν;
Οὐ πάνυ, ἔφη.
᾿Αλλ’ ὧδε σκόπει. ἔστιν ὅτι προσδεῖ ἀκοῇ καὶ φωνῇ γένους ἄλλου εἰς
τὸ τὴν μὲν ἀκούειν, τὴν δὲ ἀκούεσθαι, ὃ [507d]
ἐὰν μὴ παραγένηται τρίτον, ἡ μὲν οὐκ ἀκούσεται, ἡ δὲ οὐκ
ἀκουσθήσεται;
Οὐδενός, ἔφη.
Οἶμαι δέ γε, ἦν δ’ ἐγώ, οὐδ’ ἄλλαις πολλαῖς, ἵνα μὴ εἴπω ὅτι
οὐδεμιᾷ, τοιούτου προσδεῖ οὐδενός. ἢ σύ τινα ἔχεις εἰπεῖν;
Οὐκ ἔγωγε, ἦ δ’ ὅς.
Τὴν δὲ τῆς ὄψεως καὶ τοῦ ὁρατοῦ οὐκ ἐννοεῖς ὅτι προσδεῖται;
Πῶς;
᾿Ενούσης που ἐν ὄμμασιν ὄψεως καὶ ἐπιχειροῦντος τοῦ ἔχοντος χρῆσθαι
αὐτῇ, παρούσης δὲ χρόας ἐν αὐτοῖς, ἐὰν μὴ [507e]
παραγένηται γένος τρίτον ἰδίᾳ ἐπ’ αὐτὸ τοῦτο πεφυκός, οἶσθα ὅτι ἥ τε
ὄψις οὐδὲν ὄψεται, τά τε χρώματα ἔσται ἀόρατα.
Τίνος δὴ λέγεις, ἔφη, τούτου;
῝Ο δὴ σὺ καλεῖς, ἦν δ’ ἐγώ, φῶς.
᾿Αληθῆ, ἔφη, λέγεις.
Οὐ σμικρᾷ ἄρα ἰδέᾳ ἡ τοῦ ὁρᾶν αἴσθησις καὶ ἡ τοῦ ὁρᾶσθαι [508]
δύναμις τῶν ἄλλων συζεύξεων τιμιωτέρῳ ζυγῷ ἐζύγησαν, εἴπερ μὴ ἄτιμον
τὸ φῶς.
᾿Αλλὰ μήν, ἔφη, πολλοῦ γε δεῖ ἄτιμον εἶναι.
Τίνα οὖν ἔχεις αἰτιάσασθαι τῶν ἐν οὐρανῷ θεῶν τούτου κύριον, οὗ ἡμῖν
τὸ φῶς ὄψιν τε ποιεῖ ὁρᾶν ὅτι κάλλιστα καὶ τὰ ὁρώμενα ὁρᾶσθαι;
῞Ονπερ καὶ σύ, ἔφη, καὶ οἱ ἄλλοι· τὸν ἥλιον γὰρ δῆλον ὅτι ἐρωτᾷς.
῏Αρ’ οὖν ὧδε πέφυκεν ὄψις πρὸς τοῦτον τὸν θεόν;
Πῶς;
Οὐκ ἔστιν ἥλιος ἡ ὄψις οὔτε αὐτὴ οὔτ’ ἐν ᾧ ἐγγίγνεται, ὃ [508b]
δὴ καλοῦμεν ὄμμα.
Οὐ γὰρ οὖν.
᾿Αλλ’ ἡλιοειδέστατόν γε οἶμαι τῶν περὶ τὰς αἰσθήσεις ὀργάνων.
Πολύ γε.
Οὐκοῦν καὶ τὴν δύναμιν ἣν ἔχει ἐκ τούτου ταμιευομένην ὥσπερ
ἐπίρρυτον κέκτηται;
Πάνυ μὲν οὖν.
῏Αρ’ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ’ ὢν αὐτῆς
ὁρᾶται ὑπ’ αὐτῆς ταύτης;
Οὕτως, ἦ δ’ ὅς.
Τοῦτον τοίνυν, ἦν δ’ ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν
τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ [508c]
ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ
ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.
Πῶς; ἔφη· ἔτι δίελθέ μοι.
᾿Οφθαλμοί, ἦν δ’ ἐγώ, οἶσθ’ ὅτι, ὅταν μηκέτι ἐπ’ ἐκεῖνά τις αὐτοὺς
τρέπῃ ὧν ἂν τὰς χρόας τὸ ἡμερινὸν φῶς ἐπέχῃ, ἀλλὰ ὧν νυκτερινὰ
φέγγη, ἀμβλυώττουσί τε καὶ ἐγγὺς φαίνονται τυφλῶν, ὥσπερ οὐκ ἐνούσης
καθαρᾶς ὄψεως;
Καὶ μάλα, ἔφη.
[508d] ῞Οταν δέ γ’ οἶμαι ὧν ὁ ἥλιος
καταλάμπει, σαφῶς ὁρῶσι, καὶ τοῖς αὐτοῖς τούτοις ὄμμασιν ἐνοῦσα
φαίνεται.
Τί μήν;
Οὕτω τοίνυν καὶ τὸ τῆς ψυχῆς ὧδε νόει· ὅταν μὲν οὗ καταλάμπει
ἀλήθειά τε καὶ τὸ ὄν, εἰς τοῦτο ἀπερείσηται, ἐνόησέν τε καὶ ἔγνω
αὐτὸ καὶ νοῦν ἔχειν φαίνεται· ὅταν δὲ εἰς τὸ τῷ σκότῳ κεκραμένον, τὸ
γιγνόμενόν τε καὶ ἀπολλύμενον, δοξάζει τε καὶ ἀμβλυώττει ἄνω καὶ
κάτω τὰς δόξας μεταβάλλον, καὶ ἔοικεν αὖ νοῦν οὐκ ἔχοντι.
῎Εοικε γάρ.
[508e] Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν
παρέχον τοῖς γιγνωσκομένοις καὶ τῷ γιγνώσκοντι τὴν δύναμιν ἀποδιδὸν
τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι· αἰτίαν δ’ ἐπιστήμης οὖσαν καὶ
ἀληθείας, ὡς γιγνωσκομένης μὲν διανοοῦ, οὕτω δὲ καλῶν ἀμφοτέρων
ὄντων, γνώσεώς τε καὶ ἀληθείας, ἄλλο καὶ κάλλιον ἔτι τούτων
ἡγούμενος αὐτὸ ὀρθῶς ἡγήσῃ· ἐπιστήμην [509]
δὲ καὶ ἀλήθειαν, ὥσπερ ἐκεῖ φῶς τε καὶ ὄψιν ἡλιοειδῆ μὲν νομίζειν
ὀρθόν, ἥλιον δ’ ἡγεῖσθαι οὐκ ὀρθῶς ἔχει, οὕτω καὶ ἐνταῦθα ἀγαθοειδῆ
μὲν νομίζειν ταῦτ’ ἀμφότερα ὀρθόν, ἀγαθὸν δὲ ἡγεῖσθαι ὁπότερον αὐτῶν
οὐκ ὀρθόν, ἀλλ’ ἔτι μειζόνως τιμητέον τὴν τοῦ ἀγαθοῦ ἕξιν.
᾿Αμήχανον κάλλος, ἔφη, λέγεις, εἰ ἐπιστήμην μὲν καὶ ἀλήθειαν
παρέχει, αὐτὸ δ’ ὑπὲρ ταῦτα κάλλει ἐστίν· οὐ γὰρ δήπου σύ γε ἡδονὴν
αὐτὸ λέγεις.
Εὐφήμει, ἦν δ’ ἐγώ· ἀλλ’ ὧδε μᾶλλον τὴν εἰκόνα αὐτοῦ ἔτι ἐπισκόπει.
[509b] Πῶς;
Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον οἶμαι τὴν τοῦ ὁρᾶσθαι δύναμιν
παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφήν, οὐ
γένεσιν αὐτὸν ὄντα.
Πῶς γάρ;
Καὶ τοῖς γιγνωσκομένοις τοίνυν μὴ μόνον τὸ γιγνώσκεσθαι φάναι ὑπὸ
τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ’ ἐκείνου
αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ’ ἔτι ἐπέκεινα τῆς
οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος.
[509c] Καὶ ὁ Γλαύκων μάλα γελοίως,
῎Απολλον, ἔφη, δαιμονίας ὑπερβολῆς.
Σὺ γάρ, ἦν δ’ ἐγώ, αἴτιος, ἀναγκάζων τὰ ἐμοὶ δοκοῦντα περὶ αὐτοῦ
λέγειν.
Καὶ μηδαμῶς γ’, ἔφη, παύσῃ, εἰ μή τι, ἀλλὰ τὴν περὶ τὸν ἥλιον
ὁμοιότητα αὖ διεξιών, εἴ πῃ ἀπολείπεις.
᾿Αλλὰ μήν, εἶπον, συχνά γε ἀπολείπω.
Μηδὲ σμικρὸν τοίνυν, ἔφη, παραλίπῃς.
Οἶμαι μέν, ἦν δ’ ἐγώ, καὶ πολύ· ὅμως δέ, ὅσα γ’ ἐν τῷ παρόντι
δυνατόν, ἑκὼν οὐκ ἀπολείψω.
Μὴ γάρ, ἔφη.
[509d] Νόησον τοίνυν, ἦν δ’ ἐγώ, ὥσπερ
λέγομεν, δύο αὐτὼ εἶναι, καὶ βασιλεύειν τὸ μὲν νοητοῦ γένους τε καὶ
τόπου, τὸ δ’ αὖ ὁρατοῦ, ἵνα μὴ οὐρανοῦ εἰπὼν δόξω σοι σοφίζεσθαι
περὶ τὸ ὄνομα. ἀλλ’ οὖν ἔχεις ταῦτα διττὰ εἴδη, ὁρατόν, νοητόν;
῎Εχω.
῞Ωσπερ τοίνυν γραμμὴν δίχα τετμημένην λαβὼν ἄνισα τμήματα, πάλιν
τέμνε ἑκάτερον τὸ τμῆμα ἀνὰ τὸν αὐτὸν λόγον, τό τε τοῦ ὁρωμένου
γένους καὶ τὸ τοῦ νοουμένου, καί σοι ἔσται σαφηνείᾳ καὶ ἀσαφείᾳ πρὸς
ἄλληλα ἐν μὲν τῷ ὁρωμένῳ [509e] τὸ μὲν
ἕτερον τμῆμα εἰκόνες - λέγω δὲ τὰς εἰκόνας πρῶτον [510]
μὲν τὰς σκιάς, ἔπειτα τὰ ἐν τοῖς ὕδασι φαντάσματα καὶ ἐν τοῖς ὅσα
πυκνά τε καὶ λεῖα καὶ φανὰ συνέστηκεν, καὶ πᾶν τὸ τοιοῦτον, εἰ
κατανοεῖς.
᾿Αλλὰ κατανοῶ.
Τὸ τοίνυν ἕτερον τίθει ᾧ τοῦτο ἔοικεν, τά τε περὶ ἡμᾶς ζῷς καὶ πᾶν
τὸ φυτευτὸν καὶ τὸ σκευαστὸν ὅλον γένος.
Τίθημι, ἔφη.
῏Η καὶ ἐθέλοις ἂν αὐτὸ φάναι, ἦν δ’ ἐγώ, διῃρῆσθαι ἀληθείᾳ τε καὶ
μή, ὡς τὸ δοξαστὸν πρὸς τὸ γνωστόν, οὕτω τὸ ὁμοιωθὲν πρὸς τὸ ᾧ
ὡμοιώθη;
[510b] ῎Εγωγ’, ἔφη, καὶ μάλα.
Σκόπει δὴ αὖ καὶ τὴν τοῦ νοητοῦ τομὴν ᾗ τμητέον.
Πῇ;
῟Ηι τὸ μὲν αὐτοῦ τοῖς τότε μιμηθεῖσιν ὡς εἰκόσιν χρωμένη ψυχὴ ζητεῖν
ἀναγκάζεται ἐξ ὑποθέσεων, οὐκ ἐπ’ ἀρχὴν πορευομένη ἀλλ’ ἐπὶ
τελευτήν, τὸ δ’ αὖ ἕτερον - τὸ ἐπ’ ἀρχὴν ἀνυπόθετον—ἐξ ὑποθέσεως
ἰοῦσα καὶ ἄνευ τῶν περὶ ἐκεῖνο εἰκόνων, αὐτοῖς εἴδεσι δι’ αὐτῶν τὴν
μέθοδον ποιουμένη.
Ταῦτ’, ἔφη, ἃ λέγεις, οὐχ ἱκανῶς ἔμαθον.
[510c] ᾿Αλλ’ αὖθις, ἦν δ’ ἐγώ· ῥᾷον γὰρ
τούτων προειρημένων μαθήσῃ. οἶμαι γάρ σε εἰδέναι ὅτι οἱ περὶ τὰς
γεωμετρίας τε καὶ λογισμοὺς καὶ τὰ τοιαῦτα πραγματευόμενοι,
ὑποθέμενοι τό τε περιττὸν καὶ τὸ ἄρτιον καὶ τὰ σχήματα καὶ γωνιῶν
τριττὰ εἴδη καὶ ἄλλα τούτων ἀδελφὰ καθ’ ἑκάστην μέθοδον, ταῦτα μὲν
ὡς εἰδότες, ποιησάμενοι ὑποθέσεις αὐτά, οὐδένα λόγον οὔτε αὑτοῖς
οὔτε ἄλλοις ἔτι ἀξιοῦσι περὶ αὐτῶν διδόναι [510d]
ὡς παντὶ φανερῶν, ἐκ τούτων δ’ ἀρχόμενοι τὰ λοιπὰ ἤδη διεξιόντες
τελευτῶσιν ὁμολογουμένως ἐπὶ τοῦτο οὗ ἂν ἐπὶ σκέψιν ὁρμήσωσι.
Πάνυ μὲν οὖν, ἔφη, τοῦτό γε οἶδα.
Οὐκοῦν καὶ ὅτι τοῖς ὁρωμένοις εἴδεσι προσχρῶνται καὶ τοὺς λόγους
περὶ αὐτῶν ποιοῦνται, οὐ περὶ τούτων διανοούμενοι, ἀλλ’ ἐκείνων πέρι
οἷς ταῦτα ἔοικε, τοῦ τετραγώνου αὐτοῦ ἕνεκα τοὺς λόγους ποιούμενοι
καὶ διαμέτρου αὐτῆς, ἀλλ’ οὐ [510e]
ταύτης ἣν γράφουσιν, καὶ τἆλλα οὕτως, αὐτὰ μὲν ταῦτα ἃ πλάττουσίν τε
καὶ γράφουσιν, ὧν καὶ σκιαὶ καὶ ἐν ὕδασιν εἰκόνες εἰσίν, τούτοις μὲν
ὡς εἰκόσιν αὖ χρώμενοι, ζητοῦντες [511]
δὲ αὐτὰ ἐκεῖνα ἰδεῖν ἃ οὐκ ἂν ἄλλως ἴδοι τις ἢ τῇ διανοίᾳ.
᾿Αληθῆ, ἔφη, λέγεις.
Τοῦτο τοίνυν νοητὸν μὲν τὸ εἶδος ἔλεγον, ὑποθέσεσι δ’ ἀναγκαζομένην
ψυχὴν χρῆσθαι περὶ τὴν ζήτησιν αὐτοῦ, οὐκ ἐπ’ ἀρχὴν ἰοῦσαν, ὡς οὐ
δυναμένην τῶν ὑποθέσεων ἀνωτέρω ἐκβαίνειν, εἰκόσι δὲ χρωμένην αὐτοῖς
τοῖς ὑπὸ τῶν κάτω ἀπεικασθεῖσιν καὶ ἐκείνοις πρὸς ἐκεῖνα ὡς ἐναργέσι
δεδοξασμένοις τε καὶ τετιμημένοις.
[511b] Μανθάνω, ἔφη, ὅτι τὸ ὑπὸ ταῖς
γεωμετρίαις τε καὶ ταῖς ταύτης ἀδελφαῖς τέχναις λέγεις.
Τὸ τοίνυν ἕτερον μάνθανε τμῆμα τοῦ νοητοῦ λέγοντά με τοῦτο οὗ αὐτὸς
ὁ λόγος ἅπτεται τῇ τοῦ διαλέγεσθαι δυνάμει, τὰς ὑποθέσεις ποιούμενος
οὐκ ἀρχὰς ἀλλὰ τῷ ὄντι ὑποθέσεις, οἷον ἐπιβάσεις τε καὶ ὁρμάς, ἵνα
μέχρι τοῦ ἀνυποθέτου ἐπὶ τὴν τοῦ παντὸς ἀρχὴν ἰών, ἁψάμενος αὐτῆς,
πάλιν αὖ ἐχόμενος τῶν ἐκείνης ἐχομένων, οὕτως ἐπὶ τελευτὴν
καταβαίνῃ, [511c] αἰσθητῷ παντάπασιν
οὐδενὶ προσχρώμενος, ἀλλ’ εἴδεσιν αὐτοῖς δι’ αὐτῶν εἰς αὐτά, καὶ
τελευτᾷ εἰς εἴδη.
Μανθάνω, ἔφη, ἱκανῶς μὲν οὔ - δοκεῖς γάρ μοι συχνὸν ἔργον λέγειν -
ὅτι μέντοι βούλει διορίζειν σαφέστερον εἶναι τὸ ὑπὸ τῆς τοῦ
διαλέγεσθαι ἐπιστήμης τοῦ ὄντος τε καὶ νοητοῦ θεωρούμενον ἢ τὸ ὑπὸ
τῶν τεχνῶν καλουμένων, αἷς αἱ ὑποθέσεις ἀρχαὶ καὶ διανοίᾳ μὲν
ἀναγκάζονται ἀλλὰ μὴ αἰσθήσεσιν αὐτὰ θεᾶσθαι οἱ θεώμενοι, διὰ δὲ τὸ
μὴ ἐπ’ ἀρχὴν [511d] ἀνελθόντες σκοπεῖν
ἀλλ’ ἐξ ὑποθέσεων, νοῦν οὐκ ἴσχειν περὶ αὐτὰ δοκοῦσί σοι, καίτοι
νοητῶν ὄντων μετὰ ἀρχῆς. διάνοιαν δὲ καλεῖν μοι δοκεῖς τὴν τῶν
γεωμετρικῶν τε καὶ τὴν τῶν τοιούτων ἕξιν ἀλλ’ οὐ νοῦν, ὡς μεταξύ τι
δόξης τε καὶ νοῦ τὴν διάνοιαν οὖσαν.
῾Ικανώτατα, ἦν δ’ ἐγώ, ἀπεδέξω. καί μοι ἐπὶ τοῖς τέτταρσι τμήμασι
τέτταρα ταῦτα παθήματα ἐν τῇ ψυχῇ γιγνόμενα λαβέ, νόησιν μὲν ἐπὶ τῷ
ἀνωτάτω, διάνοιαν [511e] δὲ ἐπὶ τῷ
δευτέρῳ, τῷ τρίτῳ δὲ πίστιν ἀπόδος καὶ τῷ τελευταίῳ εἰκασίαν, καὶ
τάξον αὐτὰ ἀνὰ λόγον, ὥσπερ ἐφ’ οἷς ἐστιν ἀληθείας μετέχει, οὕτω
ταῦτα σαφηνείας ἡγησάμενος μετέχειν.
Μανθάνω, ἔφη, καὶ συγχωρῶ καὶ τάττω ὡς λέγεις.
|