RETOUR À L’ENTRÉE DU SITE ALLER A LA TABLE DES MATIERES DE PLATON

 PLATON

Ἱππάρχος.

traduction française

 

 

Ἱππάρχος

ΣΩΚΡΑΤΗΣ

ΕΤΑΙΡΟΣ

 [225a] ΣΩΚΡΑΤΗΣ

Τί γὰρ τὸ φιλοκερδές; Τί ποτέ ἐστιν, καὶ τίνες οἱ φιλοκερδεῖς;

ΕΤΑΙΡΟΣ

Ἐμοὶ μὲν δοκοῦσιν οἳ ἂν κερδαίνειν ἀξιῶσιν ἀπὸ τῶν μηδενὸς ἀξίων.

ΣΩΚΡΑΤΗΣ

 Πότερον οὖν σοι δοκοῦσιν γιγνώσκοντες ὅτι οὐδενός ἐστιν ἄξια, ἢ ἀγνοοῦντες; εἰ γὰρ ἀγνοοῦντες, ἀνοήτους λέγεις τοὺς φιλοκερδεῖς.

ΕΤΑΙΡΟΣ

Ἀλλ' οὐκ ἀνοήτους λέγω, ἀλλὰ πανούργους καὶ [225b] πονηροὺς καὶ ἥττους τοῦ κέρδους, γιγνώσκοντας ὅτι οὐδενὸς ἄξιά ἐστιν ἀφ' ὧν τολμῶσι κερδαίνειν, ὅμως τολμᾶν φιλοκερδεῖν δι' ἀναισχυντίαν.

ΣΩΚΡΑΤΗΣ

Ἆρ' οὖν τοιόνδε λέγεις τὸν φιλοκερδῆ, οἷον ἐὰν φυτεύων γεωργὸς ἀνὴρ καὶ γιγνώσκων ὅτι οὐδενὸς ἄξιον τὸ φυτόν, ἀξιοῖ ἀπὸ τούτου ἐκτραφέντος κερδαίνειν; ἆρα τοιοῦτον αὐτὸν λέγεις;

ΕΤΑΙΡΟΣ

Ἀπὸ παντὸς ὅ γε φιλοκερδής, ὦ Σώκρατες, οἴεται δεῖν κερδαίνειν.

ΣΩΚΡΑΤΗΣ

Μή μοι οὕτως εἰκῇ, ὥσπερ τι ἠδικημένος ὑπό τινος, [225c] ἀλλὰ προσέχων ἐμοὶ τὸν νοῦν ἀπόκριναι, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς πάλιν ἠρώτων· οὐχὶ ὁμολογεῖς τὸν φιλοκερδῆ ἐπιστήμονα εἶναι περὶ τῆς ἀξίας τούτου ὅθεν κερδαίνειν ἀξιοῖ;

ΕΤΑΙΡΟΣ

Ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Τίς οὖν ἐπιστήμων περὶ φυτῶν τῆς ἀξίας, ἐν ὁποίᾳ ἄξια φυτευθῆναι καὶ ὥρᾳ καὶ χώρᾳ; ἵνα τι καὶ ἡμεῖς τῶν σοφῶν ῥημάτων ἐμβάλωμεν, ὧν οἱ δεξιοὶ περὶ τὰς δίκας καλλιεποῦνται.

[225d] ΕΤΑΙΡΟΣ

Ἐγὼ μὲν οἶμαι γεωργόν.

ΣΩΚΡΑΤΗΣ

Τὸ οὖν ἀξιοῦν κερδαίνειν ἄλλο τι λέγεις ἢ οἴεσθαι δεῖν κερδαίνειν;

ΕΤΑΙΡΟΣ

Τοῦτο λέγω.

ΣΩΚΡΑΤΗΣ

Μὴ τοίνυν με ἐπιχείρει ἐξαπατᾶν, ἄνδρα πρεσβύτερον [226a] ἤδη οὕτω νέος ὤν, ἀποκρινόμενος ὥσπερ νυνδὴ ἃ οὐδ' αὐτὸς οἴει, ἀλλ' ὡς ἀληθῶς εἰπέ· ἆρ' ἔστιν ὅντινα οἴει γεωργικὸν ἄνδρα γιγνόμενον, καὶ γιγνώσκοντα ὅτι οὐδενὸς ἄξιον φυτεύει τὸ φυτόν, οἴεσθαι ἀπὸ τούτου κερδαίνειν;

ΕΤΑΙΡΟΣ

Μὰ Δί' οὐκ ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Τί δέ; Ἱππικὸν ἄνδρα γιγνώσκοντα ὅτι οὐδενὸς ἄξια σιτία τῷ ἵππῳ παρέχει, ἀγνοεῖν αὐτὸν οἴει ὅτι τὸν ἵππον διαφθείρει;

ΕΤΑΙΡΟΣ

Οὐκ ἔγωγε.

[226b] ΣΩΚΡΑΤΗΣ

Οὐκ ἄρα οἴεταί γε ἀπὸ τούτων κερδαίνειν τῶν σιτίων τῶν μηδενὸς ἀξίων.

ΕΤΑΙΡΟΣ

Οὐχί.

ΣΩΚΡΑΤΗΣ

Τί δέ; Κυβερνήτην μηδενὸς ἄξια ἱστία καὶ πηδάλια τῇ νηὶ παρεσκευασμένον ἀγνοεῖν οἴει ὅτι ζημιωθήσεται καὶ κινδυνεύσει καὶ αὐτὸς ἀπολέσθαι καὶ τὴν ναῦν ἀπολέσαι καὶ ἃ ἂν ἄγῃ πάντα;

ΕΤΑΙΡΟΣ

Οὐκ ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Οὐκ ἄρα οἴεταί γε κερδαίνειν ἀπὸ τῶν σκευῶν τῶν [226c] μηδενὸς ἀξίων.

ΕΤΑΙΡΟΣ

Οὐ γάρ.

ΣΩΚΡΑΤΗΣ

Ἀλλὰ στρατηγὸς γιγνώσκων ὅτι ἡ στρατιὰ αὐτῷ οὐδενὸς ἄξια ὅπλα ἔχει, οἴεται ἀπὸ τούτων κερδαίνειν καὶ ἀξιοῖ κερδαίνειν;

ΕΤΑΙΡΟΣ

Οὐδαμῶς.

ΣΩΚΡΑΤΗΣ

Ἀλλ' αὐλητὴς αὐλοὺς οὐδενὸς ἀξίους ἔχων ἢ κιθαριστὴς λύραν ἢ τοξότης τόξον ἢ ἄλλος ὁστισοῦν συλλήβδην τῶν δημιουργῶν ἢ τῶν ἄλλων τῶν ἐμφρόνων ἀνδρῶν μηδενὸς ἄξια ὄργανα ἢ ἄλλην παρασκευὴν ἡντιναοῦν ἔχων ἀπὸ τούτων οἴεται κερδαίνειν;

[226d] ΕΤΑΙΡΟΣ

Οὔκουν φαίνεταί γε.

ΣΩΚΡΑΤΗΣ

Τίνας οὖν ποτε λέγεις τοὺς φιλοκερδεῖς; οὐ γάρ που τούτους γε οὓς διεληλύθαμεν, οἵτινες γιγνώσκοντες τὰ οὐδενὸς ἄξια ἀπὸ τούτων οἴονται δεῖν κερδαίνειν· ἀλλ' οὕτω μέν, ὦ θαυμάσιε, ὡς σὺ λέγεις, οὐκ ἔστ' ἀνθρώπων οὐδεὶς φιλοκερδής.

ΕΤΑΙΡΟΣ

Ἀλλ' ἐγώ, ὦ Σώκρατες, βούλομαι λέγειν τούτους φιλοκερδεῖς εἶναι, οἳ ἑκάστοτε ὑπὸ ἀπληστίας καὶ πάνυ [226e] σμικρὰ καὶ ὀλίγου ἄξια καὶ οὐδενὸς γλίχονται ὑπερφυῶς καὶ φιλοκερδοῦσιν.

ΣΩΚΡΑΤΗΣ

Οὐ δήπου, ὦ βέλτιστε, γιγνώσκοντες ὅτι οὐδενὸς ἄξιά ἐστιν· τοῦτο μὲν γὰρ ἤδη ἡμᾶς αὐτοὺς τῷ λόγῳ ἐξηλέγξαμεν ὅτι ἀδύνατον.

ΕΤΑΙΡΟΣ

Ἔμοιγε δοκεῖ.

ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν εἰ μὴ γιγνώσκοντες, δῆλον ὅτι ἀγνοοῦντες, οἰόμενοι δὲ τὰ οὐδενὸς ἄξια πολλοῦ ἄξια εἶναι.

ΕΤΑΙΡΟΣ

Φαίνεται.

ΣΩΚΡΑΤΗΣ

Ἄλλο τι οὖν οἵ γε φιλοκερδεῖς φιλοῦσι τὸ κέρδος;

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Κέρδος δὲ λέγεις ἐναντίον τῇ ζημίᾳ;

[227a] ΕΤΑΙΡΟΣ

Ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Ἔστιν οὖν ὅτῳ ἀγαθόν ἐστι ζημιοῦσθαι;

ΕΤΑΙΡΟΣ

Οὐδενί.

ΣΩΚΡΑΤΗΣ

Ἀλλὰ κακόν;

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Βλάπτονται ὑπὸ τῆς ζημίας ἄρα ἄνθρωποι.

ΕΤΑΙΡΟΣ

Βλάπτονται.

ΣΩΚΡΑΤΗΣ

Κακὸν ἄρα ἡ ζημία.

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Ἐναντίον δὲ τῇ ζημίᾳ τὸ κέρδος.

ΕΤΑΙΡΟΣ

Ἐναντίον.

ΣΩΚΡΑΤΗΣ

Ἀγαθὸν ἄρα τὸ κέρδος.

ΕΤΑΙΡΟΣ

Ναί.

[227b] ΣΩΚΡΑΤΗΣ

Τοὺς οὖν τὸ ἀγαθὸν φιλοῦντας φιλοκερδεῖς καλεῖς.

ΕΤΑΙΡΟΣ

Ἔοικεν.

ΣΩΚΡΑΤΗΣ

Οὐ μανικούς γε, ὦ ἑταῖρε, λέγεις τοὺς φιλοκερδεῖς. ἀλλὰ σὺ αὐτὸς πότερον φιλεῖς ὃ ἂν ἀγαθὸν ᾖ, ἢ οὐ φιλεῖς;

ΕΤΑΙΡΟΣ

Ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Ἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν;

ΕΤΑΙΡΟΣ

Μὰ Δί' οὐκ ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Ἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς.

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Ἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ· ὁμολογήσω γὰρ καὶ [227c] ἐγώ σοι φιλεῖν τἀγαθά. ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν;

ΕΤΑΙΡΟΣ

Ἔμοιγε φαίνεται.

ΣΩΚΡΑΤΗΣ

Τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν;

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Πάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον· ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής. ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι;

ΕΤΑΙΡΟΣ

Εἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν [227d] φιλοκερδῆ. ὀρθῶς δ' ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπ' αὐτῶν, ἀφ' ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν.

ΣΩΚΡΑΤΗΣ

Ἀλλ' ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογήσαμεν εἶναι ὠφελεῖσθαι.

ΕΤΑΙΡΟΣ

Τί οὖν δὴ τοῦτο;

ΣΩΚΡΑΤΗΣ¯

῾Ότι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί.

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν.

[227e] ΕΤΑΙΡΟΣ

Οὐκ ἀφ' ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν.

ΣΩΚΡΑΤΗΣ

Βλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι;

ΕΤΑΙΡΟΣ

Οὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω.

ΣΩΚΡΑΤΗΣ

Ὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι;

ΕΤΑΙΡΟΣ

!Υπὸ ἀμφοτέρων· καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ.

ΣΩΚΡΑΤΗΣ

Ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι;

ΕΤΑΙΡΟΣ

Οὐκ ἔμοιγε.

[228a] ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν ὡμολογήσαμεν ὀλίγον πρότερον τὸ κέρδος τῇ ζημίᾳ κακῷ ὄντι ἐναντίον εἶναι;

ΕΤΑΙΡΟΣ

Φημί.

ΣΩΚΡΑΤΗΣ

Ἐναντίον δὲ ὂν κακῷ ἀγαθὸν εἶναι;

ΕΤΑΙΡΟΣ

Ὠμολογήσαμεν γάρ.

ΣΩΚΡΑΤΗΣ

Ὁρᾷς οὖν, ἐπιχειρεῖς με ἐξαπατᾶν, ἐπίτηδες ἐναντία λέγων οἷς ἄρτι ὡμολογήσαμεν.

ΕΤΑΙΡΟΣ

Οὐ μὰ Δία, ὦ Σώκρατες, ἀλλὰ τοὐναντίον σύ με ἐξαπατᾷς καὶ οὐκ οἶδα ὅπῃ ἐν τοῖς λόγοις ἄνω καὶ κάτω στρέφεις.

[228b] ΣΩΚΡΑΤΗΣ

Εὐφήμει· οὐ μεντἂν καλῶς ποιοίην οὐ πειθόμενος ἀνδρὶ ἀγαθῷ καὶ σοφῷ.

ΕΤΑΙΡΟΣ

Τίνι τούτῳ; καὶ τί μάλιστα;

ΣΩΚΡΑΤΗΣ

Πολίτῃ μὲν ἐμῷ τε καὶ σῷ, Πεισιστράτου δὲ ὑεῖ τοῦ ἐκ Φιλαϊδῶν, Ἱππάρχῳ, ὃς τῶν Πεισιστράτου παίδων ἦν πρεσβύτατος καὶ σοφώτατος, ὃς ἄλλα τε πολλὰ καὶ καλὰ ἔργα σοφίας ἀπεδείξατο, καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν εἰς τὴν γῆν ταυτηνί, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς Παναθηναίοις ἐξ ὑπολήψεως ἐφεξῆς αὐτὰ διιέναι, ὥσπερ νῦν ἔτι [228c] οἵδε ποιοῦσιν, καὶ ἐπ' Ἀνακρέοντα τὸν Τήιον πεντηκόντορον στείλας ἐκόμισεν εἰς τὴν πόλιν, Σιμωνίδην δὲ τὸν Κεῖον ἀεὶ περὶ αὑτὸν εἶχεν, μεγάλοις μισθοῖς καὶ δώροις πείθων· ταῦτα δ' ἐποίει βουλόμενος παιδεύειν τοὺς πολίτας, ἵν' ὡς βελτίστων ὄντων αὐτῶν ἄρχοι, οὐκ οἰόμενος δεῖν οὐδενὶ σοφίας φθονεῖν, ἅτε ὢν καλός τε κἀγαθός. Ἐπειδὴ δὲ αὐτῷ οἱ περὶ τὸ ἄστυ τῶν πολιτῶν πεπαιδευμένοι ἦσαν καὶ [228d] ἐθαύμαζον αὐτὸν ἐπὶ σοφίᾳ, ἐπιβουλεύων αὖ τοὺς ἐν τοῖς ἀγροῖς παιδεῦσαι ἔστησεν αὐτοῖς Ἑρμᾶς κατὰ τὰς ὁδοὺς ἐν μέσῳ τοῦ ἄστεος καὶ τῶν δήμων ἑκάστων, κἄπειτα τῆς σοφίας τῆς αὑτοῦ, ἥν τ' ἔμαθεν καὶ ἣν αὐτὸς ἐξηῦρεν, ἐκλεξάμενος ἃ ἡγεῖτο σοφώτατα εἶναι, ταῦτα αὐτὸς ἐντείνας εἰς ἐλεγεῖον αὑτοῦ ποιήματα καὶ ἐπιδείγματα τῆς σοφίας ἐπέγραψεν, [228e] ἵνα πρῶτον μὲν τὰ ἐν Δελφοῖς γράμματα τὰ σοφὰ ταῦτα μὴ θαυμάζοιεν οἱ πολῖται αὐτοῦ, τό τε γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν καὶ τἆλλα τὰ τοιαῦτα, ἀλλὰ τὰ Ἱππάρχου ῥήματα μᾶλλον σοφὰ ἡγοῖντο, ἔπειτα παριόντες ἄνω καὶ κάτω καὶ ἀναγιγνώσκοντες καὶ γεῦμα λαμβάνοντες αὐτοῦ τῆς σοφίας φοιτῷεν ἐκ τῶν ἀγρῶν καὶ ἐπὶ τὰ λοιπὰ παιδευθησόμενοι. ἐστὸν δὲ δύο τὠπιγράμματε· ἐν μὲν τοῖς [229a] ἐπ' ἀριστερὰ τοῦ Ἑρμοῦ ἑκάστου ἐπιγέγραπται λέγων ὁ Ἑρμῆς ὅτι ἐν μέσῳ τοῦ ἄστεος καὶ τοῦ δήμου ἕστηκεν, ἐν δὲ τοῖς ἐπὶ δεξιά - μνῆμα τόδ' Ἱππάρχου· στεῖχε δίκαια φρονῶν φησίν. Ἔστι δὲ τῶν ποιημάτων καὶ ἄλλα ἐν ἄλλοις Ἑρμαῖς πολλὰ καὶ καλὰ ἐπιγεγραμμένα· ἔστι δὲ δὴ καὶ τοῦτο ἐπὶ τῇ Στειριακῇ ὁδῷ, ἐν ᾧ λέγει-- [229b] μνῆμα τόδ' Ἱππάρχου· μὴ φίλον ἐξαπάτα. ἐγὼ οὖν σὲ ἐμοὶ ὄντα φίλον οὐ δήπου τολμῴην ἂν ἐξαπατᾶν καὶ ἐκείνῳ τοιούτῳ ὄντι ἀπιστεῖν, οὗ καὶ ἀποθανόντος τρία ἔτη ἐτυραννεύθησαν Ἀθηναῖοι ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱππίου, καὶ πάντων ἂν τῶν παλαιῶν ἤκουσας ὅτι ταῦτα μόνον τὰ ἔτη τυραννὶς ἐγένετο ἐν Ἀθήναις, τὸν δ' ἄλλον χρόνον ἐγγύς τι ἔζων Ἀθηναῖοι ὥσπερ ἐπὶ Κρόνου βασιλεύοντος. Λέγεται δὲ ὑπὸ τῶν χαριεστέρων ἀνθρώπων καὶ ὁ θάνατος αὐτοῦ [229c] γενέσθαι οὐ δι' ἃ οἱ πολλοὶ ᾠήθησαν, διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν τῆς κανηφορίας - ἐπεὶ τοῦτό γε εὔηθες - ἀλλὰ τὸν μὲν Ἁρμόδιον γεγονέναι παιδικὰ τοῦ Ἀριστογείτονος καὶ πεπαιδεῦσθαι ὑπ' ἐκείνου, μέγα δ' ἐφρόνει ἄρα καὶ ὁ Ἀριστογείτων ἐπὶ τῷ παιδεῦσαι ἄνθρωπον, καὶ ἀνταγωνιστὴν ἡγεῖτο εἶναι τὸν Ἵππαρχον. ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ αὐτὸν τὸν [229d] Ἁρμόδιον τυγχάνειν ἐρῶντά τινος τῶν νέων τε καὶ καλῶν καὶ γενναίων τῶν τότε - καὶ λέγουσι τοὔνομα αὐτοῦ, ἐγὼ δὲ οὐ μέμνημαι - τὸν οὖν νεανίσκον τοῦτον τέως μὲν θαυμάζειν τόν τε Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα ὡς σοφούς, ἔπειτα συγγενόμενον τῷ Ἱππάρχῳ καταφρονῆσαι ἐκείνων, καὶ τοὺς περιαλγήσαντας ταύτῃ τῇ ἀτιμίᾳ οὕτως ἀποκτεῖναι τὸν Ἵππαρχον.

ΕΤΑΙΡΟΣ

Κινδυνεύεις τοίνυν, ὦ Σώκρατες, ἢ οὐ φίλον με ἡγεῖσθαι ἤ, εἰ ἡγῇ φίλον, οὐ πείθεσθαι Ἱππάρχῳ· ἐγὼ γὰρ [229e] ὅπως οὐ σὺ ἐμὲ ἐξαπατᾷς - οὐκ οἶδ' ὅντινα μέντοι τρόπον - ἐν τοῖς λόγοις, οὐ δύναμαι πεισθῆναι.

ΣΩΚΡΑΤΗΣ

Ἀλλὰ μὴν καὶ ὥσπερ πεττεύων ἐθέλω σοι ἐν τοῖς λόγοις ἀναθέσθαι ὅτι βούλει τῶν εἰρημένων, ἵνα μὴ οἴῃ ἐξαπατᾶσθαι. πότερον γὰρ τοῦτό σοι ἀναθῶμαι, ὡς οὐχὶ τῶν ἀγαθῶν πάντες ἐπιθυμοῦσιν ἄνθρωποι;

ΕΤΑΙΡΟΣ

Μή μοί γε.

ΣΩΚΡΑΤΗΣ

Ἀλλ' ὡς τὸ ζημιοῦσθαι καὶ ἡ ζημία οὐ κακόν;

ΕΤΑΙΡΟΣ

Μή μοί γε.

ΣΩΚΡΑΤΗΣ

Ἀλλ' ὡς οὐ τῇ ζημίᾳ καὶ τῷ ζημιοῦσθαι τὸ κέρδος καὶ τὸ κερδαίνειν ἐναντίον;

[230a] ΕΤΑΙΡΟΣ

Μηδὲ τοῦτο.

ΣΩΚΡΑΤΗΣ

Ἀλλ' ὡς ἐναντίον ὂν τῷ κακῷ οὐκ ἀγαθόν ἐστι τὸ κερδαίνειν;

ΕΤΑΙΡΟΣ

Οὔτι πᾶν γε· τουτί μοι ἀνάθου.

ΣΩΚΡΑΤΗΣ

Δοκεῖ ἄρα σοι, ὡς ἔοικε, τοῦ κέρδους τὸ μέν τι ἀγαθὸν εἶναι, τὸ δέ τι κακόν.

ΕΤΑΙΡΟΣ

Ἔμοιγε.

ΣΩΚΡΑΤΗΣ

Ἀνατίθεμαι τοίνυν σοὶ τοῦτο· ἔστω γὰρ δὴ κέρδος τι ἀγαθὸν καὶ ἕτερον κέρδος τι κακόν. Κέρδος δέ γε οὐδὲν μᾶλλόν ἐστιν αὐτῶν τὸ ἀγαθὸν ἢ τὸ κακόν· ἦ γάρ;

ΕΤΑΙΡΟΣ

Πῶς με ἐρωτᾷς;

ΣΩΚΡΑΤΗΣ

Ἐγὼ φράσω. σιτίον ἐστίν τι ἀγαθόν τε καὶ κακόν;

[230b] ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Ἆρ' οὖν μᾶλλόν τι αὐτῶν ἐστι τὸ ἕτερον τοῦ ἑτέρου σιτίον, ἢ ὁμοίως τοῦτό γε, σιτία, ἐστὸν ἀμφότερα καὶ ταύτῃ γε οὐδὲν διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, κατὰ τὸ σιτίον εἶναι, ἀλλὰ ᾗ τὸ μὲν αὐτῶν ἀγαθόν, τὸ δὲ κακόν;

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν καὶ ποτὸν καὶ τἆλλα πάντα, ὅσα τῶν ὄντων ταὐτὰ ὄντα τὰ μὲν πέπονθεν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, οὐδὲν ἐκείνῃ γε διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, ᾗ τὸ [230c] αὐτό ἐστιν; Ὥσπερ ἄνθρωπος δήπου ὁ μὲν χρηστός ἐστιν, ὁ δὲ πονηρός.

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Ἀλλ' ἄνθρωπός γε οἶμαι οὐδέτερος οὐδετέρου οὔτε μᾶλλον οὔτε ἧττόν ἐστιν, οὔτε ὁ χρηστὸς τοῦ πονηροῦ οὔτε ὁ πονηρὸς τοῦ χρηστοῦ.

ΕΤΑΙΡΟΣ

Ἀληθῆ λέγεις.

ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν οὕτω καὶ περὶ τοῦ κέρδους διανοώμεθα, ὡς κέρδος γε ὁμοίως ἐστὶ καὶ τὸ πονηρὸν καὶ τὸ χρηστόν;

ΕΤΑΙΡΟΣ

Ἀνάγκη.

ΣΩΚΡΑΤΗΣ

Οὐδὲν ἄρα μᾶλλον κερδαίνει ὁ τὸ χρηστὸν κέρδος ἔχων ἢ τὸ πονηρόν· οὔκουν μᾶλλόν γε κέρδος φαίνεται [230d] οὐδέτερον ὄν, ὡς ὁμολογοῦμεν.

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Οὐδετέρῳ γὰρ αὐτῶν οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον πρόσεστιν.

ΕΤΑΙΡΟΣ

Οὐ γὰρ δή.

ΣΩΚΡΑΤΗΣ

Τῷ δὴ τοιούτῳ πράγματι πῶς ἄν τις μᾶλλον ἢ ἧττον ὁτιοῦν ἂν ποιοῖ ἢ πάσχοι, ᾧ μηδέτερον τούτων προσείη;

ΕΤΑΙΡΟΣ

Ἀδύνατον.

ΣΩΚΡΑΤΗΣ

Ἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι, διὰ τί ποτε ἀμφότερα αὐτὰ κέρδος καλεῖς, τί ταὐτὸν ἐν ἀμφοτέροις ὁρῶν; [230e] ὥσπερ ἂν εἰ [ἃ] σύ με ἠρώτας τὰ νυνδή, διὰ τί ποτε καὶ τὸ ἀγαθὸν σιτίον καὶ τὸ κακὸν σιτίον ὁμοίως ἀμφότερα σιτία καλῶ, εἶπον ἄν σοι διότι ἀμφότερα ξηρὰ τροφὴ σώματός ἐστιν, διὰ τοῦτο ἔγωγε· τοῦτο γὰρ εἶναι σιτίον κἂν σύ που ἡμῖν ὁμολογοῖς. Ἦ γάρ;

ΕΤΑΙΡΟΣ

Ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Καὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ [231a] ἐάντε πονηρὰ ᾖ, τοῦτο τὸ ὄνομά ἐστι, ποτόν· καὶ τοῖς ἄλλοις ὡσαύτως. Πειρῶ οὖν καὶ σὺ ἐμὲ μιμεῖσθαι οὕτως ἀποκρινόμενον. Τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν; Εἰ δ' αὖ μὴ αὐτὸς ἔχεις ἀποκρίνασθαι, ἀλλ' ἐμοῦ λέγοντος σκόπει· ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ;

[231b] ΕΤΑΙΡΟΣ

Ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος.

ΣΩΚΡΑΤΗΣ

Ἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλ' εὐωχηθείς, νόσον κτήσηται;

ΕΤΑΙΡΟΣ

Μὰ Δί' οὐκ ἔγωγε.

ΣΩΚΡΑΤΗΣ

Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν;

ΕΤΑΙΡΟΣ

Κέρδος.

ΣΩΚΡΑΤΗΣ

Οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι.

ΕΤΑΙΡΟΣ

Οὐ μέντοι.

ΣΩΚΡΑΤΗΣ

Πότερον οὔκ, ἐὰν κακόν; Ἢ οὐδ' ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται;

ΕΤΑΙΡΟΣ

Φαίνεται, ἐάν γε ἀγαθόν.

[231c] ΣΩΚΡΑΤΗΣ

Ἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται;

ΕΤΑΙΡΟΣ

Ἔμοιγε δοκεῖ.

ΣΩΚΡΑΤΗΣ

Ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό; τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν.

ΕΤΑΙΡΟΣ

Ἀπορῶ ἔγωγε ὅτι εἴπω.

ΣΩΚΡΑΤΗΣ

Οὐκ ἀδίκως γε σὺ ἀπορῶν. Ἔτι γὰρ καὶ τόδε ἀπόκριναι· ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι;

ΕΤΑΙΡΟΣ

Οὔτι κακόν γε λέγω, ἀλλ' ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.

[231d] ΣΩΚΡΑΤΗΣ

Καὶ ἐγὼ μέλλω τοῦτο ἐρήσεσθαι. φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν;

ΕΤΑΙΡΟΣ

Ζημίαν δήπου, ὦ Σώκρατες· ἀντὶ δωδεκαστασίου γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον.

ΣΩΚΡΑΤΗΣ

Καὶ μὴν πλέον γ' εἴληφεν· ἢ οὐ πλέον ἐστὶ τὸ διπλάσιον τοῦ ἡμίσεος;

ΕΤΑΙΡΟΣ

Οὔτι τῇ ἀξίᾳ γε ἀργύριον χρυσίου.

ΣΩΚΡΑΤΗΣ

Δεῖ ἄρα, ὡς ἔοικε, τῷ κέρδει τοῦτο προσεῖναι, τὴν ἀξίαν. Νῦν γοῦν τὸ μὲν ἀργύριον πλέον ὂν τοῦ χρυσίου οὐ φῂς ἄξιον εἶναι, τὸ δὲ χρυσίον ἔλαττον ὂν ἄξιον φῂς εἶναι.

[231e] ΕΤΑΙΡΟΣ

Σφόδρα· ἔχει γὰρ οὕτως.

ΣΩΚΡΑΤΗΣ

Τὸ μὲν ἄξιον ἄρα κερδαλέον ἐστίν, ἐάντε σμικρὸν ᾖ ἐάντε μέγα, τὸ δὲ ἀνάξιον ἀκερδές.

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Τὸ δὲ ἄξιον λέγεις ἄξιον εἶναι ἄλλο τι ἢ κεκτῆσθαι;

ΕΤΑΙΡΟΣ

Ναί, κεκτῆσθαι.

ΣΩΚΡΑΤΗΣ

Τὸ δὲ ἄξιον αὖ λέγεις κεκτῆσθαι τὸ ἀνωφελὲς ἢ τὸ ὠφέλιμον;

ΕΤΑΙΡΟΣ

Τὸ ὠφέλιμον δήπου.

[232a]  ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν τὸ ὠφέλιμον ἀγαθόν ἐστιν;

ΕΤΑΙΡΟΣ

Ναί.

ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν, ὦ ἀνδρειότατε πάντων, οὐ τὸ κερδαλέον ἀγαθὸν αὖ πάλιν τρίτον ἢ τέταρτον ἥκει ἡμῖν ὁμολογούμενον;

ΕΤΑΙΡΟΣ

Ἔοικεν.

ΣΩΚΡΑΤΗΣ

Μνημονεύεις οὖν ὅθεν ἡμῖν οὗτος ὁ λόγος γέγονεν;

ΕΤΑΙΡΟΣ

Οἶμαί γε.

ΣΩΚΡΑΤΗΣ

Εἰ δὲ μή, ἐγώ σε ὑπομνήσω. ἠμφεσβήτησάς μοι τοὺς ἀγαθοὺς μὴ πάντα τὰ κέρδη βούλεσθαι κερδαίνειν, ἀλλὰ τῶν κερδῶν τἀγαθά, τὰ δὲ πονηρὰ μή.

ΕΤΑΙΡΟΣ

Ναίχι.

[232b] ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν νῦν πάντα τὰ κέρδη ὁ λόγος ἡμᾶς ἠνάγκακε καὶ σμικρὰ καὶ μεγάλα ὁμολογεῖν ἀγαθὰ εἶναι;

ΕΤΑΙΡΟΣ

Ἠνάγκακε γάρ, ὦ Σώκρατες, μᾶλλον ἐμέ γε ἢ πέπεικεν.

ΣΩΚΡΑΤΗΣ

Ἀλλ' ἴσως μετὰ τοῦτο καὶ πείσειεν ἄν· νῦν δ' οὖν, εἴτε πέπεισαι εἴτε ὁπωσδὴ ἔχεις, σύμφῃς γοῦν ἡμῖν πάντα τὰ κέρδη ἀγαθὰ εἶναι, καὶ σμικρὰ καὶ μεγάλα.

ΕΤΑΙΡΟΣ

Ὁμολογῶ γὰρ οὖν.

ΣΩΚΡΑΤΗΣ

Τοὺς δὲ χρηστοὺς ἀνθρώπους βούλεσθαι τἀγαθὰ ὁμολογεῖς ἅπαντα ἅπαντας· ἢ οὔ;

ΕΤΑΙΡΟΣ

Ὁμολογῶ.

[232c] ΣΩΚΡΑΤΗΣ

Ἀλλὰ μὲν δὴ τούς γε πονηροὺς αὐτὸς εἶπες ὅτι καὶ σμικρὰ καὶ μεγάλα κέρδη φιλοῦσιν.

ΕΤΑΙΡΟΣ

Εἶπον.

ΣΩΚΡΑΤΗΣ

Οὐκοῦν κατὰ τὸν σὸν λόγον πάντες ἄνθρωποι φιλοκερδεῖς ἂν εἶεν, καὶ οἱ χρηστοὶ καὶ οἱ πονηροί.

ΕΤΑΙΡΟΣ

Φαίνεται.

ΣΩΚΡΑΤΗΣ

Οὐκ ἄρα ὀρθῶς ὀνειδίζει, εἴ τίς τῳ ὀνειδίζει φιλοκερδεῖ εἶναι· τυγχάνει γὰρ καὶ ὁ ταῦτα ὀνειδίζων αὐτὸς τοιοῦτος ὤν.