Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

18 PARMENIDES.

 

 17. Ameinas - 19. Zénon

 

Fragments (bilingue)

 

Parménide

 

 

 

 

18.  PARMENIDES. 

1.  DIOGENES IX, 21-23

(21) Ξενοφάνους δὲ διήκουσε Παρμενίδης Πύρητος ᾿Ελεάτης (τοῦτον Θεόφραστος ἐν τῆι ᾿Επιτομῆι (Physic. Op.. fr. 6a, D. 482,14) ᾿Αναξιμάνδρου φησὶν ἀκοῦσαι). ὅμως δ᾿ οὖν ἀκούσας καὶ Ξενοφάνους οὐκ ἠκολούθησεν αὐτῶι. ἐκοινώνησε δὲ καὶ ᾿Αμεινίαι Διοχαίτα τῶι Πυθαγορικῶι, ὡς ἔφη Σωτίων, ἀνδρὶ πένητι μέν, καλῶι δὲ καὶ ἀγαθῶι. ὧι καὶ μᾶλλον ἠκολούθησε καὶ ἀποθανόντος ἡρῶιον ἱδρύσατο γένους τε ὑπάρχων λαμπροῦ καὶ πλούτου, καὶ ὑπ᾿ ᾿Αμεινίου, ἀλλ᾿ οὐχ ὑπὸ Ξενοφάνους εἰς ἡσυχίαν προετράπη. πρῶτος δὲ οὗτος τὴν γῆν ἀπέφαινε σφαιροειδῆ καὶ ἐν μέσωι κεῖσθαι. δύο τε εἶναι στοιχεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δὲ ὕλης. (22) γένεσίν τε ἀνθρώπων ἐξ ἡλίου πρῶτον γενέσθαι· αὐτὸν (?) δὲ ὑπάρχειν τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἐξ ὧν τὰ πάντα συνεστάναι. καὶ τὴν ψυχὴν καὶ τὸν νοῦν ταὐτὸν εἶναι, καθὰ μέμνηται καὶ Θεόφραστος ἐν τοῖς Φυσικοῖς (fr. 6a, D. 483,2), πάντων σχεδὸν ἐκτιθέμενος τὰ δόγματα. δισσήν τε ἔφη τὴν φιλοσοφίαν, τὴν μὲν κατὰ ἀλήθειαν, τὴν δὲ κατὰ δόξαν. διὸ καὶ φησί που (B 1.28b-30)·

᾿χρεὼ δέ σε πάντα πυθέσθαι
ἠμὲν ᾿Αληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ
ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.᾿

καὶ αὐτὸς δὲ διὰ ποιημάτων φιλοσοφεῖ, καθάπερ ῾Ησίοδός τε καὶ Ξενοφάνης καὶ ᾿Εμπεδοκλῆς. κριτήριον δὲ τὸν λόγον εἶπε· τάς τε αἰσθήσεις μὴ ἀκριβεῖς ὑπάρχειν. φησὶ γοῦν (gr. 1.34-36)·

᾿μηδέ σ᾿ ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω,
νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν
καὶ γλῶσσαν, κρῖναι δὲ λόγωι πολύδηριν ἔλεγχον᾿.

(23) διὸ καὶ περὶ αὐτοῦ φησιν ὁ Τίμων· (fr. 44 D.)

Παρμενίδου τε βίην μεγαλόφρονος οὐ πολύδοξον,
ὅς ῥ᾿ ἀπὸ φαντασίας ἀπάτης ἀνενείκατο νώσεις.

εἰς τοῦτον καὶ Πλάτων τὸν διάλογον γέγραφε ᾿Παρμενίδην᾿ ἐπιγράψας ᾿ἢ περὶ ἰδεῶν᾿. ἤκμαζε δὲ κατὰ τὴν ἐνάτην καὶ ἑξηκοστὴν ὀλυμπιάδα (-504/-501). καὶ δοκεῖ πρῶτος πεφωρακέναι τὸν αὐτὸν εἶναι ῞Εσπερον καὶ Φωσφόρον, ὥς φησι Φαβωρῖνος ἐν πέμπτωι ᾿Απομνημονευμάτων (οἱ δὲ Πυθαγόραν, cfr. VIII, 14 = A 40a/2)· Καλλίμαχος δέ φησι μὴ εἶναι αὐτοῦ τὸ ποίημα. λέγεται δὲ καὶ νόμους θεῖναι τοῖς πολίταις, ὥς φησι Σπεύσιππος ἐν τῶι Περὶ φιλοσόφων. καὶ πρῶτος ἐρωτῆσαι τὸν ᾿Αχιλλέα λόγον, ὡς Φαβωρῖνος ἐν Παντοδαπῆι ἱστορίαι (fr. 14 FHG; III, 579). γέγονε δὲ καὶ ἕτερος Παρμενίδης, ῥήτωρ τεχνογράφος.

2. SUIDAS

Παρμενίδης Πύρητος ᾿Ελεάτης φιλόσοφος, μαθητὴς γεγονὼς Ξενοφάνους τοῦ Κολοφωνίου, ὡς δὲ Θεόφραστος ᾿Αναξιμάνδρου τοῦ Μιλησίου. αὐτοῦ δὲ διάδοχοι ἐγένοντο ᾿Εμπεδοκλῆς τε ὁ καὶ φιλόσοφος καὶ ἰατρὸς καὶ Ζήνων ὁ ᾿Ελεάτης. ἔγραψε δὲ φυσιολογίαν δι᾿ ἐπῶν καὶ ἄλλα τινὰ καταλογάδην, ὧν μέμνηται Πλάτων (Sophista 237a, vgl. B 7). (aus Diog. abges. vom Schluss.)

3.  DIOG.II, 3

᾿Αναξιμένης Εὐρυστράτου Μιλήσιος, ἤκουσεν ᾿Αναξιμάνδρου, ἔνιοι δὲ καὶ Παρμενίδου φασὶν ἀκοῦσαι αὐτόν. (vgl. A 1 S. 105, 27)

4. IAMBLICHUS, V. Pyth. 166 (aus Nicomachos)

καὶ περὶ τῶν φυσικῶν ὅσοι τινὰ μνείαν πεποίηνται, πρῶτον ᾿Εμπεδοκλέα καὶ Παρμενίδην τὸν ᾿Ελεάτην προφερόμενοι τυγχάνουσιν. (um den Einfluss des Pythagoras auf die Lultur Italiens.)

PROCLUS in Parm.I; p. 619, 4 (Cous. Par. 1864)

ταύτης δ᾿ οὖν ὅπερ εἴπομεν τῆς ἑορτῆς οὔσης ἀφίκοντο Παρμενίδης καὶ Ζήνων ᾿Αθήναζε, διδάσκαλος μὲν ὁ Παρμενίδης ὢν μαθητὴς δ᾿ ὁ Ζήνων, ᾿Ελεᾶται δ᾿ ἄμφω καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῦ Πυθαγορικοῦ διδασκαλείου μεταλαβόντε, καθάπερ που καὶ Νικόμαχος ἱστόρησεν.

PHOT. Bibl., c. 249 (VITA Pyth.)  p. 439a 36

Ζήνωνα καὶ Παρμενίδην τοὺς ᾿Ελεάτας· καὶ οὗτοι δὲ τῆς Πυθαγορείου ἦσαν διατριβῆς.

A.  PLATO, Theaet. 183e

Παρμενίδης δέ μοι  (Socrates) φαίνεται τὸ τοῦ ῾Ομήρου αἰδοῖός τέ μοι εἶναι ἅμα δεινός τε· συμπροσέμειξα γὰρ δὴ τῶι ἀνδρὶ πάνυ νέος πάνυ πρεσβύτηι καί μοι ἐφάνη βάθος τι ἔχειν παντάπασι γενναῖον.

-- SOPHIST 217c

δι᾿ ἐρωτήσεων, οἷόν ποτε καὶ Παρμενίδηι χρωμένωι καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νέος ὢν ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου.

-- PARM. 127a-c

ἔφη δὲ δὴ ὁ ᾿Αντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι ἀφίκοιντό ποτε εἰς Παναθήναια τὰ μεγάλα Ζήνων τε καὶ Παρμενίδης· τὸν μὲν οὖν Παρμενίδην εὖ μάλα δὴ πρεσβύτην εἶναι σφόδρα πολιόν, καλὸν δὲ κἀγαθὸν τὴν ὄψιν περὶ ἔτη μάλιστα πέντε καὶ ἑξήκοντα· Ζήνωνα δὲ ἐγγὺς ἐτῶν τετταράκοντα τότε εἶναι, εὐμήκη δὲ καὶ χαρίεντα ἰδεῖν· καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ Παρμενίδου γεγονέναι. καταλύειν δὲ αὐτοὺς ἔφη παρὰ τῶι Πυθοδώρωι ἐκτὸς τείχους ἐν Κεραμεικῶι· οἶ δὴ καὶ ἀφικέσθαι τόν τε Σωκράτη καὶ ἄλλους τινὰς μετ᾿ αὐτοῦ πολλούς, ἐπιθυμοῦντας ἀκοῦσαι τῶν τοῦ Ζήνωνος γραμμάτων· τότε γὰρ αὐτὰ πρῶτον ὑπ᾿ ἐκείνων κομισθῆναι· Σωκράτη δὲ εἶναι τότε σφόδρα νέον. (vgl. Procl. 684, 21)

Dagende : ATHEN. XI p. 505f

Παρμενίδηι μὲν γὰρ καὶ ἐλθεῖν εἰς λόγους τὸν τοῦ Πλάτωνος Σωκράτην μόλις ἡ ἡλικία συγχωρεῖ, οὐχ ὡς καὶ τοιούτους εἰπεῖν ἢ ἀκοῦσαι λόγους. τὸ δὲ πάντων σχετλιώτατον καὶ <ψευδέστατον> τὸ εἰπεῖν οὐδεμιᾶς κατεπειγούσης χρείας ὅτι παιδικὰ γεγόνοι τοῦ Παρμενίδου Ζήνων ὁ πολίτης αὐτοῦ. (MACROB., Sat. I, 1, 5).

DIOG. IX, 25

Ζήνων ᾿Ελεάτης. τοῦτον ᾿Απολλόδωρός φησιν εἴναι ἐν Χρονικοῖς (fr. 27 Jacoby) (Πύρητος τὸν δὲ Παρμενίδην) φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου ... ὁ δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά.

6 . ARIST., Metaphys. I, 5; p. 984b 3, p. 31, 7 Hayd.

περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θεόφραστος ἐν τῶι πρώτωι Περὶ τῶν φυσικῶν (fr. 6; D. 482, 5) οὕτως λέγει· ᾿τούτωι δὲ ἐπιγενόμενος Παρμενίδης Πύρητος ὁ ᾿Ελεάτης᾿ (λέγει δὲ (καὶ) Ξενοφάνην) ᾿ἐπ᾿ ἀμφοτέρας ἦλθε τὰς ὁδούς. καὶ γὰρ ὡς ἀίδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων, οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατ᾿ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγένητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχάς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην τὸ δὲ ὡς αἴτιον καὶ ποιοῦν.᾿

SIMPL. phys.. 28, 27.

... Ξενοφάνην τὸν Κολοφώνιον, τὸν Παρμενίδου διδάσκαλον (aus Theoph.).

8.  SIMPL., phys. 28, 4 (= Theoph., Phys. Op. fr. 8. = D. 483, 11)

Λεύκιππος δὲ ὁ ᾿Ελεάτης ἢ Μιλήσιος (ἀμφοτέρως γὰρ λέγεται περὶ αὐτοῦ) κοινωνήσας Παρμενίδηι τῆς φιλοσοφίας οὐ τὴν αὐτὴν ἐβάδισε Παρμενίδηι καὶ Ξενοφάνει περὶ τῶν ὄντων ὁδόν, ἀλλ᾿ ὡς δοκεῖ τὴν ἐναντίαν. ἐκείνων γὰρ ἓν καὶ ἀκίνητον καὶ ἀγένητον καὶ πεπερασμένον ποιούντων τὸ πᾶν καὶ τὸ μὴ ὂν μηδὲ ζητεῖν συγχωρούντων οὗτος ἄπειρα καὶ ἀεὶ κινούμενα ὑπέθετο στοιχεῖα τὰς ἀτόμους.

9.  DIOG.  VIII, 55

ὁ δὲ Θεόφραστος (Phys. Op. fr. 3 = D. 477) Παρμενίδου φησὶ ζηλωτὴν αὐτὸν (Empedoklés) γενέσθαι καὶ μιμητὴν ἐν τοῖς ποιήμασιν· καὶ γὰρ ἐκεῖνον ἐν ἔπεσι τὸν περὶ φύσεως ἐξενεγκεῖν λόγον.

10. SIMPL. phys. 25, 19

᾿Εμπεδοκλῆς ὁ ᾿Ακραγαντῖνος οὐ πολὺ κατόπιν τοῦ ᾿Αναξαγόρου γεγονώς, Παρμενίδου δὲ ζηλωτὴς καὶ πλησιαστὴς καὶ ἔτι μᾶλλον τῶν Πυθαγορείων. (aus Thephr. vgl. n. 9)

11.  EUS., Chron.

a) Hieron.

᾿Εμπεδοκλῆς καὶ Παρμενίδης φυσικοὶ φιλόσοφοι ἐγνωρίζοντο z. J. Abr. 1561; arm. Ol. 81, 1 [456]

b) τότε καὶ Δημόκριτος ᾿Αβδηρίτης φυσικὸς φιλόσοφος ἐγνωρίζετο καὶ ᾿Εμπεδοκλῆς ὁ ᾿Ακραγαντῖνος Ζήνων τε καὶ Παρμενίδης οἱ φιλόσοφοι καὶ ῾Ιπποκράτης Κῶιος arm.  Hier. z. J. Abr. 1581 [436].Vgl. CHRONIC. HENZENIAM. (Inscr. Sic. et It. n. 1297, 30) zwischen Xerxes und d. peloponn. Kreieg;  Zahl unkenntlich : ἀφ' οὗ Σωκράτης ὁ φιλόσοφος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος καὶ Ἀναξαγόρας καὶ Π. καὶ Ζήνων ἔτη...

12.  STRABO VI, 1 p. 252

κάμψαντι δ᾿ ἄλλος συνεχὴς κόλπος, ἐν ὧι πόλις, ἣν οἱ μὲν κτίσαντες Φωκαιεῖς ῾Υέλην, οἱ δὲ ῎Ελην ἀπὸ κρήνης τινός, οἱ δὲ νῦν ᾿Ελέαν ὀνομάζουσιν, ἐξ ἧς Παρμενίδης καὶ Ζήνων ἐγένοντο ἄνδρες Πυθαγόρειοι. δοκεῖ δέ μοι καὶ δι᾿ ἐκείνους καὶ ἔτι πρότερον εὐνομηθῆναι (vgl. A 1 S. 106, 13).

PLUTARCH, adv. Col. 32; p. 1126a

Παρμενίδης δὲ τὴν ἑαυτοῦ πατρίδα διεκόσμησε νόμοις ἀρίστοις, ὥστε τὰς ἀρχὰς καθ᾿ ἕκαστον ἐνιαυτὸν ἐξορκοῦν τοὺς πολίτας ἐμμενεῖν τοῖς Παρμενίδου νόμοις.

 

POESIE

(vgl. A 4. 2 S. 106, 2, 20)

13.  DIOG. I, 16

οἱ δὲ (sc. κατέλιπον) ἀνὰ ἓν σύγγραμμα· Μέλισσος, Παρμενίδης, ᾿Αναξαγόρας.

14. SIMPL., de caelo 556, 25

ἢ ὅτι Περὶ φύσεως ἐπέγραφον τὰ συγγράμματα καὶ Μέλισσος καὶ Παρμενίδης ... καὶ μέντοι οὐ περὶ τῶν ὑπὲρ φύσιν μόνον, ἀλλὰ καὶ περὶ τῶν φυσικῶν ἐν αὐτοῖς τοῖς συγγράμμασι διελέγοντο καὶ διὰ τοῦτο ἴσως οὐ παρηιτοῦντο Περὶ φύσεως ἐπιγράφειν.

15.  PLUTARCH., Quomodo adul. poet. aud. deb. 2; p. 16c11

τὰ δ᾿ ᾿Εμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ Θηριακὰ Νικάνδρου καὶ Γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ κεχρημένοι παρὰ ποιητικῆς ὥσπερ ὄχημα τὸν ὄγκον καὶ τὸ μέτρον, ἵνα τὸ πεζὸν διαφύγωσιν. (Vgl. S. 11, 9)

16. -- , De audiendo 13; p. 45a

μέμψαιτο δ᾿ ἄν τις ᾿Αρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιίαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλιάν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν. Vgl. 11 A 25f. S. 36, 16)

17.  PROCL., in Tim. I p. 345,12 Diehl

ὁ δέ γε Παρμενίδης καίτοι διὰ ποίησιν ἀσαφὴς ὢν ὅμως καὶ αὐτὸς ταῦτα ἐνδεικνύμενός φησιν.

18. -- in Parm. I p. 665, 17

αὐτὸς ὁ Παρμενίδης ἐν τῆι ποιήσει· καίτοι δι᾿ αὐτὸ δήπου τὸ ποιητικὸν εἶδος χρῆσθαι μεταφοραῖς ὀνομάτων καὶ σχήμασι καὶ τροπαῖς ὀφείλων ὅμως τὸ ἀκαλλώπιστον καὶ ἰσχνὸν καὶ καθαρὸν εἶδος τῆς ἀπαγγελίας ἠσπάσατο. δηλοῖ δὲ τοῦτο ἐν τοῖς τοιούτοις (zitiert werden B 8, 25. 5. 44. 45) καὶ πᾶν ὅ τι ἄλλο τοιοῦτον· ὥστε μᾶλλον πεζὸν εἶναι δοκεῖν ἢ ποιητικὸν <τὸν> λόγον.

19.  SIMPL. phys. 36, 25

ἐπειδὴ δὲ καὶ ᾿Αριστοτέλους ἐλέγχοντος ἀκουσόμεθα τὰς τῶν προτέρων φιλοσόφων δόξας καὶ πρὸ τοῦ ᾿Αριστοτέλους ὁ Πλάτων τοῦτο φαίνεται ποιῶν καὶ πρὸ ἀμφοῖν ὅ τε Παρμενίδης καὶ Ξενοφάνης, ἰστέον ὅτι τῶν ἐπιπολαιότερον ἀκροωμένων οὗτοι κηδόμενοι τὸ φαινόμενον ἄτοπον ἐν τοῖς λόγοις αὐτῶν διελέγχουσιν, αἰνιγματωδῶς εἰωθότων τῶν παλαιῶν τὰς ἑαυτῶν ἀποφαίνεσθαι γνώμας.

20. -- --  146, 29

εἰ δ᾿ ᾿εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκωι᾿ τὸ ἓν ὄν φησι (B 8. 43), μὴ θαυμάσηις· διὰ γὰρ τὴν ποίησιν καὶ μυθικοῦ τινος παράπτεται πλάσματος. τί οὖν διέφερε τοῦτο εἰπεῖν ἢ ὡς ᾿Ορφεὺς (fr. 70, 2 Kern) εἶπεν ᾿ὠεὸν ἀργύφεον᾿;

MENANDER (richtiger GENETHILLIOS), rhet. I, 2, 2

φυσικοὶ (sc. ὕμνοι) δὲ ὁποίους οἱ περὶ Παρμενίδην καὶ ᾿Εμπεδοκλέα ἐποίησαν (vgl. 21 A 23).

Ebend.  I, 5, 2

εἰσὶν δὲ τοιοῦτοι, ὅταν ᾿Απόλλωνος ὕμνον λέγοντες ἥλιον αὐτὸν εἶναι φάσκωμεν καὶ περὶ τοῦ ἡλίου τῆς φύσεως διαλεγώμεθα καὶ περὶ ῞Ηρας ὅτι ἀήρ, καὶ Ζεὺς τὸ θερμόν· οἱ γὰρ τοιοῦτοι ὕμνοι φυσιολογικοί. καὶ χρῶνται δὲ τῶι τοιούτωι τρόπωι Παρμενίδης τε καὶ ᾿Εμπεδοκλῆς ἀκριβῶς ... Παρμενίδης μὲν γὰρ καὶ ᾿Εμπεδοκλῆς ἐξηγοῦνται, Πλάτων δὲ ἐν βραχυτάτοις ἀναμιμνήισκει.

21.  SIMPLIC. phys. 144, 25

καὶ εἴ τωι μὴ δοκῶ γλίσχρος, ἡδέως ἂν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου μηδὲ πολλὰ ὄντα τοῖσδε τοῖς ὑπομνήμασι παραγράψαιμι διά τε τὴν πίστιν τῶν ὑπ᾿ ἐμοῦ λεγομένων καὶ διὰ τὴν σπάνιν τοῦ Παρμενιδείου συγγράμματος.

 

LEHRE.

 

(Vgl. A 1 (S. 105, 34) 7. 8.)

 PHILOP. in Physic. 65, 23 Vit.

φασὶ δὲ γεγράφθαι αὐτῶι ἰδίαι βιβλίον πρὸς τὴν Παρμενίδου δόξαν.

22. [PLUT.] Strom. 5 (= Eus., P. E. I, 8, 5 = D. 580)

Παρμενίδης δὲ ὁ ᾿Ελεάτης, ἑταῖρος Ξενοφάνους, ἅμα μὲν καὶ τῶν τούτου δοξῶν ἀντεποιήσατο, ἅμα δὲ καὶ τὴν ἐναντίαν ἐνεχείρησεν στάσιν. ἀίδιον μὲν γὰρ τὸ πᾶν καὶ ἀκίνητον ἀποφαίνεται (καὶ) κατὰ τὴν τῶν πραγμάτων ἀλήθειαν· εἶναι γὰρ αὐτὸ ᾿μοῦνον μουνογενές τε .. ἀγένητον᾿ (B 8. 4). γένεσιν δὲ τῶν καθ᾿ ὑπόληψιν ψευδῆ δοκούντων εἶναι. καὶ τὰς αἰσθήσεις ἐκβάλλει ἐκ τῆς ἀληθείας. φησὶ δὲ ὅτι εἴ τι παρὰ τὸ ὂν ὑπάρχει, τοῦτο οὐκ ἔστιν ὄν· τὸ δὲ μὴ ὂν ἐν τοῖς ὅλοις οὐκ ἔστιν. οὕτως οὖν τὸ ὂν ἀγένητον ἀπολείπει· λέγει δὲ τὴν γῆν τοῦ πυκνοῦ καταρρυέντος (ἀέρος) γεγονέναι (aus Theophr. Phys. Op. wie im Folgenden n. 23. 28ff.)

23.  HIPPOL. Ref. I, 11 (D. 564)

(1) καὶ γὰρ καὶ Παρμενίδης ἓν μὲν τὸ πᾶν ὑποτίθεται ἀίδιόν τε καὶ ἀγένητον καὶ σφαιροειδές οὐδ᾿ αὐτὸς ἐκφεύγων τὴν τῶν πολλῶν δόξαν πῦρ λέγων καὶ γῆν τὰς τοῦ παντὸς ἀρχάς, τὴν μὲν γῆν ὡς ὕλην τὸ δὲ πῦρ ὡς αἴτιον καὶ ποιοῦν. τὸν κόσμον ἔφη φθείρεσθαι, ὧι δὲ τρόπωι, οὐκ εἶπεν. (2) ὁ αὐτὸς δὲ εἶπεν ἀίδιον εἶναι τὸ πᾶν καὶ οὐ γενόμενον καὶ σφαιροειδὲς καὶ ὅμοιον, οὐκ ἔχον δὲ τόπον ἐν ἑαυτῶι, καὶ ἀκίνητον καὶ πεπερασμένον.

24. ARISTOT., Met. I, 5; p. 986b 18

Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ τὸν λόγον ἑνὸς ἅπτεσθαι...

-- --  p. 986b 27

Παρμενίδης δὲ μᾶλλον βλέπων ἔοικέ που λέγειν. παρὰ γὰρ τὸ ὂν τὸ μὴ ὂν οὐδὲν ἀξιῶν εἶναι, ἐξ ἀνάγκης ἓν οἴεται εἶναι τὸ ὂν καὶ ἄλλο οὐδέν (περὶ οὗ σαφέστερον ἐν τοῖς περὶ φύσεως εἰρήκαμεν), ἀναγκαζόμενος δ᾿ ἀκολουθεῖν τοῖς φαινομένοις καὶ τὸ ἓν μὲν κατὰ τὸν λόγον, πλείω δὲ κατὰ τὴν αἴσθησιν ὑπολαμβάνων εἶναι, δύο τὰς αἰτίας καὶ δύο τὰς ἀρχὰς πάλιν τίθησι, θερμὸν καὶ ψυχρόν, οἷον πῦρ καὶ γῆν λέγων. τούτων δὲ κατὰ μὲν τὸ ὂν τὸ θερμὸν τάττει, θάτερον δὲ κατὰ τὸ μὴ ὄν. (vgl. Alex. z. d. St. p. 45, 2.)

-- --  V, 5; p. 1010a 1

περὶ τῶν ὄντων μὲν τὴν ἀλήθειαν ἐσκόπουν, τὰ δ᾿ ὄντα ὑπέλαβον εἶναι τὰ αἰσθητὰ μόνον.

25. -- de caelo III, 1; p. 298b 14

οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὔτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὓς εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλ᾿ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως. ἐκεῖνοι δὲ διὰ τὸ μηδὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν εἶναι, τοιαύτας δέ τινας νοῆσαι πρῶτοι φύσεις, εἴπερ ἔσται τις γνῶσις ἢ φρόνησις, οὕτω μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖθεν λόγους.

-- -- de generatione et corruptione I, 8; p. 325a 13

ἐκ μὲν οὖν τούτων τῶν λόγων ὑπερβάντες τὴν αἴσθησιν καὶ παριδόντες αὐτὴν ὡς τῶι λόγωι δέον ἀκολουθεῖν ἓν καὶ ἀκίνητον τὸ πᾶν εἶναί φασι καὶ ἄπειρον ἔνιοι· τὸ γὰρ πέρας περαίνειν ἂν πρὸς τὸ κενόν. οἱ μὲν οὖν οὕτως καὶ διὰ ταύτας τὰς αἰτίας ἀπεφήναντο περὶ τῆς ἀληθείας. ἔτι δὲ ἐπὶ μὲν τῶν λόγων δοκεῖ ταῦτα συμβαίνειν, ἐπὶ δὲ τῶν πραγμάτων μανίαι παραπλήσιον εἶναι τὸ δοξάζειν οὕτως (Philop. z. d. St. 157, 27 μέμφεται τοὺς περὶ Παρμενίδην, ὅτι ἐνόμισαν τῆι μὲν ἐναργείαι τῶν πραγμάτων μὴ δεῖν ὅλως προσέχειν, μόνηι δὲ τῆι τῶν λόγων ἀκολουθίαι).

26.  PLATO., Theaet. 181a

ἐὰν δὲ οἱ τοῦ ὅλου στασιῶται ἀληθέστερα λέγειν δοκῶσι, φευξόμεθα παρ᾿ αὐτοὺς ἀπ᾿ αὖ τῶν τὰ ἀκίνητα κινούντων.

SEXT.  adv. math. X, 46

μὴ εἶναι δὲ (sc. τὴν κίνησιν) οἱ περὶ Παρμενίδην καὶ Μέλισσον, οὓς ὁ ᾿Αριστοτέλης  (in einem seiner Dialloge mit Anspielung auf die Platonische Stelle) ᾿στασιώτας τε καὶ ἀφυσίκους᾿ κέκληκεν, στασιώτας μὲν ἀπὸ τῆς στάσεως, ἀφυσίκους δὲ ὅτι ἀρχὴ κινήσεώς ἐστιν ἡ φύσις, ἣν ἀνεῖλον φάμενοι μηδὲν κινεῖσθαι.

27. ARIST. phys. III, 6; p. 207a 9

οὕτω γὰρ ὁριζόμεθα τὸ ὅλον, οὗ μηθὲν ἄπεστιν οἷον ἄνθρωπον ὅλον ἢ κιβωτόν. ὥσπερ δὲ τὸ καθ᾿ ἕκαστον οὕτω καὶ τὸ κυρίως οἷον τὸ ὅλον οὗ μηδέν ἐστιν ἔξω· οὗ δ᾿ ἐστὶν ἀπουσία ἔξω, οὐ πᾶν ὅ τι ἂν ἀπῆι. ὅλον δὲ καὶ τέλειον ἢ τὸ αὐτὸ πάμπαν ἢ σύνεγγυς τὴν φύσιν ἐστίν. τέλειον δ᾿ οὐδὲν μὴ ἔχον τέλος· τὸ δὲ τέλος πέρας. διὸ βέλτιον οἰητέον Παρμενίδην Μελίσσου εἰρηκέναι· ὁ μὲν γὰρ τὸ ἄπειρον ὅλον φησίν, ὁ δὲ τὸ ὅλον πεπεράνθαι ᾿μεσσόθεν ἰσοπαλές᾿ (B 8. 44).

28.  SIMPL. phys.115, 11

τὸν Παρμενίδου λόγον, ὡς ὁ ᾿Αλέξανδρος ἱστορεῖ, ὁ μὲν Θεόφραστος οὕτως ἐκτίθεται ἐν τῶι πρώτωι τῆς Φυσικῆς ἱστορίας (Phys. Op. 7; D. 483) ᾿τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα τὸ ὄν᾿, Εὔδημος δὲ οὕτως ᾿τὸ παρὰ τὸ ὂν οὐκ ὄν, ἀλλὰ καὶ μοναχῶς λέγεται τὸ ὄν· ἓν ἄρα τὸ ὄν᾿. τοῦτο δὲ εἰ μὲν ἀλλαχοῦ που γέγραφεν οὕτως σαφῶς Εὔδημος, οὐκ ἔχω λέγειν· ἐν δὲ τοῖς Φυσικοῖς (fr. 11 Sp.) περὶ Παρμενίδου τάδε γράφει, ἐξ ὧν ἴσως συναγαγεῖν τὸ εἰρημένον δυνατόν· ᾿Παρμενίδης δὲ οὐ φαίνεται δεικνύειν ὅτι ἓν τὸ ὄν, οὐδὲ εἴ τις αὐτῶι συγχωρήσειε μοναχῶς λέγεσθαι τὸ ὄν, εἰ μὴ τὸ ἐν τῶι τί κατηγορούμενον ἑκάστου ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος. καὶ ἀποδιδομένων τῶν λόγων καθ᾿ ἕκαστον ἐνυπάρξει ὁ τοῦ ὄντος λόγος ἐν ἅπασιν εἷς καὶ ὁ αὐτὸς ὥσπερ καὶ ὁ τοῦ ζώιου ἐν τοῖς ζώιοις. ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα καλὰ καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἕν γε τὸ καλὸν ἀλλὰ πολλὰ (τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται τὸ δὲ ἐπιτήδευμα τὸ δὲ ὁτιδήποτε), οὕτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ᾿ οὐχ ἓν οὐδὲ τὸ αὐτό· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ. Παρμενίδου μὲν οὖν <οὐκ ἂν> ἀγασθείη τις ἀναξιοπίστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος, ἃ οὔπω τότε διεσαφεῖτο (οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδείς, ἀλλὰ Πλάτων πρῶτος τὸ δισσὸν εἰσήγαγεν, οὔτε τὸ καθ᾿ αὑτὸ καὶ κατὰ συμβεβηκός)· φαίνεταί τε ὑπὸ τούτων διαψευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογίζεσθαι· οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαίνοιτο ἀναγκαῖον. οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαίνοντο᾿.

29.  AËT.  I, 24, 1 (D. 320)

Παρμενίδης καὶ Μέλισσος ἀνήιρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον.

30.  AMMON. de interpr. p. 133, 16 Busse

πρῶτον μὲν γάρ, ὡς ὁ Τίμαιος (p. 27c) ἡμᾶς ἐδίδαξε καὶ αὐτὸς ὁ ᾿Αριστοτέλης θεολογῶν ἀποφαίνεται καὶ πρὸ τούτων ὁ Παρμενίδης, οὐχ ὁ παρὰ Πλάτωνι μόνον (p. 137a), ἀλλὰ καὶ ὁ ἐν τοῖς οἰκείοις ἔπεσιν, οὐδέν ἐστι παρὰ τοῖς θεοῖς οὔτε παρεληλυθὸς οὔτε μέλλον, εἴ γε τούτων μὲν ἑκάτερον οὐκ ὄν, τὸ μὲν οὐκέτι τὸ δὲ οὔπω, καὶ τὸ μὲν μεταβεβληκὸς τὸ δὲ πεφυκὸς μεταβάλλειν, τὰ δὲ τοιαῦτα τοῖς ὄντως οὖσι καὶ μεταβολὴν οὐδὲ κατ᾿ ἐπίνοιαν ἐπιδεχομένοις προσαρμόττειν ἀμήχανον.

31.  AËT. I, 7, 26 (D. 303)

Παρμενίδης τὸ ἀκίνητον καὶ πεπερασμένον σφαιροειδές (sc. θεὸν εἶναι).

32. -- I 25, 3 (D. 321)

Παρμενίδης καὶ Δημόκριτος πάντα κατ᾿ ἀνάγκην· τὴν αὐτὴν δὲ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν.

33.  CLEM., protr. 5, 64, p. 55 Pott.

Παρμενίδης δὲ ὁ ᾿Ελεάτης θεοὺς εἰσηγήσατο πῦρ καὶ γῆν.

34.  PLUT. adv. Colot.13; p. 1114d

ὁ δ᾿ (Parm.)  ἀναιρεῖ μὲν οὐδετέραν φύσιν (sc. τῶν νοητῶν καὶ δοξαστῶν), ἑκατέραι δ᾿ ἀποδιδοὺς τὸ προσῆκον εἰς μὲν τὴν τοῦ ἑνὸς καὶ ὄντος ἰδέαν τίθεται τὸ νοητόν, ὂν μὲν ὡς ἀίδιον καὶ ἄφθαρτον, ἓν δ᾿ ὁμοιότητι πρὸς αὑτὸ καὶ τῶι μὴ δέχεσθαι διαφορὰν προσαγορεύσας, εἰς δὲ τὴν ἄτακτον καὶ φερομένην τὸ αἰσθητόν, ὧν καὶ κριτήριον ἰδεῖν ἔστιν ᾿ἠμὲν ᾿Αληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ᾿ (B 1.29) τοῦ νοητοῦ καὶ κατὰ ταὐτὰ ἔχοντος ὡσαύτως ἁπτόμενον ᾿ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής᾿ (B 1.30) διὰ τὸ παντοδαπὰς μεταβολὰς καὶ πάθη καὶ ἀνομοιότητας δεχομένοις ὁμιλεῖν πράγμασι.

SIMPLIC. phys.. 39, 10

δοξαστὸν οὖν καὶ ἀπατηλὸν τοῦτον καλεῖ τὸν λόγον οὐχ ὡς ψευδῆ ἁπλῶς, ἀλλ᾿ ὡς ἀπὸ τῆς νοητῆς ἀληθείας εἰς τὸ φαινόμενον καὶ δοκοῦν τὸ αἰσθητὸν ἐκπεπτωκότα.

Ebend. p. 25, 15

καὶ τῶν πεπερασμένας (sc. ἀρχὰς λεγόντων) οἱ μὲν δύο, ὡς αρμενίδης ἐν τοῖς πρὸς δόξαν, πῦρ καὶ γῆν ἢ μᾶλλον φῶς καὶ σκότος.

35.  ARIST. de gen. et cor. II, 3; p. 330b 13

οἱ δ᾿ εὐθὺς δύο ποιοῦντες ὥσπερ Παρμενίδης πῦρ καὶ γῆν, τὰ μεταξὺ μείγματα ποιοῦσι τούτων οἷον ἀέρα καὶ ὕδωρ.

 -- --  II, 9; p. 336a 3

ἐπειδὴ γὰρ πέφυκεν, ὥς φασι, τὸ μὲν θερμὸν διακρίνειν τὸ δὲ ψυχρὸν συνιστάναι καὶ τῶν ἄλλων ἕκαστον τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν, ἐκ τούτων λέγουσι καὶ διὰ τούτων ἅπαντα τἆλλα γίγνεσθαι καὶ φθείρεσθαι.

CIC. , Ac. II, 37, 118

Parmenides ignem qui moveat, terram quae ab eo formetur.

36.  AËT. II, 1, 2 (D. 327)

Παρμενίδης, Μέλισσος ... ἕνα τὸν κόσμον.

-- II, 4, 11 (D. 332)

Ξενοφάνης, Παρμενίδης, Μέλισσος ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν κόσμον.

37. --  II, 7, 1 (D. 335 cfr. 28 B 12)

Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας, ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυκνοῦ· μικτὰς δὲ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων. καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν, ὑφ᾿ ὧι πυρώδης στεφάνη, καὶ τὸ μεσαίτατον πασῶν στερεόν, περὶ ὃ πάλιν πυρώδης (sc. στεφάνη). τῶν δὲ συμμιγῶν τὴν μεσαιτάτην ἁπάσαις <ἀρχήν> τε καὶ <αἰτίαν> κινήσεως καὶ γενέσεως ὑπάρχειν, ἥντινα καὶ δαίμονα κυβερνῆτιν (cfr. B 12.3) καὶ κληιδοῦχον (B 1.14) ἐπονομάζει Δίκην τε καὶ ᾿Ανάγκην (B 8.30). καὶ τῆς μὲν γῆς ἀπόκρισιν εἶναι τὸν ἀέρα διὰ τὴν βιαιοτέραν αὐτῆς ἐξατμισθέντα πίλησιν, τοῦ δὲ πυρὸς ἀναπνοὴν τὸν ἥλιον καὶ τὸν γαλαξίαν (cfr. B 11.2) κύκλον. συμμιγῆ δ᾿ ἐξ ἀμφοῖν εἶναι τὴν σελήνην, τοῦ τ᾿ ἀέρος καὶ τοῦ πυρός. περιστάντος δ᾿ ἀνωτάτω πάντων τοῦ αἰθέρος ὑπ᾿ αὐτῶι τὸ πυρῶδες ὑποταγῆναι τοῦθ᾿ ὅπερ κεκλήκαμεν οὐρανόν, ὑφ᾿ ὧι ἤδη τὰ περίγεια.

CIC. de nat. deor. I, 11, 28

nam Parmenides quidem commenticium quiddam: coronae simile efficit (στεφάνην appellat), continentem ardorum <et> lucis orbem qui cingit caelum, quem appellat deum in quo neque figuram divinam neque sensum quisquam suspicari potest. multaque eiusdem <modi> monstra: quippe qui Bellum, qui Discordiam, qui Cupiditatem (B 13) ceteraque generis eiusdem ad deum revocat, quae vel morbo vel somno vel oblivione vel vetustate delentur eademque de sideribus, quae reprehensa in alio iam in hoc omittantur.

38.  AËT. II, 11, 4 (D. 340)

Παρμενίδης, ῾Ηράκλειτος, Στράτων, Ζήνων πύρινον εἶναι τὸν οὐρανόν. Vgl. 11, 1 oben S. 19, 34)

39. --  II, 13, 8 (D. 342)

Παρμενίδης καὶ ῾Ηράκλειτος πιλήματα πυρὸς τὰ ἄστρα.

40.  ANONYM BYZANT. , ed. Treu p. 52, 19 (Isag.. in Arat. II, 14; p. 318, 15 Maass)

καὶ τῶν μὲν ἀπλανῶν τῶν σὺν τῶι παντὶ περιαγομένων τὰ μὲν ἀκατονόμαστα ἡμῖν καὶ ἀπερίληπτα, ὡς καὶ Παρμενίδης ὁ φυσικὸς εἴρηκε, τὰ δὲ κατωνομασμένα ἕως ἕκτου μεγέθους χίλιά εἰσι κατὰ τὸν ῎Αρατον.

41.  AËT. II, 20, 8 (D. 349)

Παρμενίδης καὶ Μητρόδωρος πύρινον ὑπάρχειν τὸν ἥλιον.

42. --  II, 25, 3 (D. 356)

Παρμενίδης πυρίνην (sc. εἶναι τὴν σελήνην).

--  II, 26, 2 (D. 357)

Παρμενίδης ἴσην τῶι ἡλίωι (sc. εἶναι τὴν σελήνην)· καὶ γὰρ ἀπ᾿ αὐτοῦ φωτίζεται.

--  II, 28, 5 (D. 358)

Θαλῆς πρῶτος ἔφη ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι. Πυθαγόρας, Παρμενίδης ... ὁμοίως.

43. --  II, 20, 8a (D. 349)

Παρμενίδης τὸν ἥλιον καὶ τὴν σελήνην ἐκ τοῦ γαλαξίου κύκλου ἀποκριθῆναι, τὸν μὲν ἀπὸ τοῦ ἀραιοτέρου μίγματος ὃ δὴ θερμόν, τὴν δὲ ἀπὸ τοῦ πυκνοτέρου ὅπερ ψυχρόν.

--  III, 1, 4 (D. 365.)

Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ τοῦ ἀραιοῦ μῖγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα.

44.  DIOGEN. VIII, 48

ἀλλὰ μὴν καὶ τὸν οὐρανὸν πρῶτον ὀνομάσαι κόσμον καὶ τὴν γῆν στρογγύλην, ὡς δὲ Θεόφραστος (Phys. Opin. 17) Παρμενίδην, ὡς δὲ Ζήνων ῾Ησίοδον. Vgl. A 1 S. 105, 32.

AËT.  III, 15, 7 (D. 380)

Παρμενίδης, Δημόκριτος διὰ τὸ πανταχόθεν ἴσον ἀφεστῶσαν (τὴν γῆν) μένειν ἐπὶ τῆς ἰσορροπίας οὐκ ἔχουσαν αἰτίαν δι᾿ ἣν δεῦρο μᾶλλον ἢ ἐκεῖσε ῥέψειεν ἄν· διὰ τοῦτο μόνον μὲν κραδαίνεσθαι, μὴ κινεῖσθαι δέ.

ANATOL.  p. 30 Heib.

πρὸς τούτοις ἔλεγον περὶ τὸ μέσον τῶν τεσσάρων στοιχείων κεῖσθαί τινα ἑναδικὸν διάπυρον κύβον, οὗ τὴν μεσότητα τῆς θέσεως καὶ ῞Ομηρον εἰδέναι λέγοντα ᾿τόσσον ἔνερθ᾿ ᾿Αίδαο ὅσον οὐρανός ἐστ᾿ ἀπὸ γαίης᾿ (Θ 16). ἐοίκασι δὲ κατά γε τοῦτο κατηκολουθηκέναι τοῖς Πυθαγορικοῖς οἵ τε περὶ ᾿Εμπεδοκλέα καὶ Παρμενίδην καὶ σχεδὸν οἱ πλεῖστοι τῶν πάλαι σοφῶν, φάμενοι τὴν μοναδικὴν φύσιν ἑστίας τρόπον ἐν μέσωι ἱδρῦσθαι καὶ διὰ τὸ ἰσόρροπον φυλάσσειν τὴν αὐτὴν ἕδραν.(daraus THEOL. p. 6 Ast.)

45 . MACROB., S.. Sc. I, 14, 20

Parmenides ex terra et igne (sc. animam esse).

AËT. IV, 3, 4 (D. 388)

Παρμενίδης δὲ καὶ ῞Ιππασος πυρώδη.

--  IV, 5, 5 (D. 391)

Παρμενίδης ἐν ὅλωι τῶι θώρακι τὸ ἡγεμονικόν.

--  IV, 5, 12 (D. 392)

Παρμενίδης καὶ ᾿Εμπεδοκλῆς καὶ Δημόκριτος ταὐτὸν νοῦν καὶ ψυχήν, καθ᾿ οὓς οὐδὲν ἂν εἴη ζῶιον ἄλογον κυρίως.

46.  THEOPHR. de sensu 1 (D. 499)

περὶ δ᾿ αἰσθήσεως αἱ μὲν πολλαὶ καὶ καθόλου δόξαι δύ᾿ εἰσιν· οἱ μὲν γὰρ τῶι ὁμοίωι ποιοῦσιν, οἱ δὲ τῶι ἐναντίωι. Παρμενίδης μὲν καὶ ᾿Εμπεδοκλῆς καὶ Πλάτων τῶι ὁμοίωι, οἱ δὲ περὶ ᾿Αναξαγόραν καὶ ῾Ηράκλειτον τῶι ἐναντίωι. (3) Παρμενίδης μὲν γὰρ ὅλως οὐδὲν ἀφώρικεν ἀλλὰ μόνον, ὅτι δυοῖν ὄντοιν στοιχείοιν κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρηι τὸ θερμὸν ἢ τὸ ψυχρόν, ἄλλην γίνεσθαι τὴν διάνοιαν, βελτίω δὲ καὶ καθαρωτέραν τὴν διὰ τὸ θερμόν· οὐ μὴν ἀλλὰ καὶ ταύτην δεῖσθαί τινος συμμετρίας· ᾿ὡς γὰρ ἑκάστοτε, φησίν, ἔχει ... νόημα᾿ (B 16). τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει· διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπὸ τούτων γίνεσθαι διὰ τῆς κράσεως· ἂν δ᾿ ἰσάζωσι τῆι μίξει, πότερον ἔσται φρονεῖν ἢ οὔ, καὶ τίς ἡ διάθεσις, οὐδὲν ἔτι διώρικεν. ὅτι δὲ καὶ τῶι ἐναντίωι καθ᾿ αὑτὸ ποιεῖ τὴν αἴσθησιν, φανερὸν ἐν οἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐκ αἰσθάνεσθαι διὰ τὴν ἔκλειψιν τοῦ πυρός, ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι. καὶ ὅλως δὲ πᾶν τὸ ὂν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτέμνεσθαι τῆι φάσει τὰ συμβαίνοντα δυσχερῆ διὰ τὴν ὑπόληψιν.

47.  AËT. IV, 9, 6 (D. 397b1)

Παρμενίδης, ᾿Εμπεδοκλῆς, ᾿Αναξαγόρας, Δημόκριτος, ᾿Επίκουρος, ῾Ηρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστου ἑκάστηι ἐναρμόττοντος.

48. --  (?) IV 13, 9. 10. (D. 404).

῞Ιππαρχος ἀκτῖνάς φησιν ἀφ᾿ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἱονεὶ χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀναδιδόναι. ἔνιοι καὶ Πυθαγόραν τῆι δόξι ταύτηι συνεπιγράφουσιν ἅτε δὴ βεβαιωτὴν τῶν μαθημάτων καὶ πρὸς τούτωι Παρμενίδην ἐμφαίνοντα τοῦτο διὰ τῶν ποιημάτων.

49. PHILODEM., Rhet., fr. inc. 3, 7 (II, 169 Sudh.)

οὐδὲ κατὰ Παρμενίδης καὶ Μέλισσον ἓν τὸ πᾶν λέγοντας εἶναι καὶ διὰ τὸ τὰς αἰσθήσεις ψευδεῖς εἶναι.

AËT.  IV, 9, 1 (D. 396, 12)

Πυθαγόρας, ᾿Εμπεδοκλῆς, Ξενοφάνης, Παρμενίδης ψευδεῖς εἶναι τὰς αἰσθήσεις.

50. --  IV, 9, 14 (D. 398)

Παρμενίδης, ᾿Εμπεδοκλῆς ἐλλείψει τροφῆς τὴν ὄρεξιν (sc. γίνεσθαι).

51.  CENSORIN 4, 7. 8

Empedocles ... tale quiddam confirmat. primo membra singula ex terra quasi praegnate passim edita, deinde coisse et effecisse solidi hominis materiam igni simul et umori permixtam ... haec eadem opinio etiam in Parmenide Veliensi fuit pauculis exceptis ab Empedocle dissensis.

52.  ARIST. de par. anim. II, 2; p. 648a 25

ἔνιοι γὰρ τὰ ἔνυδρα τῶν πεζῶν θερμότερά φασιν εἶναι, λέγοντες ὡς ἐπανισοῖ τὴν ψυχρότητα τοῦ τόπου ἡ τῆς φύσεως αὐτῶν θερμότης, καὶ τὰ ἄναιμα τῶν ἐναίμων καὶ τὰ θήλεα τῶν ἀρρένων, οἷον Παρμενίδης τὰς γυναῖκας τῶν ἀνδρῶν θερμοτέρας εἶναί φησι καὶ ἕτεροί τινες, ὡς διὰ τὴν θερμότητα καὶ πολυαιμούσαις γινομένων τῶν γυναικείων, ᾿Εμπεδοκλῆς δὲ τοὐναντίον.

53.  AËT.  V, 7, 2 (D. 419, nach 31 A 81)

Παρμενίδης ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκτοις ἄρρενα βλαστῆσαι (τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος), τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα.

--  V, 7, 4 (D. 420)

᾿Αναξαγόρας, Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν (sc. σπέρματα) καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δ᾿ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά. εἰ δ᾿ ἐναλλαγείη τὰ τῆς καταβολῆς, γίνεσθαι θήλεα.

CENSORIN. 5, 2

Igitur semen unde exeat inter sapientiae professores non constat. Parmenides enim tum ex dextris tum e laevis partibus oriri putavit.

54.  AËT.  V, 11, 2 (D. 422)

Παρμενίδης ὅταν μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους τῆς μήτρας ὁ γόνος ἀποκριθῆι, τοῖς πατράσιν, ὅταν δὲ ἀπὸ τοῦ ἀριστεροῦ, ταῖς μητράσιν (sc. ὅμοια τὰ τέκνα γίνεσθαι).

CENSORIN 6, 8

ceterum Parmenidis sententia est, cum dexterae partes semina dederint, tunc filios esse patri consimiles, cum laevae, tunc matri.

--  6, 5

At inter se certare feminas et maris et, penes utrum victoria sit, eius habitum referri auctor est Parmenides.

Vgl.. LACTANT, de opif. 12, 12:

dispares quoque naturae hoc modo fieri putantur: cum forte in laevam uteri partem masculinae stirpis semen inciderit, marem quidem gigni opinatio est, sed quia sit in feminina parte conceptus, aliquid in se habere femineum supra quam decus virile patiatur, vel formam insignem vel nimium candorem vel corporis levitatem vel artus delicatos vel staturam brevem vel vocem gracilem vel animum inbecillum vel ex his plura. item si partem in dexteram semen feminini generis influxerit, feminam quidem procreari, sed quoniam in masculina parte concepta sit, habere in se aliquid virilitatis ultra quam sexus ratio permittat, aut valida membra aut immoderatam longitudinem aut fuscum colorem aut hispidam faciem aut vultum indecorum aut vocem robustam aut animum audacem aut ex his plura (vgl. B 18).

 

B.  FRAGMENTE

 

ΠΑΡΜΕΝΙΔΟΥ ΠΕΡΙ ΦΥΣΕΩ

 

1.

ἵπποι ταί με φέρουσιν, ὅσον τ᾿ ἐπὶ θυμὸς ἱκάνοι,
πέμπον, ἐπεί μ᾿ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι
δαίμονες, ἣ κατὰ πάντ᾿ ἄστη φέρει εἰδότα φῶτα·
τῆι φερόμην· τῆι γάρ με πολύφραστοι φέρον ἵπποι
ἅρμα τιταίνουσαι, κοῦραι δ᾿ ὁδὸν ἡγεμόνευον. 5
ἄξων δ᾿ ἐν χνοίηισιν ἵει σύριγγος ἀυτήν
αἰθόμενος (δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν
κύκλοις ἀμφοτέρωθεν), ὅτε σπερχοίατο πέμπειν
῾Ηλιάδες κοῦραι, προλιποῦσαι δώματα Νυκτός,
εἰς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας. 10
ἔνθα πύλαι Νυκτός τε καὶ ῎Ηματός εἰσι κελεύθων,
καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός·
αὐταὶ δ᾿ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις·
τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς.
τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν. 15
πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα
ἀπτερέως ὤσειε πυλέων ἄπο· ταὶ δὲ θυρέτρων
χάσμ᾿ ἀχανὲς ποίησαν ἀναπτάμεναι πολυχάλκους
ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἰλίξασαι
γόμφοις καὶ περόνηισιν ἀρηρότε· τῆι ῥα δι᾿ αὐτέων 20
ἰθὺς ἔχον κοῦραι κατ᾿ ἀμαξιτὸν ἅρμα καὶ ἵππους.
καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί
δεξιτερὴν ἕλεν, ὧδε δ᾿ ἔπος φάτο καί με προσηύδα·
ὦ κοῦρ᾿ ἀθανάτοισι συνάορος ἡνιόχοισιν,
ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ, 25
χαῖρ᾿, ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι
τήνδ᾿ ὁδόν (ἦ γὰρ ἀπ᾿ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν),
ἀλλὰ θέμις τε δίκη τε. χρεὼ δέ σε πάντα πυθέσθαι
ἠμὲν ᾿Αληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ
ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής. 30
ἀλλ᾿ ἔμπης καὶ ταῦτα μαθήσεαι, ὡς τὰ δοκοῦντα
χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.

1. (1-33. 52-57 Karst., 1 - 32. 34 - 37 Stein] 1-30. 33 SEXT.  VII, 111

ὁ δὲ γνώριμος αὐτοῦ Παρμενίδης τοῦ μὲν δοξαστοῦ λόγου κατέγνω, φημὶ δὲ τοῦ ἀσθενεῖς ἔχοντος ὑπολήψεις, τὸν δ᾿ ἐπιστημονικόν, τουτέστι τὸν ἀδιάπτωτον, ὑπέθετο κριτήριον, ἀποστὰς καὶ τῆς τῶν αἰσθήσεων πίστεως· ἐναρχόμενος γοῦν τοῦ Περὶ φύσεως γράφει τὸν τρόπον τοῦτον· ᾿ἵπποι ..  λείπεται.

Folgt seine Paraphrase § 112-114.

ἐν τούτοις γὰρ ὁ Παρμενίδης ἵππους μέν φησιν αὐτὸν φέρειν τὰς ἀλόγους τῆς ψυχῆς ὁρμάς τε καὶ ὀρέξεις (1), κατὰ δὲ τὴν πολύφημον ὁδὸν τοῦ δαίμονος πορεύεσθαι τὴν κατὰ τὸν φιλόσοφον λόγον θεωρίαν, ὃς λόγος προπομποῦ δαίμονος τρόπον ἐπὶ τὴν ἁπάντων ὁδηγεῖ γνῶσιν (2. 3), κούρας δ᾿ αὐτοῦ προάγειν τὰς αἰσθήσεις (5), ὧν τὰς μὲν ἀκοὰς αἰνίττεται ἐν τῶι λέγειν ᾿δοιοῖς ... κύκλοις᾿ (7. 8), τουτέστι τοῖς τῶν ὤτων, τὴν φωνὴν δι᾿ ὧν καταδέχονται, τὰς δὲ ὁράσεις ῾Ηλιάδας κούρας κέκληκε (9), δώματα μὲν Νυκτὸς ἀπολιπούσας (9) διὰ τὸ μὴ χωρὶς φωτὸς γίνεσθαι τὴν χρῆσιν αὐτῶν. ἐπὶ δὲ τὴν ᾿πολύποινον᾿ ἐλθεῖν Δίκην καὶ ἔχουσαν ᾿κληῖδας ἀμοιβούς᾿ (14), τὴν διάνοιαν ἀσφαλεῖς ἔχουσαν τὰς τῶν πραγμάτων καταλήψεις. ἥτις αὐτὸν ὑποδεξαμένη (22) ἐπαγγέλλεται δύο ταῦτα διδάξειν ᾿ἠμὲν ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ᾿ (29), ὅπερ ἐστὶ τὸ τῆς ἐπιστήμης ἀμετακίνητον βῆμα, ἕτερον δὲ ᾿βροτῶν δόξας ... ἀληθής᾿ (30), τουτέστι τὸ ἐν δόξηι κείμενον πᾶν, ὅτι ἦν ἀβέβαιον.

 28–32 SIMPL., cael. 557, 20

οἱ δὲ ἄνδρες ἐκεῖνοι διττὴν ὑπόστασιν ὑπετίθεντο, τὴν μὲν τοῦ ὄντως ὄντος τοῦ νοητοῦ, τὴν δὲ τοῦ γινομένου τοῦ αἰσθητοῦ, ὅπερ οὐκ ἠξίουν καλεῖν ὂν ἁπλῶς, ἀλλὰ δοκοῦν ὄν. διὸ περὶ τὸ ὂν ἀλήθειαν εἶναί φησι, περὶ δὲ τὸ γινόμενον δόξαν. λέγει γοῦν ὁ Παρμενίδης ᾿χρεὼ ... περῶντα᾿ (28ff).

 

2.  (88-92 K., 37-40 St.) CLEM, Strom. V, 15 p. 653 P. nach. Emp.  (21 B 17, 21)

ἀλλὰ καὶ Παρμενίδης ἐν τῶι αὑτοῦ ποιήματι περὶ τῆς ἐλπίδος αἰνισσόμενος τὰ τοιαῦτα λέγει·

λεῦσσε δ᾿ ὅμως ἀπεόντα νόωι παρεόντα βεβαίως·
οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι
οὔτε σκιδνάμενον πάντηι πάντως κατὰ κόσμον
οὔτε συνιστάμενον,

ἐπεὶ καὶ ὁ ἐλπίζων καθάπερ ὁ πιστεύων τῶι νῶι ὁρᾶι τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν· οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν, ἀλλ᾿ ἢ μόνωι τῶι νῶι.

3. (41. 42 K. ST.) PROCL.in Parm. I p. 708, 16 (nach B 8, 25)

 ξυνὸν δέ μοι ἐστιν
ὁππόυεν ἄρξωμαι· τόθι γὰρ πάλιν ἵξομαι αὖθις

 

4. (33-40 K., 43-50 St.) PROCL., in Tim. I, 345, 18 Diehl (nach 1, 30)

καὶ πάλιν

εἰ δ᾿ ἄγ᾿ ἐγὼν ἐρέω, κόμισαι δὲ σὺ μῦθον ἀκούσας,
αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι·
ἡ μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι,
Πειθοῦς ἐστι κέλευθος (᾿Αληθείηι γὰρ ὀπηδεῖ),
ἡ δ᾿ ὡς οὐκ ἔστιν τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι, 5
τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν·
οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐὸν (οὐ γὰρ ἀνυστόν)
οὔτε φράσαις.

5.  (40 K. 50 St.) CLEM. Strom. VI, 23 p 749 P.

᾿Αριστοφάνης ἔφη ᾿δύναται γὰρ ἴσον τῶι δρᾶν τὸ νοεῖν᾿ (fr. 691 K.) καὶ πρὸ τούτου ὁ ᾿Ελεάτης Παρμενίδης ᾿τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι᾿.

PLOTIN, Enn. V, 1, 8

ἥπτετο μὲν οὖν καὶ Παρμενίδης πρότερον τῆς τοιαύτης δόξης, καθόσον εἰς ταὐτὸ συνῆγεν ὂν καὶ νοῦν καὶ τὸ ὂν οὐκ ἐν τοῖς αἰσθητοῖς ἐτίθετο. ᾿τὸ γὰρ ... εἶναι᾿ λέγων καὶ ἀκίνητον λέγει τοῦτο, καίτοι προστιθεὶς τὸ νοεῖν σωματικὴν πᾶσαν κίνησιν ἐξαιρῶν ἀπ᾿ αὐτοῦ. An B 4 anzuschliessen

... τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι.

6

χρὴ τὸ λέγειν τε νοεῖν τ᾿ ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι,
μηδὲν δ᾿ οὐκ ἔστιν· τά σ᾿ ἐγὼ φράζεσθαι ἄνωγα.
πρώτης γάρ σ᾿ ἀφ᾿ ὁδοῦ ταύτης διζήσιος <εἴργω>,
αὐτὰρ ἔπειτ᾿ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν
πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν 5
στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.

(43-51 K., 51-59 St.) SIMPL., phys. 117, 2 (nach fr. 4)

ὅτι δὲ ἡ ἀντίφασις οὐ συναληθεύει, δι᾿ ἐκείνων λέγει τῶν ἐπῶν δι᾿ ὧν μέμφεται τοῖς εἰς ταὐτὸ συνάγουσι τὰ ἀντικείμενα· εἰπὼν γὰρ ᾿ἔστι γὰρ εἶναι ... διζήσιος <εἴργω᾿ ἐπάγει>·

᾿αὐτὰρ ... κέλευθος᾿.

Vgl. SIMPL. physic.78, 2

μεμψάμενος γὰρ τοῖς τὸ ὂν καὶ τὸ μὴ ὂν συμφέρουσιν ἐν τῶι νοητῶι ᾿οἷς ... ταὐτόν᾿ (6. 8. 9) καὶ ἀποστρέψας τῆς ὁδοῦ τῆς τὸ μὴ ὂν ζητούσης ᾿ἀλλὰ ... νόημα᾿ (B 7. 2), ἐπάγει ᾿μοῦνος ...᾿.

7

οὐ γὰρ μήποτε τοῦτο δαμῆι εἶναι μὴ ἐόντα·
ἀλλὰ σὺ τῆσδ᾿ ἀφ᾿ ὁδοῦ διζήσιος εἶργε νόημα
μηδέ σ᾿ ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω,
νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν
καὶ γλῶσσαν, κρῖναι δὲ λόγωι πολύδηριν ἔλεγχον
ἐξ ἐμέθεν ῥηθέντα. ... (B 8)

(52 K., 60. 61 St.) PLATO, Soph. 237a

Παρμενίδης δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῆι τε ὧδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων·

οὐ γὰρ μήποτε τοῦτ᾿ οὐδαμῆι, φησίν, εἶναι μὴ ὄντα·
ἀλλὰ ... νόημα.

ARISTOT.  Metaph. XIV, 2; p. 1089a 2

ἔδοξε γὰρ αὐτοῖς πάντ᾿ ἔσεσθαι ἓν τὰ ὄντα, αὐτὸ τὸ ὄν, εἰ μή τις λύσει καὶ ὁμόσε βαδιεῖται τῶι Παρμενίδου λόγωι ᾿οὐ γὰρ ... ἐόντα᾿, ἀλλ᾿ ἀνάγκη εἶναι τὸ μὴ ὂν δεῖξαι ὅτι  ἔστιν. Ist viemmeicht an B 6 anzuschliessen.

 

8.

μόνος δ᾿ ἔτι μῦθος ὁδοῖο
λείπεται ὡς ἔστιν· ταύτηι δ᾿ ἐπὶ σήματ᾿ ἔασι
πολλὰ μάλ᾿, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,
ἐστι γὰρ οὐλομελές τε καὶ ἀτρεμὲς ἠδ᾿ ἀτέλεστον·
οὐδέ ποτ᾿ ἦν οὐδ᾿ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν, 5
ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ;
πῆι πόθεν αὐξηθέν; οὐδ᾿ ἐκ μὴ ἐόντος ἐάσσω
φάσθαι σ᾿ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητόν
ἔστιν ὅπως οὐκ ἔστι. τί δ᾿ ἄν μιν καὶ χρέος ὦρσεν
ὕστερον ἢ πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φῦν; 10
οὕτως ἢ πάμπαν πελέναι χρεών ἐστιν ἢ οὐχί.
οὐδέ ποτ᾿ ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχύς
γίγνεσθαί τι παρ᾿ αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι
οὔτ᾿ ὄλλυσθαι ἀνῆκε Δίκη χαλάσασα πέδηισιν,
ἀλλ᾿ ἔχει· ἡ δὲ κρίσις περὶ τούτων ἐν τῶιδ᾿ ἔστιν· 15
ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ᾿ οὖν, ὥσπερ ἀνάγκη,
τὴν μὲν ἐᾶν ἀνόητον ἀνώνυμον (οὐ γὰρ ἀληθής
ἔστιν ὁδός), τὴν δ᾿ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι.
πῶς δ᾿ ἂν ἔπειτ᾿ ἀπόλοιτο ἐόν; πῶς δ᾿ ἄν κε γένοιτο;
εἰ γὰρ ἔγεντ᾿, οὐκ ἔστ(ι), οὐδ᾿ εἴ ποτε μέλλει ἔσεσθαι. 20
τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος.
οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον·
οὐδέ τι τῆι μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι,
οὐδέ τι χειρότερον, πᾶν δ᾿ ἔμπλεόν ἐστιν ἐόντος.
τῶι ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει. 25
αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν
ἔστιν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος
τῆλε μάλ᾿ ἐπλάχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.
ταὐτόν τ᾿ ἐν ταὐτῶι τε μένον καθ᾿ ἑαυτό τε κεῖται
χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ᾿Ανάγκη 30
πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει,
οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι·
ἔστι γὰρ οὐκ ἐπιδευές· (μὴ) ἐὸν δ᾿ ἂν παντὸς ἐδεῖτο.
ταὐτὸν δ᾿ ἐστὶ νοεῖν τε καὶ οὕνεκεν ἔστι νόημα.
οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ὧι πεφατισμένον ἐστιν, 35
εὑρήσεις τὸ νοεῖν· οὐδὲν γὰρ <ἢ> ἔστιν ἢ ἔσται
ἄλλο πάρεξ τοῦ ἐόντος, ἐπεὶ τό γε Μοῖρ᾿ ἐπέδησεν
οὖλον ἀκίνητόν τ᾿ ἔμεναι· τῶι πάντ᾿ ὄνομ(α) ἔσται,
ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ,
γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί, 40
καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν.
αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστί
πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκωι,
μεσσόθεν ἰσοπαλὲς πάντηι· τὸ γὰρ οὔτε τι μεῖζον
οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῆι ἢ τῆι. 45
οὔτε γὰρ οὐκ ἐὸν ἔστι, τό κεν παύοι μιν ἱκνεῖσθαι
εἰς ὁμόν, οὔτ᾿ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος
τῆι μᾶλλον τῆι δ᾿ ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον·
οἷ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει.
ἐν τῶι σοι παύω πιστὸν λόγον ἠδὲ νόημα 50
ἀμφὶς ἀληθείης· δόξας δ᾿ ἀπὸ τοῦδε βροτείας
μάνθανε κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.
μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν·
τῶν μίαν οὐ χρεών ἐστιν ᾿ἐν ὧι πεπλανημένοι εἰσίν᾿
τἀντία δ᾿ ἐκρίναντο δέμας καὶ σήματ᾿ ἔθεντο 55
χωρὶς ἀπ᾿ ἀλλήλων, τῆι μὲν φλογὸς αἰθέριον πῦρ,
ἤπιον ὄν, μέγ᾿ (ἀραιὸν) ἐλαφρόν, ἑωυτῶι πάντοσε τωὐτόν,
τῶι δ᾿ ἑτέρωι μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ᾿ αὐτό
τἀντία νύκτ᾿ ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε.
τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω, 60
ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσηι.

.(58-120 K., 62-124. St.)  1-52 SIMPL., phys. 144, 29 (nach 28 A 21)

ἔχει δὲ οὑτωσὶ τὰ μετὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν· (145) ᾿μοῦνος ... ἀκούων᾿.

1-14 DERS. 78, 5 (nach B 7, 2)

ἐπάγει ᾿μοῦνος ... πολλὰ μάλα᾿ καὶ παραδίδωσι λοιπὸν τὰ τοῦ κυρίως ὄντος σημεῖα· ᾿ὡς ἀγένητον ... πέδηισιν᾿. ταῦτα δὴ περὶ τοῦ κυρίως ὄντος λέγων ἐναργῶς ἀποδείκνυσιν, ὅτι ἀγένητον τοῦτο τὸ ὄν· οὔτε γὰρ ἐξ ὄντος· οὐ γὰρ προϋπῆρχεν ἄλλο ὄν· οὔτε ἐκ τοῦ μὴ ὄντος· οὐδὲ γὰρ ἔστι τὸ μὴ ὄν. καὶ διὰ τί δὴ τότε, ἀλλὰ μὴ καὶ πρότερον ἢ ὕστερον ἐγένετο; ἀλλ᾿ οὐδὲ ἐκ τοῦ πῆι μὲν ὄντος πῆι δὲ μὴ ὄντος, ὡς τὸ γενητὸν γίνεται  (neuplatonische Vprstellung) οὐ γὰρ ἂν τοῦ ἁπλῶς ὄντος προϋπάρχοι τὸ πῆι μὲν ὂν πῆι δὲ μὴ ὄν, ἀλλὰ μετ᾿ αὐτὸ ὑφέστηκε.

3-4 CLEM. strom. V, 113

Παρμενίδης δὲ ... ὧδέ πως περὶ τοῦ θεοῦ γράφει· ᾿πολλὰ ... ἀτρεμὲς ἠδ᾿ ἀγένητον᾿.

38 PLATO, Theaet. 180d

ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο ᾿οἷον ... ὄνομ᾿ εἶναι᾿ καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται.

 39 vgl. MELISSOS 30 B 8

εἰ γὰρ ἔστι γῆ καὶ ὕδωρ ... καὶ τὰ ἄλλα ὅσα φασὶν οἱ ἄνθρωποι εἶναι ἀληθῆ.

42 vgl. SIMPL, phys. 147, 13

εἴπερ ἕν ἐστι ᾿ὁμοῦ τὸ πᾶν᾿ (5) καὶ ᾿πεῖρας πύματον᾿.

43–45 PLAT, Soph. 244e

εἰ τοίνυν ὅλον ἐστὶν ὥσπερ καὶ Παρμενίδης λέγει ᾿πάντοθεν ... τῆι ἢ τῆι᾿, τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει.

EUDEM, bei Simpl., phys. 143, 4

ὥστε οὐδὲ τῶι οὐρανῶι ἐφαρμόττει τὰ παρ᾿ αὐτοῦ λεγόμενα, ὥς τινας ὑπολαβεῖν ὁ Εὔδημός φησιν (fr. 13 Sp.) ἀκούσαντας τοῦ ᾿πάντοθεν ... ὄγκωι᾿· οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ᾿ οὐδὲ ὅμοιος σφαίραι, ἀλλὰ σφαῖρά ἐστιν ἡ τῶν φυσικῶν ἀκριβεστάτη.

44. ARIST., phys III, 6; p. 207a15

βέλτιον οἰητέον Παρμενίδην Μελίσσου εἰρηκέναι· ὁ μὲν γὰρ τὸ ἄπειρον ὅλον φησίν, ὁ δὲ τὸ ὅλον πεπεράνθαι ᾿μεσσόθεν ἰσοπαλές᾿.

50-61 SIMPL., phys. 38, 28

συμπληρώσας γὰρ τὸν περὶ τοῦ νοητοῦ λόγον ὁ Παρμενίδης ἐπάγει ταυτί ... ᾿ἐν τῶι ... παρελάσσηι᾿.

50-59 SIMPL., phys. 30, 13

μετελθὼν δὲ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ὁ Παρμενίδης ἤτοι ἀπὸ ἀληθείας, ὡς αὐτός φησιν, ἐπὶ δόξαν ἐν οἷς λέγει ᾿ἐν τῶι ... ἀκούων᾿, τῶν γενητῶν ἀρχὰς καὶ αὐτὸς στοιχειώδεις μὲν τὴν πρώτην ἀντίθεσιν ἔθετο, ἣν φῶς καλεῖ καὶ σκότος <ἢ> πῦρ καὶ γῆν ἢ πυκνὸν καὶ ἀραιὸν ἢ ταὐτὸν καὶ ἕτερον, λέγων ἐφεξῆς τοῖς πρότερον παρακειμένοις ἔπεσιν ᾿μορφὰς ... ἐμβριθές τε᾿.

52 SIMPL., phys. 147, 28

ἀπατηλὸν καλεῖ τῶν ἐπῶν τὸν κόσμον τὸν περὶ τὰς βροτείους δόξας.

53-59. -- -- 179, 31

καὶ γὰρ οὗτος ἐν τοῖς πρὸς δόξαν ᾿θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ· ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν (Arist. p. 188a 20) καὶ φῶς καὶ νύκτα ἤτοι σκότος·᾿ λέγει γὰρ μετὰ τὰ περὶ ἀληθείας (p. 180) ᾿μορφὰς ... ἐμβριθές τε᾿.

 

9. (121-124 K., 125-128 St.) SIMPL., phys. 180, 8 (nach. 8. 59)

καὶ μετ᾿ ὀλίγα πάλιν

αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνόμασται
καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς,
πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου
ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρωι μέτα μηδέν.

καὶ ὅτι ἀρχαὶ ἄμφω καὶ ὅτι ἐναντίαι δηλοῦται.

10. (132-138K., p. 797 St.) CLEM., Strom. V, 138

ἀφικόμενος οὖν ἐπὶ τὴν ἀληθῆ μάθησιν ὁ βουλόμενος ἀκουέτω μὲν Παρμενίδου  τοῦ ᾿Ελεάτου ὑπισχνουμένου

εἴσηι δ᾿ αἰθερίαν τε φύσιν τά τ᾿ ἐν αἰθέρι πάντα
σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο
λαμπάδος ἔργ᾿ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο,
ἔργα τε κύκλωπος πεύσηι περίφοιτα σελήνης
καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα
ἔνθεν (μὲν γὰρ) ἔφυ τε καὶ ὥς μιν ἄγουσ(α) ἐπέδησεν ᾿Ανάγκη
πείρατ᾿ ἔχειν ἄστρων.

Cfr. Plútarchos, Adversus Colototem 1114b:

ὅς γε καὶ διάκοσμον πεποίηται καὶ στοιχεῖα μιγνὺς τὸ λαμπρὸν καὶ σκοτεινὸν ἐκ τούτων τὰ φαινόμενα πάντα καὶ διὰ τούτων ἀποτελεῖ· καὶ γὰρ περὶ γῆς εἴρηκε πολλὰ καὶ περὶ οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ γένεσιν ἀνθρώπων ἀφήγηται· καὶ οὐδὲν ἄρρητον ὡς ἀνὴρ ἀρχαῖος ἐν φυσιολογίαι καὶ συνθεὶς γραφὴν ἰδίαν, οὐκ ἀλλοτρίας διαφθοράν, τῶν κυρίων παρῆκεν.

εἴσηι δ᾿ αἰθερίαν τε φύσιν τά τ᾿ ἐν αἰθέρι πάντα
σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο
λαμπάδος ἔργ᾿ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο,
ἔργα τε κύκλωπος πεύσηι περίφοιτα σελήνης
καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα
ἔνθεν (μὲν γὰρ) ἔφυ τε καὶ ὥς μιν ἄγουσ(α) ἐπέδησεν ᾿Ανάγκη
πείρατ᾿ ἔχειν ἄστρων.

11 (139-142 K., 129-132 St.) SIMPL. cael. 559, 20

Παρμενίδης δὲ περὶ τῶν αἰσθητῶν ἄρξασθαί φησι λέγειν·

πῶς γαῖα καὶ ἥλιος ἠδὲ σελήνη
αἰθήρ τε ξυνὸς γάλα τ᾿ οὐράνιον καὶ ὄλυμπος
ἔσχατος ἠδ᾿ ἄστρων θερμὸν μένος ὡρμήθησαν
γίγνεσθαι.

καὶ τῶν γινομένων καὶ φθειρομένων μέχρι τῶν μορίων τῶν ζώιων τὴν γένεσιν παραδίδωσι.

12.

αἱ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο,
αἱ δ᾿ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα·
ἐν δὲ μέσωι τούτων δαίμων ἣ πάντα κυβερνᾶι·
πάντα γὰρ <ἣ> στυγεροῖο τόκου καὶ μίξιος ἄρχει
πέμπουσ᾿ ἄρσενι θῆλυ μιγῆν τό τ᾿ ἐναντίον αὖτις
ἄρσεν θηλυτέρωι.

(125- 130 K., 133-138 St.) 1-3 SIMPL. phys. 39, 12 (nach fr. 8, 61)

μετ᾿ ὀλίγα δὲ πάλιν περὶ τῶν δυεῖν στοιχείων εἰπὼν ἐπάγει καὶ τὸ ποιητικὸν λέγων

οὕτως ᾿αἱ γὰρ ... κυβερνᾶι᾿.

 2-6  Ebenda 31, 10

καὶ ποιητικὸν δὲ αἴτιον οὐ σωμάτων μόνον τῶν ἐν τῆι γενέσει ἀλλὰ καὶ ἀσωμάτων τῶν τὴν γένεσιν συμπληρούντων σαφῶς παραδέδωκεν ὁ Παρμενίδης λέγων· ᾿αἱ δ᾿ ἐπὶ ... θηλυτέρωι᾿.

4 Ebenda, 14

καὶ ποιητικὸν αἴτιον ἐκεῖνος μὲν ἓν κοινὸν τὴν ἐν μέσωι πάντων ἱδρυμένην καὶ πάσης γενέσεως αἰτίαν δαίμονα τίθησιν. Vgl. A 37.

αἱ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο,
αἱ δ᾿ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα·
ἐν δὲ μέσωι τούτων δαίμων ἣ πάντα κυβερνᾶι·
πάντα γὰρ <ἣ> στυγεροῖο τόκου καὶ μίξιος ἄρχει
πέμπουσ᾿ ἄρσενι θῆλυ μιγῆν τό τ᾿ ἐναντίον αὖτις
ἄρσεν θηλυτέρωι.

13. (131 K. 139 St.) ARIST., Metaph. I, 4; p. 984b 23

ὑποπτεύσειε δ᾿ ἄν τις ῾Ησίοδον πρῶτον ζητῆσαι τὸ τοιοῦτον, κἂν εἴ τις ἄλλος ἔρωτα ἢ ἐπιθυμίαν ἐν τοῖς οὖσιν ἔθηκεν ὡς ἀρχὴν οἷον καὶ Παρμενίδης· οὗτος γὰρ κατασκευάζων τὴν τοῦ παντὸς γένεσιν ᾿πρώτιστον μέν᾿, φησίν, ᾿῎Ερωτα θεῶν μητίσατο πάντων᾿.

PLUT., Amat. 13; p. 756f

διὸ Παρμενίδης μὲν ἀποφαίνει τὸν ῎Ερωτα τῶν ᾿Αφροδίτης ἔργων πρεσβύτατον ἐν τῆι κοσμογονίαι γράφων ᾿πρώτιστον ... πάντων᾿.

SIMPL. physica 39, 18 (nach fr. 12, 3)

ταύτην καὶ θεῶν αἰτίαν εἶναί φησι λέγων ᾿πρώτιστον θεῶν μητίσατο πάντων᾿ ... καὶ τὰς ψυχὰς πέμπειν ποτὲ μὲν ἐκ τοῦ ἐμφανοῦς εἰς τὸ ἀειδές, ποτὲ δὲ ἀνάπαλίν φησιν.

πρώτιστον μὲν ῎Ερωτα θεῶν μητίσατο πάντων ...

14. (143 K., 140 St.) PLUT. Colot. 15; p. 1116a

οὐδὲ γὰρ ὁ πῦρ μὴ λέγων εἶναι τὸν πεπυρωμένον σίδηρον ἢ τὴν σελήνην ἥλιον, ἀλλὰ κατὰ Παρμενίδην
νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον ἀλλότριον φῶς
ἀναιρεῖ σιδήρου χρῆσιν ἢ σελήνης φύσιν.

15. (144 K, 141 St.) PLUT., de fac. lun. 16, 6; p. 929a

τῶν ἐν οὐρανῶι τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι (Σεληνη) κατὰ Παρμενίδης

αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο.

16. (145-148 K., 149-152 St.) ARIST.Metaph. IV, 5, 1009b 21 (vgl. A 46)

ὡς γὰρ ἕκαστος ἔχει κρᾶσιν μελέων πολυπλάγκτων,
τὼς νόος ἀνθρώποισι παρίσταται· τὸ γὰρ αὐτό
ἔστιν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισιν
καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.

17. (149 K., 142 St.).  GALEN., In Epid. VI, 48 (XVII A 1002 K.)

τὸ μέντοι ἄρρεν ἐν τῶι δεξιῶι μέρει τῆς μήτρας κυΐσκεσθαι καὶ ἄλλοι τῶν παλαιοτάτων ἀνδρῶν εἰρήκασιν. ὁ μὲν γὰρ Παρμενίδης οὕτως ἔφη·
δεξιτεροῖσιν μὲν κούρους, λαιοῖσι δὲ κούρας ...

18 (150-155 K., 143-148 St. ) 1-6 CAEL. AURELIANUS. Morb. chron. IV, 9; p. 116 Sichard. (Bas. 1529)

Parmenides libris quos de natura scripsit, eventu inquit conceptionis molles aliquando seu subactos homines generari. cuius quia graecum est epigramma, et hoc versibus intimabo. latinos enim ut potui simili modo composui, ne linguarum ratio misceretur. ‘femina ... sexum’. vult enim seminum praeter materias esse virtutes (cfr. δυνάμεις B 9, 2), quae si se ita miscuerint, ut eiusdem corporis faciant unam, congruam sexui generent voluntatem si autem permixto semine corporeo virtutes separatae permanserint, utriusque veneris natos adpetentia sequatur.

femina virque simul Veneris cum germina miscent,
venis informans diverso ex sanguine virtus
temperiem servans bene condita corpora fingit.
nam si virtutes permixto semine pugnent
nec faciant unam permixto in corpore, dirae
nascentem gemino vexabunt semine sexum.

19. (157-159 K., 153-155 St.) SIMPL. cael. 558, 8

παραδοὺς δὲ τὴν τῶν αἰσθητῶν διακόσμησιν ἐπήγαγε πάλιν·

οὕτω τοι κατὰ δόξαν ἔφυ τάδε καί νυν ἔασι
καὶ μετέπειτ᾿ ἀπὸ τοῦδε τελευτήσουσι τραφέντα·
τοῖς δ᾿ ὄνομ᾿ ἄνθρωποι κατέθεντ᾿ ἐπίσημον ἑκάστωι.

 

ZWEIFELHAFTES

 

20. HIPPOL.  Ref. V, 8; p. 97, 2 W.

μικρά, φησίν, ἐστὶ τὰ μυστήρια τὰ τῆς Περσεφόνης κάτω, περὶ ὧν μυστηρίων καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐκεῖ οὔσης ἆπλατείας καὶ εὐρυχώρουή καὶ φερούσης τοὺς ἀπολλυμένους ἐπὶ τὴν Περσεφόνην <...>. καὶ ὁ ποιητὴς δέ φησιν·

αὐτὰρ ὑπ᾿ αὐτήν ἐστιν ἀταρπιτὸς ὀκρυόεσσα,
κοίλη, πηλώδης· ἡ δ᾿ ἡγήσασθαι ἀρίστη
ἄλσος ἐς ἱμερόεν πολυτιμήτου ᾿Αφροδίτης.

 

UNECHTES.

 

21.  AËT. II, 30, 4 (D 361b 24)

περὶ ἐμφάσεως σελήνης, διὰ τί γεώδης φαίνεται ... Παρμενίδης διὰ τὸ παραμεμῖχθαι τῶι περὶ αὐτὴν πυρώδει τὸ ζοφῶδες· ὅθεν ψευδοφανῆ τὸν ἀστέρα καλεῖ.

22.  SUIDAS, s. v. ὡς· λίαν

Παρμενίδηι· ᾿θαυμασίως ὡς δυσανάπειστον᾿

23. --  s. v. μακάρων νήσοισιν

ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίαι Θηβῶν τὸ παλαιόν, ὡς Παρμενίδης.

24. SUETONIUS (Miller Mel. 417)

Τελχῖνες ... τούτους οἱ μὲν θαλάσσης παῖδάς φασι, Παρμενίδης δ᾿ ἐκ τῶν ᾿Ακταίωνος κυνῶν γενέσθαι μεταμορφωθέντων ὑπὸ Διὸς εἰς ἀνθρώπους. Lies φασιν, Ἀρμενίδας.

25.  STOB., Ecl. I, 144, 19 Wachsm.

᾿Αλλ᾿ ὅγε πάντοθεν ἶσος <ἐὼν> καὶ πάμπαν ἀπείρων.