Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

62 NAUSIPHANE.

 

61. Apollodore  - 63. Diotime

 

NAUSIPHANE

 

 

 

62. NAUSIPHANE

 

A.  LEBEN UND LEHRE.

 

 1.  DIOG. prooem. I, 15

Δημόκριτος οὗ πολλοὶ μέν, ἐπ᾿ ὀνόματος δὲ Ναυσιφάνης (καὶ Ναυκύδη alte Variante zu Ναυσιφάνης), ὧν ᾿Επίκουρος.

2. -- IX, 64 (Pyrrhon)

Καταληφθεὶς δέ ποτε καὶ αὑτῶι λαλῶν καὶ ἐρωτηθεὶς τὴν αἰτίαν ἔφη μελετᾶν χρηστὸς εἶναι. Ἔν τε ταῖς ζητήσεσιν ὑπ᾿ οὐδενὸς κατεφρονεῖτο διὰ τὸ <καὶ δι>εξοδικῶς λέγειν καὶ πρὸς ἐρώτησιν· ὅθεν καὶ Ναυσιφάνην ἤδη νεανίσκον ὄντα θηραθῆναι. Ἔφασκε γοῦν γίνεσθαι δεῖν τῆς μὲν διαθέσεως τῆς Πυρρωνείου, τῶν δὲ λόγων τῶν ἑαυτοῦ. Ἔλεγέ τε πολλάκις καὶ ᾿Επίκουρον θαυμάζοντα τὴν Πύρρωνος ἀναστροφὴν συνεχὲς αὐτοῦ πυνθάνεσθαι περὶ αὐτοῦ ... (aus Antigonos v. Kar. S. 36 Wil.)

3. -- IX, 69

Διήκουσε τοῦ Πύρρωνος ... (neben Hekataios und Timon.) Ἔτι τε Ναυσιφάνης <ὁ> Τήιος, οὗ φασί τινες ἀκοῦσαι ᾿Επίκουρον.

4.  SUID.

᾿Επίκουρος ... ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνος μαθητοῦ ...

5.  CIC. d. nat. d. I, 26, 73

sed hunc Platonicum (nämlich Pamphilos) mirifice contemnit Epicurus: ita metuit, ne quid umquam didicisse videatur. in Nausiphane Democriteo tenetur, quem cum a se non neget auditum, vexat tamen omnibus contumeliis. atqui si haec Democritea non audisset, quid audierat? quid est in physicis Epicuri non a Democrito? Vgl. 33, 93)

6.  DIOG. X, 14

᾿Αρίστων δέ φησιν ἐν τῶι ᾿Επικούρου βίωι τὸν Κανόνα γράψαι αὐτὸν ἐκ τοῦ Ναυσιφάνους Τρίποδος, οὗ καὶ ἀκοῦσαί φησιν αὐτός, ἀλλὰ καὶ Παμφίλου τοῦ Πλατωνικοῦ ἐν Σάμωι. Ἄρξασθαί τε φιλοσοφεῖν ἐτῶν ὑπάρχοντα δυοκαίδεκα.

7.  SEXT. adv. math. I, 2 die Abneigung Epikure gegen die Mathematik erklärt sich auch

Διὰ τὴν πρὸς Ναυσιφάνην τὸν Πύρρωνος ἀκουστὴν ἔχθραν· πολλοὺς γὰρ τῶν νέων συνεῖχε καὶ τῶν μαθημάτων σπουδαίως ἐπεμελεῖτο, μάλιστα δὲ ῥητορικῆς. Γενόμενος οὖν τούτου μαθητὴς ὁ ᾿Επίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφυὴς φιλόσοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τήν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἔσπευδε, πολύς τε ἐγίνετο τῶν μαθημάτων κατήγορος ἐν οἷς ἐκεῖνος ἐσεμνύνετο. Φησὶ γοῦν ἐν τῆι Πρὸς τοὺς ἐν Μυτιλήνηι φίλους ἐπιστολῆι (fr. 114 Us.) ᾿Οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δοξάζειν τοῦ πλεύμονος εἶναι μετὰ μειρακίων τινῶν κραιπαλώντων ἀκούσαντα᾿, νῦν ᾿πλεύμονα᾿ καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον· καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκοπὴν λέγων ᾿καὶ γὰρ πονηρὸς ἅνθρωπος ἦν καὶ ἐπιτετηδευκὼς τοιαῦτα, ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖν᾿, αἰνισσόμενος τὰ μαθήματα.

8.  DIOG. X, 13

Τοῦτον (Epikur)  ᾿Απολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαί φησι καὶ Πραξιφάνους· αὐτὸς δὲ οὔ φησιν, ἀλλ᾿ ἑαυτοῦ ἐν τῆι Πρὸς Εὐρύλοχον ἐπιστολῆι (fr. 123 Us.).

9. -- X, 7

(Epikur) Καὶ ἐν ταῖς ἑπτὰ καὶ τριάκοντα βίβλοις ταῖς Περὶ φύσεως τὰ πλεῖστα ταὐτὰ λέγειν καὶ ἀντιγράφειν ἐν αὐταῖς ἄλλοις τε καὶ Ναυσιφάνει τὰ πλεῖστα, καὶ αὐτῆι λέξει φάσκειν οὕτως ᾿ἀλλ᾿ ἴτωσαν· εἶχε γὰρ ἐκεῖνος ὠδίνων τὴν ἀπὸ τοῦ στόματος καύχησιν τὴν σοφιστικήν, καθάπερ καὶ ἄλλοι πολλοὶ τῶν ἀνδραπόδων᾿. Καὶ <τὸν> αὐτὸν ᾿Επίκουρον ἐν ταῖς ᾿Επιστολαῖς περὶ Ναυσιφάνους λέγειν· ᾿ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον᾿. ᾿Πλεύμονά᾿ τε αὐτὸν ἐκάλει καὶ ᾿ἀγράμματον᾿ καὶ ᾿ἀπατεῶνα᾿ καὶ ᾿πόρνην᾿

 

B.  FRAGMENTE.

 

ΝΑΥΣΙΦΑΝΟΥΣ ΤΡΙΠΟΥΣ

 

Vgl. oben S. 221, 40, DIOG. X 14 (oben A 6) uns S. 389, 8.  GAL. subf. empir. p. 63, 12 Bonnet Hippocrates... non utique per deum interrogans eum qui per tria sermonem (d. i. οὔ τοι γε μὰ Δί' ἐρωτῶν τὸν Δία τριῶν λόγον) sicut Serapio neque Tripodem sicut Glaucias.  S. bes. Diotimos c. 63, 3.  Due Fragmente sind nur auszugsweise erhalten.

1.  PHILOD.  rhet. II; p. 48 Sudh. c. 34, 1

<Τὸν οὖν φυσικὸν τὴν ῥητορικὴν ἕξιν ἔχειν κατὰ τὸ εἰρη>μένον φήσει τις, κἂν μηδέποτε ῥητορεύσηι διὰ τὸ μὴ προσιέναι τοῖς κοινοῖς. Καὶ γὰρ τεκτονικήν φαμεν ἕξιν ἔχειν οὐ τὸν ἐνεργοῦντα μόνον οὐδ᾿ εἰς τὴν ἐνέργειαν αὐτὴν ἀποβλέποντες, ἀλλ᾿ εἰς τὸ δύνασθαι λαβόνθ᾿ ὕλην καὶ τὰ προσήκοντ᾿ ὄργανα δημιουργεῖν τὸ ἀπὸ τῆς τεκτονικῆς ἔργον, ὡς ἐπ᾿ ἰατρικῆς καὶ τῶν ἄλλων ἐπιστημῶν. Ὥστε πῶς οὐχὶ καὶ τὴν ῥητορικὴν τῶι φυσικῶι φήσαιμεν ἀκολουθεῖν, εἴπερ ἄρα παρατεθέντων πραγμάτων, ἐν οἷς ὁ πολιτικὸς καὶ ῥήτωρ ἀγαθὸς οἱονεὶ δημιουργεῖν τὴν ὀρθὴν δημηγορίαν, δύναιτ᾿ ἂν κατὰ τρόπον ὡσεὶ καί τις ἄλλος διαλεχθῆναι περὶ αὐτῶν;

2.  Die weiteren Auszüge Philodems sich noch weniger genzu : Rhet. 4, 10 (II; p. 5 Sudh. vgl. Arnim. Dio (B. 1898) S. 46 ff)

Ὅθεν καὶ Ναυσιφάνης οὐκ ἀπέδρα· λέγει γὰρ προαιρήσεσθαι τὸν σοφὸν ῥητορεύειν ἢ πολιτεύεσθαι.

 Rhet. 22, 2 (p. 33)

Ἀλλὰ πᾶν ἡγησάμενος εἶναι τὸ τίμιον καὶ ἀξιόλογον ἐν ταῖς παρὰ τῶν πολλῶν δόξαις καὶ μνήμαις ἐπὶ πολιτικαῖς δεινότησιν ἢ ταῖς κενῶς κομπουμέναις ἀρεταῖς καὶ καλοκαγαθίαις, ἐπὶ ταῦτα ἄγειν τὸν ἄριστον προείληφε συλλογισμόν.

c. 37, 3

Ἅμα δ᾿ ἐπὶ νομοθεσίας κατεφέρετο.

c. 11, 1 (p. 1)

Ἀλλ᾿ ἄντικρυς ἔφησεν <ὁτιοῦν> δυνήσεσθαι πείθειν τοὺς ἀκούοντας τὸν φυσικὸν καὶ σοφόν· καὶ τὸν σοφὸν οὐκ ἐν ἀμφισβητήσει κατέλιπεν, ἀλλ᾿ ἑαυτὸν ἔφη τοῖς λόγοις ἄξειν ἔν<θ᾿> ἂν βούληται τοὺς ἀκούοντας.

c. 15, 4 (p. 19)

Τοιοῦτον γὰρ κἂν <ἓν> ἔτος ἄνδρα τις ἔχηι συνζῶντα καὶ μὴ βραχεῖς χρόνους ὁμιλοῦντα, καὶ τοῦτο πλεοναζόντως δύνασθαι ἂν καὶ παρακολουθεῖν. 25, 1 Τὴν γὰρ αἰτίαν τῆς πειστικῆς δυνάμεως οὐκ ἐξ ἱστορίας, ἀλλ᾿ ἀπὸ τῆς εἰδήσεως τῶν πραγμάτων παραγίνεσθαί φησιν, ὥσθ᾿ ὁμοίως αὑτῶι πείθοι ἂν ὁ φυσικὸς ὁποιονοῦν ἔθνος.

Diese Unterweisung erstreckt sich 14, 3 (p. 5)

Περὶ ἕνα τὸν εὐφυῆ καὶ πρόθυμον.

c. 15, 9 (p. 7)  Widerlegung.

Ἔτι τίν᾿ ἂν εἴδησιν ἔχων ὁ φυσικὸς τῆς τῶν ἀνθρώπων φύσεως ἀπὸ ταύτης δύναιτο πείθειν αὐτούς; ἆρά γε τὴν ἐκ τίνων ἢ ποίων στοιχείων συνεστήκασι; καὶ τίς ἂν διὰ ταυτὶ πείθειν περὶ ὧν ἂν διεξίηι δύναιτο τοὺς ἀνθρώπους μᾶλλον ἢ τοῖς ...

c. 16, 2 (p. 8) Τὸ συγγενικὸν τέλος  (das angeborens Lebensziel; vgl. Epikur. p. 63, 1 Us),ὅπερ ἐστὶν ἥδεσθαι καὶ μὴ ἀλγεῖν, ἀλλὰ <εὐθὺς ἕκαστος> ἄνθρωπος πρὸς τοῦτο φέρεται καὶ χωρὶς τῆς τούτων προσδοκίας εἴτ᾿ ἀλόγως εἴτε λελογισμένως οὔτε διώκειν τοῖς ὅλοις οὐδὲν οὔτε φεύγειν, μᾶλλον δ᾿ οὐδὲ τὰ ζῶια ἄλλον ἐνδέχεται τρόπον.

c. 7, 2 (p. 9) Καὶ γὰρ οὕτως τὰ μέγιστα λέγων ἂν πείθοι πολλὴν προθυμίαν καὶ τῶν πολλῶν πρὸς τοῦτο παρεχομένων, διότι πειστικόν ἐστι τὸ γινώσκειν, πόθεν ἥκει τὸ συμφέρον. Ἄνευ γὰρ τῆς περὶ τούτου (τοῦ τέλους) πειθοῦς ἀχάριστοι γινόμενοι τοῖς προδιδάξασι, τῶν ἄλλως πειθόντων οὐκ ἂν πεισθεῖεν <οὐδενί>.

c. 8, 2 (p. 10) Τὸν φυσικὸν μόνον, τοῦτο τεθεωρηκότα, τῶι γινώσκειν ὃ βούλεται ἡ φύσις καὶ λέγειν καὶ λέγοντα τὸ πρὸς τὴν βούλησιν <ἀποδιδόναι>, δυνήσεσθαι πείθειν. 22, 2 (p. 16) Ἅπερ ἂν εἰδῶσιν βουλομένους τε καὶ μὴ μεταμελησομένους διὰ τὸ συμφερόντως βουλεύεσθαι (οἱ ῥήτορες τοὺς πολλούς). 23, 1 (p. 17) Πάντα δυναμένου πείθειν καὶ περὶ ὧν αὐτοὶ προπεπεισμένοι δι᾿ αὑτῶν εἰσι, ληψομένου τοὺς πολλοὺς συνομολογήσαντας. Stil : 18, 3 (p. 27) Θαυμαστέον μὲν οὖν φυσιολόγου καὶ τὴν λαλιὰν ὡς συνεστῶσαν ἄκρως κατ᾿ εὐοδίαν τῶν ὡμιλημένων καὶ μεταφοραῖς ἐπὶ τὸ ἀγνοούμενον πρᾶγμα ἄριστα μετενηνεγμένην καὶ οὐ πλάσματι κενῶι καὶ νόμωι γεγονυῖαν ἀλλὰ τῆι τῶν πραγμάτων φύσει καὶ κατὰ τὴν συνήθειαν.

Logik :33, 7 (p. 46) Ἐπεὶ καὶ τἀκόλουθον καὶ τὸ ὁμολογούμενον ἐν τοῖς λόγοις ἐνορᾶν καὶ τίνων ληφθέντων τί συμβαίνει, ληπτέον οὕτως ὑπὸ τὴν τῶν ὅλων διάγνωσιν, ἄλλως δ᾿ οὐ νομιστέον ἐγγίνεσθαι. 46, 8 (p. 47) Πάντα γὰρ τὰ τοιαῦτα ἀπὸ τῆς φυσικῆς καὶ μετὰ λόγου τῶν τε ἀδήλων σταθμήσεως καὶ τῶν ὑπαρχόντων ἐπιλογιστικῆς θεωρίας ἁλίσκετ᾿, ἄλλως δ᾿ οὐδαμῶς, ὥστε καὶ ὁδῶι γίνεσθαι καὶ οὐκ ἰδίαις τινῶν ἐμπειρίαις τὰ πράγμαθ᾿, ὥς φασιν, οὐκ εἰδότων. 24, 9 (p. 36) Καὶ μόνον δεῖν οἰόμενος τῶι σχηματίσαι διαφέρειν σχεδὸν τόν τε τοῦ σοφοῦ λόγον καὶ τὸν τοῦ πολιτικοῦ ῥήτορος, ὥσπερ δὴ ταῖς διανοήσεσι μὲν οὐ διαφέροντας τοὺς τὴν ἀλήθειαν κατὰ φύσιν ἐγνωκότας τῶν πολιτικῶν ῥητόρων, σχήματι δὲ μόνον λόγων, καὶ ταῦτα πρὸς οὐδένα λόγον κατεσκευασμένων. Τί γὰρ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγὴ δύνατ᾿, εἰ ταὐτό τι σημαίνει τῶι ἐνθυμήματι καὶ παραδείγματι; 26, 1 (π. 38) <δεικνύ>ει χρήσιμον διαλογισμὸν ὄντα ἐκ τῶν φανερῶν ἀεὶ καὶ ὑπαρχόντων περὶ τῶν μελλόντων, καὶ τοὺς πραγματικωτάτους ἀεὶ τῶν προεστώτων εἴτε δημοκρατίας εἴτε μοναρχίας εἴθ᾿ ἧς δήποτε πολιτείας τοιούτωι τρόπωι διαλογισμοῦ χρωμένους. Katechese und Vortrag : 43, 1 (p. 43) Ὁ γὰρ μακρῶι λόγωι καὶ συνειρομένωι καλῶς χρώμενος ἄριστα χρήσεται καὶ τῶι διὰ ἐρωτήσεως καλουμένωι, καὶ ὁ τούτωι κἀκείνωι· <καὶ γὰρ τὸ ἐπὶ> τοῦ συνειρομένου γινώσκειν, μέχρι ὅσου τοῖς ἀκούσασι γνώριμον δεῖ ποιεῖν τὸ πῖπτον ὑπὸ μίαν διάνοιαν ταὐτό τί ἐστι τῶι δύνασθαι θεωρεῖν, μέχρι ὅσου προτείνων οὔτ᾿ ἂν ἐλλείποι τις οὔθ᾿ ὑπερβαίνοι τοῦ προάξοντος τὸν ἀποκρινόμενον ἐπὶ τὴν ἰδέαν ἀγνοουμένου πράγματος. 31, 3 (π. 43) Κατανενοηκὼς μόνος ἂν δύναιτο κατὰ τηλικαῦτα διαιρῶν προτεῖναι καθ᾿ ὅσα τὸ φῆσαι καὶ ἀποφῆσαι μὴ περὶ τῶν φανερῶν ὅπηι εἰσίν, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ ἀδιαλήπτων, τοῖς μανθάνουσι προτατέον.

cfr. 30, 2 (p. 42) Ἀδυνατήσειν ἐν ἐκείνωι τῶι λαλήματι διαλέγεσθαι τὸν ὀρθῶς φυσιολογοῦντα, ὅτ<ωι> πάνυ χρῆται κατὰ πηλίκα τινὰ διαιρ<ῶν> τὰ τοῦ λόγου καθ᾿ ἕκαστα μέχρι τοῦ ποιεῖν κεφαλαιώματά τινα κατὰ τοὺς τούτων ἐναργῆ ἐπιστήμην ἀπειργασμένους.

3.  CLEM. Str. II, 130 p. 498 P. nach Apollodoros (s. S. 462, 25)

καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν (als τέλος bezeichnet)· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ᾿ἀθαμβίην᾿ λέγεσθαι.

4.  SENEC., Ep. 88, 43 N.

Ait ex his quae videntur esse nihil magis esse quam non esse.