Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

57. METRODOROS VON CHIOS.

 

56. Nessas - 58. Diogène de Smyrne

 

Métrodore de Chios.

 

 

 

57.  METRODOROS VON CHIO

 

A.  LEBEN UND LEHRE.

 

1.  CLEM., Strom. I, 64 p. 353 P. (D. 244, D. 601)

Δημοκρίτου δὲ ἀκουσταὶ Πρωταγόρας ὁ ᾿Αβδηρίτης καὶ Μητρόδωρος ὁ Χῖος, οὗ Διογένης ὁ Σμυρναῖος, οὗ ᾿Ανάξαρχος, τούτου δὲ Πύρρων, οὗ Ναυσιφάνης· τούτου φασὶν ἔνιοι μαθητὴν ᾿Επίκουρον γενέσθαι.

SUID.. v. Πύρρων

Πύρρων ... διήκουσε Βρύσωνος ... εἶτα ᾿Αναξάρχου τοῦ Μητροδώρου μαθητοῦ τοῦ Χίου, οὗ διδάσκαλος ἦν Μητρόδωρος (Δημόκριτος verb. Küster)  ὁ ᾿Αβδηρίτης.

2. AËT. I, 3, 17 (D. 285)

Μητρόδωρος Θεοκρίτου Χῖος τὰ ἀδιαίρετα καὶ τὸ κενόν (ἀρχὰς εἶναι).

SUID.

Θεόκριτος Χῖος ῥήτωρ μαθητὴς Μητροδώρου τοῦ ᾿Ισοκρατικοῦ. Ist dieser M. derselbe ?

3.  THEOPHR., phys. opin. fr. 8 (Simpl. Phys. 28, 27)

Καὶ Μητρόδωρος δὲ ὁ Χῖος ἀρχὰς σχεδόν τι τὰς αὐτὰς τοῖς περὶ Δημόκριτον ποιεῖ, τὸ πλῆρες καὶ τὸ κενὸν τὰς πρώτας αἰτίας ὑποθέμενος, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι· περὶ δὲ τῶν ἄλλων ἰδίαν τινὰ ποιεῖται τὴν μέθοδον. Vgl. CLEM. protr. 5, 66 p. 57 P.

4. [PLUT.], Strom. 11 (D. 582)

Μητρόδωρος ὁ Χῖος ἀίδιον εἶναί φησι τὸ πᾶν, ὅτι εἰ ἦν γενητόν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν· ἄπειρον δέ, ὅτι ἀίδιον· οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν ἤρξατο οὐδὲ πέρας οὐδὲ τελευτήν· ἀλλ᾿ οὐδὲ κινήσεως μετέχειν τὸ πᾶν. Κινεῖσθαι γὰρ ἀδύνατον μὴ μεθιστάμενον· μεθίστασθαι δὲ ἀναγκαῖον ἤτοι εἰς πλῆρες ἢ εἰς κενόν. *** Πυκνούμενον δὲ τὸν ἀέρα ποιεῖν νεφέλας εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτόν, καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι χρόνωι δὲ πήγνυσθαι τῶι ξηρῶι τὸν ἥλιον καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως καὶ καθόλου τὰς ἐκλείψεις ἀποτελεῖν.

5. SIMPL., phys. 1121, 21 (verm. aus Theocr. phys. op.)

Ἀπ᾿ ἀρχῆς δὲ χρόνου δοκοῦσι λέγειν γεγονέναι τὸν κόσμον ᾿Αναξαγόρας τε καὶ ᾿Αρχέλαος καὶ Μητρόδωρος ὁ Χῖος.

6.  AËT. I, 5, 4 (D. 292)

Μητρόδωρος ὁ καθηγητὴς ᾿Επικούρου φησὶν ἄτοπον εἶναι ἐν μεγάλωι πεδίωι ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῶι ἀπείρωι. Ὅτι δὲ ἄπειροι κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. Εἰ γὰρ ὁ κόσμος πεπερασμένος, τὰ δ᾿ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι· ὅπου γὰρ τὰ αἴτια ἄπειρα, ἐκεῖ καὶ τἀποτελέσματα. Αἴτια δὲ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.

7. --  II, 1, 3 (D. 327)

... Διογένης, Λεύκιππος, Δημόκριτος, ᾿Επίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῶι ἀπείρωι κατὰ πᾶσαν περιαγωγήν (Stob. περίστασιν Plut.).

8.  SIMPL., phys. 648, 14

Καὶ ἔξω τοῦ κόσμου (κενὸν εἶναι), ὅπερ δῆλον ὅτι τόπος μὲν οὐκ ἂν εἴη, αὐτὸ δὲ καθ᾿ αὑτὸ ὑφέστηκε. Ταύτης δὲ τῆς δόξης γέγονε καὶ Μητρόδωρος ὁ Χῖος. Vgl. c. 54 A 20 S 347, 10.

9.  AËT. II, 17, 1 (D. 346)

Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι. Stellung der Planeten s. S. 14, 50.

10. -- II, 18, 2 (D. 347)

Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας (nämlich τοὺς Διοσκούρους).

11. -- II, 20, 8 (D. 349b 10)

Παρμενίδης καὶ Μητρόδωρος πύρινον ὑπάρχειν τὸν ἥλιον. 20, 6 (D. 349a4) s. S. 307, 19; 343, 26: 366, 34

12. -- II, 27, 5 (D. 358; Mond.)

Θαλῆς πρῶτος ἔφη ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι ... Μητρόδωρος ὁμοίως.

13. -- III, 1, 3 (D. 365)

Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου (nämlich γίνεσθαι τὸν γαλαξίαν)· τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον.

14. --  III, 2, 10 (D. 367; Stenhschnuppen)

Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βίαιον ἔμπτωσιν πολλάκις σπινθηρίζειν.

15. --  III, 3, 3 (D. 368)

Μητρόδωρος ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσηι πνεῦμα, τῆι μὲν συνθραύσει τὸν κτύπον ἀποτελεῖ, τῆι δὲ πληγῆι καὶ τῶι σχισμῶι διαυγάζει, τῆι δ᾿ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ, τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν.

16. -- III, 4, 3 (D. 371)

Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς ἐπὶ τοῦ ἀέρος συνίστασθαι τὰ νέφη.

17. -- III, 5, 12 (D. 374; nach Theopr.)

Μητρόδωρος ὅταν διὰ νεφῶν ἥλιος διαλάμψηι, τὸ μὲν νέφος κυανίζειν, τὴν δ᾿ αὐγὴν ἐρυθραίνεσθαι.

SCHOL. ARAT.. p. 516 Maab (D. 231)

Μητρόδωρος τὴν ἶριν αἰτιολογῶν φησιν· ὅταν ἐξ ἐναντίας τῶι ἡλίωι ἐνσταθῆι νέφος πεπυκνωμένον, τηνικαῦτα ἐμπιπτούσης τῆς αὐγῆς τὸ μὲν νέφος φαίνεται κυανοῦν διὰ τὴν κρᾶσιν, τὸ δὲ περιφαινόμενον τῆι αὐγῆι φοινικοῦν, τὸ δὲ ὂν κάτω λευκόν. Τοῦτο εἶναι ἔθεσαν ἡλιακὸν φέγγος.

18.  AËT., III, 7, 3 (D. 375; περὶ ἀνέμων)

Μητρόδωρος ὑδατώδους ἀναθυμιάσεως διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίνεσθαι ὁρμὴν πνευμάτων θείων· τοὺς δὲ ἐτησίας πνεῖν τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ἀέρος ὑποχωροῦντι τῶι ἡλίωι κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντος.

19.  ALEX., Meteor. p. 67, 17 (59 A 90).

AËT. III 16, 5 (D. 382)

Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν παχέος καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα. Vgl. oben S. 41, 31 und 310, 8)

20. AËT.III, 9, 5 (D. 376)

Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δὲ ἥλιον τοῦ ἀέρος.

21. -- III, 15, 6 (D. 380; Erdbelen)

Μητρόδωρος μηδὲν ἐν τῶι οἰκείωι τόπωι σῶμα κινεῖσθαι, εἰ μή τις προώσειεν ἢ καθελκύσειε κατ᾿ ἐνέργειαν. Διὸ μηδὲ τὴν γῆν ἅτε δὴ κειμένην φυσικῶς κινεῖσθαι, τόπους δέ τινας αὐτῆς *** νοστεῖν τοῖς ἄλλοις.

SENEC., n.. quaest. VI, 19, 1. 2

Metrodorum Chium ... audiamus ... dicit: ‘quomodo cum in dolii cantant os, vox illa per totum cum quadam discussione percurrit ac resonat et tam leviter mota tamen circumit non sine tactu eius tumultuque, quo inclusa est: sic speluncarum sub terra pendentium vastitas habet aera suum, quem simul alius superne incidens percussit, agitat non aliter quam illa, de quibus paulo ante retuli, inania indito clamore sonuerunt’.

22.  AËT. IV 9, 1 (D. 396)

Δημόκριτος, Μητρόδωρος, Πρωταγόρας, Πλάτων ψευδεῖς εἶναι τὰς αἰσθήσεις.

23.  EPIPHAN, adv. haer. III, 2, 9 (D. 590, 35)

Μητρόδωρος ὁ Χῖος ἔφη μηδένα μηδὲν ἐπίστασθαι, ἀλλὰ ταῦτα, ἃ δοκοῦμεν γινώσκειν, ἀκριβῶς οὐκ ἐπιστάμεθα οὐδὲ ταῖς αἰσθήσεσι δεῖ προσέχειν· δοκήσει γάρ ἐστι τὰ πάντα.

24. ARISTOCL., b. Eus. P. E.  XIV, 20, 1

Ἔνιοι μέντοι φασὶ καὶ τὸν ῞Ομηρον αἰνίττεσθαι τὸ τοιοῦτο πάντων ἀποφαίνοντα τὸν ᾿Ωκεανὸν ἀρχήν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων· ὧν δ᾿ ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν, οὐ μὴν ἀλλ᾿ ἄντικρύς γε Πρωταγόρας ὁ ᾿Αβδηρίτης.

25.  SEXT., ad. math. VII, 87. 88

Οὐκ ὀλίγοι δὲ ἦσαν ... οἱ καὶ τοὺς περὶ Μητρόδωρον καὶ ᾿Ανάξαρχον, ἔτι δὲ Μόνιμον, φήσαντες ἀνηιρηκέναι τὸ κριτήριον, ἀλλὰ Μητρόδωρον μὲν ὅτι εἶπεν·

᾿Οὐδὲν ἴσμεν οὐδ᾿ αὐτὸ τοῦτο ἴσμεν ὅτι οὐδὲν ἴσμεν᾿. (vgl. B 1)

PHILODEM. Rhet. fr. inc. 3, 1 (II, 169 Sudhaus)

Οὐ γὰρ ἂν κατ᾿ ᾿Α<ν>αξα<γόραν φ>ήσαι τις ἀκολούθω<ς πᾶν> ὑπάρχειν ἐν παντ<ὶ οὐδ᾿ ἂν> κατὰ τὸ<ν> Χεῖον Μητ<ρᾶν> ὁμολογώιη τῶι μὴ <εἰδέ>ναι μηδ᾿ αὐτὸ τοῦτο.

 

B.  FRAGMENTE.

 

ΜΗΤΡΟΔΟΡΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ

 

1.  CIC., Ac. pr. II, 23, 73 (nach 55 B 265 S. 415, 20)

Is qui hunc maxime est admiratus Chius Metrodorus initio libri qui est De natura ‘Nego, inquit, scire nos sciamusne aliquid an nihil sciamus, ne id ipsum quidem nescire aut scire scire nos, nec omnino sitne aliquid an nihil sit’.

EUS., P. E. XIV, 19, 8 (aus seinem biogr. Compend.)

Ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν ᾿Αβδηρίτην. Τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι· ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι. Γράφων γέ τοι Περὶ φύσεως εἰσβολῆι ἐχρήσατο τοιαύτηι·

᾿Οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν οὐδ᾿ αὐτὸ τοῦτο, πότερον οἴδαμεν ἢ οὐκ οἴδαμεν <οὐδ᾿ αὐτὸ τὸ μὴ εἰδέναι καὶ τὸ εἰδέναι οἴδαμεν (ὅτι ἔστιν) οὐδ᾿ ὅλως πότερον ἔστι τι ἢ οὐκ ἔστιν>᾿.

-- --

Ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῶι μετὰ ταῦτα γενομένωι Πύρρωνι. προβὰς δέ φησιν ὅτι

᾿Πάντα ἐστίν, ὃ ἄν τις νοήσαι᾿. Vgl. S. 450, 21. 452, 41. 44.

 

ΤΡΩΙΚΑ

 

3. (FHG III 205) ATHEN. IV, 184a

Μητρόδωρος δ᾿ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν (?) ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμωι συριζόντων ...

4. (0) SCHOL. HOM.  GENAV.. Φ 441 p. 208, 21 Nic.

Μητρόδωρος ἐν Τρωικοῖς·

ἆμετὰ ταῦτα λέγουσι παρ᾿ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ οἵτινες, οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως· ἐλθόντας δὲ εἰπεῖν, ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῆι πόλει, ἐν ἧι αὐτὸν οἰκεῖν πρέποι·

᾿Ἠμεῖς οὖν σοι θέλομεν τειχίον κτίσαι καὶ ἐπιστατῆσαι᾿.

 

ΙΩΝΙΚΑ

 

6.  PLUT.., qaest. conv. VI; 2 p. 694a

τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου ᾿Ιωνικῶν· ἱστορεῖ γὰρ ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν.