retour à l'entrée du site  

table des matières de l'œuvre dE JULIEN

 

 

 

traduction française

Pour avoir la traduction d'un chapitre, cliquer sur le chapitre

 

 

 

 

MISOPOGON,
ou
L'ENNEMI DE LA BARBE.

 

[1] Ἀνακρέοντι τῷ ποιητῇ πολλὰ ἐποιήθη μέλη χαρίεντα· τρυφᾶν γὰρ ἔλαχεν ἐκ Μοιρῶν· Ἀλκαίῳ δ´ οὐκέτι οὐδ´ Ἀρχιλόχῳ τῷ Παρίῳ τὴν μοῦσαν ἔδωκεν ὁ θεὸς εἰς εὐφροσύνας καὶ ἡδονὰς τρέψαι· μοχθεῖν γὰρ ἄλλοτε ἄλλως ἀναγκαζόμενοι τῇ μουσικῇ πρὸς τοῦτο ἐχρῶντο, κουφότερα ποιοῦντες αὑτοῖς ὅσα ὁ δαίμων ἐδίδου τῇ εἰς τοὺς ἀδικοῦντας λοιδορίᾳ. Ἐμοὶ δὲ ἀπαγορεύει μὲν ὁ νόμος ἐπ´ ὀνόματος, ὥσπερ οἶμαι καὶ ἅπασι τοῖς ἄλλοις, αἰτιᾶσθαι τοὺς ἀδικουμένους μὲν οὐδέν, εἶναι δ´ ἐπιχειροῦντας δυσμενεῖς, ἀφαιρεῖται δὲ τὴν ἐν τοῖς μέλεσι μουσικὴν ὁ νῦν ἐπικρατῶν ἐν τοῖς ἐλευθέροις τῆς παιδείας τρόπος. Αἴσχιον γὰρ εἶναι δοκεῖ νῦν μουσικὴν ἐπιτηδεύειν, ἢ πάλαι ποτὲ ἐδόκει τὸ πλουτεῖν ἀδίκως. Οὐ μὴν ἀφέξομαι διὰ τοῦτο τῆς ἐμοὶ δυνατῆς ἐκ Μουσῶν ἐπικουρίας. Ἐθεασάμην τοι καὶ τοὺς ὑπὲρ τὸν Ῥῆνον βαρβάρους ἄγρια μέλη
λέξει πεποιημένα παραπλησίᾳ τοῖς κρωγμοῖς τῶν τραχὺ βοώντων ὀρνίθων ᾄδοντας καὶ εὐφραινομένους ἐπὶ τοῖς μέλεσιν. Εἶναι γὰρ οἶμαι συμβαίνει τοῖς φαύλοις τὴν μουσικὴν λυπηροῖς μὲν τοῖς θεάτροις, σφίσι δ´ αὐτοῖς ἡδίστοις· ὃ δὴ καὶ αὐτὸς ξυννοήσας εἴωθα πρὸς ἐμαυτὸν λέγειν ὅπερ ὁ Ἰσμηνίας οὐκ ἀπὸ τῆς ἴσης μὲν ἕξεως, ἀπὸ δὲ τῆς ὁμοίας, ὡς ἐμαυτὸν πείθω, μεγαλοφροσύνης, ὅτι δῆτα ταῖς Μούσαις ᾄσω καὶ ἐμαυτῷ.

Τὸ δὲ ᾄσμα πεζῇ μὲν λέξει πεποίηται, λοιδορίας δὲ ἔχει πολλὰς καὶ μεγάλας, οὐκ εἰς ἄλλους μὰ Δία (πῶς γάρ, ἀπαγορεύοντος τοῦ νόμου;) εἰς δὲ τὸν ποιητὴν αὐτὸν καὶ τὸν ξυγγραφέα. Τὸ γὰρ εἰς ἑαυτὸν γράφειν οὔτε ἐπαινοὺς οὔτε ψόγους εἴργει νόμος οὐδείς. Ἐπαινεῖν μὲν δὴ καὶ σφόδρα ἐθέλων ἐμαυτὸν οὐκ ἔχω, ψέγειν δὲ μυρία,

[2]  καὶ πρῶτον ἀρξάμενος ἀπὸ τοῦ προσώπου.  Τούτῳ γὰρ οἶμαι φύσει γεγονότι μὴ λίαν καλῷ μηδὲ εὐπρεπεῖ μηδὲ ὡραίῳ ὑπὸ δυστροπίας καὶ δυσκολίας αὐτὸς προστέθεικα τὸν βαθὺν τουτονὶ πώγωνα, δικὰς αὐτὸ πραττόμενος, ὡς ἔοικεν, οὐδενὸς μὲν ἄλλου, τοῦ δὲ μὴ φύσει γενέσθαι καλόν. Ταῦτά τοι διαθεόντων ἀνέχομαι τῶν φθειρῶν ὥσπερ ἐν λόχμῃ τῶν θηρίων. Ἐσθίειν δὲ λάβρως ἢ πίνειν χανδὸν οὐ συγχωροῦμαι· δεῖ γὰρ οἶμαι προσέχειν μὴ λάθω καὶ συγκαταφαγὼν τοῖς ἄρτοις τὰς τρίχας. Ὑπὲρ δὲ τοῦ φιλεῖσθαι καὶ φιλεῖν ἥκιστα ἀλγῶ. Καίτοι καὶ τοῦτο ἔχειν ἔοικεν ὁ πώγων ὥσπερ τὰ ἄλλα λυπηρόν, οὐκ ἐπιτρέπων καθαρὰ λείοις καὶ διὰ τοῦτο οἶμαι γλυκερωτέρα χείλεσι χείλη προσμάττειν, ὅπερ ἤδη τις ἔφη τῶν ἐργασαμένων ξὺν τῷ Πανὶ καὶ τῇ Καλλιόπῃ εἰς τὸν Δάφνιν ποιήματα. Ὑμεῖς δέ φατε δεῖν καὶ σχοινία πλέκειν ἐνθένδε· καὶ ἕτοιμος παρέχειν, ἢν μόνον ἕλκειν δυνηθῆτε καὶ μὴ τὰς ἀτρίπτους ὑμῶν καὶ μαλακὰς χεῖρας ἡ τραχύτης αὐτῶν δεινὰ ἐργάσηται. Νομίσῃ δὲ μηδεὶς δυσχεραίνειν ἐμὲ τῷ σκώμματι. Δίδωμι γὰρ αὐτὸς τὴν αἰτίαν ὥσπερ οἱ τράγοι τὸ γένειον ἔχων, ἐξὸν οἶμαι λεῖον αὐτὸ ποιεῖν καὶ ψιλόν, ὁποῖον οἱ καλοὶ τῶν παίδων ἔχουσιν ἅπασαί τε αἱ γυναῖκες, αἷς φύσει πρόσεστι τὸ ἐράσμιον. Ὑμεῖς δὲ καὶ ἐν τῷ γήρᾳ ζηλοῦντες τοὺς ὑμῶν αὐτῶν υἱέας καὶ τὰς θυγατέρας ὑπὸ ἁβρότητος βίου καὶ ἴσως ἁπαλότητος τρόπον λεῖον ἐπιμελῶς ἐργάζεσθε, τὸν ἄνδρα ὑποφαίνοντες καὶ παραδεικνύντες διὰ τοῦ μετώπου καὶ οὐχ ὥσπερ ἡμεῖς ἐκ τῶν γνάθων. Ἐμοὶ δὲ οὐκ ἀπέχρησε μόνον ἡ βαθύτης τοῦ γενείου, ἀλλὰ καὶ τῇ κεφαλῇ πρόσεστιν αὐχμός, καὶ ὀλιγάκις κείρομαι καὶ ὀνυχίζομαι, καὶ τοὺς δακτύλους ὑπὸ τοῦ καλάμου τὰ πολλὰ ἔχω μέλανας. Εἰ δὲ βούλεσθέ τι καὶ τῶν ἀπορρήτων μαθεῖν, ἔστι μοι τὸ στῆθος δασὺ καὶ λάσιον ὥσπερ τῶν λεόντων, οἵπερ βασιλεύουσι τῶν θηρίων, οὐδὲ ἐποίησα λεῖον αὐτὸ πώποτε διὰ δυσκολίαν καὶ μικροπρέπειαν, οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος εἰργασάμην λεῖον οὐδὲ μαλακόν. Εἶπόν γ´ ἂν ὑμῖν, εἴ τις ἦν μοι καὶ ἀκροχορδὼν ὥσπερ τῷ Κικέρωνι· νυνὶ δὲ οὐκ ἔστι. Καὶ εἰ συγγινώσκετε, φράσω μὴν ἕτερον.

[3] Ἐμοὶ γὰρ οὐκ ἀπόχρη τὸ σῶμα εἶναι τοιοῦτο, πρὸς δὲ καὶ δίαιτα παγχάλεπος ἐπιτηδεύεται. Εἴργω τῶν θεάτρων ἐμαυτὸν ὑπ´ ἀβελτηρίας, οὐδὲ εἴσω τῆς αὐλῆς παραδέχομαι τὴν θυμέλην ἔξω τῆς νουμηνίας τοῦ ἔτους ὑπ´ ἀναισθησίας, ὥσπερ τινὰ φόρον ἢ δασμὸν εἰσφέρων καὶ ἀποδιδοὺς ἄγροικος ὀλίγα ἔχων οὐκ ἐπιεικεῖ δεσπότῃ. Καὶ τότε δὲ εἰσελθὼν τοῖς ἀφοσιουμένοις ἔοικα. Κέκτημαι δὲ οὐδένα, καὶ ταῦτα βασιλεὺς ἀκούων μέγας, 〈ὃς〉 καθάπερ ὕπαρχος ἢ στρατηγὸς διὰ πάσης τῆς οἰκουμένης ἄρξει τῶν μίμων καὶ τῶν ἡνιόχων· ὅπερ ὑμεῖς ὁρῶντες ὀλίγῳ πρότερον ἀναμιμνήσκεσθε νῦν ἥβης ἐκείνης νοῦ τε ἐκείνου καὶ φρενῶν.
Ἦν μὲν οὖν ἴσως καὶ τοῦτο βαρὺ καὶ δεῖγμα ἐναργὲς μοχθηρίας τρόπου· προστίθημι δὲ ἐγώ τι καινότερον ἀεί. Μισῶ τὰς ἱπποδρομίας, ὥσπερ οἱ χρήματα ὠφληκότες τὰς ἀγοράς. Ὀλιγάκις οὖν εἰς αὐτὰς φοιτῶ ἐν ταῖς ἑορταῖς τῶν θεῶν οὐδὲ διημερεύω, καθάπερ εἰώθεσαν ὅ τε ἀνεψιὸς ὁ ἐμὸς καὶ ὁ θεῖος καὶ ὁ ἀδελφὸς ὁ ὁμοπάτριος. Ἓξ δὲ τοὺς πάντας θεώμενος δρόμους, οὐδὲ αὐτοὺς ὡς ἄν τις ἐρῶν τοῦ πράγματος ἢ ναὶ μὰ Δία μὴ μισῶν αὐτὸ μηδὲ ἀποστρεφόμενος, ἄσμενος ἀπαλλάττομαι.
Ἀλλὰ τὰ μὲν ἔξω ταῦτα· καίτοι πόστον εἴρηταί μοι μέρος τῶν ἐμῶν εἰς ὑμᾶς ἀδικημάτων;

[4] τὰ δὲ ἔνδον ἄγρυπνοι νύκτες ἐν στιβάδι, καὶ τροφὴ παντὸς ἥττων κόρου πικρὸν ἦθος ποιεῖ καὶ τρυφώσῃ πόλει πολέμιον. Οὐ μὴν ὑμῶν γ´ ἕνεκα τοῦτο ἐπιτηδεύεται παρ´ ἐμοῦ· δεινὴ δέ τις ἐκ παιδαρίου με καὶ ἀνόητος ἀπάτη προκαταλαβοῦσα τῇ γαστρὶ πολεμεῖν ἔπεισεν, οὐδὲ ἐπιτρέπω πολλῶν ἐμπίπλασθαι σιτίων αὐτῇ. Ὀλιγάκις οὖν ἐμοὶ τῶν πάντων ἐμέσαι συνέβη. Καὶ μέμνημαι αὐτὸ παθὼν ἐξ ὅτου Καῖσαρ ἐγενόμην ἅπαξ ἀπὸ συμπτώματος, οὐ πλησμονῆς. Ἄξιον δὲ ὑπομνησθῆναι διηγήματος οὐδὲ αὐτοῦ πάνυ χαρίεντος, ἐμοὶ δὲ διὰ τοῦτο μάλιστα οἰκείου.
Ἐτύγχανον ἐγὼ χειμάζων περὶ τὴν φίλην Λουτεκίαν· ὀνομάζουσι δὲ οὕτως οἱ Κελτοὶ τῶν Παρισίων τὴν πολίχνην. Ἔστι δὲ οὐ μεγάλη νῆσος ἐγκειμένη τῷ ποταμῷ, καὶ αὐτὴν κύκλῳ πᾶσαν τὸ τεῖχος καταλαμβάνει, ξύλιναι δὲ ἐπ´ αὐτὴν ἀμφοτέρωθεν εἰσάγουσι γέφυραι, καὶ ὀλιγάκις ὁ ποταμὸς ἐλαττοῦται καὶ μείζων γίνεται, τὰ πολλὰ δέ ἐστιν ὁποῖος ὥρᾳ θέρους καὶ χειμῶνος, ὕδωρ ἥδιστον καὶ καθαρώτατον ὁρᾶν καὶ πίνειν ἐθέλοντι παρέχων. Ἅτε γὰρ νῆσον οἰκοῦντας ὑδρεύεσθαι μάλιστα ἐνθένδε χρή. Γίνεται δὲ καὶ ὁ χειμὼν ἐκεῖ πρᾳότερος, εἴτε ὑπὸ τῆς θέρμης τοῦ ὠκεανοῦ (στάδια γὰρ ἀπέχει τῶν ἐννακοσίων οὐ πλείω, καὶ διαδίδοται τυχὸν λεπτή τις αὖρα τοῦ ὕδατος, εἶναι δὲ δοκεῖ θερμότερον τὸ θαλάττιον τοῦ γλυκέος), εἴτε οὖν ἐκ ταύτης εἴτε ἔκ τινος ἄλλης αἰτίας ἀφανοῦς ἐμοί, τὸ πρᾶγμά ἐστι τοιοῦτον· ἀλεεινότερον ἔχουσιν οἱ τὸ χωρίον οἰκοῦντες τὸν χειμῶνα, καὶ φύεται παρ´ αὐτοῖς ἄμπελος ἀγαθή, καὶ συκᾶς ἤδη τινές εἰσιν οἳ ἐμηχανήσαντο, σκεπάζοντες αὐτὰς τοῦ χειμῶνος ὥσπερ ἱματίοις τῇ καλάμῃ τοῦ πυροῦ καὶ τοιούτοις τισίν, ὅσα εἴωθεν εἴργειν τὴν ἐκ τοῦ ἀέρος ἐπιγιγνομένην τοῖς δένδρεσι βλάβην. Ἐγένετο δὴ οὖν ὁ χειμὼν τοῦ εἰωθότος σφοδρότερος, καὶ παρέφερεν ὁ ποταμὸς ὥσπερ μαρμάρου πλάκας· ἴστε δήπου τὸν Φρύγιον λίθον, ᾧ ἐῴκει μάλιστα τοῦ λευκοῦ τούτου τὰ κρύσταλλα, μεγάλα καὶ ἐπάλληλα φερόμενα· καὶ δὴ καὶ συνεχῆ ποιεῖν ἤδη τὸν πόρον ἔμελλε καὶ τὸ ῥεῦμα γεφυροῦν. Ὡς οὖν ἐν τούτοις ἀγριώτερος ἦν τοῦ συνήθους, ἐθάλπετο δὲ τὸ δωμάτιον οὐδαμῶς, οὗπερ ἐκάθευδον, ὅνπερ εἰώθει τρόπον ὑπογαίοις καμίνοις τὰ πολλὰ τῶν οἰκημάτων ἐκεῖ θερμαίνεσθαι, καὶ ταῦτα ἔχον εὐτρεπῶς πρὸς τὸ παραδέξασθαι τὴν ἐκ τοῦ πυρὸς ἀλέαν· συνέβη δὲ οἶμαι καὶ τότε διὰ σκαιότητα τὴν ἐμὴν καὶ τὴν εἰς αὑτὸν πρῶτον, ὡς εἰκός, ἀπανθρωπίαν· ἐβουλόμην γὰρ ἐθίζειν ἐμαυτὸν ἀνέχεσθαι τὸν ἀέρα, ταύτης 〈ἀν〉ενδεῶς ἔχοντα τῆς βοηθείας. Ὡς δὲ ὁ χειμὼν ἐπεκράτει καὶ ἀεὶ μείζων ἐπεγίνετο, θερμῆναι μὲν οὐδ´ ὣς ἐπέτρεψα τοῖς ὑπηρέταις τὸ οἴκημα, δεδιὼς κινῆσαι τὴν ἐν τοῖς τοίχοις ὑγρότητα, κομίσαι δὲ ἔνδον ἐκέλευσα πῦρ κεκαυμένον καὶ 〈ἄνθρακας〉 λαμπροὺς ἀποθέσθαι παντελῶς μετρίους. Οἱ δέ, καίπερ ὄντες οὐ πολλοί, παμπληθεῖς ἀπὸ τῶν τοίχων ἀτμοὺς ἐκίνησαν, ὑφ´ ὧν κατέδαρθον. Ἐμπιμπλαμένης δέ μοι τῆς κεφαλῆς ἐδέησα μὲν ἀποπνιγῆναι, κομισθεὶς δὲ ἔξω, τῶν ἰατρῶν παραινούντων ἀπορρῖψαι τὴν ἐντεθεῖσαν ἄρτι τροφήν, οὔτι μὰ Δία πολλὴν οὖσαν, ἐξέβαλον, καὶ ἐγενόμην αὐτίκα ῥᾴων, ὥστε μοι γενέσθαι κουφοτέραν τὴν νύκτα καὶ τῆς ὑστεραίας πράττειν ὅτιπερ ἐθέλοιμι.

[5] Οὕτω μὲν οὖν ἐγὼ καὶ ἐν Κελτοῖς κατὰ τὸν τοῦ Μενάνδρου Δύσκολον αὐτὸς ἐμαυτῷ πόνους προσετίθην. Ἀλλ´ ἡ Κελτῶν μὲν ταῦτα ῥᾷον ἔφερεν ἀγροικία, πόλις δὲ εὐδαίμων καὶ μακαρία καὶ πολυάνθρωπος εἰκότως ἄχθεται, ἐν ᾗ πολλοὶ μὲν ὀρχησταί, πολλοὶ δὲ αὐληταί, μῖμοι δὲ πλείους τῶν πολιτῶν, αἰδὼς δὲ οὐκ ἔστιν ἀρχόντων. Ἐρυθριᾶν γὰρ πρέπει τοῖς ἀνάνδροις, ἐπεὶ τοῖς γε ἀνδρείοις, ὥσπερ ὑμεῖς, ἕωθεν κωμάζειν, νύκτωρ ἡδυπαθεῖν, ὅτι τῶν νόμων ὑπερορᾶτε μὴ λόγῳ διδάσκειν, ἀλλὰ τοῖς ἔργοις ἐνδείκνυσθαι (καὶ γὰρ οἱ νόμοι φοβεροὶ διὰ τοὺς ἄρχοντας· ὥστε ὅστις ἄρχοντα ὕβρισεν, οὗτος ἐκ περιουσίας τοὺς νόμους κατεπάτησεν·) ὡς δὲ ἐπὶ τούτοις εὐφραινόμενοι δῆλον ποιεῖτε πολλαχοῦ μέν, οὐχ ἥκιστα δὲ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς θεάτροις, ἀπὸ μὲν τῶν κρότων καὶ ἀπὸ τῆς βοῆς ὁ δῆμος, οἱ δὲ ἐν τέλει τῷ γνωριμώτεροι μᾶλλον εἶναι καὶ ὀνομάζεσθαι παρὰ πᾶσιν ἀφ´ ὧν εἰς τὰς τοιαύτας ἑορτὰς ἐδαπάνησαν ἢ Σόλων ὁ Ἀθηναῖος ἀπὸ τῆς πρὸς Κροῖσον τὸν Λυδῶν βασιλέα συνουσίας, καλοὶ δὲ πάντες καὶ μεγάλοι καὶ λεῖοι καὶ ἀγένειοι, νέοι τε ὁμοίως καὶ πρεσβύτεροι ζηλωταὶ τῆς εὐδαιμονίας [καὶ] τῶν Φαιάκων,

Εἵματά τ´ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνὰς ἀντὶ τῆς ὁσίας ἀποδεχόμενοι.

[6] Τὴν δὴ σὴν ἀγροικίαν καὶ ἀπανθρωπίαν καὶ σκαιότητα τούτοις ἁρμόσειν ὑπέλαβες; οὕτως ἀνόητόν ἐστί σοι καὶ φαῦλον, ὦ πάντων ἀνθρώπων ἀμαθέστατε καὶ φιλαπεχθημονέστατε, τὸ λεγόμενον ὑπὸ τῶν ἀγεννεστάτων σῶφρον τουτοῒ ψυχάριον, ὃ δὴ σὺ κοσμεῖν καὶ καλλωπίζειν σωφροσύνῃ χρῆναι νομίζεις; οὐκ ὀρθῶς, ὅτι πρῶτον μὲν ἡ σωφροσύνη ὅ τι ποτ´ ἐστὶν οὐκ ἴσμεν, ὄνομα δὲ αὐτῆς ἀκούοντες μόνον, ἔργον οὐχ ὁρῶμεν. Εἰ δὲ ὁποῖον σὺ νῦν ἐπιτηδεύεις ἐστίν, ἐπίστασθαι μὲν ὅτι θεοῖς χρὴ δουλεύειν καὶ νόμοις, ἐκ τῶν ἴσων δὲ τοῖς ὁμοτίμοις προσφέρεσθαι καὶ τὴν ἐν τούτοις ὑπεροχὴν φέρειν πρᾳότερον, ἐπιμελεῖσθαι καὶ προνοεῖν ὅπως οἱ πένητες ὑπὸ τῶν πλουτούντων ἥκιστα ἀδικηθήσονται, καὶ ὑπὲρ τούτου πράγματα ἔχειν, ὁποῖα εἰκός ἐστί σοι γενέσθαι πολλάκις, ἀπεχθείας, ὀργάς, λοιδορίας· εἶτα καὶ ταῦτα φέρειν ἐγκρατῶς καὶ μὴ χαλεπαίνειν μηδὲ ἐπιτρέπειν τῷ θυμῷ, παιδαγωγεῖν δὲ αὐτόν, ὡς ἐνδέχεται, καὶ σωφρονίζειν· εἰ δὲ καὶ τοῦτό τις ἔργον θεῖτο σωφροσύνης, ἀπέχεσθαι πάσης ἡδονῆς οὐ λίαν ἀπρεποῦς οὐδὲ ἐπονειδίστου δοκούσης ἐν τῷ φανερῷ, πεπεισμένος ὡς οὐκ ἔστιν ἰδίᾳ σωφρονεῖν οἴκοι καὶ λάθρᾳ τὸν δημοσίᾳ καὶ φανερῶς ἀκόλαστον εἶναι θέλοντα καὶ τερπόμενον τοῖς θεάτροις· εἰ δὴ οὖν ὄντως ἡ σωφροσύνη τοιοῦτόν ἐστιν, ἀπόλωλας μὲν αὐτός, ἀπολλύεις δὲ καὶ ἡμᾶς οὐκ ἀνεχομένους ἀκούειν πρῶτον ὄνομα δουλείας οὔτε πρὸς θεοὺς οὔτε πρὸς νόμους· ἡδὺ γὰρ ἐν πᾶσι τὸ ἐλεύθερον.

Ἡ δὲ εἰρωνεία πόση; δεσπότης εἶναι οὐ φὴς οὐδὲ ἀνέχῃ τοῦτο ἀκούων, ἀλλὰ καὶ ἀγανακτεῖς, ὥστε ἤδη ἔπεισας τοὺς πλείστους ἐθάδας πάλαι γενομένους ἀφελεῖν ὡς ἐπίφθονον τῆς ἀρχῆς τοῦτο τὸ ὄνομα, δουλεύειν δὲ ἡμᾶς ἀναγκάζεις ἄρχουσι καὶ νόμοις. Καίτοι πόσῳ κρεῖττον ἦν ὀνομάζεσθαι μέν σε δεσπότην, ἔργῳ δὲ ἐᾶν ἡμᾶς εἶναι ἐλευθέρους, ὦ τὰ μὲν ὀνόματα πρᾳότατε, πικρότατε δὲ τὰ ἔργα; πρὸς δὲ τούτοις ἀποκναίεις βιαζόμενος μὲν τοὺς πλουσίους ἐν δικαστηρίοις μετριάζειν, τοὺς πένητας δὲ εἴργεις συκοφαντεῖν. Ἀφεὶς δὲ τὴν σκηνὴν καὶ τοὺς μίμους καὶ τοὺς ὀρχηστὰς ἀπολώλεκας ἡμῶν τὴν πόλιν, ὥστε οὐθὲν ἡμῖν ἀγαθὸν ὑπάρχει παρὰ σοῦ πλὴν τῆς βαρύτητος, ἧς ἀνεχόμενοι μῆνα ἕβδομον τουτονί, τὸ μὲν εὔχεσθαι πάντως ἀπαλλαγῆναι τοῦ τοσούτου κακοῦ τοῖς περὶ τοὺς τάφους καλινδουμένοις γραϊδίοις ξυνεχωρήσαμεν, ἡμεῖς δὲ αὐτὸ διὰ τῆς ἡμῶν αὐτῶν εὐτραπελίας ἐξειργασάμεθα, βάλλοντές σε τοῖς σκώμμασιν ὥσπερ τοξεύμασι. Σὺ δέ, ὦ γενναῖε, πῶς ἀνέξῃ τὰ Περσῶν βέλη, τὰ ἡμέτερα τρέσας σκώμματα;

[7] Ἰδού, βούλομαι πάλιν ἀπ´ ἄλλης ἀρχῆς ἐμαυτῷ λοιδορήσασθαι·
Φοιτᾷς εἰς τὰ ἱερά, δύσκολε καὶ δύστροπε καὶ πάντα μοχθηρέ. Συρρεῖ διὰ σὲ τὰ πλήθη πρὸς τὰ τεμένη καὶ μέντοι καὶ οἱ πλείους τῶν ἐν τέλει, καὶ ἀποδέχονταί σε σὺν βοῇ μετὰ κρότων λαμπρῶς ἐν τοῖς τεμένεσιν ὥσπερ ἐν τοῖς θεάτροις. Τί οὖν οὐκ ἀγαπᾷς οὐδὲ ἐπαινεῖς, ἀλλὰ ἐπιχειρεῖς εἶναι σοφώτερος τὰ τοιαῦτα τοῦ Πυθίου, καὶ δημηγορεῖς ἐν τῷ πλήθει, καὶ καθάπτῃ τῶν βοώντων πικρῶς αὐτὸ δὴ τοῦτο λέγων τὸ ποιούμενον ὑπ´ αὐτῶν, ὡς

«Ὑμεῖς τῶν θεῶν ἕνεκεν ὀλιγάκις εἰς τὰ τεμένη συνέρχεσθε, συνδραμόντες δὲ δι´ ἐμὲ πολλῆς ἀκοσμίας ἀναπίμπλατε τὰ ἱερά. Πρέποι δὲ ἂν ἀνδράσι σώφροσι καὶ κοσμίοις εὔχεσθαι σιγῇ παρὰ τῶν θεῶν αἰτουμένοις τὰ ἀγαθά. Τοῦτον οὐκ ἠκροᾶσθε τὸν νόμον Ὁμήρου

Σιγῇ ἐφ´ ὑμείων -;

οὐδὲ ὡς Ὀδυσσεὺς ἐπέσχε τὴν Εὐρύκλειαν ἐκπεπληγμένην ὑπὸ μεγέθους τοῦ κατορθώματος·

Ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ´ ὀλόλυζε;

τὰς δὲ δὴ Τρῳάδας οὔτι πρὸς τὸν Πρίαμον ἤ τινα τῶν τούτου γαμετῶν ἢ θυγατέρων ἢ υἱέων, οὐ μὴν οὐδὲ αὐτὸν τὸν Ἕκτορα (καίτοι τούτῳ φησὶν ὡς θεῷ τοὺς Τρῶας εὔχεσθαι, εὐχομένας δὲ οὐκ ἔδειξεν ἐν τῇ ποιήσει οὔτε γυναῖκας οὔτε ἄνδρας) ἀλλὰ τῇ Ἀθηνᾷ ὀλολυγῇ πᾶσαι, φησί, χεῖρας ἀνέσχον, βαρβαρικὸν μὲν καὶ τοῦτο καὶ γυναιξὶ πρέπον, οὐ μὴν ἀνόσιον πρὸς τοὺς θεοὺς ὥσπερ τὸ παρ´ ὑμῶν ποιούμενον. Ἐπαινεῖτε γὰρ ἀντὶ τῶν θεῶν τοὺς ἀνθρώπους, μᾶλλον δὲ ἀντὶ τῶν θεῶν τοὺς ἀνθρώπους ἡμᾶς κολακεύετε. Κάλλιστον δέ ἐστιν οἶμαι μηδὲ ἐκείνους κολα: κεύειν, ἀλλὰ θεραπεύειν σωφρόνως.»

[8] Ἰδού, πάλιν ἐγὼ τὰ συνήθη τεχνιτεύω λεξείδια καὶ οὐδὲ ἐμαυτῷ συγχωρῶ φθέγγεσθαι ὡς ἔτυχεν ἀδεῶς καὶ ἐλευθέρως, ἀλλὰ ὑπὸ τῆς συνήθους σκαιότητος καὶ ἐμαυτὸν συκοφαντῶ. Ταῦτά τις καὶ τοιαῦτ´ 〈ἂν〉 λέγοι πρὸς ἄνδρας οὐ τὰ πρὸς τοὺς ἄρχοντας μόνον, ἀλλὰ καὶ τὰ πρὸς τοὺς θεοὺς ἐλευθέρους εἶναι θέλοντας, ὅπως τις εὔνους αὐτοῖς ὥσπερ πατὴρ ἤπιος νομισθείη, φύσει πονηρὸς ὢν ὥσπερ ἐγώ.

Ἀνέχου τοίνυν αὐτῶν μισούντων καὶ λοιδορούντων λάθρᾳ ἢ καὶ φανερῶς, ἐπειδὴ κολακεύειν ἐνόμισας τοὺς ἐν τοῖς ἱεροῖς ὁρώμενόν σε ἐπαινοῦντας. Οὐ γὰρ οἶμαι διενοήθης ὅπως ἁρμόσει τῶν ἀνδρῶν οὔτε τοῖς ἐπιτηδεύμασιν οὔτε τοῖς βίοις οὔτε τοῖς ἤθεσιν.

Εἶἑν. Ἀλλ´ ἐκεῖνο τίς ἀνέξεταί σου; καθεύδεις ὡς ἐπίπαν νύκτωρ μόνος οὐδέ ἐστιν οὐδέν, ὅ σου τὸν ἄγριον καὶ ἀνήμερον μαλάξει θυμόν· ἀποκέκλεισται δὲ πάσῃ πανταχοῦ πάροδος γλυκυθυμίᾳ. Καὶ τὸ μέγιστον τῶν κακῶν, ὅτι τοιοῦτον ζῶν βίον εὐφραίνῃ καὶ πεποίησαι τὰς κοινὰς κατάρας ἡδονήν. Εἶτα ἀγανακτεῖς, εἴ του τὰ τοιαῦτα ἀκούεις; ἐξὸν εἰδέναι χάριν τοῖς ὑπ´ εὐνοίας ἐμμελέστερόν σε νουθετοῦσιν ἐν τοῖς ἀναπαίστοις ἀποψιλῶσαι μὲν τὰς παρειάς, καλὰ δὲ ἀπὸ σαυτοῦ πρῶτον ἀρξάμενον δεικνύειν πάντα τῷ δήμῳ τῷ φιλογέλωτι τῷδε θεάματα, μίμους, ὀρχηστάς, ἥκιστα αἰσχυνομένας γυναῖκας, παιδάρια περὶ κάλλους ἁμιλλώμενα ταῖς γυναιξίν, ἄνδρας ἀποψιλουμένους οὔτι τὰς γνάθους μόνον, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα, λειότεροι τῶν γυναικῶν ὅπως φαίνοιντο τοῖς ἐντυγχάνουσιν, ἑορτάς, πανηγύρεις, οὔτι μὰ Δία τὰς ἱεράς, ἐν αἷς χρὴ σωφρονεῖν· ἅλις μὲν γὰρ ἐκείνων ἐστίν, ὥσπερ τῆς δρυός, καὶ πολὺς ὁ κόρος αὐτῶν.

Ἔθυσεν ὁ Καῖσαρ ἐν τῷ τοῦ Διὸς ἅπαξ, εἶτα ἐν τῷ τῆς Τύχης, εἰς τὸ τῆς Δήμητρος τρὶς ἐφεξῆς ἐβάδισεν (ἐπιλέλησμαι γὰρ εἰς τὸ τῆς Δάφνης ὁσάκις εἰσῆλθον τέμενος, προδοθὲν μὲν ὀλιγωρίᾳ τῶν φυλάκων, ταῖς δὲ τῶν ἀθέων ἀνδρῶν τόλμαις ἀφανισθέν)· ἡ Σύρων ἥκει νεομηνία, καὶ ὁ Καῖσαρ αὖθις εἰς Φιλίου Διός· εἶτα ἡ πάγκοινος ἑορτή, καὶ ὁ Καῖσαρ εἰς τὸ τῆς Τύχης ἔρχεται τέμενος. Ἐπισχὼν δὲ τὴν ἀποφράδα, πάλιν ἐς Φιλίου Διὸς τὰς εὐχὰς ἀναλαμβάνει κατὰ τὰ πάτρια. Καὶ τίς ἀνέξεται τοσαυτάκις εἰς ἱερὰ φοιτῶντος Καίσαρος, ἐξὸν ἅπαξ ἢ δὶς ἐνοχλεῖν τοῖς θεοῖς, ἐπιτελεῖν δὲ τὰς πανηγύρεις ἐκείνας, ὁπόσαι κοιναὶ μέν εἰσι παντὶ τῷ δήμῳ καὶ ὧν ἔξεστι μετέχειν οὐ τοῖς ἐπισταμένοις θεούς, ἀλλὰ καὶ ὧν ἐστιν ἡ πόλις πλήρης, ἡδονὴ δὲ πολλὴ καὶ χάριτες, ὁποίας ἄν τις εὐφραίνοιτο διηνεκῶς καρπούμενος, ὁρῶν ὀρχουμένους ἄνδρας καὶ παιδάρια καὶ γύναια πολλά;

[9] Ὅταν οὖν ταῦτα λογίσωμαι, μακαρίζω μὲν ὑμᾶς τῆς εὐδαιμονίας, ἐμαυτῷ δὲ οὐκ ἄχθομαι· φίλα γάρ ἐστί μοι κατά τινα θεὸν ἴσως ταῦτα. Διόπερ εὖ ἴστε, οὐδὲ ἀγανακτῶ, τοῖς δυσχεραίνουσί μου τῷ βίῳ καὶ τῇ προαιρέσει. Προστίθημι δὲ αὐτὸς ὅσα δυνατόν ἐστί μοι τοῖς εἰς ἐμαυτὸν σκώμμασι μειζόνως ἐπικαταχέων ἐμαυτοῦ ταυτασὶ τὰς λοιδορίας, ὃς ὑπὸ ἀφροσύνης οὐ συνῆκα ποταπὸν ἐξ ἀρχῆς τὸ τῆσδε τῆς πόλεως ἦθος, καὶ ταῦτα τῶν ἡλικιωτῶν τῶν ἐμῶν, ὡς ἐμαυτὸν πείθω, βιβλία ἀνελίξας οὐδενὸς ἀριθμὸν ἐλάττω.

[10] Λέγεταί τοί ποτε τὸν ἐπώνυμον τῆσδε τῆς πόλεως βασιλέα, μᾶλλον δὲ οὗπερ ἐπώνυμος ἥδε ἡ πόλις συνῳκίσθη (πεποίηται μὲν γὰρ ὑπὸ Σελεύκου, τοὔνομα δὲ ἔχει ἀπὸ τοῦ Σελεύκου παιδός)· ὃν δή φασι δι´ ὑπερβολὴν ἁβρότητος καὶ τρυφῆς ἐρῶντα ἀεὶ καὶ ἐρώμενον, τέλος ἄδικον ἔρωτα τῆς ἑαυτοῦ μητρυιᾶς ἐρασθῆναι· κρύπτειν δὲ ἐθέλοντα τὸ πάθος οὐ δύνασθαι, τὸ σῶμα δὲ αὐτῷ κατὰ μικρὸν τηκόμενον ἀφανῶς οἴχεσθαι, καὶ ὑπορρεῖν τὰς δυνάμεις, καὶ τὸ πνεῦμα ἔλαττον εἶναι τοῦ συνήθους. Ἐῴκει δὲ οἶμαι τὸ κατ´ αὐτὸν αἰνίγματι, σαφῆ μὲν οὐκ ἐχούσης αἰτίαν τῆς νόσου, μᾶλλον δὲ οὐδὲ αὐτῆς, ἥτις ποτέ ἐστι, φαινομένης, ἐναργοῦς δὲ οὔσης τῆς περὶ τὸ μειράκιον ἀσθενείας. Ἐνθάδε μέγας ἆθλος ἰατρῷ προὐτέθη τῷ Σαμίῳ τὴν νόσον, ἥτις ποτέ ἐστιν, ἐξευρεῖν. Ὁ δὲ ὑπονοήσας ἐκ τῶν Ὁμήρου τίνες ποτέ εἰσιν αἱ γυιοκόροι μελεδώναι, καὶ ὅτι πολλάκις οὐκ ἀσθένεια σώματος, ἀλλ´ ἀρρωστία ψυχῆς αἰτία γίγνεται τηκεδόνος τῷ σώματι, καὶ τὸ μειράκιον ὁρῶν ὑπό τε ἡλικίας καὶ συνηθείας οὐκ ἀναφρόδιτον, ὁδὸν ἐτράπετο τοιαύτην ἐπὶ τὴν τοῦ νοσήματος θήραν. Καθίζει πλησίον τῆς κλίνης ἀφορῶν εἰς τὸ πρόσωπον τοῦ μειρακίου, παριέναι κελεύσας καλούς τε καὶ καλάς, ἀπὸ τῆς βασιλίδος ἀρξάμενος. Ἡ δὲ ὡς ἦλθεν, ἐπισκεψομένη δῆθεν αὐτόν, αὐτίκα ἐδίδου τὰ συνθήματα τοῦ πάθους ὁ νεανίας, ἆσθμα τῶν θλιβομένων ἠφίει, ἐπέχειν γὰρ αὐτὸ κινούμενον καίπερ σφόδρα ἐθέλων οὐχ οἷός τε ἦν, καὶ ταραχὴ ἦν τοῦ πνεύματος καὶ πολὺ περὶ τὸ πρόσωπον ἐρύθημα. Ταῦτα ὁρῶν ὁ ἰατρὸς προσάγει τῷ στέρνῳ τὴν χεῖρα, καὶ ἐπήδα δεινῶς ἡ καρδία καὶ ἔξω ἵετο. Τοιαῦτα ἄττα ἔπασχεν ἐκείνης παρούσης· ἐπεὶ δὲ ἀπῆλθεν, ἐπιόντων ἄλλων, ἀτρέμας εἶχε καὶ ἦν ὅμοιος τοῖς οὐδὲν πάσχουσι. Συνιδὼν δὲ τὸ πάθος ὁ Ἐρασίστρατος φράζει πρὸς τὸν βασιλέα, καὶ ὃς ὑπὸ τοῦ φιλόπαις εἶναι παραχωρεῖν ἔφη τῷ παιδὶ τῆς γαμετῆς. Ὁ δὲ αὐτίκα μὲν ἠρνήσατο· τελευτήσαντος δὲ τοῦ πατρὸς μικρὸν ὕστερον, ἣν πρότερον διδομένην αὐτῷ χάριν εὐγενῶς ἠρνήθη, μάλα κραταιῶς μετεδίωξεν.

[11] Ἀντιόχῳ μὲν δὴ ταῦτα ἐποιήθη. Τοῖς δὲ ἀπ´ ἐκείνου γενομένοις οὐ νέμεσις ζηλοῦν τὸν οἰκιστὴν ἢ τὸν ὁμώνυμον. Ὥσπερ γὰρ ἐν τοῖς φυτοῖς εἰκός ἐστι διαδίδοσθαι μέχρι πολλοῦ τὰς ποιότητας, ἴσως δὲ καὶ ἐπίπαν ὅμοια τὰ μετὰ ταῦτα τοῖς ἐξ ὧν ἐβλάστησαν φύεσθαι, οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων εἶναι εἰκὸς παραπλήσια τὰ ἤθη τῶν ἀπογόνων τοῖς προγόνοις. Ἐγώ τοι καὶ αὐτὸς ἔγνων Ἀθηναίους Ἑλλήνων φιλοτιμοτάτους καὶ φιλανθρωποτάτους· καίτοι τοῦτό γε ἐπιεικῶς ἐν πᾶσιν εἶδον τοῖς Ἕλλησιν, ἔχω δὲ εἰπεῖν ὑπὲρ αὐτῶν ὡς καὶ φιλόθεοι μάλιστα πάντων εἰσὶ καὶ δεξιοὶ τὰ πρὸς τοὺς ξένους, καθόλου μὲν Ἕλληνες πάντες, αὐτῶν δὲ Ἑλλήνων πλέον τοῦτο ἔχω μαρτυρεῖν Ἀθηναίοις. Εἰ δὲ ἐκεῖνοι διασώζουσιν εἰκόνα τῆς παλαιᾶς ἐν τοῖς ἤθεσιν ἀρετῆς, εἰκὸς δήπουθεν τὸ αὐτὸ ὑπάρχειν καὶ Σύροις καὶ Ἀραβίοις καὶ Κελτοῖς καὶ Θρᾳξὶ καὶ Παίοσι καὶ τοῖς ἐν μέσῳ κειμένοις Θρᾳκῶν καὶ Παιόνων ἐπ´ αὐταῖς Ἴστρου ταῖς ἠιόσι Μυσοῖς, ὅθεν δὴ καὶ τὸ γένος ἐστί μοι πᾶν ἄγροικον, αὐστηρόν, ἀδέξιον, ἀναφρόδιτον, ἐμμένον τοῖς κριθεῖσιν ἀμετακινήτως· ἃ δὴ πάντα ἐστὶ δείγματα δεινῆς ἀγροικίας.

[12] Αἰτοῦμαι τοίνυν ὑπὲρ ἐμαυτοῦ πρῶτον συγγνώμην, ἐν μέρει δὲ καὶ ὑμῖν νέμω τὰ πάτρια ζηλοῦσιν, οὐδὲ ἐν ὀνείδει προφέρομαι τὸ

Ψεῦσταί τ´ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι,

τοὐναντίον δὲ ἀντ´ ἐγκωμίων ὑμῖν προσεῖναί φημι πατρίων ζῆλον ἐπιτηδευμάτων (ἐπεὶ καὶ Ὅμηρος ἐπαινῶν τὸν  Αὐτόλυκόν φησι περιεῖναι πάντων

Κλεπτοσύνῃ θ´ ὅρκῳ τε),

καὶ ἐμαυτῷ τὴν σκαιότητα καὶ τὴν ἀμαθίαν καὶ τὴν δυσκολίαν, καὶ τὸ μὴ ῥᾳδίως μαλάττεσθαι μηδὲ ἐπὶ τοῖς δεομένοις ἢ τοῖς ἐξαπατῶσι τὰ ἐμαυτοῦ ποιεῖσθαι μηδὲ ταῖς βοαῖς εἴκειν, καὶ τὰ τοιαῦτα στέργω ὀνείδη. Πότερα μὲν οὖν ἐστι κουφότερα, θεοῖς ἴσως δῆλον, ἐπείπερ ἀνθρώπων οὐδεὶς οἷός τε ἡμῖν ἐστιν ὑπὲρ τῶν διαφορῶν βραβεῦσαι· πεισόμεθα γὰρ οὐδαμῶς αὐτῷ διὰ φιλαυτίαν. Θαυμάζειν γὰρ εἰκὸς τὰ ἑαυτοῦ ἕκαστον, ἀτιμάζειν δὲ τὰ παρὰ τοῖς ἄλλοις. Ὁ δὲ τῷ τὰ ἐναντία ζηλοῦντι νέμων τὴν συγγνώμην εἶναί μοι δοκεῖ πρᾳότατος.

[13] Ἐγὼ δὲ ἐννοήσας εὑρίσκω καὶ ἕτερα δεινὰ ἐμαυτὸν εἰργασμένον. Πόλει γὰρ προσιὼν ἐλευθέρᾳ, τὸν αὐχμὸν τῶν τριχῶν οὐκ ἀνεχομένῃ, ὥσπερ οἱ κουρέων ἀποροῦντες ἄκαρτος καὶ βαθυγένειος εἰσέδραμον· ἐνόμισας ἂν Σμικρίνην ὁρᾶν ἢ Θρασυλέοντα, δύσκολον πρεσβύτην ἢ στρατιώτην ἀνόητον, ἐξὸν φανῆναι τῷ καλλωπισμῷ παῖδα ὡραῖον καὶ γενέσθαι μειράκιον, εἰ μὴ τὴν ἡλικίαν, τὸν τρόπον γε καὶ τὴν ἁβρότητα τοῦ προσώπου.

Οὐκ οἶσθα ἀνθρώποις ὁμιλεῖν, οὐδὲ ἐπαινέτης εἶ τοῦ Θεόγνιδος, οὐδὲ μιμῇ τὸν ἀφομοιούμενον ταῖς πέτραις πολύπουν, ἀλλὰ ἡ λεγομένη Μυκόνιος ἀγροικία τε καὶ ἀμαθία καὶ ἀβελτηρία πρὸς πάντας ἐπιτηδεύεται παρὰ σοῦ.
Λέληθέ σε πολλοῦ δεῖν ταῦτα εἶναι Κελτοὶ καὶ Θρᾷκες καὶ Ἰλλυριοί; οὐχ ὁρᾷς ὁπόσα μὲν ἐν τῇ πόλει ταύτῃ καπηλεῖα; σὺ δὲ ἀπεχθάνῃ τοῖς καπήλοις οὐ ξυγχωρῶν ὁπόσου βούλονται πωλεῖν αὐτοῖς τῷ δήμῳ τὰ ἐπιτήδεια καὶ τοῖς ἐπιδημοῦσιν. Οἱ δὲ τοὺς κεκτημένους τὴν γῆν αἰτιῶνται. Σὺ δὲ καὶ τούτους ἐχθροὺς ποιεῖς σαυτῷ, τὰ δίκαια ποιεῖν ἀναγκάζων. Οἱ δὲ ἐν τέλει τῆς πόλεως ἀμφοῖν μετέχοντες ταῖν ζημίαιν, ὥσπερ οἶμαι πρότερον ἔχαιρον διχόθεν καρπούμενοι τὰς ὠφελείας, καὶ ὡς κεκτημένοι καὶ ὡς καπηλεύοντες, τὰ νῦν εἰκότως λυποῦνται δι´ ἀμφοτέρων ἀφῃρημένοι τὰς ἐπικερδείας. Ὁ δὲ τῶν Σύρων δῆμος οὐκ ἔχων μεθύειν οὐδὲ κορδακίζειν ἄχθεται. Σὺ δὲ σῖτον ἄφθονον παρέχων οἴει τρέφειν αὐτοὺς ἱκανῶς. Ἐκεῖνο δέ σου χαρίεν, ὅτι οὐδὲ ὅπως ἰχθὺς ἐν τῇ πόλει πετραῖος ἔσται σκοπεῖς· ἀλλὰ καὶ πρῴην μεμφομένου τινὸς ὡς οὔτε ἰχθυδίων οὔτε ὀρνίθων πολλῶν εὑρισκομένων ἐν ἀγορᾷ, τωθαστικὸν μάλα ἐγέλασας, ἄρτου καὶ οἴνου καὶ ἐλαίου τῇ σώφρονι πόλει δεῖν φάμενος, κρεῶν δὲ ἤδη τῇ τρυφώσῃ· τὸ γὰρ καὶ ἰχθύων καὶ ὀρνιθίων λόγον ποιεῖσθαι πέρα τρυφῆς εἶναι καὶ ἧς οὐδὲ τοῖς ἐν Ἰθάκῃ μνηστῆρσι μετῆν ἀσελγείας. Ὅτῳ δὲ οὐκ ἐν ἡδονῇ κρέα ὕεια καὶ προβάτεια σιτεῖσθαι, τῶν ὀσπρίων ἁπτόμενος εὖ πράξει. Ταῦτα ἐνόμισας Θρᾳξὶ νομοθετεῖν τοῖς σεαυτοῦ πολίταις ἢ τοῖς ἀναισθήτοις Γαλάταις, οἵ σε ἐπαιδοτρίβησαν καθ´ ἡμῶν πρίνινον, σφενδάμνινον, οὐκέτι μέντοι καὶ Μαραθωνομάχον, ἀλλ´ Ἀχαρνέα μὲν ἐξ ἡμισείας, ἀηδῆ δὲ ἄνδρα παντάπασι καὶ ἄνθρωπον ἄχαριν. Οὐ κρεῖττον ἦν ὀδωδέναι μύρων τὴν ἀγορὰν βαδίζοντός σου καὶ παῖδας ἡγεῖσθαι καλούς, εἰς οὓς ἀποβλέψουσιν οἱ πολῖται, καὶ χοροὺς γυναικῶν, ὁποῖοι παρ´ ἡμῖν ἵστανται καθ´ ἑκάστην ἡμέραν;

[14] μὲ δὲ ὑγρὸν βλέπειν ῥιπτοῦντα πανταχοῦ τὰ ὄμματα κατόπιν, ὅπως ὑμῖν καλός, οὔτι τὴν ψυχήν, ἀλλὰ τὸ πρόσωπον ὀφθείην, ὁ τρόπος οὐ συγχωρεῖ. Ἔστι μὲν γάρ, ὡς ὑμεῖς κρίνετε, ψυχῆς ἀληθινὸν κάλλος ὑγρότης βίου· ἐμὲ δὲ ὁ παιδαγωγὸς ἐδίδασκεν εἰς γῆν βλέπειν ἐς διδασκάλου φοιτῶντα· θέατρον 〈δ´〉 οὐκ εἶδον πρὶν μᾶλλον κομῆσαι τῆς κεφαλῆς τὸ γένειον, ἐν ἐκείνῳ δὲ τῆς ἡλικίας ἰδίᾳ μὲν καὶ : κατ´ ἐμαυτὸν οὐδέποτε, τρίτον δὲ ἢ τέταρτον, εὖ ἴστε, Πατρόκλῳ ἐπίηρα φέρων ἅρχων ἐπέταττεν, οἰκεῖος ὢν ἐμοὶ καὶ ἀναγκαῖος, ἐτύγχανον δὲ ἰδιώτης ἔτι.

Συγγνωτέον οὖν ἐμοί· δίδωμι γὰρ ὃν ἀντ´ ἐμοῦ δικαιότερον μισήσετε, τὸν φιλαπεχθήμονα παιδαγωγόν, ὅς με καὶ τότε ἐλύπει μίαν ὁδὸν ἰέναι διδάσκων, καὶ νῦν αἴτιός ἐστί μοι τῆς πρὸς ὑμᾶς ἀπεχθείας, ἐνεργασάμενος τῇ ψυχῇ καὶ ὥσπερ ἐντυπώσας ὅπερ ἐγὼ μὲν οὐκ ἐβουλόμην τότε, ὁ δὲ ὡς δή τι χαρίεν ποιῶν μάλα προθύμως ἐνετίθει, καλῶν οἶμαι σεμνότητα τὴν ἀγροικίαν καὶ σωφροσύνην τὴν ἀναισθησίαν, ἀνδρείαν δὲ τὸ μὴ εἴκειν ταῖς ἐπιθυμίαις μηδὲ εὐδαίμονα ταύτῃ γίνεσθαι. Ἔφη δέ μοι πολλάκις, εὖ ἴστε, μὰ Δία καὶ Μούσας, ὁ παιδαγωγὸς ἔτι παιδαρίῳ κομιδῇ· «Μή σε παραπειθέτω τὸ πλῆθος τῶν ἡλικιωτῶν ἐπὶ τὰ θέατρα φερόμενον ὀρεχθῆναί ποτε ταυτησὶ τῆς θέας. Ἱπποδρομίας ἐπιθυμεῖς; ἔστι παρ´ Ὁμήρῳ δεξιώτατα πεποιημένη· λαβὼν ἐπέξιθι τὸ βιβλίον. Τοὺς παντομίμους ἀκούεις ὀρχηστάς; ἔα χαίρειν αὐτούς· ἀνδρικώτερον παρὰ τοῖς Φαίαξιν ὀρχεῖται τὰ μειράκια· σὺ δὲ ἔχεις κιθαρῳδὸν τὸν Φήμιον καὶ ᾠδὸν τὸν Δημόδοκον. Ἔστι καὶ φυτὰ παρ´ αὐτῷ πολλῷ τερπνότερα ἀκοῦσαι τῶν ὁρωμένων·

Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμὸν
Φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·

καὶ ἡ δενδρήεσσα τῆς Καλυψοῦς νῆσος καὶ τὰ τῆς Κίρκης σπήλαια καὶ ὁ Ἀλκινόου κῆπος· εὖ ἴσθι, τούτων οὐδὲν ὄψει τερπνότερον.»

Ἆρα ποθεῖτε καὶ τοὔνομα ὑμῖν φράσω τοῦ παιδαγωγοῦ, καὶ ὅστις ὢν γένος ταῦτα ἔλεγε; βάρβαρος νὴ θεοὺς καὶ θεάς, Σκύθης μὲν τὸ γένος, ὁμώνυμος δὲ τοῦ τὸν Ξέρξην ἀναπείσαντος ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, καὶ τὸ πολυθρύλλητον τοῦτο δὴ πρὸ μηνῶν μὲν εἴκοσι προσκυν