59. Anarxarque - 61. Apollodore
Hécatée d'Abdère
60. HEKATAIOS VON ABDERA
A. LEBEN UND LEHRE. 1. SUID. (aus Hesych.) ῾Εκαταῖος ᾿Αβδηρίτης φιλόσοφος, ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων παρασκευήν. γέγονε δ᾿ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα. Περὶ τῆς ποιήσεως ῾Ομήρου καὶ ῾Ησιόδου ... 2. STRAB. XIV; p. 644 Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς ῎Αβδηρα ἀπώικησαν Θραικίαν πόλιν οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν ... πάλιν δ᾿ ἐπανῆλθόν τινες αὐτῶν χρόνωι ὕστερον. εἴρηται δὲ καὶ περὶ ᾿Απελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος· γέγονε δὲ καὶ συγγραφεὺς ῾Εκαταῖος ἐκ τῆς αὐτῆς πόλεως. SCYMN. d. perieg. 869 ὡς ῾Εκαταῖος εἶφ᾿ ὁ Τήιος. 3. DIOG. IX, 69 πρὸς τούτοις (Eurylochis, Philon) διήκουε τοῦ Πύρρωνος ῾Εκαταῖος τε ὁ ᾿Αβδηρίτης καὶ Τίμων ὁ Φλιάσιος. 4. (fr. 20 Müller FHG II 396) CLEM. Str. II, 130 p. 498 P. (s. S. 386, 26) ῾Εκαταῖος δὲ αὐτάρκειαν (nämlich.τέλος ὑπάρχειν). 5. (fr. 21 M. PLUT. quaest. conv. IV 3, 1; p. 666e τῶν νομοθετῶν τοὺς τῆι πολυτελείαι κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπών, ἔφη (Sossios), περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδὲν ἐμοὶ γοῦν κριτῆι πιθανὸν εἴρηκεν ῾Εκαταῖος ὁ ᾿Αβδηρίτης· λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ᾿ ἐλευθέρων γαμοῦσι.
B. FRAGMENTE.
ΕΚΑΤΑΙΟΥ ΠΕΡΙ ΥΠΕΡΒΟΡΕΩΝ
1. (5 M) STEPH. BYZ. ᾿Ελίξοια, νῆσος ῾Υπερβορέων οὐκ ἐλάσσων Σικελίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβῦκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς ῾Εκαταῖος ὁ ᾿Αβδηρίτης. STRAB. VII, 299 τὴν παρὰ Θεοπόμπωι Μεροπίδα γῆν, παρ᾿ ῾Εκαταίωι δὲ Κιμμερίδα πόλιν. 2. (6a) PLIN., n.. h.. IV, 94 Septentrionalis oceanus: Amalchium eum Hecataios appellat a Parapaniso amne qua Scythiam adluit, quod nomen eius gentis lingua significat ‘congelatum’.( = μάλκιος) 3. (4) AEL. n. hist., XI, 1 ἀνθρώπων ῾Υπερβορέων γένος καὶ τιμὰς ᾿Απόλλωνος τὰς ἐκεῖθι ἄιδουσι μὲν ποιηταί, ὑμνοῦσι δὲ καὶ συγγραφεῖς, ἐν δὲ τοῖς καὶ ῾Εκαταῖος ὁ Μιλήσιος οὔ, ἀλλ᾿ ὁ Αβδηρίτης. Gottesdienst der Boreaden. Apollons Schwäne. Vgl. fr. 5. 4. (1) SCHOL. APOLL. II, 675 ῾Εκαταῖος δὲ μέχρι τῶν αὑτοῦ χρόνων εἶναί φησι τὸ τῶν ῾Υπερβορέων ἔθνος. Variante der genalogie bei SCHOL. PIND. Ol. 3, 28 (3 Müll.) 5. (2) DIOD., II, 47, 1 ff. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων ῾Εκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων ῾Υπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς· οὖσαν δ᾿ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δ᾿ εὐκρασίαι διαφέρουσαν, διττοὺς κατ᾿ ἔτος ἐκφέρειν καρπούς. (2) μυθολογοῦσι δ᾿ ἐν αὐτῇ τὴν Λητὼ γεγονέναι· διὸ καὶ τὸν ᾿Απόλλω μάλιστα τῶν ἄλλων θεῶν παρ᾿ αὐτοῖς τιμᾶσθαι· εἶναι δ᾿ αὐτοὺς ὥσπερ ἱερεῖς τινας ᾿Απόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθ᾿ ἡμέραν ὑπ᾿ αὐτῶν ὑμνεῖσθαι μετ᾿ ᾠδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως. ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε ᾿Απόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι. (3) καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ συνεχῶς ἐν τῷ ναῷ κιθαρίζοντας ὕμνους λέγειν τῷ θεῷ μετ᾿ ᾠδῆς, ἀποσεμνύνοντας αὐτοῦ τὰς πράξεις. (4) ἔχειν δὲ τοὺς ῾Υπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς ῞Ελληνας οἰκειότατα διακεῖσθαι, καὶ μάλιστα πρὸς τοὺς ᾿Αθηναίους καὶ Δηλίους, ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην. καὶ τῶν ῾Ελλήνων τινὰς μυθολογοῦσι παραβαλεῖν εἰς ῾Υπερβορέους, καὶ ἀναθήματα πολυτελῆ καταλιπεῖν γράμμασιν ῾Ελληνικοῖς ἐπιγεγραμμένα. (5) ὡσαύτως δὲ καὶ ἐκ τῶν ῾Υπερβορέων ῎Αβαριν εἰς τὴν ῾Ελλάδα καταντήσαντα τὸ παλαιὸν ἀνασῶσαι τὴν πρὸς Δηλίους εὔνοιάν τε καὶ συγγένειαν. φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὑτῆι φανεράς. (6) λέγεται δὲ καὶ τὸν θεὸν δι᾿ ἐτῶν ιθ καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται· καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν ῾Ελλήνων μέγαν ἐνιαυτὸν ὀνομάζεσθαι. (7) κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας ἀπογόνους ὄντας Βορέου καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.
ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΦΙΛΟΣΟΦΙΑΣ ΑΒ (... ?)
(ΑΙΓΥΠΤΙΑΚΩΝ ?)
6. (19, 7) DIOG. I, 9–11 (9) ὃς (Theopomp.) καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, καὶ τὰ ὄντα ταῖς αὑτῶν περικυκλήσεσι διαμενεῖν. ταῦτα δὲ καὶ Εὔδημος ὁ ῾Ρόδιος (fr. 51 Sp.) ἱστορεῖ. ῾Εκαταῖος δὲ καὶ γενητοὺς τοὺς θεοὺς εἶναι κατ᾿ αὐτούς. Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῶι Περὶ παιδείας καὶ τοὺς Γυμνοσοφιστὰς ἀπογόνους εἶναι τῶν Μάγων φησίν· ἔνιοι δὲ καὶ τοὺς ᾿Ιουδαίους ἐκ τούτων εἶναι. πρὸς τούτοις καταγινώσκουσιν ῾Ηροδότου οἱ τὰ περὶ Μάγων γράψαντες· μὴ γὰρ ἂν ἐς τὸν ἥλιον βέλη Ξέρξην ἀκοντίσαι, μηδ᾿ εἰς τὴν θάλασσαν πέδας καθεῖναι, θεοὺς ὑπὸ τῶν Μάγων παραδεδομένους. τὰ μέντοι ἀγάλματα εἰκότως καθαιρεῖν. (10) τὴν δὲ τῶν Αἰγυπτίων φιλοσοφίαν εἶναι τοιαύτην περί τε θεῶν καὶ ὑπὲρ δικαιοσύνης. φάσκειν τε ἀρχὴν μὲν εἶναι τὴν ὕλην, εἶτα τὰ τέσσαρα στοιχεῖα ἐξ αὐτῆς διακριθῆναι, καὶ ζῶια παντοῖα ἀποτελεσθῆναι. θεοὺς δ᾿ εἶναι ἥλιον καὶ σελήνην, τὸν μὲν ῎Οσιριν, τὴν δ᾿ ῏Ισιν καλουμένην· αἰνίττεσθαί τε αὐτοὺς διά τε κανθάρου καὶ δράκοντος καὶ ἱέρακος καὶ ἄλλων, ὥς φησι Μανέθως ἐν τῆι τῶν Φυσικῶν ἐπιτομῆι καὶ ῾Εκαταῖος ἐν τῆι πρώτηι Περὶ τῆς Αἰγυπτίων φιλοσοφίας. κατασκευάζειν δὲ <καὶ> ἀγάλματα καὶ τεμένη τῶι μὴ εἰδέναι τὴν τοῦ θεοῦ μορφήν. (11) τὸν κόσμον γενητὸν καὶ φθαρτὸν καὶ σφαιροειδῆ· τοὺς ἀστέρας πῦρ εἶναι, καὶ τῆι τούτων κράσει τὰ ἐπὶ γῆς γίγνεσθαι· σελήνην ἐκλείπειν εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν· τὴν ψυχὴν καὶ ἐπιδιαμένειν καὶ μετεμβαίνειν· ὑετοὺς κατὰ ἀέρος τροπὴν ἀποτελεῖσθαι· τά τε ἄλλα φυσιολογεῖν, ὡς ῾Εκαταῖός τε καὶ ᾿Αρισταγόρας ἱστοροῦσιν. ἔθεσαν δὲ καὶ νόμους ὑπὲρ δικαιοσύνης, οὓς εἰς ῾Ερμῆν ἀνήνεγκαν· καὶ τὰ εὔχρηστα τῶν ζώιων θεοὺς ἐδόξασαν. λέγουσι δὲ καὶ ὡς αὐτοὶ γεωμετρίαν τε καὶ ἀστρολογίαν καὶ ἀριθμητικὴν ἀνεῦρον. καὶ τὰ μὲν περὶ τῆς εὑρέσεως ὧδε ἔχει. 7. (0) DIOD. I, 11, 1 ff. τοὺς δ᾿ οὖν κατ᾿ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν ῎Οσιριν τὴν δὲ ῏Ισιν ὀνομάσαι ... (5) τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτωι κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῆι τε ἐαρινῆι καὶ θερινῆι καὶ χειμερινῆι· ταύτας δ᾿ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστηι συμφωνίαι· φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῆι δ᾿ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. (6) διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ᾿ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἆλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. c. 12, 1 τούτων δ᾿ ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστωι θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτωι χρησαμένους διηρθρωμένηι τῶν κατ᾿ Αἴγυπτον ἀνθρώπων. (2) τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι ... (3) τὸ δὲ πῦρ μεθερμηνευόμενον ῞Ηφαιστον ὀνομάσαι νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. (4) τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι ... (5) τὸ δ᾿ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς ᾿Ωκεάνην, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφὴν <ἢ> μητέρα ... (7) τὸν δ᾿ ἀέρα προσαγορεῦσαί φασιν ᾿Αθηνᾶν μεθερμηνευομένης τῆς λέξεως ... (9) φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζώιων μορφαῖς, ἔστι δ᾿ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας ... c. 13, 1 ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. (2) μεθερμηνευομένων δ᾿ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ᾿ ἰδίαν ἐσχηκέναι προσηγορίαν ῞Ηλιόν τε καὶ Κρόνον καὶ ῾Ρέαν ἔτι δὲ Δία τὸν ὑπό τινων ῎Αμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις ῞Ηραν καὶ ῞Ηφαιστον, ἔτι δ᾿ ῾Εστίαν καὶ τελευταῖον ῾Ερμῆν. καὶ πρῶτον μὲν ῞Ηλιον βασιλεῦσαι τῶν κατ᾿ Αἴγυπτον ὁμώνυμον ὄντα τῶι κατ᾿ οὐρανὸν ἄστρωι. (3) ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον ῞Ηφαιστον βασιλεῦσαι πυρὸς εὑρετὴν γενόμενον ... (4) μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι καὶ γήμαντα τὴν ἀδελφὴν ῾Ρέαν γεννῆσαι κατὰ μέν τινας τῶν μυθολόγων ῎Οσιριν καὶ ῏Ισιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ ῞Ηραν, οὓς δι᾿ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου ... 8. (9) PLUT., de Is. et Os. 9; p. 354c-d τῶν πολλῶν νομιζόντων ἴδιον παρ᾿ Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν ᾿Αμοῦν ... ῾Εκαταῖος δ᾿ ὁ ᾿Αβδηρίτης φησὶ τούτωι καὶ πρὸς ἀλλήλους τῶι ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται· προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, <ὃν> τῶι παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς, ᾿Αμοῦν λέγουσιν. 9. (8) AËT. II, 20, 16 (D. 351) ῾Ηράκλειτος (22 A 12) καὶ ῾Εκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον. 10. DIOD. I, 45, 2 διὸ καὶ πολλαῖς ὕστερον γενεαῖς βασιλεύοντα Τνέφαχθον τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν ᾿Αραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασθῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασθαι διαίτηι παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσθέντα δὲ καθ᾿ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῶι καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσθαι· οὕτω δ᾿ ἐγκάρδιον αὐτῶι τὴν μεταβολὴν γενέσθαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην, ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις. 11. (10) PLUT., de Is. 6; p. 353ab οἶνον δ᾿ οἱ μὲν ἐν ῾Ηλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ ἱερόν, ὡς οὐ προσῆκον ὑπηρέτας πίνειν τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος (῾Ηλίου)· οἱ δ᾿ ἄλλοι χρῶνται μέν, ὀλίγωι δέ. πολλὰς δ᾿ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς ῾Εκαταῖος ἱστόρηκεν, ἱερεῖς ὄντες. Vgl. Diod. I, 70, 11. 12 .(12) DIOD. I, 46, 8 οὐ μόνον δ᾿ οἱ κατ᾿ Αἴγυπτον ἱερεῖς ἐκ τῶν ἀναγραφῶν ἱστοροῦσιν, ἀλλὰ καὶ πολλοὶ τῶν ῾Ελλήνων τῶν παραβαλόντων μὲν εἰς τὰς Θήβας ἐπὶ Πτολεμαίου τοῦ Λάγου, συνταξαμένων δὲ τὰς Αἰγυπτιακὰς ἱστορίας, ὧν ἐστι καὶ ῾Εκαταῖος, συμφωνοῦσι τοῖς ὑφ᾿ ἡμῶν εἰρημένοις. Vgl. c. 47-49. 13. (13) -- XL, 3, 8. (Exc. Phot. bibl. c. 244) Nach einem Abriss der jüdishen Geschichte, Gesetzgebung (Moses), Sitten : Κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμιξίας, ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων, πολλὰ τῶν πατρίων τοῖς ᾿Ιουδαίοις νομίμων ἐκινήθη. Οὕτω μὲν κἀνταῦθά φησι περὶ τῶν παρὰ ᾿Ιουδαίοις ἐθῶν τε καὶ νομίμων, καὶ αὐτῶν ἐκείνων τῆς ἐξ Αἰγύπτου ἀπαλλαγῆς, καὶ τοῦ θείου Μωϋσέως, ψευδολογῶν τὰ πλεῖστα, καὶ διερχόμενος πρὸς τοὺς ἐλέγχους πάλιν ὧν κατεψεύσατο τῆς ἀληθείας, ἀναχώρησιν ἑαυτῷ μεθοδευσάμενος, εἰς ἕτερον καὶ νῦν ἀναφέρει τῶν εἰρημένων τὴν παριστορίαν· ἐπάγει γάρ· ᾿Περὶ μὲν τῶν ᾿Ιουδαίων ῾Εκαταῖος ὁ ᾿Αβδηρίτης (Photios, Henry, Walton. DK: ὁ Μιλήσιος) ταῦτα ἱστόρηκεν.᾿
GRAMMATISCHES.
ΠΕΡΙ ΤΗΣ ΠΟΙΗΣΕΩΣ ΟΜΗΡΟΥ ΚΑΙ ΗΣΙΟΔΟΥ
Vgl. 5. Due Homerzitate in Diodors Excerpten I, 12, 2. S. 4. 5 10 und 15, 7. In ein grammatisches Werk gehört. 14. (0) EROTIAN. q. f. p. 89, 16 κυρβασίην· τὴν λεγομένην τιάραν. ῾Εκαταῖος δέ φησιν, ὅτι πῖλον βαρβαρικὸν οἱ κωμικοὶ λέγουσι.
FÄLSCHUNGEN
ΠΕΡΙ ΤΩΝ ΙΟΥΔΑΙΩΝ (ΠΕΡΙ ΑΒΡΑΜΟΥ)
15. (14-18) IOSEPH., c. Ap. I, 183 ῾Εκαταῖος δὲ ὁ ᾿Αβδηρίτης ἀνὴρ φιλόσοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος ᾿Αλεξάνδρωι τῶι βασιλεῖ συνακμάσας καὶ Πτολεμαίωι τῶι Λάγου συγγενόμενος οὐ παρέργως, ἀλλὰ περὶ αὐτῶν ᾿Ιουδαίων συγγέγραφε βιβλίον. Folgen Excerpte ; ebensolche II 43. Antiq. Iud. XII, 38 (hier aus Aristeas ep. 31). Monographie oder Sondertitel eines Kapitels über Abraham Ant. I, 158. 159 μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν ᾿Αβράμου Βηρωσός ... ῾Εκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Vgl. CLEM., Strom. V p. 717 P. ὁ μὲν Σοφοκλῆς, ὥς φησιν ῾Εκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῶι κατ᾿ ῎Αβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ·
εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστι<ν>
θεός, 16. (p. 385a) ORIG., c. Celsum I, 15
καὶ ῾Εκαταίου δὲ τοῦ ἱστορικοῦ φέρεται
Περὶ ᾿Ιουδαίων βιβλίον, ἐν ὧι προστίθεται μᾶλλόν πως ὡς σοφῶι τῶι
ἔθνει ἐπὶ τοσοῦτον, ὡς καὶ ῾Ερέννιον Φίλωνα ἐν τῶι Περὶ ᾿Ιουδαίων
συγγράμματι πρῶτον μὲν ἀμφιβάλλειν, εἰ τοῦ ἱστορικοῦ ἐστι τὸ
σύγγραμμα, δεύτερον δὲ λέγειν ὅτι, εἴπερ ἔστιν αὐτοῦ, εἰκὸς αὐτὸν
συνηρπάσθαι ἀπὸ τῆς παρὰ ᾿Ιουδαίοις πιθανότητος καὶ συγκατατεθεῖσθαι
αὐτῶν τῶι λόγωι. Den Anlass zu den Fälschungen gab die Erwähnung der
Juden in d. Αἰγυπτιακά; vgl. fr. 13. |