Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

18 PARMENIDES.

 

15. Iccos - 17. Ameinas

 

Parménide

 

 

 

 

18.  PARMENIDES. 

1Kratylos

Testimonia DK 65 A

A 1 /1 = Platón, Cratylus 429d
Σώκρατες· Αρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται ὁ λόγος; ...
Κρατύλος· Πῶς γὰρ ἄν, ὦ Σώκρατες, λέγων γέ τις τοῦτο ὃ λέγει μὴ τὸ ὂν λέγοι; ἢ οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν τὸ μὴ τὰ ὄντα λέγειν;
Σώκρατες· Κομψότερος μὲν ὁ λόγος ἢ κατ᾿ ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ὦ ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε· πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ;
Κρατύλος· Οὔ μοι δοκεῖ οὐδὲ φάναι.
Σώκρατες· Οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι ᾿χαῖρε, ὦ ξένε ᾿Αθηναῖε ὑὲ Σμικρίωνος ῾Ερμόγενες᾿, οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα ἢ εἴποι ἂν ταῦτα ἢ προσείποι ἂν οὕτω σὲ μὲν οὔ, ῾Ερμογένη δὲ τόνδε; ἢ οὐδένα;᾿
Κρατύλος· ᾿Εμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι.

A 1 /2 = Platón, Cratylus 440d 5
Σώκρατες· ... ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις.

A 2 = Aristotelés, Rhetorica III, 16; p. 1417b 1
καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης (sokratik, cfr. fr. 22 Kraus), ὅτι διασίζων καὶ τοῖν χεροῖν διασείων· πιθανὰ γάρ, διότι σύμβολα γίνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν.

A 3 /1 = Aristotelés, Metaphysica I, 6; p. 987a 29
μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας ἡ Πλάτωνος ἐπεγένετο πραγματεία τὰ μὲν πολλὰ τούτοις ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν ᾿Ιταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συνήθης γενόμενος πρῶτον Κρατύλωι καὶ ταῖς ῾Ηρακλειτείοις δόξαις, ὡς ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν·

A 3 /2 = Diogenés Laertios, Vitae philosophorum III, 6
τοὐντεῦθεν δὴ γεγονώς, φασίν, εἴκοσιν ἔτη διήκουσε Σωκράτους· ἐκείνου δ᾿ ἀπελθόντος προσεῖχε Κρατύλωι τε τῶι ῾Ηρακλειτείωι καὶ ῾Ερμογένει τῶι τὰ Παρμενίδου φιλοσοφοῦντι.

A 4 = Aristotelés, Metaphysica IV, 5; p. 1010a 7
ἔτι δὲ πᾶσαν ὁρῶντες ταύτην κινουμένην τὴν φύσιν, κατὰ δὲ τοῦ μεταβάλλοντος οὐθὲν ἀληθευόμενον, περί γε τὸ πάντηι πάντως μεταβάλλον οὐκ ἐνδέχεσθαι ἀληθεύειν. ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν καὶ οἵαν Κρατύλος εἶχεν, ὃς τὸ τελευταῖον οὐθὲν ὤιετο δεῖν λέγειν, ἀλλὰ τὸν δάκτυλον ἐκίνει μόνον, καὶ ῾Ηρακλείτωι ἐπετίμα εἰπόντι, ὅτι δὶς τῶι αὐτῶι ποταμῶι οὐκ ἔστιν ἐμβῆναι (B 91)· αὐτὸς γὰρ ὤιετο οὐδ᾿ ἅπαξ (cfr. B 49a).

A 5 = Platón, Cratylus 383a
Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστωι τῶν ὄντων φύσει πεφυκυῖαν καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες ξυνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ ῞Ελλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν.