Archippos, Lysis, Opsimos.
34. ARCHIPPOS, LYSIS, OPSIMOS. A .Pseudo-Lysis (+ Opsimos) A 1 = Iamblichos, De vita Pythagorica 250 τῶν δὲ δύο τῶν περισωθέντων ἀμφοτέρων Ταραντίνων ὄντων ὁ μὲν ῎Αρχιππος ἀνεχώρησεν εἰς Τάραντα, ὁ δὲ Λῦσις μισήσας τὴν ὀλιγωρίαν ἀπῆρεν εἰς τὴν ῾Ελλάδα καὶ ἐν ᾿Αχαΐαι διέτριβε τῆι Πελοποννησιακῆι, ἔπειτα εἰς Θήβας μετωικίσατο σπουδῆς τινος γενομένης, οὗπερ ἐγένετο ᾿Επαμεινώνδας ἀκροατὴς καὶ πατέρα τὸν Λῦσιν ἐκάλεσεν. ὧδε καὶ τὸν βίον κατέστρεψεν. A 2 = Porfyrios, Vita Pythagorae 57 οὔτε γὰρ αὐτοῦ Πυθαγόρου σύγγραμμα ἦν, οἵ τ᾿ ἐκφυγόντες Λῦσίς τε καὶ ῎Αρχιππος καὶ ὅσοι ἀποδημοῦντες ἐτύγχανον ὀλίγα διέσωσαν ζώπυρα τῆς φιλοσοφίας ἀμυδρά τε καὶ δυσθήρατα. A 3 = Diogenés Laertios, Vitae philosophorum VIII, 7 τὸ δὲ φερόμενον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου Πυθαγορικοῦ φυγόντος εἰς Θήβας καὶ ᾿Επαμεινώνδα καθηγησαμένου. A 4 = Athénagorás, Legatio sive Supplicatio pro Christianis 5; p. 6, 15 Schwartz (6, 1 Schoedel) Λῦσις δὲ καὶ ῎Οψιμος ὁ μὲν ἀριθμὸν ἄρρητον ὁρίζεται τὸν θεόν, ὁ δὲ τοῦ μεγίστου τῶν ἀριθμῶν τὴν παρὰ τὸν ἐγγυτάτω ὑπεροχήνῥ εἰ δὲ μέγιστος μὲν ἀριθμὸς ὁ δέκα κατὰ τοὺς Πυθαγορικοὺς ὁ τετρακτύς τε ὢν καὶ πάντας τοὺς ἀριθμητικοὺς καὶ τοὺς ἁρμονικοὺς περιέχων λόγους, τούτωι δὲ ἐγγὺς παράκειται ὁ ἐννέα, μονάς ἐστιν ὁ θεός, τοῦτ᾿ ἔστιν εἷςῥ ἑνὶ γὰρ ὑπερέχει ὁ μέγιστος τὸν ἐγγυτάτω ἐλαχίστωι <ὄντι> αὐτῶι. A 5 = Iamblichos, De vita Pythagorica 267 (58 A) ῾Ρηγῖνοι ᾿Αριστείδης ... ῎Οψιμος. |