58. Diogène de Smyrne - 60. Hécatée d'Abdère
Anaxarque
59. ANAXARQUE
1. DIOG. IX, 58–60 ᾿Ανάξαρχος ᾿Αβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου· ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδ᾿ αὐτὸ τοῦτ᾿ εἰδέναι ὅτι οὐδὲν οἶδε· Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. ὁ δ᾿ οὖν ᾿Ανάξαρχος καὶ ᾿Αλεξάνδρωι συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν ὀλυμπιάδα (340-337) καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον· καί ποτε ἐν συμποσίωι τοῦ ᾿Αλεξάνδρου ἐρωτήσαντος αὐτόν, τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν· ᾿ὦ βασιλεῦ, πάντα πολυτελῶς· ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι᾿ ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα. (59) ὁ δὲ μνησικακήσας μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ὅτε πλέων ἀκουσίως προσηνέχθη τῆι Κύπρωι ὁ ᾿Ανάξαρχος, συλλαβὼν αὐτὸν καὶ εἰς ὅλμον βαλὼν ἐκέλευσε τύπτεσθαι σιδηροῖς ὑπέροις. τὸν δὲ οὐ φροντίσαντα τῆς τιμωρίας εἰπεῖν ἐκεῖνο δὴ τὸ περιφερόμενον· ᾿πτίσσε τὸν ᾿Αναξάρχου θύλακον, ᾿Ανάξαρχον δὲ οὐ πτίσσεις᾿. κελεύσαντος δὲ τοῦ Νικοκρέοντος καὶ τὴν γλῶτταν αὐτοῦ ἐκτμηθῆναι, λόγος ἀποτραγόντα προσπτύσαι αὐτῶι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως <ἔχον> (Anth. P. VII, 133):
πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα·
θύλακός ἐστι· (60) οὗτος διὰ τὴν ἀπάθειαν καὶ εὐκολίαν τοῦ βίου Εὐδαιμονικὸς ἐκαλεῖτο· καὶ ἦν ἐκ τοῦ ῥάιστου δυνατὸς σωφρονίζειν. τὸν γοῦν ᾿Αλέξανδρον οἰόμενον εἶναι θεὸν ἐπέστρεψεν· ἐπειδὴ γὰρ ἔκ τινος πληγῆς εἶδεν αὐτῶι καταρρέον αἷμα, δείξας τῆι χειρὶ πρὸς αὐτόν φησι· ᾿τουτὶ μὲν αἷμα καὶ οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι᾿ (Ε 340). Πλούταρχος δ᾿ αὐτὸν ᾿Αλέξανδρον τοῦτο λέξαι πρὸς τοὺς φίλους φησίν. ἀλλὰ καὶ ἄλλοτε προπίνοντα αὐτῶι τὸν ᾿Ανάξαρχον δεῖξαι τὴν κύλικα καὶ εἰπεῖν· βεβλήσεταί τις θεῶν βροτησίαι χερί (Eur., Or. 271). 2. DIOG. IX, 61 Πύρρων ᾿Ηλεῖος ... ἤκουσε Βρύσωνος τοῦ Στίλπωνος, ὡς ᾿Αλέξανδρος ἐν Διαδοχαῖς (fr. 146; FHG III, 243), εἶτα ᾿Αναξάρχου ξυνακολουθῶν πανταχοῦ, ὡς καὶ τοῖς Γυμνοσοφισταῖς ἐν ᾿Ινδίαι συμμῖξαι καὶ τοῖς Μάγοις ... (63) ἐκπατεῖν τε αὐτὸν καὶ ἐρημάζειν, σπανίως ποτ᾿ ἐπιφαινόμενον τοῖς οἴκοι. τοῦτο δὲ ποιεῖν ἀκούσαντα ᾿Ινδοῦ τινος ὀνειδίζοντος ᾿Αναξάρχωι, ὡς οὐκ ἂν ἕτερόν τινα διδάξαι οὗτος ἀγαθόν, αὐτὸς αὐλὰς βασιλικὰς θεραπεύων. ἀεί τε εἶναι ἐν τῶι αὐτῶι καταστήματι, ὥστε εἰ καί τις αὐτὸν καταλίποι μεταξὺ λέγοντα, αὑτῶι διαπεραίνειν τὸν λόγον, καίτοι κεκινημένον τε <***> ὄντα ἐν νεότητι. πολλάκις, φησί (Antigonos Karyst. p. 35 Wilam.), καὶ ἀπεδήμει, μηδενὶ προειπών, καὶ συνερέμβετο οἷστισιν ἤθελεν. καί ποτ᾿ ᾿Αναξάρχου εἰς τέλμα ἐμπεσόντος, παρῆλθεν οὐ βοηθήσας· τινῶν δὲ αἰτιωμένων, αὐτὸς ᾿Ανάξαρχος ἐπήινει τὸ ἀδιάφορον καὶ ἄστοργον αὐτοῦ. Vgl. c. 57. 1 3. PLUT, Alex. 52 aus Hermippos, der sich auf den Bericht des Stroibos Vorlesers des Kallistenes, an Aristoteles bezieht, vgl. c. 54 Anf.) (nach Kleitos Tod. Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πράιως ὑποδυόμενος τῶι λόγωι καὶ περιιὼν ἀλύπως λαβέσθαι τοῦ πάθους, ὁ δὲ ᾿Ανάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίαι καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων εὐθὺς εἰσελθὼν ἀνεβόησεν· ᾿οὗτός ἐστιν ᾿Αλέξανδρος, εἰς ὃν ἡ οἰκουμένη νῦν ἀποβλέπει· ὁ δὲ ἔρριπται κλαίων ὥσπερ ἀνδράποδον ἀνθρώπων νόμον καὶ ψόγον δεδοικώς, οἷς αὐτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν δικαίων, ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενίκηκεν, ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξης κεκρατημένον. οὐκ οἶσθα, εἶπεν, ὅτι τὴν Δίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τὴν Θέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν ἦι καὶ δίκαιον;᾿ τοιούτοις τισὶ λόγοις χρησάμενος ὁ ᾿Ανάξαρχος τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε καὶ τοῦ Καλλισθένους τὴν ὁμιλίαν οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν προσδιέβαλε. λέγεται δέ ποτε παρὰ δεῖπνον ὑπὲρ ὡρῶν καὶ κράσεως τοῦ περιέχοντος λόγων ὄντων τὸν Καλλισθένην μετέχοντα δόξης τοῖς λέγουσι τἀκεῖ μᾶλλον εἶναι ψυχρὰ καὶ δυσχείμερα τῶν ῾Ελληνικῶν, ἐναντιουμένου τοῦ ᾿Αναξάρχου καὶ φιλονικοῦντος εἰπεῖν· ᾿ἀλλὰ μὴν ἀνάγκη σοι ταῦτα ἐκείνων ὁμολογεῖν ψυχρότερα· σὺ γὰρ ἐκεῖ μὲν ἐν τρίβωνι διεχείμαζες, ἐνταῦθα δὲ τρεῖς ἐπιβεβλημένος δάπιδας κατάκεισαι᾿. τὸν μὲν οὖν ᾿Ανάξαρχον καὶ τοῦτο προσπαρώξυνε. 4. -- -- 28 ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων ᾿Ανάξαρχος ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτόν· ᾿μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός;᾿, γελάσας ἐκεῖνος· ᾿οὐ βούλομαι γάρ, εἶπε, φοβερὸς εἶναι τοῖς φίλοις ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾶις ἐπικειμένους, οὐ σατραπῶν κεφαλάς᾿. τῶι γὰρ ὄντι λέγεται τὸν ᾿Ανάξαρχον ἰχθυδίων ῾Ηφαιστίωνι πεμφθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρημένον ἐπιφθέγξασθαι λόγον, οἷον ἐξευτελίζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περίβλεπτα μεγάλοις πόνοις καὶ κινδύνοις διώκοντας, ὡς οὐδὲν ἢ μικρὸν ἐν ἡδοναῖς καὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων. Vgl. Satyros b. Athen. VI, 250e ᾿Ανάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν ᾿Αλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῶι βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ... PLUT., Alex. virt. I, 40; p. 331e ὅτι τὸν μὲν ἁρμονικὸν ᾿Ανάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε. 5. ARR., Anab. IV, 9, 7 εἰσὶ δὲ οἳ λέγουσιν ᾿Ανάξαρχον τὸν σοφιστὴν ἐλθεῖν μὲν παρ᾿ ᾿Αλέξανδρον κληθέντα ὡς παραμυθησόμενον· εὑρόντα δὲ κείμενον καὶ στένοντα ἐπιγελάσαντα ἀγνοεῖν, φάναι, διότι ἐπὶ τῶιδε οἱ πάλαι σοφοὶ ἄνδρες τὴν Δίκην πάρεδρον τῶι Διὶ ἐποίησαν ὡς ὅ τι ἂν πρὸς τοῦ Διὸς κυρωθῆι, τοῦτο ξὺν δίκηι πεπραγμένον· καὶ οὖν καὶ τὰ ἐκ βασιλέως μεγάλου γιγνόμενα δίκαια χρῆναι νομίζεσθαι, πρῶτα μὲν πρὸς αὐτοῦ βασιλέως ἔπειτα πρὸς τῶν ἄλλων ἀνθρώπων. ταῦτα εἰπόντα παραμυθήσασθαι μὲν ᾿Αλέξανδρον ἐν τῶι τότε· κακὸν δὲ μέγα, ὡς ἐγώ φημι, ἐξεργάσασθαι ᾿Αλεξάνδρωι καὶ μεῖζον ἔτι ἢ ὅτωι τότε ξυνείχετο· εἴπερ οὖν σοφοῦ ἀνδρὸς τήνδε ἔγνω τὴν δόξαν ὡς οὐ τὰ δίκαια ἄρα χρὴ σπουδῆι ἐπιλεγόμενον πράττειν τὸν βασιλέα, ἀλλὰ ὅ τι ἂν καὶ ὅπως οὖν ἐκ βασιλέως πραχθῆι, τοῦτο δίκαιον νομίζειν. ἐπεὶ καὶ προσκυνεῖσθαι ἐθέλειν ᾿Αλέξανδρον λόγος κατέχει, ... οὐκ ἐνδεῆσαι δὲ οὐδὲ πρὸς τοῦτο αὐτῶι τοὺς κολακείαι ἐς αὐτὸ ἐνδιδόντας, ἄλλους τέ τινας καὶ δὴ καὶ τῶν σοφιστῶν τῶν ἀμφ᾿ αὐτὸν ᾿Ανάξαρχόν τε καὶ ῏Αγιν ᾿Αργεῖον ἐποποιόν. 6. -- -- . IV, 10, 5
ὑπὲρ δὲ τῆς προσκυνήσεως ὅπως
ἠναντιώθη ᾿Αλεξάνδρωι καὶ τοιόσδε κατέχει λόγος. ξυγκεῖσθαι μὲν γὰρ
τῶι ᾿Αλεξάνδρωι πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἀμφ᾿ αὐτὸν Περσῶν καὶ
Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότωι ἐμβαλεῖν·
ἄρξαι δὲ τοῦ λόγου ᾿Ανάξαρχον, ὡς πολὺ δικαιότερον ἂν θεὸν
νομιζόμενον ᾿Αλέξανδρον Διονύσου τε καὶ ῾Ηρακλέους, μὴ ὅτι τῶν ἔργων
ἕνεκα ὅσα καὶ ἡλίκα καταπέπρακται ᾿Αλεξάνδρωι, ἀλλὰ καὶ ὅτι Διόνυσος
μὲν Θηβαῖος ἦν οὐδέν τι προσήκων Μακεδόσι, καὶ ῾Ηρακλῆς ᾿Αργεῖος
οὐδὲ οὗτος προσήκων ὅτι μὴ κατὰ γένος τὸ ᾿Αλεξάνδρου· ῾Ηρακλείδην
γὰρ εἶναι ᾿Αλέξανδρον· Μακεδόνας δὲ ἂν τὸν σφῶν βασιλέα δικαιότερον
θείαις τιμαῖς κοσμοῦντας. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἶναι ἀμφίλογον ὅτι
ἀπελθόντα γε ἐξ ἀνθρώπων ὡς θεὸν τιμήσουσι· πόσωι δὴ δικαιότερον
ζῶντα γεραίρειν ἤπερ τελευτήσαντα ἐς οὐδὲν ὄφελος τῶι τιμωμένωι. CURT. VIII, 5, 8 Agis quidem Argivus, pessimorum carminum post Choerilum conditor, et ex Sicilia Cleo ... hi tum caelum illi aperiebant Herculemque et Patrem Liberum et cum Polluce Castorem novo numini cessuros esse iactabant. 7. PHILODEM. de vitiis IV (Gomperz Comment. Mommsen. 471)
οὐκ εἰκῆι δέ, ἀλλὰ συνπαρατιθεὶς
ἐντέχνως τῶι δάκνοντι τὸ γλυκύ, οἷον μί<σγ>ων ἔπαινον <ἁδ>ρότερον
ἐλάττονι ψόγωι καὶ συνκατάθεσιν ἀντιλογίαι, καθάπερ τοιοῦτος, οὗ
προσιεμένοις ὀξύτ<ερα> διδόασί τινες <τῶ>ι γλυκεῖ δαψιλεστέρωι
χρώμενοι. τοιοῦτον δ<ὲ> καὶ τὸν ᾿Ανάξαρχον λέγουσιν· <ἀντει>πὼν γὰ<ρ
τῶι ᾿Α>λεξάνδρωι δ<ιότι στέ>ρ<γ>ει τοῖς κόλαξιν, ἐπήινει <πάλιν·
ἀλλὰ μ>ὴν πρέπει τοῦτο τοῖς ἀπὸ Διός· Διόνυσος μὲν γὰρ ἔχαιρε
Σατύροις, ῾Ηρακλῆς δὲ Κέρκωψιν. ἔστιν δ᾿ ὅτε καὶ διερεθισθεὶς μὲν
ἐπίκρανεν, ἑαυτοῦ δὲ μνησθεὶς ἐγλύκανεν, ὡς ὁ ῥηθεὶς <β>αλόντος
αὐτὸν ὑβριστικώτερον <αυσγεφαλλεν μήλοις τοῦ βασιλέως, ὅτ᾿
ἀπείλησεν> ἐπαράμενος τὸ ποτήριον· PLUT., quaest. conv. IX, 1, 2; p. 737a καὶ ᾿Ανάξαρχος. ὑπ᾿ ᾿Αλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον, ἐπαναστὰς καὶ εἰπὼν ᾿βεβλήσεταί τις θεῶν βροτησίαι χερί᾿. Vgl. S. 454, 34. 8 . AEL., V. H. IX, 37 ᾿Ανάξαρχος ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα ᾿Αλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε ᾿Αλέξανδρος. εἶτα προσέταξεν αὐτῶι ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ ᾿Ανάξαρχος ᾿τοῦ μέντοι θεοῦ ἡμῶν᾿ εἶπεν ᾿ἐν τρυβλίου ῥοφήματι αἱ ἐλπίδες κεῖνται᾿. 9. ATHEN.XII; p. 548b περὶ δ᾿ ᾿Αναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτωι Βίων ( FHG II, 308 fr. 14) οὕτω γράφει· ᾿τῶι Εὐδαιμονικῶι καλουμένωι ᾿Αναξάρχωι διὰ τὴν τῶν χορηγησάντων ἄνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ὠινοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥραι τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῆι χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῶι στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἵδρως ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι.᾿ 10. TIMON fr. 58 (Poet. phil. fr. S. 199)
ἒν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενές,
ὅππη ὀρούσαι, 11. PLUT., tranqu. an. 4; p. 466d ᾿Αλέξανδρος ᾿Αναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, ᾿οὐκ ἄξιον᾿, ἔφη, ᾿δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω κύριοι γεγόναμεν;᾿µ 12. STRAB. XIII; p. 594 ἐκεῖνος (Alexandros) γὰρ κατὰ συγγενείας ἀνανέωσιν ὥρμησε προνοεῖν αὐτῶν (der Ilier wegen der Verwandtschazft der Aiakiden mit Andromache) ἅμα καὶ φιλόμηρος ὤν· φέρεται γοῦν τις διόρθωσις τῆς ῾Ομήρου ποιήσεως, ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ ᾿Αλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ ᾿Ανάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά, ἔπειτα καταθέντος εἰς νάρθηκα, ὃν ηὗρεν ἐν τῆι Περσικῆι γάζηι πολυτελῶς κατεσκευασμένον. 13 . CLEM., Strom. IV, 57 p. 589 P. τὰ γὰρ ᾿Αναξάρχου σιωπῶ ᾿πτίσσε᾿ ἐπιβοῶντος ᾿τὸν ᾿Αναξάρχου θύλακον· ᾿Ανάξαρχον γὰρ οὐ πτίσσεις᾿, ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο. [DIO] Corinth. 37, 45. PHILO Quod omn. prob. p. 462 Mang. zusammen mit Zeno (s. c. 19 A 8. 9), woraus die Konfusion bei VAL. MAX. III extr. 4 der zusetzt. multorum aures illa lingua et in primis Alexandri regis admiratione sui adtonitas habuerat, dum terrae condicionem, habitum maris, siderum motus, totius denique mundi naturam prudentissime et facundissime expromit. 14. [GAL.], H. ph. 4 (D. 602; Namen der philosophischen Sekten) <ἡ δὲ> ἐκ τέλους (καὶ δόγματος) ὥσπερ ἡ Εὐδαιμονική· ὁ γὰρ ᾿Ανάξαρχος τέλος τῆς κατ᾿ αὐτὸν ἀγωγῆς τὴν εὐδαιμονίαν ἔλεγεν. 15. -- -- 7 (D. 604) σκεπτικοὺς δὲ Ζήνωνα τὸν ᾿Ελεάτην καὶ ᾿Ανάξαρχον τὸν ᾿Αβδηρίτην καὶ τὸν ἄγαν ἠκριβωκέναι τὴν ἀπορητικὴν ὑποληφθέντα Πύρρωνα. 16. SEXT. adv. m. VII, 88 ᾿Ανάξαρχον δὲ καὶ Μόνιμον ὅτι σκηνογραφίαι ἀπείκασαν τὰ ὄντα τοῖς τε κατὰ ὕπνους ἢ μανίαν προσπίπτουσι ταῦτα ὡμοιῶσθαι ὑπέλαβον.
FRAGMENTE
ΑΝΑΞΑΡΧΟΥ ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ
1. CLEM. ., Str. I, 36 p. 337 P. εὖ γοῦν καὶ ᾿Ανάξαρχος ὁ Εὐδαιμονικὸς ἐν τῶι Περὶ βασιλείας γράφει· ᾿πολυμαθείη ... δεξιὸν ὄντα ... ὅρος. ὅσοι δὲ καὶ θύρηισιν ἀείδουσιν ἢ ἤν πηι πεπνυμένην ἀείδωσιν οὐ τιθέμενοι ἐν σοφίηι, γνώμην δ᾿ ἔχουσι μωρίης.᾿ STOB. III, (flor.) 34, 19 H. ᾿Αναξάρχου· ᾿πολυμαθίη ... δεξιὸν ἄνδρα ... ὅρος. οἱ δὲ ἔξω καιροῦ ῥῆσιν μουσικὴν πεπνυμένως ἀείσουσιν, οὐ παραδέχονται ἐν ἀργίηι γνώμην αἰτίην δ᾿ ἔχουσι μωρίας᾿. Vgl. ATHEN. mech. p. 4. Wesch. Anarxarchos scheint auf Kallisthenes anzuspielen (s. A 3), von dem Aristoteles sagte λόγωι μὲν ἦν δυνατὸς καὶ μέγας, νοῦν δὲ οὐκ ἔχει (Plut., Alex. 54.) πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχοντα· ὠφελεῖ μὲν τὸν δεξιὸν ἄνδρα, βλάπτει δὲ τὸν ῥηϊδίως φωνεῦντα πᾶν ἔπος κἠν παντὶ δήμωι. χρὴ δὲ καιροῦ μέτρα εἰδέναι· σοφίης γὰρ οὗτος ὅρος. οἳ δὲ ἔξω καιροῦ ῥῆσιν ἀείδουσιν, κἢν πεπνυμένην ἀείδωσιν, οὐ τιθέμενοι ἐν σοφίηι γνώμην αἰτίην ἔχουσι μωρίης. 2. AEL., V. Hist., IV, 14 (vgl. 46 B 24)
καὶ ᾿Ανάξαρχος ἐν τῶι Περὶ βασιλείας
φησὶ χαλεπὸν χρήματα συναγείρασθαι, χαλεπώτερον δὲ φυλακὴν τούτοις
περιθεῖναι. |