retour à l'entrée du site

 

table des matières de la morale d'Aristote

 

table des matières de l'œuvre d'Aristote

 

 

ARISTOTE

 

 

ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ ΜΕΓΑΛΩΝ

 

 

LIVRE II

 

traduction française

pour avoir la traduction française d'un chapitre ou d'un paragraphe, cliquer sur le chapitre ou sur le paragraphe.

 

 

 

 

ΚΕΦΑΛΜΑΙΟΝ Α'.

§ 1. Μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα. Ἔστιν δὲ ἡ ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν κατὰ νόμον. Ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθ´ ἕκαστα ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παρα–
χωρῶν, καὶ ταῦθ´ αἱρούμενος ἃ ὁ νομοθέτης ἐβούλετο μὲν τῷ καθ´ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής. Οὐκ ἔστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ τῶν κατὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν.

ΚΕΦΑΛΑΙΟΝ Β'.

§ 1. Ἡ δὲ εὐγνωμοσύνη καὶ ὁ εὐγνώμων ἐστὶν περὶ ταὐτὰ περὶ ἃ καὶ ἡ ἐπιείκεια, περὶ τὰ δίκαια [καὶ] τὰ ἐλλελειμμένα ὑπὸ τοῦ νομοθέτου τῷ μὴ ἀκριβῶς διωρίσθαι, κριτικὸς ὢν τῶν ἐλλελειμμένων ὑπὸ τοῦ νομοθέτου, καὶ γιγνώσκων ὅτι ὑπὸ μὲν τοῦ νομοθέτου ἐλλέλειπται, ἔστι μέντοι δίκαια, ὁ τοιοῦτος εὐγνώμων. Ἔστι μὲν οὖν οὐκ ἄνευ ἐπιεικείας ἡ εὐγνωμοσύνη· τὸ μὲν γὰρ κρῖναι τοῦ εὐγνώμονος, τὸ δὲ δὴ πράττειν [καὶ] κατὰ τὴν κρίσιν τοῦ ἐπιεικοῦς.

ΚΕΦΑΛΑΙΟΝ Γ'.

§ 1. Ἡ δέ γε εὐβουλία ἐστὶ μὲν περὶ ταὐτὰ τῇ φρονήσει (περὶ γὰρ τὰ πρακτά ἐστι τὰ περὶ αἵρεσιν καὶ φυγὴν ὄντα), ἔστιν δὲ οὐκ ἄνευ φρονήσεως. Ἡ μὲν γὰρ φρόνησις πρακτικὴ τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἤ τι τοιοῦτον ἡ ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμφορωτάτων.

§ 2. Διὸ οὐδὲ τὰ τοιαῦτα εὐβουλίας ἂν δόξειεν, τὰ ἀπὸ ταὐτομάτου συμβαίνοντα κατὰ τρόπον· οἷς γὰρ μή ἐστιν ὁ λόγος ὁ σκοπῶν τὸ βέλτιστον, οὐκέτι ἂν εἴποις, ᾧ συνέβη τι κατὰ τρόπον, τοῦτον εὔβουλον, ἀλλ´ εὐτυχῆ· τὰ γὰρ ἄνευ τοῦ λόγου τοῦ κρίνοντος γινόμενα κατορθώματα εὐτυχήματα ἐστίν.

ΚΕΦΑΛΑΙΟΝ Δ'.

§ 1. Πότερον δέ ποτε τοῦ δικαίου ἐστὶν τὸ τῇ ἐντεύξει τὸ ἴσον ἑκάστῳ ἀποδιδόναι (λέγω δὲ οἷον, ὁποῖος ἂν ᾖ ἕκαστος, τοιοῦτον γινόμενον ἐντυγχάνειν); Ἢ οὔ; Τοῦτο μὲν γὰρ καὶ κόλακος καὶ ἀρέσκου δόξειεν ἂν εἶναι· ἀλλὰ τὸ κατ´ ἀξίαν ἑκάστῳ ἀποδιδόναι τὴν ἔντευξιν, τοῦτο καὶ δικαίου καὶ σπουδαίου ἁπλῶς ἂν δόξειεν εἶναι.

ΚΕΦΑΛΑΙΟΝ Ε'.

§ 1. Ἀπορήσειε δ´ ἄν τις καὶ τοῦτο. Εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὣς καὶ οὗ ἕνεκα, ἔστι δ´ ἡ βλάβη καὶ ἡ ἀδικία ἐν  ἀγαθοῖς, καὶ περὶ ἀγαθά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ καὶ ὁποῖα κακά· τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως· ἄτοπον δὴ συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον ἀγαθὸν τὴν φρόνησιν.

§ 2. Ἢ οὐκ ἂν δόξειεν παρακολουθεῖν τῷ ἀδίκῳ ἡ φρόνησις; Οὐ γὰρ σκοπεῖ ὁ ἄδικος οὐδὲ δύναται κρίνειν τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ αὑτῷ ἀγαθόν, ἀλλὰ διαμαρτάνει.  Τῆς δὲ φρονήσεως τοῦτό ἐστι, τὸ ὀρθῶς δύνασθαι ταῦτα θεωρεῖν,

§ 3. ὁμοίως ὥσπερ ἐπὶ τῶν κατ´ ἰατρικὴν τὸ μὲν ἁπλῶς ὑγιεινὸν καὶ τὸ ὑγιείας ποιητικὸν οἴδαμεν ἅπαντες, ὅτι ἐλλέβορος καὶ τὸ ἐλατήριον καὶ αἱ τομαὶ καὶ αἱ καύσεις ὑγιεινά εἰσιν καὶ ὑγιείας ποιητικά, ἀλλ´ ὅμως οὐκ ἔχομεν τὴν ἰατρικὴν ἐπιστήμην·  οὐ γὰρ ἔτι οἴδαμεν τὸ καθ´ ἕκαστον ἀγαθόν, ὥσπερ ὁ ἰατρὸς οἶδεν τίνι ἐστὶ τοῦτ´ ἀγαθὸν καὶ πότε καὶ πῶς διακειμένῳ· ἐν τούτῳ γὰρ ἤδη ἡ ἰατρικὴ ἐπιστήμη. Τὰ μὲν οὖν ἁπλῶς ὑγιεινὰ εἰδότες ὅμως οὐκ ἔχομεν οὐδὲ παρακολουθεῖ ἡμῖν ἡ ἰατρικὴ ἐπιστήμη.

§ 4. Ὡς δ´ αὕτως ὁ ἄδικος. Ὅτι μὲν οὖν ἁπλῶς καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν· ἀλλ´ εἰ αὑτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι οἶδεν. Τοῦτο δ´ ἐστὶν μάλιστα τῆς φρονήσεως, ὥστε τῷ ἀδίκῳ οὐ παρακολουθεῖ ἡ φρόνησις. Αἱρεῖται γὰρ τἀγαθά, ὑπὲρ ὧν ἀδικεῖ,  τὰ ἁπλῶς ἀγαθά, οὐ τὰ αὑτῷ ἀγαθά. Ὁ γὰρ πλοῦτος καὶ ἡ ἀρχὴ ἁπλῶς μὲν ἀγαθόν, αὐτῷ μέντοι ἴσως οὐκ ἀγαθόν· εὐπορήσας γὰρ καὶ ἄρξας πολλὰ κακὰ αὐτὸς ἑαυτῷ ποιήσει καὶ τοῖς φίλοις· οὐ γὰρ δυνήσεται ἀρχῇ ὀρθῶς χρήσασθαι.

§ 5. Ἔχει δὲ καὶ τοῦτο ἀπορίαν καὶ σκέψιν, πότερόν ἐστι πρὸς τὸν φαῦλον ἀδικία, ἢ οὔ. Εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἐν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν· τὰ γὰρ ἀγαθὰ ἃ αὑτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν· ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει· εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκων οὐκ ἂν δόξειεν
ἀδικεῖν.

§ 6. Ὁ δὴ τοιοῦτος λόγος δόξειεν ἂν εἶναι παράδοξος τοῖς πολλοῖς· πάντες γὰρ οἴονται καὶ ἀρχῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ ὀρθῶς ὑπολαμβάνοντες.

§ 7. Δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ νομοθέτου· ὁ γὰρ νομοθέτης οὐ πᾶσιν ἐπιτρέπει τὸ ἄρχειν, ἀλλ´ ὥρισται καὶ ἡ ἡλικία καὶ ἡ εὐπορία ἣν δεῖ ὑπάρχειν τῷ μέλλοντι ἄρχειν, ὡς οὐ δυνατὸν ὂν παντὶ ἄρχειν ὑπάρξαι. Εἰ δή τις ἀγανακτοίη ὅτι οὐκ ἄρχει ἢ οὐδεὶς αὐτὸν ἐᾷ κυβερνᾶν, « οὐ γὰρ ἔχεις » εἴποι ἄν τις « οὐδὲν τοιοῦτον ἐν τῇ ψυχῇ ᾧ δυνήσῃ καὶ ἄρχειν καὶ κυβερνᾶν. »

§ 8. Ἢ ἐπὶ μὲν τοῦ σώματος ὁρῶμεν οὐ δυναμένους ὑγιαίνειν τοὺς τὰ ἁπλῶς ἀγαθὰ προσφερομένους, ἀλλ´ εἰ μέλλει τις ὑγιαίνειν τὸ σῶμα τὸ φαῦλον, ὕδωρ αὐτῷ πρότερον καὶ ὀλίγα σιτία προσενεκτέον· τῷ δὲ τὴν ψυχὴν φαύλην ἔχοντι πρὸς τὸ μηθὲν κακὸν ἐργάζεσθαι οὐκ ἀφεκτέον καὶ  πλούτου καὶ ἀρχῆς καὶ δυνάμεως καὶ ἁπλῶς τῶν τοιούτων, ὅσῳ εὐκινητότερον καὶ εὐμεταβολώτερον ψυχὴ σώματος; Ὣσπερ γὰρ ὁ φαῦλος τὸ σῶμα οὕτως ἦν ἐπιτήδειος διαιτᾶσθαι, καὶ ὁ φαῦλος τὴν ψυχὴν οὕτως ἐπιτήδειος διάγειν, μηθὲν τῶν τοιού–
των ἔχων.

§ 9. Ἔχει δὲ καὶ τὸ τοιοῦτον ἀπορίαν, οἷον ἐπειδὰν μὴ ᾖ ἅμα πρᾶξαι τἀνδρεῖα καὶ τὰ δίκαια, πότερ´ ἄν τις πράξειεν; Ἐν μὲν δὴ ταῖς φυσικαῖς ἀρεταῖς ἔφαμεν τὴν ὁρμὴν μόνον [δεῖν] τὴν πρὸς τὸ καλὸν ὑπάρχειν ἄνευ λόγου· ᾧ δ´ ἐστὶν αἵρεσις, ἐν τῷ λόγῳ καὶ τῷ λόγον ἔχοντι ἐστίν. Ὥστε ἅμα τὸ ἑλέσθαι [καὶ] παρέσται καὶ ἡ τελεία ἀρετὴ ὑπάρξει, ἣν ἔφαμεν μετὰ φρονήσεως εἶναι, οὐκ ἄνευ δὲ τῆς φυσικῆς ὁρμῆς τῆς ἐπὶ τὸ καλόν.

§ 10. Οὐδ´ ἐναντιώσεται ἀρετὴ ἀρετῇ. Πέφυκεν γὰρ ὑπείκειν τῷ λόγῳ, [ἢ] ὡς οὗτος προστάττει, ὥστ´ ἐφ´ ὃ ἂν οὗτος ἄγῃ, ἐπὶ τοῦτο ἀποκλίνει. Τὸ γὰρ βέλτιον οὗτός ἐστιν ὁ αἱρούμενος. Οὔτε γὰρ ἄνευ τῆς φρονήσεως αἱ ἄλλαι ἀρεταὶ γίνονται, οὔθ´ ἡ φρόνησις τελεία ἄνευ τῶν ἄλλων ἀρετῶν,

§ 11. ἀλλὰ συνεργοῦσί πως μετ´ ἀλλήλων ἐπακολουθοῦσαι τῇ φρονήσει.

§ 12. Οὐχ ἧττον δὲ καὶ τὰ τοιαῦτα ἀπορήσεται, πότερόν ποτε καὶ ἐπὶ τῶν ἀρετῶν οὕτως ἔχει ὥσπερ ἐπὶ τῶν ἄλλων ἀγαθῶν τῶν τ´ ἐκτὸς καὶ τῶν περὶ σῶμα. Ταῦτα γὰρ εἰς ὑπερβολὴν γινόμενα χείρους ποιεῖ, οἷον πλοῦτος πολὺς γενόμενος ὑπερόπτας καὶ  ἀηδεῖς ἐποίησεν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ἀρχῆς τιμῆς κάλλους μεγέθους.

§ 13. Πότερον οὖν καὶ ἐπ´ ἀρετῆς οὕτως ἔχει, ὥστε ἐάν τινι δικαιοσύνη ἢ ἀνδρεία εἰς ὑπερβολὴν παραγένηται, χείρων ἔσται, ἢ οὔ; 〈Οὔ,〉 φησίν. Ἀλλ´ ἀπὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ· ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει· τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.

§ 14. Ἢ τοῦτο οὐκ ἀληθές; Τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι· εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος· οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδ´ ἡ ἀρετή.

§ 15. Τὸ δ´ ὅλον ἐπειδήπερ ἡμῖν ἐν ἀρχῇ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταὶ μεσότητες, καὶ ἡ μᾶλλον ἀρετὴ μᾶλλόν ἐστι μεσότης· ὥστ´ οὐχ ὅτι χείρω ποιήσει εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω· ἡ γὰρ μεσότης ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.

ΚΕΦΑΛΑΙΟΝ Ϛ

§ 1. Ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ ἐγκρατείας καὶ ἀκρασίας. Ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι·

§ 2. Οὐ γὰρ ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις. Ἐν μὲν γὰρ ταῖς ἄλλαις ἐπὶ ταὐτὰ καὶ ὁ λόγος καὶ τὰ πάθη ὁρμῶσιν καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις, ἐπὶ δὲ ταύτης ἐναντιοῦνται ἀλλήλοις ὅ τε λόγος καὶ τὰ πάθη.

§ 3. Ἔστι δὲ τρία τὰ ἐν τῇ ψυχῇ γινόμενα, καθ´ ἃ φαῦλοι λεγόμεθα, κακία ἀκρασία θηριότης. Ὑπὲρ μὲν οὖν κακίας καὶ ἀρετῆς τί ἐστι καὶ ἐν τίσιν, εἴρηται ἡμῖν ἐν τοῖς ἐπάνω· νῦν δὲ ὑπὲρ ἀκρασίας καὶ θηριότητος λεκτέον ἂν εἴη.

ΚΕΦΑΛΑΙΟΝ Ζ'.

§ 1. Ἔστιν δὲ ἡ θηριότης ὑπερβάλλουσά τις κακία. Ὅταν γάρ τινα παντελῶς ἴδωμεν φαῦλον, οὐδ´ ἄνθρωπόν φαμεν εἶναι ἀλλὰ θηρίον, ὡς οὖσαν τινὰ κακίαν θηριότητα.

§ 2. Ἡ δὲ ἀντικειμένη ἀρετὴ ταύτῃ ἐστὶν ἀνώνυμος, ἔστιν δ´ ἡ τοιαύτη ὑπὲρ ἄνθρωπον οὖσα, οἷον ἡρωϊκή τις καὶ θεία. Ἀνώνυμος δέ ἐστιν αὕτη ἡ ἀρετή, ὅτι οὐκ ἔστιν θεοῦ ἀρετή· ὁ γὰρ θεὸς βελτίων τῆς ἀρετῆς καὶ οὐ κατ´ ἀρετήν ἐστι σπουδαῖος·

§ 3. οὕτω μὲν γὰρ βέλτιον ἔσται ἡ ἀρετὴ τοῦ θεοῦ. Διὸ ἀνώνυμος ἡ ἀρετὴ ἡ τῇ κακίᾳ τῇ θηριότητι ἀντικειμένη. Θέλει δὲ τῇ τοιαύτῃ ἀντικεῖσθαι ἡ θεία καὶ ὑπὲρ ἄνθρωπον· ὥσπερ γὰρ καὶ ἡ κακία ἡ θηριότης ὑπὲρ ἄνθρωπον ἐστίν, οὕτω καὶ ἡ ἀρετὴ ἡ ἀντικειμένη.

ΚΕΦΑΛΑΙΟΝ Η'.

§ 1. Ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον 〈ἂν〉 δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν  ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν· ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται.

§ 2. Σωκράτης μὲν οὖν ὁ πρεσβύτης ἀνῄρει ὅλως καὶ οὐκ ἔφη ἀκρασίαν εἶναι, λέγων ὅτι οὐθεὶς εἰδὼς τὰ κακὰ ὅτι κακά εἰσιν ἕλοιτ´ ἄν· ὁ δὲ ἀκρατὴς δοκεῖ, εἰδὼς ὅτι φαῦλα εἰσίν, αἱρεῖσθαι ὅμως, ἀγόμενος ὑπὸ τοῦ πάθους. Διὰ δὴ τὸν τοιοῦτον λόγον οὐκ ᾤετ´ εἶναι ἀκρασίαν·  οὐ δὴ ὀρθῶς.

§ 3. Ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς γινόμενον· ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν.

§ 4. Ἐπεὶ δ´ οὖν ἔστιν ἀκρασία, πότερον ὁ ἀκρατὴς ἐπιστήμην τινὰ ἔχει, ᾗ θεωρεῖ καὶ ἐξετάζει τὰ φαῦλα; Ἀλλὰ πάλιν οὐκ ἂν δόξειεν. Ἄτοπον γὰρ τὸ κράτιστον καὶ βεβαιότατον τῶν ἐν ἡμῖν ἡττᾶσθαι ὑπὸ τινός· ἐπιστήμη γὰρ πάντων τῶν ἐν ἡμῖν μονιμώτατόν ἐστι καὶ βιαστικώτατον· ὥστε πάλιν ὁ λόγος οὗτος ἐναντιοῦται * * τῷ μὴ εἶναι ἐπιστήμην.

§ 5. Ἀλλ´ ἆρά γε ἐπιστήμη μὲν οὔ, δόξα δέ; Ἀλλ´ εἰ δόξαν ἔχει ὁ ἀκρατής, οὐκ ἂν εἴη ψεκτός. Εἰ γὰρ φαῦλόν τι πράττει μὴ ἀκριβῶς εἰδὼς ἀλλὰ δοξάζων, συγγνώμην ἄν τις ἀποδοίη προσθέσθαι τῇ ἡδονῇ καὶ πρᾶξαι τὰ φαῦλα, μὴ ἀκριβῶς εἰδότα ὅτι [οὐ] φαῦλα εἰσίν, ἀλλὰ δοξάζοντα· οἷς δέ γε συγγνώμην ἔχομεν, τούτους οὐ ψέγομεν· ὥστε ὁ ἀκρατής, εἴπερ δόξαν ἔχει, οὐκ ἔσται ψεκτός. Ἀλλ´ ἔστιν ψεκτός.

§ 6. Οἱ δὴ τοιοῦτοι λόγοι ἀπορεῖν ποιοῦσιν. Οἳ μὲν γὰρ οὐκ ἔφασαν εἶναι ἐπιστήμην, ἄτοπόν τι γὰρ συμβαίνειν ἐποίουν· οἳ δὲ πάλιν οὐδὲ δόξαν, καὶ γὰρ οὗτοι ἄτοπόν τι πάλιν [ἐποίουν] συμβαίνειν.

§ 7. Ἀλλὰ δὴ καὶ ταῦτ´ ἄν τις ἀπορήσειεν· ἐπεὶ γὰρ δοκεῖ ὁ σώφρων καὶ ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς ἐπιθυμίας; Εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων ἐπιθυμιῶν κρατεῖ)· εἰ δέ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας, οὐκέτι ἔσται σώφρων (ὁ γὰρ σώφρων ἐστὶν ὁ μὴ ἐπιθυμῶν μηδὲ πάσχων μηθέν).

§ 8. Ἔχει δὲ καὶ τὰ τοιαῦτα πάλιν ἀπορίαν. Συμβαίνει γὰρ ἐκ τῶν λόγων καὶ τὸν ἀκρατῆ ποτε ἐπαινετὸν εἶναι καὶ τὸν ἐγκρατῆ ψεκτόν. Ἔστω γάρ τις, φησίν, διημαρτηκὼς τῷ λογισμῷ, καὶ δοκείτω αὐτῷ λογιζομένῳ τὰ καλὰ εἶναι φαῦλα, ἡ δ´ ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά· οὐκοῦν ὁ μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ὁ ἀκρατής)· πράξει ἄρα τὰ καλά, ἡ γὰρ ἐπιθυμία ἐπὶ ταῦτα ἀγέτω (ὁ δὲ λόγος κωλύσει· διαμαρτανέτω γὰρ τῷ λογισμῷ τῶν καλῶν)· οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται, ἐπαινετὸς μέντοι· ᾗ γὰρ πράττει τὰ καλά, ἐπαινετός. Ἄτοπον δὴ τὸ συμβαῖνον.

§ 9. Πάλιν δ´ αὖ διαμαρτανέτω τῷ λόγῳ, καὶ τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, ἡ δ´ ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά· ἐγκρατὴς δέ γέ ἐστιν ὁ ἐπιθυμῶν μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον· οὐκοῦν ὁ διαμαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ ἐπιθυμία ἤγαγεν)· ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός· ὁ ἄρα ἐγκρατὴς ἔσται ποτὲ ψεκτός. Ἄτοπον δὴ καὶ οὕτω τὸ συμβαῖνον.

§ 10. Πότερον δ´ ἡ ἀκρασία καὶ ὁ ἀκρατὴς ἐν ἅπασίν ἐστιν καὶ περὶ πάντα, οἷον περὶ χρήματα καὶ τιμὴν καὶ ὀργὴν καὶ δόξαν (περὶ γὰρ ταῦτα πάντα δοκοῦσιν ἀκρατεῖς εἶναι), ἢ οὔ, ἀλλὰ περί τι ἀφωρισμένον ἐστὶν ἡ ἀκρασία, ἀπορήσειεν ἄν τις. Τὰ μὲν οὖν τὴν ἀπορίαν παρέχοντα ταῦτ´ ἐστίν· ἀναγκαῖον δὲ λῦσαι τὰς ἀπορίας.

§ 11. Πρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης· ἄτοπον γὰρ ἐδόκει εἶναι ἐπιστήμην ἔχοντα ταύτην ἀποβάλλειν ἢ μεταπίπτειν.

§ 12. Ὁ δ´ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης· οὐθὲν γὰρ διαφέρει δόξαν εἶναι ἢ ἐπιστήμην· εἰ γὰρ ἔσται ἡ δόξα σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς δοξάζουσιν, οἷον Ἡράκλειτος ὁ Ἐφέσιος τοιαύτην ἔχει δόξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει.

§ 13. Οὐθὲν δὲ ἄτοπον τῷ ἀκρατεῖ, οὔτ´ εἰ ἐπιστήμην ἔχει οὔτ´ εἰ δόξαν οἵαν λέγομεν, πράττειν τι φαῦλον. Ἔστι γὰρ τὸ ἐπίστασθαι διττόν, ὧν τὸ μέν ἐστι τὴν ἐπιστήμην ἔχειν (ἐπίστασθαι γάρ φαμεν τότε, ὅταν τις ἐπιστήμην ἔχῃ), τὸ δ´ ἕτερον τὸ ἐνεργεῖν ἤδη τῇ ἐπιστήμῃ. Ἀκρατὴς οὖν ἐστιν ὁ ἔχων τὴν ἐπιστήμην τῶν καλῶν, οὐκ ἐνεργῶν δὲ αὐτῇ·

§ 14. ὅταν οὖν μὴ ἐνεργῇ τῇ ἐπιστήμῃ ταύτῃ, οὐδὲν ἄτοπον αὐτόν ἐστιν πράττειν τὰ φαῦλα ἔχοντα τὴν ἐπιστήμην. Ὅμοιον γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν καθευδόντων. Οὗτοι γὰρ ἔχοντες τὴν ἐπιστήμην ὅμως ἐν τῷ ὕπνῳ πολλὰ δυσχερῆ καὶ πράττουσι καὶ πάσχουσιν. Οὐ γὰρ ἐνεργεῖ ἐν αὐτοῖς ἡ ἐπιστήμη. Ὡσαύτως δ´ ἐπὶ τοῦ ἀκρατοῦς. Ὥσπερ γὰρ καθεύδοντι ἔοικεν, καὶ τῇ ἐπιστήμῃ οὐκ ἐνεργεῖ.

Λύεται δὴ ἀπορία οὕτως. Ἠπορεῖτο γὰρ πότερον ὁ ἀκρατὴς ἐκβάλλει τότε τὴν ἐπιστήμην ἢ μεταπίπτει. Ἄτοπον γὰρ ἀμφότερα δοκεῖ εἶναι.

§ 15. Ἀλλὰ πάλιν ἐντεῦθεν ἂν γένοιτο φανερόν, ὥσπερ ἔφαμεν ἐν τοῖς ἀναλυτικοῖς, ἐκ δύο προτάσεων γίνεσθαι τὸν συλλογισμόν, καὶ τούτων εἶναι τὴν μὲν πρώτην καθόλου, τὴν δὲ δευτέραν ὑπὸ ταύτην τε καὶ ἐπὶ μέρους. Οἷον ἐπίσταμαι πάντ´ ἄνθρωπον πυρέττοντα ὑγιῆ ποιῆσαι· οὑτοσὶ δὲ πυρέττει· ἐπίσταμαι ἄρα καὶ τοῦτον ὑγιῆ ποιῆσαι. Ἔστιν οὖν  ὃ τῇ μὲν καθόλου ἐπιστήμῃ ἐπίσταμαι, τῇ δ´ ἐπὶ μέρους οὔ.

§ 16. Γίνεται οὖν ἁμαρτία τῷ τὴν ἐπιστήμην ἔχοντι καὶ ἐνταῦθα, οἷον ἅπαντα μὲν τὸν πυρέττοντα ὑγιῆ ποιῆσαι 〈ἐπίσταμαι〉, εἰ μέντοι οὗτος πυρέττει, οὐκ οἶδα. Ὡσαύτως τοίνυν ἐπὶ τοῦ ἀκρατοῦς τοῦ τὴν ἐπιστήμην ἔχοντος ἡ αὐτὴ ἁμαρτία συμβήσεται. Ἐνδέχεται γὰρ τὸν ἀκρατῆ τὴν μὲν καθόλου ἐπιστήμην ἔχειν, ὅτι τὰ τοιαῦτα φαῦλα καὶ βλαβερά, μὴ μέντοι γε ὅτι ἐστὶν ταῦτα φαῦλα ἐπὶ μέρους εἰδέναι, ὥστε οὕτως ἔχων τὴν ἐπιστήμην ἁμαρτήσεται· ἔχει γὰρ τὴν καθόλου, τὴν δ´ ἐπὶ μέρους οὔ.

§ 17. Οὐδὲν οὖν ἄτοπον οὐδ´ οὕτω συμβήσεται ἐπὶ τοῦ ἀκρατοῦς, τὸν ἔχοντα τὴν ἐπιστήμην φαῦλόν τι πράττειν. Ἔστι γὰρ ὡς ἐπὶ τῶν μεθυόντων. Οἱ γὰρ μεθύοντες, ὅταν αὐτοῖς ἡ μέθη ἀπαλλαγῇ, πάλιν οἱ αὐτοὶ εἰσίν· οὐκ ἐξέπεσεν δ´ αὐτῶν ὁ λόγος οὐδ´ ἡ ἐπιστήμη, ἀλλ´ ἐκρατήθη ὑπὸ τῆς μέθης, ἀπαλλαγέντες δὲ τῆς μέθης πάλιν οἱ αὐτοὶ εἰσίν. Ὁμοίως οὖν ἔχει ὁ ἀκρατής [πάλιν]. Ἐπικρατῆσαν γὰρ τὸ πάθος ἠρεμεῖν ἐποίησε τὸν λογισμόν· ὅταν δ´ ἀπαλλαγῇ τὸ πάθος ὥσπερ ἡ μέθη, πάλιν ὁ αὐτὸς ἐστίν.

§ 18. Ἦν δὲ καὶ ἄλλος τις λόγος ἐπὶ τῆς ἀκρασίας ὃς παρεῖχεν ἀπορίαν, ὡς ἐπαινετοῦ ποτε τοῦ ἀκρατοῦς ἐσομένου καὶ ψεκτοῦ τοῦ ἐγκρατοῦς. Οὐ συμβαίνει δὲ τοῦτο. Οὐ γάρ ἐστιν οὔτ´ ἐγκρατὴς οὔτ´ ἀκρατὴς  ὁ τῷ λόγῳ διεψευσμένος, ἀλλὰ ὁ λόγον ἔχων ὀρθὸν καὶ τούτῳ τὰ φαῦλα ὄντα κρίνων καὶ τὰ καλά, καὶ ἀκρατὴς μὲν ὁ τῷ τοιούτῳ λόγω ἀπειθῶν, ἐγκρατὴς δὲ ὁ πειθόμενος καὶ μὴ ὑπὸ τῶν ἐπιθυμιῶν ἀγόμενος· οὐδὲ γὰρ ᾧ τινι οὐ δοκεῖ τὸν πατέρα τύπτειν αἰσχρὸν εἶναι, ἐπιθυμῶν δὲ τύπτειν, ὁ τούτου ἀπεχόμενος ἐγκρατής ἐστι·

§ 19. ὥστε εἰ μή ἐστιν ἐπὶ τῶν τοιούτων μήτε ἐγκράτεια μήτε ἀκρασία, οὐδ´ ἂν ἐπαινετὴ εἴη ἡ ἀκρασία οὐδὲ ψεκτὴ ἡ ἐγκράτεια, ὥσπερ ἐδόκει.

§ 20. Εἰσὶ δὲ τῶν ἀκρασιῶν αἳ μὲν νοσηματικαὶ αἳ δὲ φύσει. Οἷον νοσηματικαὶ μὲν αἱ τοιαῦται· εἰσὶ γάρ τινες οἱ τίλλοντες τρίχας * * διατρώγουσιν. Εἰ οὖν τις ταύτης τῆς ἡδονῆς κρατεῖ, οὐκ ἔστιν ἐπαινετός, οὐδὲ ψεκτός, εἰ μὴ κρατεῖ, ἢ οὐ σφόδρα γε. Φύσει δέ, οἷον υἱόν ποτέ φασι κρινόμενον ἐν δικαστηρίῳ, ὅτι τὸν πατέρα τύπτοι, ἀπολογεῖσθαι λέγονθ´ ὅτι « καὶ γὰρ οὗτος τὸν ἑαυτοῦ πατέρα, » καὶ ἀποφυγεῖν δή· δοκεῖν γὰρ τοῖς δικασταῖς φυσικὴν εἶναι τὴν ἁμαρτίαν. Εἰ δή τις τοῦ τὸν πατέρα τύπτειν κρατοίη, οὐκ ἐπαινετός.

§ 21. Οὐ δὴ τὰς τοιαύτας ζητοῦμεν νῦν ἀκρασίας οὐδ´ ἐγκρατείας, ἀλλὰ καθ´ ἃς ψεκτοὶ ἁπλῶς καὶ ἐπαινετοὶ λεγόμεθα.  Ἔστιν δὲ τῶν ἀγαθῶν τὰ μὲν ἐκτός, οἷον πλοῦτος ἀρχὴ τιμὴ φίλοι δόξα, τὰ δ´ ἀναγκαῖα καὶ περὶ σῶμα ἐστίν, οἷον ἁφή τε καὶ γεῦσις [ὁ οὖν περὶ ταῦτα ἀκρατής, οὗτος ἁπλῶς ἂν [καὶ] ἀκρατὴς δόξειεν εἶναι,] καὶ ἡδοναὶ σωματικαί· * * καὶ ἣν ζητοῦμεν ἀκρασίαν, ἤδη περὶ ταῦτα δόξειεν 〈ἂν〉 εἶναι. Ἠπορεῖτο δὲ περὶ τί ποτ´ ἐστὶν ἡ ἀκρασία.

§ 22. Περὶ μὲν οὖν τιμὴν οὐκ ἔστιν ἁπλῶς ἀκρατής· ἐπαινεῖται γάρ πως ὁ περὶ τιμὴν ἀκρατής· φιλότιμος γάρ τις [ἐστίν]. Τὸ δ´ ὅλον λέγομεν καὶ ἐπὶ τῶν τοιούτων τὸν ἀκρατῆ προστιθέντες, περὶ τιμὴν ἀκρατὴς ἢ δόξαν ἢ ὀργήν. Ἀλλὰ τῷ ἁπλῶς ἀκρατεῖ οὐ προστίθεμεν περὶ ἅ, ὡς ὑπάρχοντος αὐτῷ καὶ φανεροῦ ὄντος ἄνευ τῆς προσθέσεως, περὶ ἃ ἐστίν· ἔστιν γὰρ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικὰς ὁ ἁπλῶς ἀκρατής.

§ 23. Δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι περὶ ταῦτα ἡ ἀκρασία· ἐπεὶ γὰρ ψεκτὸς ὁ ἀκρατής, ψεκτὰ εἶναι δεῖ τὰ ὑποκείμενα· τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ δ´ ἡδοναὶ αἱ σωματικαὶ ψεκταί· διὸ εἰκότως ὁ περὶ ταύτας ὢν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται.

§ 24. Ἐπειδὴ δέ ἐστι τῶν περὶ τὰ ἄλλα ἀκρασιῶν λεγομένων ἡ περὶ τὴν ὀργὴν οὖσα ἀκρασία ψεκτοτάτη, πότερον ψεκτοτέρα ἐστὶν ἡ περὶ τὴν ὀργὴν ἢ ἡ περὶ τὰς ἡδονάς; Ἔστιν οὖν ἡ περὶ τὴν ὀργὴν ἀκρασία ὁμοία τῶν παίδων τοῖς πρὸς τὸ διακονεῖν προθύμως ἔχουσιν· καὶ γὰρ οὗτοι, ὅταν εἴπῃ ὁ δεσπότης « δός μοι, » τῇ προθυμίᾳ ἐξενεχθέντες, πρὸ τοῦ ἀκοῦσαι ὃ δεῖ δοῦναι, ἔδωκαν, καὶ ἐν τῇ δόσει διήμαρτον· πολλάκις γὰρ δέον βιβλίον δοῦναι γραφεῖον ἔδωκαν.

§ 25. Ὅμοιον δὲ πέπονθε τούτῳ ὁ τῆς ὀργῆς ἀκρατής· ὅταν γὰρ ἀκούσῃ τὸ πρῶτον ῥῆμα ὅτι ἠδίκησεν, ὥρμησεν ὁ θυμὸς πρὸς τὸ τιμωρήσασθαι, οὐκέτι ἀναμείνας ἀκοῦσαι πότερον δεῖ ἢ οὐ δεῖ, ἢ ὅτι γε οὐχ οὕτω σφόδρα.

§ 26. Ἡ μὲν οὖν τοιαύτη ὁρμὴ πρὸς ὀργήν, ἣ δοκεῖ ἀκρασία εἶναι ὀργῆς, οὐ λίαν ἐπιτιμητέα ἐστίν, ἡ δὲ πρὸς [τὴν] ἡδονὴν ὁρμὴ ψεκτή γε. Ἔστιν γὰρ διαφορὰν ἔχουσα πρὸς ταύτην διὰ τὸν λόγον, ὃς ἀποτρέπει τοῦ μὴ πράττειν, ἀλλ´ ὅμως πράττει παρὰ τὸν λόγον· διὸ ψεκτή ἐστι μᾶλλον τῆς δι´ ὀργὴν ἀκρασίας. Ἡ μὲν γὰρ δι´ ὀργὴν ἀκρασία λύπη ἐστίν (οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), ἡ δὲ δι´ ἐπιθυμίαν μεθ´ ἡδονῆς· διὸ μᾶλλον ψεκτή· ἡ γὰρ δι´ ἡδονὴν ἀκρασία μεθ´ ὕβρεως δοκεῖ εἶναι.

§ 27. Πότερον δὲ καὶ ἡ ἐγκράτεια καὶ ἡ καρτερία ταὐτόν ἐστιν; Ἢ οὔ; Ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν.

§ 28. Πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν· ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλ´ οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δ´ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.

§ 29. Ἔστιν αὖ πάλιν τις καλούμενος ἀκόλαστος· πότερον οὖν ὁ ἀκόλαστος [ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; Ἢ οὔ; Ὁ μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὑτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὑτῷ φαινομένοις ἡδέσιν· ὁ δὲ ἀκρατὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφ´ ἃ ἡ ἐπιθυμία ἄγει.

§ 30. Πότερος δὲ εὐιατότερος, ὁ ἀκόλαστος ἢ ὁ ἀκρατής; Οὕτω μὲν οὖν δόξειεν ἂν ἴσως οὐχ ὁ ἀκρατής· ὁ γὰρ ἀκόλαστος εὐιατότερος· εἰ γὰρ αὐτῷ λόγος ἐγγένοιτο ὁ διδάξων ὅτι φαῦλα, οὐκέτι πράξει· τῷ δέ γε ἀκρατεῖ ὑπάρχει ὁ λόγος, καὶ ὅμως πράττει, ὥστε ἂν ὁ τοιοῦτος δόξειεν ἀνίατος εἶναι.

§ 31. Ἀλλὰ πότερος διάκειται χεῖρον, ᾧ μηδὲν ἀγαθόν τι ὑπάρχει, 〈ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει〉 καὶ τὰ  κακὰ ταῦτα; Ἢ δῆλον ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε ὃ τιμιώτερον κακῶς διάκειται. Ἔστι τοίνυν ὁ μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα· ὁ δὲ ἀκόλαστος οὐκ ἔχει.

§ 32. Ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή· τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστου κακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς.

§ 33. Ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλ´ ἐν ἀνθρώπῳ· ἡ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳ — διὰ τί; Δι´ οὐδὲν ἢ ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος. Ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ Διονύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἤ τις τούτων τῶν μοχθηρῶν; Ἢ δῆλον ὅτι οὗτοι; Ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.

§ 34. Ἐν μὲν οὖν τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη. ᾟ γὰρ πράττει φαῦλα ὄντα καὶ ὁ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα δεῖν πράττειν, ἐν αὐτῷ ἡ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής. Διὸ βελτίων ἂν δόξειεν εἶναι ὁ ἀκρατὴς τοῦ ἀκολάστου.

§ 35. Ἔστι δὲ καὶ τῆς ἀκρασίας δύο εἴδη, ἣ μὲν προπετική τις καὶ ἀπρονόητος καὶ ἐξαίφνης γινομένη (οἷον ὅταν ἴδωμεν καλὴν γυναῖκα, εὐθέως τι ἐπάθομεν, καὶ ἀπὸ τοῦ πάθους ὁρμὴ ἐγένετο πρὸς  τὸ πρᾶξαί τι ὧν ἴσως οὐ δεῖ), ἡ δ´ ἑτέρα οἷον ἀσθενική τις, ἡ μετὰ τοῦ λόγου οὖσα τοῦ ἀποτρέποντος.

§ 36. Ἐκείνη μὲν οὖν οὐδ´ ἂν λίαν δόξειεν εἶναι ψεκτή· καὶ γὰρ ἐν τοῖς σπουδαίοις ἡ τοιαύτη ἐγγίνεται, ἐν τοῖς θερμοῖς καὶ εὐφυέσιν· ἡ δὲ ἐν τοῖς ψυχροῖς καὶ μελαγχολικοῖς, οἱ δὲ τοιοῦτοι ψεκτοί.

§ 37. Ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν παθεῖν, ὅτι ἥξει γυνὴ εὐπρόσωπος, δεῖ οὖν κατασχεῖν αὑτόν. Τῷ δὴ τοιούτῳ λόγῳ προκαταλαβὼν ὁ ἐκ τῆς προσφάτου φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν. Ὁ δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐνδιδοὺς καὶ καταμαλακιζόμενος, ὁ τοιοῦτος ψεκτότερος. Οὔτε γὰρ ὁ σπουδαῖος οὐδέποτε οὕτω γένοιτ´ ἂν ἀκρατής, ὅ τε λόγος προκαταλαβὼν οὐκ ἂν ἰάσαιτο. Ἡγεμὼν γὰρ οὗτος ἐν αὐτῷ ὑπάρχει, ᾧ οὔτι πειθαρχεῖ, ἀλλὰ τῇ ἡδονῇ ἐνδίδωσιν, καὶ καταμαλακίζεται καὶ ἐξ–
ασθενεῖ πώς.

§ 38. Πότερον δ´ ὁ σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς ἐπάνω, νῦν δὲ λέγωμεν. Ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής· ὁ γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ  τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.

§ 39. Ἔστιν δὲ σώφρων ὁ μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν, ὁ δ´ ἐγκρατὴς ὁ ἐπιθυμίας ἔχων φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν· ὥστ´ ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγκρατής, καὶ ἔσται 〈ὁ〉 σώφρων 〈ἐγκρατής, ἀλλ´ οὐχ ὁ ἐγκρατὴς σώφρων〉. Ὁ μὲν γὰρ σώφρων ὁ μὴ πάσχων, ὁ δ´ ἐγκρατὴς ὁ πάσχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν· οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει· διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.

§ 40. Πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκόλαστος; Ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; Ὁ μὲν γὰρ ἀκρατής ἐστιν οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δ´ ἀκόλαστος οὐ τοιοῦτος, ἀλλ´ ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύμψηφον ἔχων· οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθ´ ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος.

§ 41. Ἔτι δὲ καὶ φαυλότερος ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. Δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθίστησιν)·

§ 42. ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιοῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί· ἀλλ´ οὐχ ὁ ἀκρατὴς οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει τοιοῦτος ἦν οἷος ὁ φαῦλος)·

§ 43. ὁ μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε φαῦλος εἶναι, ὁ δὲ ἀκόλαστος φύσει· δυσιατότερος δὴ ὁ ἀκόλαστος. Τὸ μὲν γὰρ ἔθος ἄλλῳ ἔθει ἐκκρούεται, ἡ δὲ φύσις οὐδενὶ ἐκκρούεται.

§ 44. Πότερον δὲ ἐπείπερ ἐστὶν ὁ ἀκρατὴς τοιοῦτος [τις] οἷος εἰδέναι καὶ μὴ διεψεῦσθαι τῷ λόγῳ, ἔστιν δὲ καὶ ὁ φρόνιμος τοιοῦτος ὁ τῷ λόγῳ τῷ ὀρθῷ ἕκαστα θεωρῶν, πότερον [δ´] ἐνδέχεται τὸν φρόνιμον ἀκρατῆ εἶναι, ἢ οὔ; Ἀπορήσειε γὰρ ἄν τις τὰ εἰρημένα· ἐὰν δὲ παρακολουθήσωμεν τοῖς ἔμπροσθεν εἰρημένοις, οὐκ ἔσται ὁ φρόνιμος ἀκρατής. Ἔφαμεν γὰρ τὸν φρόνιμον εἶναι οὐχ ᾧ ὁ ὀρθὸς λόγος μόνον ὑπάρχει, ἀλλ´ ᾧ καὶ τὸ πράττειν τὰ κατὰ τὸν λόγον φαινόμενα βέλτιστα· εἰ δὲ πράττει τὰ βέλτιστα ὁ φρόνιμος, οὐδ´ ἂν ἀκρατὴς εἴη ὁ φρόνιμος, ἀλλ´ ὁ τοιοῦτος δεινὸς μὲν ἐστίν.

§ 45. Διῃρήμεθα γὰρ ἐν τοῖς ἐπάνω τόν τε δεινὸν καὶ τὸν φρόνιμον ὡς ἑτέρων ὄντων. Περὶ μὲν γὰρ ταὐτά· ἀλλ´ ὃ μὲν πρακτικὸς περὶ ἃ δεῖ, ὃ δ´ οὐ πρακτικός. Τὸν οὖν δεινὸν ἀκρατῆ ἐνδέχεται εἶναι (οὐ γὰρ πρακτικὸς περὶ ἃ καὶ δεῖ), τὸν φρόνιμον δ´ οὐκ ἐνδέχεται ἀκρατῆ εἶναι.

ΚΕΦΑΛΑΙΟΝ Θ'.

§ 1. Μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δ´ εὐδαιμονίαν οἴονται πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς. Οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυπον προστιθέασιν· ἐγγὺς οὖν τὸ ἀλύπως τῆς ἡδονῆς ἐστίν.

§ 2. Διόπερ λεκτέον ὑπὲρ ἡδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς. Ἐπειδὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δ´ εὐδαιμονίαν διωρίκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δ´ ἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγκαῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.

§ 3. Πρῶτον μὲν οὖν εἴπωμεν ἅ τινες λέγοντες οὐκ  οἴονται δεῖν τὴν ἡδονὴν ὡς ἐν ἀγαθοῦ μέρει λαμβάνειν. Πρῶτον μὲν γάρ φασιν εἶναι τὴν ἡδονὴν γένεσιν, τὴν δὲ γένεσιν ἀτελές τι, τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν.

Δεύτερον δ´ ὅτι εἰσί τινες φαῦλαι ἡδοναί, τὸ δ´ ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι. Πάλιν ὅτι ἐν πᾶσιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπουδαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δ´ ἀγαθὸν ἀμιγές ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον * *. Καὶ ὅτι οὐ κράτιστον ἡδονή, τὸ δ´ ἀγαθὸν κράτιστον. Καὶ ὅτι ἐμπόδιον τοῦ πράττειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀγαθόν.

§ 4. Πρῶτον μὲν οὖν πρὸς τὸ πρῶτον ἂν εἴη λεκτέον, πρὸς τὴν γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀληθῆ εἶναι. Ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις. Ἡ γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδ´ ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι. Οὐ γὰρ ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ φαγεῖν ἢ πιεῖν. Αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γίνονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι· διὸ γένεσις δοκεῖ εἶναι.

§ 5. Ἡ δ´ ἔνδεια καὶ ὑπερβολὴ λύπη. Λύπη οὖν ἐνταῦθα ἔνθα ἡδονῆς γένεσις. Ἐπὶ δέ γε τοῦ ἰδεῖν καὶ ἀκοῦσαι καὶ ὀσφρανθῆναι οὐκ ἔστιν προλυπηθῆναι· οὐδεὶς γὰρ ἡδόμενος τῷ ὁρᾶν ἢ τῷ ὀσφραίνεσθαι προελυπήθη.

§ 6. Ὁμοίως δὲ καὶ ἐπὶ τῆς διανοίας ἔστι θεωροῦντά τι ἥδεσθαι ἄνευ τοῦ προλυπηθῆναι. Ὥστ´ εἴη ἄν τις ἡδονὴ ἣ οὐκ ἔστι γένεσις. Εἰ οὖν ἡ μὲν ἡδονή, ὡς ὁ λόγος αὐτῶν ἔφη, διὰ τοῦτο οὐκ ἀγαθόν, ὅτι γένεσις, ἔστι δέ τις ἡδονή, ἣ οὔκ ἐστιν γένεσις, αὕτη ἂν εἴη ἀγαθόν.

§ 7. Τὸ δ´ ὅλον οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις· οὐδὲ γὰρ αὗται αἱ ἀπὸ τοῦ φαγεῖν καὶ πιεῖν ἡδοναὶ οὐκ εἰσὶ γενέσεις, ἀλλὰ διαμαρτάνουσιν οἱ ταύτας φάσκοντες εἶναι τὰς ἡδονὰς γενέσεις. Οἴονται γάρ, ἐπειδὴ τῆς προσφορᾶς γινομένης γίνεται ἡδονή, διὰ τοῦτο γένεσιν εἶναι·

§ 8. ἔστι δ´ οὔ. Ἐπειδὴ γάρ ἐστι τῆς ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐνδεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον.

§ 9. Ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα, ὅτι τοῦτο μὲν αἰσθητὸν ἐστίν, ἡ δὲ ψυχὴ οὔ· ἔστι δέ γε καὶ [ἡ] ψυχή. Ὁμοίως δὲ καὶ ἐπὶ τούτου· ἔστιν γὰρ μόριόν τι τῆς ψυχῆς ᾧ ἡδόμεθα, ὃ ἅμα τῇ προσφορᾷ ἐνεργεῖ. Διὸ οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις.

§ 10. Καὶ ἀποκατάστασις δέ, φασίν, εἰς φύσιν αἰσθητή. Καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν ἐστὶν ἡδονή· τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι· ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι· ὥστ´ οὐκ ἂν εἴη ἡ ἡδονὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς· ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδονῶν οὐδέν. Ὥστε εἰ διότι μὲν γένεσις ἡ ἡδονὴ οὐκ ἀγαθὸν ἐδόκει εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.

§ 11. Ἀλλὰ μετὰ τοῦτο οὐ πᾶσα, φασίν, ἡδονὴ ἀγαθόν. Συνίδοι δ´ ἄν τις καὶ ὑπὲρ τούτου οὕτως. Ἐπεὶ γὰρ τἀγαθόν φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι (καὶ γὰρ ἐν οὐσίᾳ καὶ ἐν τῷ πρός τι καὶ ποσῷ καὶ πότε καὶ ὅλως ἐν ἁπάσαις), ἤδη γ´ ἐκεῖνο φανερόν. Κατὰ πάσας γὰρ ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστ´ ἐπειδὴ τὸ ἀγαθὸν ἐν πάσαις  ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγαθόν· ὥστ´ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δ´ ἀπὸ τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή.

§ 12. Ἅμα δὲ δῆλον ἐκ τούτου ὅτι καὶ διάφοροι τῷ εἴδει αἱ ἡδοναὶ εἰσίν. Διάφοροι γὰρ καὶ αἱ κατηγορίαι, ἐν αἷς ἐστιν ἡδονή. Οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει, οἷον τῆς γραμματικῆς ἢ ἄλλης ἡστινοσοῦν. Ἐὰν ἔχῃ γὰρ Λάμπρος τὴν γραμματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈δὲ〉 δύο εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τ´ ἐν Λάμπρῳ καὶ ἐν Ἰλεῖ. Ἀλλ´ ἐπὶ τῆς ἡδονῆς οὐχ´ οὕτως. Ἡ γὰρ ἀπὸ τῆς μέθης ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν. Διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.

§ 13. Ἀλλὰ δὴ καὶ διότι φαῦλαί εἰσιν ἡδοναί τινες, καὶ διὰ τοῦτο οὐκ ἐδόκει ἡ ἡδονὴ αὐτοῖς ἀγαθὸν εἶναι. Τὸ δὲ τοιοῦτον καὶ ἡ τοιαύτη κρίσις οὐκ ἴδιός ἐστιν ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ φύσεως καὶ ἐπιστήμης. Ἔστι γὰρ καὶ φύσις φαύλη, οἷον ἡ τῶν σκωλήκων καὶ ἡ  τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων, ἀλλ´ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων·

§ 14. ὁμοίως δ´ εἰσὶ καὶ ἐπιστῆμαι φαῦλαι, οἷον αἱ βάναυσοι, ἀλλ´ ὅμως οὐ διὰ τοῦτο φαῦλον ἡ ἐπιστήμη, ἀλλ´ ἀγαθὸν τῷ γένει καὶ ἐπιστήμη καὶ φύσις. Ὥσπερ γὰρ οὐδ´ ἀνδριαντοποιὸν θεωρεῖν δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε καὶ κακῶς εἰργάσατο, ἀλλ´ ἐξ ὧν εὖ, οὕτως οὐδ´ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλ´ ἐκ τῶν σπουδαίων.

§ 15. Ὁμοίως δὲ καὶ ἡ ἡδονὴ τῷ γένει ἀγαθὸν ἐστίν, ἐπεὶ ὅτι γέ εἰσιν φαῦλαι ἡδοναί, οὐδὲ ἡμᾶς λανθάνει. Ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπουδαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἤ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δ´ ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός,

§ 16. ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὑτοῦ· ὥστε τοῦτ´ ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή. Οὐ γάρ ἐστι ταὐτὸν καὶ ἵππῳ καὶ ἀνθρώπῳ, ὁμοίως οὐδὲ τοῖς ἄλλοις· ἀλλ´ ἐπείπερ αἱ φύσεις διάφοροι, καὶ αἱ ἡδοναὶ διάφοροι. Ἡ γὰρ ἡδονὴ ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη, τῆς δὲ σπουδαίας σπουδαία.

§ 17. Ἀλλ´ οἱ φάσκοντες εἶναι τὴν ἡδονὴν οὐ σπουδαίαν πεπόνθασιν οἷον οἱ μὴ εἰδότες τὸ νέκταρ οἴονται τοὺς θεοὺς οἶνον πίνειν καὶ οὐκ εἶναι τούτου ἥδιον οὐδέν. Τοῦτο δὲ πάσχουσι διὰ τὴν ἄγνοιαν. Οἷς ὅμοιον πεπόνθασιν οἱ πάσας τὰς ἡδονὰς γενέσεις φάσκοντες εἶναι καὶ οὐκ ἀγαθόν· διὰ γὰρ τὸ μὴ εἰδέναι ἄλλας ἡδονὰς ἀλλ´ ἢ τὰς σωματικάς, ταύτας τε ὁρᾶν γενέσεις τε οὔσας καὶ μὴ σπουδαίας, ὅλως οὐκ οἴονται εἶναι τὴν ἡδονὴν ἀγαθόν.

§ 18. Ἐπεὶ δ´ οὖν ἐστιν ἡ ἡδονὴ καὶ καθισταμένης τῆς φύσεως καὶ καθεστηκυίας, οἷον καθισταμένης μὲν αἱ ἐξ ἐνδείας ἀναπληρώσεις, καθεστηκυίας δὲ αἱ ἀπὸ τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῶν τοιούτων οὖσαι, βελτίους ἂν εἴησαν αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι· αἱ γὰρ ἡδοναὶ κατ´ ἀμφοτέρους λεγόμεναι τοὺς τρόπους ἐνέργειαι εἰσίν· ὥστε δῆλον ὅτι αἱ ἀπὸ τῆς ὄψεως ἡδοναὶ καὶ τῆς ἀκοῆς καὶ τοῦ διανοεῖσθαι βέλτισται ἂν εἴησαν, ἐπεὶ αἵ γε σωματικαὶ ἐξ ἀναπληρώσεως.

§ 19. Ἔτι καὶ τοῦτο ἐλέγετο, ὅτι οὐκ ἀγαθόν· τὸ γὰρ ἐν πᾶσιν εἶναι καὶ πᾶσι κοινὸν οὐκ ἀγαθόν. Τὸ δὴ τοιοῦτον ἐπὶ φιλοτίμου μᾶλλον καὶ φιλοτιμίας οἰκεῖον ἐστίν. Ὁ γὰρ φιλότιμός ἐστιν ὁ μόνος βουλόμενος ἔχειν καὶ τῷ τοιούτῳ τῶν ἄλλων ὑπερέχειν· καὶ τὴν ἡδονὴν οὖν, εἰ μέλλει ἀγαθὸν εἶναι, τοιοῦτον δεῖν εἶναι.

§ 20. Ἢ οὔ, ἀλλὰ καὶ τοὐναντίον διὰ τοῦτο ἂν δόξειεν  ἀγαθὸν εἶναι, ὅτι πάντα τούτου ἐφίεται; Τοῦ γὰρ ἀγαθοῦ πάντα πέφυκεν ἐφίεσθαι, ὥστ´ εἰ τῆς ἡδονῆς πάντ´ ἐφίεται, ἀγαθὸν ἂν εἴη τῷ γένει ἡ ἡδονή.

§ 21. Πάλιν καὶ ὅτι ἐστὶν ἐμπόδιον ἡ ἡδονή, οὐκ ἔφασαν αὐτὴν ἀγαθὸν εἶναι. Τὸ δ´ ἐμπόδιον φάσκειν εἶναι διὰ τὸ μὴ ὀρθῶς σκοπεῖν φαίνετ´ αὐτοῖς. Οὐ γάρ ἐστιν ἐμπόδιον ἡ ἀπὸ τοῦ πράγματος τοῦ πραττομένου ἡδονή· ἐὰν μέντοι ἄλλη, ἐμπόδιον, οἷον ἡ ἀπὸ τῆς μέθης ἡδονὴ ἐμπόδιόν ἐστι τοῦ
πράττειν,

§ 22.  ἀλλ´ οὕτω μὲν καὶ ἐπιστήμη ἐπιστήμης ἐμπόδιον ἔσται· οὐ γάρ ἐστιν ἅμα ἀμφοτέραις ἐνεργεῖν. Ἀλλὰ διὰ τί οὐκ ἀγαθὸν ἡ ἐπιστήμη, ἂν ποιῇ τὴν ἀπὸ τῆς ἐπιστήμης ἡδονήν; Καὶ πότερον ἐμπόδιον ἔσται;

§ 23. Ἢ οὔ, ἀλλὰ μᾶλλον πράξει; Ἡ γὰρ ἡδονὴ παρορμᾷ πρὸς τὸ μᾶλλον πράττειν ἀπ´ αὐτοῦ γινομένη, ἐπεὶ τὸν σπουδαῖον ποίησον πράττειν τὰ κατ´ ἀρετήν, καὶ ἡδέως ταῦτα πράττειν· ἆρα οὐ πολλῷ μᾶλλον ἐνεργήσει κατὰ τὴν πρᾶξιν; Καὶ ἐὰν μέν γε ἡδόμενος πράττῃ, σπουδαῖος ἔσται, ἂν δὲ λυπούμενος τὰ καλὰ πράττῃ, οὐ σπουδαῖος. Ἡ γὰρ λύπη ἐπὶ τοῖς δι´ ἀνάγκην ἐστίν, ὥστ´ εἰ λυπεῖταί τις τὰ καλὰ πράττων, ἀναγκαζόμενος πράττει· ὁ δ´ ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.

§ 24. Ἀλλὰ μὴν οὐκ ἔστιν γε μὴ λυπούμενον ἢ ἡδόμενον τὰ κατ´ ἀρετὴν πράττειν· τὸ δ´ ἀνὰ μέσον οὐκ ἔστιν. Διὰ τί; Ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν· δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς. Εἰ μὲν οὖν λυπούμενός τις τὰ καλὰ πράττει, οὐ σπουδαῖος. Ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης·

§ 25. μεθ´ ἡδονῆς ἄρα. Οὐ μόνον ἄρα οὐκ ἐμπόδιόν ἐστιν ἡ ἡδονή, ἀλλὰ καὶ προτρεπτικὸν πρὸς τὸ πράττειν, καὶ τὸ ὅλον δὲ οὐκ ἐνδέχεται ἄνευ ἡδονῆς εἶναι τῆς ἀπ´ αὐτῆς γινομένης.

§ 26. Ἄλλος ἦν λόγος ὅτι οὐδεμία ποιεῖ ἐπιστήμη ἡδονήν. Ἔστιν δὲ οὐδὲ τοῦτο ἀληθές. Οἱ γὰρ δειπνοποιοὶ καὶ στεφανοποιοὶ καὶ [οἱ] μυρεψοὶ ἡδονῆς εἰσιν ποιητικοί. [Ἀλλὰ δὴ ταῖς ἄλλαις ἐπιστήμαις οὐκ ἔστιν ἡ ἡδονὴ ὡς τέλος, ἀλλὰ μεθ´ ἡδονῆς τε καὶ οὐκ ἄνευ ἡδονῆς.] Ἔστιν οὖν καὶ ἐπιστήμη ποιητικὴ ἡδονῆς. *

§ 27. Ἔτι δὲ καὶ ἄλλος ἐλέγετο, ὅτι οὐκ ἄριστον. Ἀλλ´ οὕτως μὲν καὶ τῷ τοιούτῳ λόγῳ ἀναιρήσεις καὶ τὰς καθ´ ἕκαστα λεγομένας ἀρετάς. Ἡ γὰρ ἀνδρεία οὐκ ἔστιν ἄριστον· ἆρ´ οὖν διὰ τοῦτ´ οὐκ ἀγαθόν; Ἢ τοῦτ´ ἄτοπον; Ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. Οὐδὲ ἡδονὴ διὰ τοῦτ´ οὐκ ἀγαθόν, ὅτι οὐκ ἄριστον.

§ 28. Ἀπορήσειε δ´ ἄν τις μεταβὰς καὶ ἐπὶ τῶν ἀρετῶν τὸ τοιοῦτον. Οἷον ἐπειδὴ ὁ λόγος κρατεῖ ποτε τῶν παθῶν (φαμὲν γὰρ ἐπὶ τοῦ ἐγκρατοῦς), καὶ τὰ πάθη δὲ πάλιν ἀντεστραμμένως τοῦ λόγου κρατεῖ (οἷον ἐπὶ τῶν ἀκρατῶν συμβαίνει), ἐπεὶ οὖν τὸ ἄλογον μέρος τῆς ψυχῆς ἔχον τὴν κακίαν κρατεῖ τοῦ λόγου εὖ διακειμένου (ὁ γὰρ ἀκρατὴς τοιοῦτος), καὶ ὁ λόγος ὁμοίως φαύλως διακείμενος κρατήσει τῶν παθῶν εὖ διακειμένων καὶ ἐχόντων τὴν οἰκείαν ἀρετήν, εἰ δὲ τοῦτ´ ἔσται, συμβήσεται τῇ ἀρετῇ κακῶς χρῆσθαι (ὁ γὰρ λόγος φαύλως διακείμενος καὶ χρώμενος τῇ ἀρετῇ κακῶς αὐτῇ χρήσεται)· τὸ δὴ τοιοῦτον ἄτοπον ἂν συμβαίνειν δόξειεν.

§ 29. Πρὸς δὴ τὴν τοιαύτην ἀπορίαν ῥᾴδιον ἀντειπεῖν καὶ λῦσαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων ὑπὲρ ἀρετῆς. Τότε γάρ φαμεν εἶναι ἀρετήν, ὅταν ὁ λόγος εὖ διακείμενος τοῖς πάθεσιν ἔχουσι τὴν οἰκείαν ἀρετὴν σύμμετρος ᾖ, καὶ τὰ πάθη τῷ λόγῳ· οὕτω γὰρ διακείμενα συμφωνήσουσι πρὸς ἄλληλα, ὥστε τὸν μὲν λόγον προστάττειν ἀεὶ τὸ βέλτιστον, τὰ δὲ πάθη ῥᾳδίως εὖ διακείμενα ποιεῖν ὃ ἂν ὁ λόγος
προστάττῃ·

§ 30. ἂν οὖν ὁ λόγος φαύλως ᾖ διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ ἐκλείποντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή)· ὥστ´ οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ. Ἁπλῶς δ´ οὐχ, ὥσπερ οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λόγος, ἀλλὰ μᾶλλον τὰ πάθη. Δεῖ γὰρ πρὸς τὸ καλὸν ὁρμὴν ἄλογόν τινα πρῶτον ἐγγίνεσθαι (ὃ καὶ γίνεται), εἶθ´ οὕτως τὸν λόγον ὕστερον ἐπιψηφίζοντα εἶναι καὶ διακρίνοντα.

§ 31. Ἴδοι δ´ ἄν τις τοῦτο ἐκ τῶν παιδίων καὶ τῶν ἄνευ λόγου ζώντων· ἐν γὰρ τούτοις ἄνευ τοῦ λόγου ἐγγίνονται ὁρμαὶ τῶν παθῶν πρὸς τὸ καλὸν πρότερον, ὁ δὲ λόγος ὕστερος ἐπιγινόμενος καὶ σύμψηφος ὢν ποιεῖ πράττειν τὰ καλά. Ἀλλ´ οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναντιοῦται· διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος εὖ διακείμενον ἢ ὁ λόγος.

ΚΕΦΑΛΑΙΟΝ Α'.

§ 1. Ἐχόμενον δ´ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ εὐδαιμονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας. Οἴονται γὰρ οἱ πολλοὶ τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυχίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι. Διὸ ῥητέον ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἁπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν τίσι καὶ περὶ τί.

§ 2. Πρῶτον μὲν οὖν ἐπὶ ταῦτ´ ἄν τις ἐλθὼν καὶ ἐπιβλέψας ἀπορήσειεν. Οὔτε γὰρ ἂν εἴποι τις τὴν τύχην ὥς ἐστι φύσις. Ἡ γὰρ φύσις [ἀεὶ] οὗ ἐστιν  αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ * ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλ´ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς τοιούτοις λέγεται. Οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύτως, ἡ δὲ τύχη οὔ. Διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα ἐλαχίστη [καὶ] τύχη, οὗ δὲ πλείστη τύχη, ἐνταῦθ´ ἐλάχιστος νοῦς.

§ 3. Ἀλλ´ ἆρά γε ἡ εὐτυχία ἐστὶν ὡς ἐπιμέλειά τις θεῶν; Ἢ τοῦτ´ οὐκ ἂν δόξειεν; Τὸν γὰρ θεὸν ἀξιοῦμεν κύριον ὄντα τῶν τοιούτων τοῖς ἀξίοις ἀπονέμειν καὶ τἀγαθὰ καὶ τὰ κακά, ἡ δὲ τύχη καὶ τὰ ἀπὸ τῆς τύχης ὡς ἀληθῶς ὡς ἂν τύχῃ γίνεται. Εἰ δέ γε τῷ θεῷ τὸ τοιοῦτον ἀπονέμομεν, φαῦλον αὐτὸν κριτὴν ποιήσομεν ἢ οὐ δίκαιον· τοῦτο δ´ οὐ προσῆκόν ἐστι [τῷ] θεῷ.

§ 4. Ἀλλὰ μὴν ἔξω γε τούτων εἰς οὐδὲν ἄλλο τὴν τύχην ἄν τις τάξειεν, ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη. Νοῦς μὲν δὴ καὶ λόγος καὶ ἐπιστήμη παντελῶς ἀλλότριόν τι ἔοικεν εἶναι. Ἀλλὰ μὴν οὐδ´ ἡ ἐπιμέλεια καὶ ἡ εὔνοια παρὰ τοῦ θεοῦ δόξειεν ἂν εἶναι εὐτυχία διὰ τὸ καὶ ἐν τοῖς φαύλοις ἐγγίγνεσθαι· τὸν δὲ θεὸν τῶν φαύλων οὐκ εἰκὸς ἐπιμελεῖσθαι.

§ 5. Λοιπὸν τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις. Ἔστιν δ´ ἡ εὐτυχία καὶ ἡ τύχη ἐν τοῖς μὴ ἐφ´ ἡμῖν οὖσιν, μηδ´ ὧν αὐτοὶ κύριοί ἐσμεν καὶ δυνατοὶ πρᾶξαι. Διὸ τὸν δίκαιον, ᾗ δίκαιος, οὐθεὶς λέγει εὐτυχῆ οὐδὲ τὸν ἀνδρεῖον οὐδ´ ὅλως τῶν κατ´ ἀρετὴν οὐδένα· ἐφ´ ἡμῖν γάρ ἐστι ταῦτα καὶ ἔχειν καὶ μὴ ἔχειν. Ἀλλ´ ἤδη ἐπὶ τοῖς τοιούτοις οἰκειότερον τὴν εὐτυχίαν ἐροῦμεν· τὸν γὰρ εὐγενῆ εὐτυχῆ λέγομεν, καὶ ὅλως ᾧ τὰ τοιαῦτα τῶν ἀγαθῶν ὑπάρχει, ὧν μὴ αὐτὸς κύριος ἐστίν.

§ 6. Ἀλλ´ ὅμως οὐδ´ ἐνταῦθα κυρίως ἂν ἡ εὐτυχία λέγοιτο. Ἔστιν δὲ πολλαχῶς ὁ εὐτυχὴς λεγόμενος· καὶ γὰρ ᾧ παρὰ τὸν λογισμὸν τὸν αὑτοῦ συνέβη τι ἀγαθὸν πρᾶξαι, εὐτυχῆ φαμέν, καὶ ᾧ κατὰ λόγον ζημίαν ἦν λαβεῖν, τὸν τοιοῦτον κερδάναντα εὐτυχῆ φαμέν.

§ 7. Ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλογον. Ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν καθ´ αὑτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λαβεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.

§ 8. Ἔστιν οὖν ἡ εὐτυχία ἄλογος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δ´ ἐστὶ φύσεως· ἐν γὰρ τῇ ψυχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρμῶμεν ἀλόγως πρὸς ἃ ἂν εὖ ἔχωμεν.

§ 9. Καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράττειν; Οὐκ οἶδα, φησίν, ἀλλ´ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν· καὶ γὰρ οἱ ἐνθουσιάζοντες ἄνευ λόγου ὁρμὴν ἔχουσι πρὸς τὸ πράττειν τι.

§ 10. Τὴν δ´ εὐτυχίαν οὐκ ἔχομεν οἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλ´ αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν· ἡ δ´ αἰτία ἀλλότριον τοῦ ὀνόματος. Ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψεσθαι ἀγαθὸν λαβεῖν.

§ 11. Ἔστιν οὖν ἡ τοιαύτη εὐτυχία διάφορος ἐκείνης, καὶ ἔοικεν αὕτη ἐκ τῶν πραγμάτων τῆς μεταπτώσεως γίνεσθαι, καὶ κατὰ συμβεβηκὸς εὐτυχία. Ὥστ´ εἰ καὶ ἡ τοιαύτη ἐστὶν εὐτυχία, ἀλλ´ οὖν πρός γε τὴν εὐδαιμονίαν ἡ τοιαύτη ἂν εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.

§ 12. Ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ ἄνευ τῶν ἐκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυχίας, οἷον ἀρτίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.

ΚΕΦΑΛΑΙΟΝ ΙΑ'.

§ 1. Περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα· ἐπειδὴ δὲ ὑπὲρ ἑκάστης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη καθόλου συνθέντας τὰ καθ´ ἕκαστα κεφαλαιωσαμένους εἰπεῖν.

§ 2. Ἔστι μὲν οὖν οὐ κακῶς λεγόμενον τοὔνομα ἐπὶ τοῦ τελέως σπουδαίου, ἡ καλοκἀγαθία. Καλὸς κἀγαθὸς γάρ, φασίν, ὅταν τελέως σπουδαῖος ᾖ. Ἐπὶ γὰρ τῆς ἀρετῆς τὸν καλὸν κἀγαθὸν λέγουσιν,  οἷον τὸν δίκαιον καλὸν κἀγαθὸν φασί, τὸν ἀνδρεῖον, τὸν σώφρονα, ὅλως ἐπὶ τῶν ἀρετῶν.

§ 3. Ἐπειδὴ οὖν εἰς δύο διαιροῦμεν, καὶ τὰ μέν φαμεν εἶναι καλὰ τὰ δὲ [καὶ] ἀγαθά, καὶ τῶν ἀγαθῶν τὰ μὲν ἁπλῶς ἀγαθὰ τὰ δὲ οὔ, καὶ καλὰ μὲν οἷον τὰς ἀρετὰς καὶ τὰς ἀπ´ ἀρετῆς πράξεις, ἀγαθὰ δὲ [οἷον] ἀρχὴν πλοῦτον δόξαν τιμὴν τὰ τοιαῦτα· ἔστιν οὖν ὁ καλὸς κἀγαθὸς ᾧ τὰ ἁπλῶς ἀγαθά ἐστιν ἀγαθὰ καὶ τὰ ἁπλῶς καλὰ καλὰ ἐστίν. Ὁ τοιοῦτος γὰρ καλὸς καὶ ἀγαθός.

§ 4. ᾯ δὲ τὰ ἁπλῶς ἀγαθὰ μή ἐστιν ἀγαθά, οὐκ ἔστι καλὸς καὶ ἀγαθός, ὥσπερ οὐδὲ ὑγιαίνειν ἂν δόξειεν ᾧ τὰ ἁπλῶς ὑγιεινὰ μὴ ὑγιεινὰ ἐστίν. Εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα αὐτὸν μὴ βλάψει, βουλήσεται αὑτῷ εἶναι.

§ 5. Ὁ δὲ τοιοῦτος ὢν οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ, οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι· ἀλλ´ ᾧ τἀγαθὰ πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.

ΚΕΦΑΛΑΙΟΝ ΙΒ'.

§ 1. Ὑπὲρ δὲ τοῦ κατὰ τὰς ἀρετὰς ὀρθῶς πράττειν εἴρηται μέν, οὐχ ἱκανῶς δέ. Ἔφαμεν γὰρ τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν· ἀλλ´ ἴσως ἄν τις αὐτὸ τοῦτο ἀγνοῶν ἐρωτήσειεν, τὸ κατὰ τὸν ὀρθὸν λόγον τί ποτ´ ἐστί, καὶ ποῦ ἐστιν ὁ ὀρθὸς λόγος;

§ 2. Ἔστιν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν, ὅταν τὸ ἄλογον μέρος τῆς ψυχῆς μὴ κωλύῃ τὸ λογιστικὸν ἐνεργεῖν τὴν αὑτοῦ ἐνέργειαν. Τότε γὰρ ἡ πρᾶξις ἔσται κατὰ τὸν ὀρθὸν λόγον. Ἐπειδὴ γάρ τι τῆς ψυχῆς τὸ μὲν χεῖρον ἔχομεν τὸ δὲ βέλτιον, ἀεὶ δὲ τὸ χεῖρον τοῦ βελτίονος ἕνεκεν ἐστίν, ὥσπερ ἐπὶ σώματος καὶ ψυχῆς τὸ σῶμα τῆς ψυχῆς ἕνεκεν, καὶ τότ´ ἐροῦμεν ἔχειν τὸ σῶμα καλῶς, ὅταν οὕτως ἔχῃ ὥστε μὴ κωλύειν, ἀλλὰ καὶ συμβάλλεσθαι καὶ συμπαρορμᾶν πρὸς τὸ τὴν ψυχὴν ἐπιτελεῖν τὸ αὑτῆς ἔργον (τὸ γὰρ χεῖρον τοῦ βελτίονος ἕνεκεν, πρὸς τὸ συνεργεῖν τῷ βελτίονι)·

§ 3. ὅταν οὖν τὰ πάθη μὴ κωλύωσι τὸν νοῦν τὸ αὑτοῦ ἔργον ἐνεργεῖν, τότ´ ἔσται τὸ κατὰ τὸν ὀρθὸν λόγον γινόμενον. Ναί, ἀλλ´ ἴσως εἴποι τις ἄν, ὅταν πῶς ἔχωσι τὰ πάθη, οὐ κωλύουσι, καὶ πότε οὕτως ἔχουσιν; Οὐ γὰρ οἶδα.

§ 4. Τὸ δὴ τοιοῦτον οὐκ ἔστιν εἰπεῖν ῥᾴδιον. Οὐδὲ γὰρ ὁ ἰατρός· ἀλλ´ ὅταν εἴπῃ τῷ πυρέττοντι πτισάνην προσφέρεσθαι, τοῦ δὲ πυρέττειν πῶς αἰσθάνομαι; Ὅταν, φησίν, ὁρᾷς ὠχρὸν ὄντα· τὸ δ´ ὠχρὸν πῶς εἰδήσω; Ἐνταῦθα δὴ συνιέτω ὁ ἰατρός·  εἰ γὰρ μὴ ἔχεις παρὰ σαυτῷ, φησί, τῶν γε τοιούτων αἴσθησιν, * * οὐκ ἔτι.

§ 5. Ὡσαύτως ὑπὲρ τῶν ἄλλων κοινός ἐστι τῶν τοιούτων ὁ λόγος.

Ὁμοίως δ´ ἔχει καὶ ἐπὶ τῶν παθῶν τοῦ γνωρίζειν· δεῖ γὰρ αὐτὸν συμβάλλεσθαι πρὸς αἴσθησίν τι.

§ 6. Ἐπιζητήσειε δ´ ἄν τις ἴσως καὶ τὸ τοιοῦτον· ἆρά γε ἔργῳ εἰδήσας ταῦτα καὶ δὴ εὐδαίμων ἔσομαι; Οἴονται γάρ. Τὸ δ´ ἐστὶν οὐ τοιοῦτον. Οὐδεμία γὰρ οὐδὲ τῶν ἄλλων ἐπιστημῶν παραδίδωσι τῷ μανθάνοντι τὴν χρῆσιν καὶ τὴν ἐνέργειαν, ἀλλὰ τὴν ἕξιν μόνον· οὕτως οὐδ´ ἐνταῦθα παραδίδωσιν τὸ εἰδῆσαι ταῦτα τὴν χρῆσιν (ἡ γὰρ εὐδαιμονία ἐστὶν ἐνέργεια, ὡς φαμέν), ἀλλὰ τὴν ἕξιν, οὐδ´ ἐν τῷ εἰδέναι ἐξ ὧν ἐστιν ἡ εὐδαιμονία, ἀλλ´ ἐκ τοῦ τούτοις χρήσασθαι.

§ 7. Τὴν δὲ χρῆσιν καὶ τὴν ἐνέργειαν τούτων οὐκ ἔστι ταύτης τῆς πραγματείας τὸ παραδιδόναι· οὐδὲ γὰρ ἄλλη ἐπιστήμη οὐδεμία τὴν χρῆσιν παραδίδωσιν, ἀλλὰ τὴν ἕξιν.

ΚΕΦΑΛΑΙΟΝ ΚΓ'.

§ 1. Ἐφ´ ἅπασι δὲ τούτοις ὑπὲρ φιλίας ἀναγκαῖόν ἐστιν εἰπεῖν, τί ἐστιν καὶ ἐν τίσι καὶ περὶ τί· ἐπειδὴ γὰρ ὁρῶμεν παρὰ πάντα τὸν βίον παρατείνουσαν καὶ ἐν παντὶ καιρῷ, καὶ οὖσαν ἀγαθόν, συμπαραληπτέα ἂν εἴη πρὸς τὴν εὐδαιμονίαν.

§ 2. Πρῶτον μὲν οὖν ἴσως ἃ ἀπορεῖται καὶ ζητεῖται, βέλτιον διελθεῖν. Πότερον γάρ ἐστιν ἡ φιλία ἐν  τοῖς ὁμοίοις, ὥσπερ δοκεῖ καὶ λέγεται; Καὶ γὰρ « κολοιός » φασι « παρὰ κολοιὸν ἱζάνει, » καὶ

αἰεί τοι τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον.

Φασὶν δὲ καὶ κυνός ποτε ἀεὶ καθευδούσης ἐπὶ τῆς αὐτῆς κεραμῖδος, ἐρωτηθέντα τὸν Ἐμπεδοκλέα, διὰ τί ποτε ἡ κύων ἐπὶ τῆς αὐτῆς κεραμῖδος καθεύδει, εἰπεῖν ὅτι ἔχει τι τῇ κεραμῖδι ὅμοιον ἡ κύων, ὡς διὰ τὸ ὅμοιον τὴν κύνα φοιτῶσαν.

§ 3. Πάλιν δ´ αὖ δοκεῖ ἄλλοις τισὶν ἐν τοῖς ἐναντίοις μᾶλλον ἐγγίνεσθαι ἡ φιλία. « Ἐρᾷ μὲν » γάρ, φασίν, « ὄμβρου γαῖα, ὅταν ξηρὸν πέδον· » τὸ δὴ ἐναντίον, φασίν, τῷ ἐναντίῳ βούλεσθαι φίλον εἶναι. Ἐν μὲν γὰρ τοῖς ὁμοίοις οὐδὲ ἐνδέχεσθαι γίνεσθαι. Τὸ γὰρ ὅμοιον, φασίν, τοῦ ὁμοίου οὐδὲν προσδεῖται, καὶ τὰ τοιαῦτα δή.

§ 4. Ἔτι δὲ πότερον ἔργον ἐστὶ φίλον γενέσθαι ἢ ῥᾴδιον γενέσθαι; Οἱ γοῦν κόλακες ταχέως προσεδρεύσαντες φίλοι μὲν οὐκ εἰσίν, φαίνονται δὲ φίλοι εἶναι.

§ 5. Ἔτι δὲ καὶ τὰ τοιαῦτα ἀπορεῖται, πότερον ἔσται ὁ σπουδαῖος τῷ φαύλῳ φίλος; Ἢ οὔ; Ἡ μὲν γὰρ φιλία ἐν πίστει καὶ βεβαιότητι, ὁ δὲ φαῦλος ἥκιστα τοιοῦτος· καὶ ὁ φαῦλος τῷ φαύλῳ, ἢ οὐδὲ τοῦτο;

§ 6. Πρῶτον μὲν οὖν διοριστέον ἂν εἴη ὑπὲρ φιλίας ποίας σκοποῦμεν. Ἔστι γάρ, ὡς οἴονται, φιλία καὶ πρὸς θεὸν καὶ τὰ ἄψυχα, οὐκ ὀρθῶς. Τὴν γὰρ φιλίαν ἐνταῦθά φαμεν εἶναι οὗ ἐστὶ τὸ ἀντιφιλεῖσθαι, ἡ δὲ πρὸς θεὸν φιλία οὔτε ἀντιφιλεῖσθαι δέχεται, οὔθ´ ὅλως τὸ φιλεῖν· ἄτοπον γὰρ ἂν εἴη εἴ τις φαίη φιλεῖν τὸν Δία·

§ 7. οὐδὲ δὴ παρὰ τῶν ἀψύχων ἐνδέχεται ἀντιφιλεῖσθαι. Φιλία μέντοι καὶ πρὸς τὰ ἄψυχα ἐστίν, οἷον οἶνον ἢ ἄλλο δὴ τῶν τοιούτων. Διὸ δὴ οὔτε τὴν πρὸς τὸν θεὸν φιλίαν ἐπιζητοῦμεν οὔτε τὴν πρὸς τὰ ἄψυχα, ἀλλὰ τὴν πρὸς τὰ ἔμψυχα, καὶ πρὸς ταῦτα ἐν οἷς ἐστι τὸ ἀντιφιλεῖν.

§ 8. Εἰ δή τις μετὰ τοῦτο ἐπισκέψαιτο τί ἐστι τὸ φιλητόν, ἔστιν οὖν οὐκ ἄλλο τι ἢ τἀγαθόν. Ἕτερον μὲν οὖν ἐστι τὸ φιλητὸν καὶ τὸ φιλητέον, ὥσπερ καὶ τὸ βουλητὸν καὶ τὸ βουλητέον.

§ 9. Βουλητὸν μὲν γὰρ τὸ ἁπλῶς ἀγαθόν, βουλητέον δὲ τὸ ἑκάστῳ ἀγαθόν· οὕτω καὶ φιλητὸν μὲν τὸ ἁπλῶς ἀγαθόν, φιλητέον δὲ τὸ αὑτῷ ἀγαθόν, ὥστε τὸ μὲν φιλητέον καὶ φιλητόν, τὸ δὲ φιλητὸν οὐκ ἔστι φιλητέον.

§ 10. Ἐνταῦθα οὖν ἐστιν καὶ διὰ τὸ τοιοῦτον ἡ ἀπορία, πότερόν ἐστιν ὁ σπουδαῖος τῷ φαύλῳ φίλος ἢ οὔ. Συνῆπται γάρ πως τἀγαθῷ τὸ αὐτῷ ἀγαθὸν καὶ τὸ φιλητέον τῷ φιλητῷ, ἔχεται δὲ καὶ ἀκολουθεῖ τῷ ἀγαθῷ καὶ τὸ ἡδὺ εἶναι καὶ τὸ συμφέρον.

§ 11. Ἡ μὲν οὖν τῶν σπουδαίων φιλία ἐστίν, ὅταν ἀντιφιλῶσιν ἀλλήλους· φιλοῦσι δὲ ἀλλήλους, ᾗ φιλητοί· φιλητοὶ  δέ, ᾗ ἀγαθοί.

§ 12. Οὐκοῦν ὁ σπουδαῖος, φησίν, τῷ φαύλῳ οὐκ ἔσται φίλος; Ἔσται μὲν οὖν. Ἐπειδὴ γὰρ τἀγαθῷ ἠκολούθει τὸ συμφέρον καὶ τὸ ἡδύ, ᾗ ἐστιν φαῦλος ὢν ἡδύς, ταύτῃ φίλος· πάλιν αὖ συμφέρων, ᾗ συμφέρων, ταύτῃ φίλος.

§ 13. Ἀλλ´ οὐκ ἔσται γε κατὰ τὸ φιλητὸν ἡ τοιαύτη φιλία. Φιλητὸν γὰρ ἦν τἀγαθόν, ὁ δὲ φαῦλος οὐ φιλητός· οὐ γὰρ ἀλλὰ κατὰ τὸ φιλητέον· εἰσὶν γὰρ ἀπὸ τῆς παντελοῦς φιλίας, τῆς ἐν τοῖς σπουδαίοις, καὶ αὗται αἱ φιλίαι, ἥ τε κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον.

§ 14. Ὁ οὖν κατὰ τὸ ἡδὺ φιλῶν οὐ φιλεῖ τὴν κατὰ τὸ ἀγαθὸν φιλίαν, οὐδὲ ὁ κατὰ τὸ συμφέρον·

§ 15. εἰσὶν δὲ καὶ αἱ φιλίαι αὗται, ἥ τε κατὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον, οὐχ αἱ αὐταὶ μέν, οὐ παντελῶς δὲ οὐδὲ ἀλλότριαι ἀλλήλων, ἀλλ´ ἀπὸ ταὐτοῦ πως ἠρτημέναι εἰσίν. Οἷον φαμὲν ἰατρικὸν τὸ μαχαίριον, ἰατρικὸν τὸν ἄνθρωπον, καὶ ἰατρικὴν τὴν ἐπιστήμην· ταῦτα οὐχ ὁμοίως λέγονται, ἀλλὰ τὸ μὲν μαχαίριον τῷ χρήσιμον εἶναι πρὸς ἰατρικὴν ἰατρικὸν λέγεται, ὁ δ´ ἄνθρωπος τῷ ποιητικὸς εἶναι ὑγιείας, ἡ δ´ ἐπιστήμη τῷ αἰτία εἶναι καὶ ἀρχή.

§ 16. Ὁμοίως δὲ καὶ αἱ φιλίαι οὐχ ὡσαύτως, ἥ τε τῶν σπουδαίων ἡ διὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον. Οὐδὲ δὴ ὁμωνύμως λέγονται, ἀλλ´ οὐκ εἰσὶν μὲν αἱ αὐταί, περὶ ταὐτὰ  δέ πως καὶ ἐκ τῶν αὐτῶν εἰσίν.

§ 17. Εἰ δή τις λέγοι « ὁ κατὰ τὸ ἡδὺ φιλῶν οὐκ ἔστιν φίλος τούτῳ· οὐ γὰρ κατὰ τὸ ἀγαθὸν φίλος ἐστίν, » βαδίζει ὁ τοιοῦτος ἐπὶ τὴν τῶν σπουδαίων φιλίαν, τὴν ἐξ ἁπάντων τούτων οὖσαν, καὶ ἐκ τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἡδέος καὶ ἐκ τοῦ συμφέροντος, ὥστ´ ἀληθῶς οὐκ ἔστιν [κατ´] ἐκείνην γε τὴν φιλίαν φίλος, ἀλλὰ τὴν κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ συμφέρον.

§ 18. Πότερον οὖν ἔσται ὁ σπουδαῖος τῷ σπουδαίῳ φίλος, ἢ οὔ; Οὐδὲν γὰρ προσδεῖται, φησίν, ὁ ὅμοιος τοῦ ὁμοίου. Ὁ δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν· ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν.

§ 19. Ἀλλὰ ἑτέρα διώρισται ἡ κατὰ τὸ συμφέρον φιλία καὶ ἡ κατ´ ἀρετὴν καὶ ἡδονήν. Εἰκὸς δὴ καὶ πολὺ μᾶλλον τούτους· πάντα γὰρ αὐτοῖς ὑπάρχει, τἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον.

§ 20. Ἀλλὰ καὶ ὁ σπουδαῖος τῷ φαύλῳ· ᾗ γὰρ ἴσως ἡδύς, ταύτῃ καὶ φίλος. Καὶ ὁ φαῦλός γε τῷ φαύλῳ· ᾗ γὰρ ἴσως τὸ αὐτὸ αὐτοῖς συμφέρει, ταύτῃ φίλοι. Ὁρῶμεν γὰρ τοῦτο γινόμενον, ὅταν τὸ αὐτὸ ᾖ τὸ συμφέρον, φίλους τούτους διὰ τὸ συμφέρον, ὥστ´ οὐδὲν κωλύσει καὶ φαύλοις οὖσιν ταὐτόν τι συμφέρειν.

§ 21. Βεβαιοτάτη μὲν οὖν καὶ μονιμωτάτη καὶ καλλίστη ἡ ἐν τοῖς σπουδαίοις φιλία, ἡ κατ´ ἀρετὴν καὶ τἀγαθὸν οὖσα, εἰκότως. Ἡ μὲν γὰρ ἀρετὴ ἀμετάπτωτον, δι´ ἣν ἡ φιλία, ὥστε εἰκὸς τὴν φιλίαν τὴν τοιαύτην ἀμετάπτωτον εἶναι, τὸ δὲ συμφέρον οὐδέποτε ταὐτόν· διὸ ἡ διὰ τὸ συμφέρον φιλία οὐ βεβαία, ἀλλὰ τῷ συμφέροντι συμμεταπίπτει·

§ 22. ὁμοίως καὶ ἡ κατὰ τὴν ἡδονήν. Ἡ μὲν οὖν τῶν βελτίστων φιλία ἡ κατ´ ἀρετὴν γινομένη ἐστίν, ἡ δὲ τῶν πολλῶν ἡ κατὰ τὸ συμφέρον, ἡ δὲ κατὰ τὴν ἡδονὴν ἐν τοῖς φορτικοῖς καὶ τυχοῦσιν.

§ 23. Συμβαίνει δὲ καὶ ἀγανακτεῖν, ὅταν φαύλοις ἐντύχωσιν τοῖς φίλοις, καὶ θαυμάζειν· ἔστι δὲ οὐδὲν ἄτοπον. Ὅταν γὰρ ἡ φιλία λάβῃ τὴν ἡδονὴν ἀρχήν, δι´ ἣν φίλοι εἰσίν, ἢ τὸ συμφέρον, ἅμα ταῦτ´ ἀπολείπει καὶ ἡ φιλία οὐ διαμένει.

§ 24. Πολλάκις δὲ μένει μὲν ἡ φιλία, κακῶς δ´ ἐχρήσατο τῷ φίλῳ, διὸ ἀγανακτοῦσιν· ἔστι δὲ οὐδὲ τοῦτο ἄλογον. Οὐ γὰρ δι´ ἀρετὴν ἡ φιλία σοι πρὸς τοῦτον ὑπῆρχεν, διὸ οὐδ´ ἄτοπον μηδὲν ποιεῖν αὐτὸν τῶν κατ´ ἀρετήν. Ἀγανακτοῦσιν οὖν οὐκ ὀρθῶς. Δι´ ἡδονὴν γὰρ ποιησάμενοι τὴν φιλίαν, τὴν δι´ ἀρετὴν οἴονται δεῖν αὐτοῖς ὑπάρχειν· τὸ δ´ οὐ δυνατόν· οὐ γάρ ἐστιν ἡ δι´ ἡδονὴν καὶ τὸ συμφέρον ἀρετῆς ἐχομένη.

Κοινωσάμενοι οὖν ἡδονῇ ἀρετὴν ζητοῦσιν, οὐκ ὀρθῶς·

§ 25. οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ καὶ τῷ συμφέροντι ἡ ἀρετή, ἀλλὰ τῇ ἀρετῇ ἀμφότερα ταῦτα ἀκολουθεῖ. Ἄτοπον γὰρ εἰ μή τις οἰήσεται τοὺς σπουδαίους αὐτοὺς αὑτοῖς ἡδίστους εἶναι· καὶ γὰρ οἱ φαῦλοι, ὥς φησιν Εὐριπίδης, αὐτοὶ ἑαυτοῖς ἡδεῖς εἰσίν· « κακὸς κακῷ » γὰρ « συντέτηκεν. » Οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ ἡ ἀρετή, ἀλλὰ τῇ ἀρετῇ ἡ ἡδονὴ ἀκολουθεῖ.

§ 26. Πότερον δὲ καὶ δεῖ ἐν τῇ τῶν σπουδαίων φιλίᾳ τὴν ἡδονὴν εἶναι, ἢ οὐ δεῖ; Ἄτοπον γὰρ τὸ μὴ φάναι δεῖν. Εἰ γὰρ ἀφελεῖς αὐτῶν τὸ ἡδεῖς εἶναι ἀλλήλοις, ἄλλους ποριοῦνται φίλους εἰς τὸ συζῆν, τοὺς ἡδεῖς· εἰς γὰρ τὸ συζῆν οὐδὲν μεῖζόν ἐστι τοῦ ἡδεῖς εἶναι·

§ 27. ἄτοπον οὖν τὸ μὴ οἴεσθαι δεῖν τοὺς σπουδαίους μάλιστα ἀλλήλοις συζῆν· τοῦτο δ´ οὐκ ἔστιν ἄνευ τοῦ ἡδέος· δέοι ἂν ἄρα, ὡς ἔοικεν, μάλιστα τούτοις ὑπάρχειν τὸ ἡδέσιν εἶναι.

§ 28. Ἐπεὶ δὲ διῄρηνται αἱ φιλίαι εἰς τρία εἴδη, καὶ ἐν ταύταις ἠπορεῖτο, πότερον ἐν ἰσότητι ἡ φιλία ἐγγίνεται ἢ ἐν ἀνισότητι· ἔστιν οὖν κατ´ ἀμφότερα. Ἡ μὲν γὰρ καθ´ ὁμοιότητα ἡ τῶν σπουδαίων καὶ ἡ τελεία φιλία· ἡ δὲ κατ´ ἀνομοιότητα ἡ κατὰ τὸ συμφέρον. Τῷ γὰρ εὐπόρῳ ὁ πένης διὰ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί, καὶ τῷ σπουδαίῳ ὁ φαῦλος διὰ ταὐτό· διὰ γὰρ τὴν ἔνδειαν τὴν τῆς ἀρετῆς, παρ´ οὗ οἴεται αὑτῷ ἔσεσθαι, διὰ τοῦτο τούτῳ φίλος.

§ 29. Γίνεται οὖν ἐν τοῖς ἀνομοίοις φιλία κατὰ τὸ συμφέρον· διὸ καὶ Εὐριπίδης  ἐρᾷ μὲν ὄμβρου γαῖ´, ὅταν ξηρὸν πέδον· ὡς ἐναντίοις οὖσιν τούτοις ἐγγίγνεται φιλία ἡ διὰ τὸ συμφέρον. Καὶ γὰρ εἰ θέλεις τὰ ἐναντιώτατα ποιῆσαι πῦρ καὶ ὕδωρ, ταῦτα ἀλλήλοις χρήσιμα εἰσίν.

§ 30. Τὸ γὰρ πῦρ φασίν, ἐὰν μὴ ἔχῃ ὑγρόν, φθείρεσθαι, ὡς τοῦτ´ αὐτῷ παρασκευάζον ὥσπερ τροφὴν τινά, ταύτην δὲ τοσαύτην, ὅσης κρατήσειεν 〈ἄν〉· ἂν μὲν γὰρ πλεῖον ποιήσῃς τὸ ὑγρόν, ἐπικρατῆσαν 〈ποιήσει〉 φθείρεσθαι τὸ πῦρ, ἐὰν δὲ σύμμετρον, συνοίσει. Δῆλον οὖν ὅτι καὶ ἐν τοῖς ἐναντιωτάτοις φιλία ἐγγίνεται διὰ τὸ συμφέρον.

§ 31. Ἀνάγονται δὲ πᾶσαι αἱ φιλίαι, καὶ αἱ ἐν ἰσότητι καὶ αἱ ἐν ἀνισότητι, εἰς τὰς διῃρημένας τρεῖς. Ἔστιν δ´ ἐν ἁπάσαις ταῖς φιλίαις διαφορὰ γινομένη πρὸς ἀλλήλους, ὅταν μὴ ὁμοίως φιλῶσιν ἢ εὖ ποιῶσιν ἢ ὑπηρετῶσιν ἢ ὅ τι ἂν τῶν τοιούτων· ὅταν μὲν γὰρ ὃ μὲν ἐκτενῶς ποιῇ ὃ δ´ ἐλλείπῃ, κατὰ τὴν ἔλλειψιν τὸ ἔγκλημα καὶ ἡ μέμψις.

§ 32. Οὐ μὴν ἀλλ´ ἐπὶ μὲν τῶν τοιούτων ὧν τὸ αὐτό ἐστι τέλος τῆς φιλίας, οἷον εἰ ἀμφότεροι κατὰ τὸ συμφέρον ἀλλήλοις φίλοι ἢ κατὰ τὸ ἡδὺ ἢ κατ´ ἀρετήν, εὔδηλος ἡ ἔλλειψις ἡ παρὰ τοῦ ἑτέρου, ἐὰν οὖν πλείω ἀγαθὰ σύ μοι ποιῇς ἢ ἐγὼ σοί, οὐδ´ ἀμφισβητῶ ἔτι μὴ οὐ δεῖν σε μᾶλλον ὑπ´ ἐμοῦ φιλεῖσθαι·

§ 33. ἐν ᾗ δὲ φιλίᾳ μὴ διὰ ταὐτὸ φίλοι ἐσμέν, μᾶλλον αἱ διαφοραί. Ἄδηλος γὰρ ἡ ἔλλειψις παρ´ ἑκατέρου. Οἷον εἰ ὃ μὲν δι´ ἡδονὴν φίλος ἐστὶν ὃ δὲ διὰ τὸ συμφέρον, ἐνταῦθα ἡ ἀμφισβήτησις· οὔτε γὰρ ὁ τῷ συμφέροντι ὑπερέχων ἀξίαν οἴεται τὴν ἡδονὴν ἀντικαταλλάττεσθαι τοῦ συμφέροντος, οὔτε ὁ τῇ ἡδονῇ ὑπερέχων ἀξίαν τῆς ἡδονῆς ἐν τῷ συμφέροντι χάριν ἀπολαμβάνειν. Διὸ μᾶλλον αἱ διαφοραὶ ἐν ταῖς τοιαύταις φιλίαις γίνονται.

§ 34. Οἱ δ´ ἐν ἀνισότητι φίλοι ὄντες, οἱ μὲν ὑπερέχοντες πλούτῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν, ἀλλ´ ὑπὸ τῶν ἐνδεεστέρων οἴονται δεῖν αὐτοὶ φιλεῖσθαι· ἔστιν δὲ βέλτιον τὸ φιλεῖν ἢ τὸ φιλεῖσθαι.

§ 35. — Τὸ μὲν γὰρ φιλεῖν ἐνέργειά τις ἡδονῆς καὶ ἀγαθόν, ἀπὸ δὲ τοῦ φιλεῖσθαι οὐδεμία τῷ φιλουμένῳ ἐνέργεια γίνεται.

§ 36.  — Ἔτι δὲ βέλτιον τὸ γνωρίζειν ἢ τὸ γνωρίζεσθαι· τὸ μὲν γὰρ γνωρίζεσθαι καὶ τὸ φιλεῖσθαι καὶ τοῖς ἀψύχοις ὑπάρχει, τὸ δὲ γνωρίζειν καὶ τὸ φιλεῖν τοῖς ἐμψύχοις.

§ 37. — Ἔτι τὸ εὐποιητικὸν εἶναι βέλτιον ἢ τὸ μή· ὁ μὲν οὖν φιλῶν εὐποιητικός, ᾗ φιλεῖ, ὁ δὲ φιλούμενος, ᾗ φιλεῖται, οὔ.

§ 38.  — Ἀλλ´ οἱ ἄνθρωποι διὰ φιλοτιμίαν φιλεῖσθαι μᾶλλον βούλονται ἢ φιλεῖν, διὰ τὸ ἐν τῷ φιλεῖσθαι ὑπεροχήν τινα εἶναι· ἀεὶ γὰρ ὁ φιλούμενος ὑπερέχει ἡδονῇ ἢ εὐπορίᾳ ἢ ἀρετῇ, ὁ δὲ φιλότιμος τῆς ὑπεροχῆς ὀρέγεται.

§ 39. Καὶ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν οἱ ἐν ὑπεροχῇ ὄντες· ἀντιδιδόναι γὰρ ἐν οἷς ὑπερέχουσιν τοῖς φιλοῦσιν αὐτούς. Ἔτι δὲ καὶ ἥττους αὐτῶν εἰσίν· διὸ οὐκ οἴονται δεῖν φιλεῖν ἀλλὰ φιλεῖσθαι. Ὁ δ´ ἐνδεὴς χρημάτων ἢ ἡδονῶν ἢ ἀρετῆς θαυμάζε τὸν ὑπερέχοντα τούτοις, καὶ φιλεῖ διὰ τὸ τούτων ἢ τυγχάνειν ἢ οἴεσθαι τεύξεσθαι.

§ 40. Εἰσὶν δὲ καὶ τοιαῦται φιλίαι ἐξ ὁμοιοπαθείας, ἐκ τοῦ τἀγαθὸν βούλεσθαί τινι εἶναι. Οὐκ ἔστιν δὲ ἡ ἐπὶ τούτων γινομένη φιλία πάντα ταῦτα ἔχουσα· πολλάκις γὰρ ἄλλῳ μὲν εἶναι βουλόμεθα τἀγαθά, συζῆν μέντοι μετ´ ἄλλου.

§ 41. Ἀλλὰ ταῦτα πότερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατ´ ἀρετὴν πάθη; Ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει· καὶ γὰρ συζῆν μετ´ οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθ´ ἄν, καὶ τὸ ζῆν καὶ τὸ εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.

§ 42. Πότερον δ´ ἐστὶν αὐτῷ [φιλία] καὶ πρὸς αὑτὸν φιλία, ἢ οὔ, νῦν μὲν ἀφείσθω, ὕστερον δ´ ἐροῦμεν. Πάντα δὲ βουλόμεθα ἡμῖν αὐτοῖς· καὶ γὰρ συζῆν μεθ´ ἡμῶν αὐτῶν βουλόμεθα (ἴσως δὲ τοῦτο καὶ ἀναγκαῖον) καὶ τὸ εὖ ζῆν καὶ τὸ ζῆν καὶ τὸ βούλεσθαι τἀγαθόν,

§ 43. οὐκ ἄλλῳ τινί. Ἔτι ὁμοιοπαθεῖς ἡμῖν αὐτοῖς μάλιστα ἐσμέν· ἂν γὰρ προσπταίσωμεν ἢ ἄλλῳ τινὶ περιπέσωμεν τῶν τοιούτων, εὐθὺς λυπούμεθα. Διὸ δόξειεν ἂν οὕτως εἶναι αὑτῷ πρὸς αὐτὸν φιλία.

§ 44. Τὰ δὴ τοιαῦτα, οἷον τὴν ὁμοιοπάθειαν καὶ τὸ εὖ ζῆν καὶ τὰ ἄλλα, ἤτοι εἰς τὴν πρὸς ἡμᾶς αὐτοὺς  φιλίαν ἀναφέροντες λέγομεν ἢ εἰς τὴν τελείαν· ἐν ἀμφοτέραις γὰρ πάντα ταῦτα ὑπάρχει· καὶ γὰρ [καὶ] τὸ συζῆν καὶ τὸ εἶναι βούλεσθαι καὶ τὸ εὖ εἶναι καὶ τἆλλα πάντα ἐν ταύταις ἐστίν.

§ 45. Ἔτι δὲ ἴσως ἂν δόξειεν, ἐν οἷς ἐστι δίκαιον, ἐν τούτοις καὶ φιλίαν εἶναι· διὸ καὶ ὅσα περ δικαίων εἴδη, τοσαῦτα καὶ φιλιῶν. Τὸ δὴ δίκαιόν ἐστιν καὶ ξένῳ πρὸς πολίτην καὶ δούλῳ πρὸς δεσπότην καὶ πολίτῃ πρὸς πολίτην καὶ υἱῷ πρὸς πατέρα καὶ γυναικὶ πρὸς ἄνδρα, καὶ ὅσαι ἁπλῶς ἄλλαι κοινωνίαι καὶ φιλίαι ἔνεισιν ἐν ἑκάστοις τούτων.

§ 46. Βεβαιοτάτη δ´ ἂν δόξειεν εἶναι τῶν φιλιῶν ἡ ξενική· οὐ γάρ ἐστιν οὐδὲν αὐτοῖς τέλος κοινὸν ὑπὲρ οὗ ἀμφισβητοῦσιν, οἷον ἐν τοῖς πολίταις· διαμφισβητοῦντες γὰρ πρὸς ἀλλήλους κατὰ τὴν ὑπεροχὴν οὐ μένουσιν φίλοι ὄντες.

§ 47. Ἐχόμενον δ´ ἂν εἴη νῦν τοῦτ´ εἰπεῖν, πότερόν ἐστι πρὸς αὑτὸν φιλία, ἢ οὔ. Ἐπεὶ δ´ οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθ´ ἕκαστα τὸ φιλεῖν γνωρίζεται τὰ δὲ καθ´ ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι· ὁμοιοπαθέστατοι δ´ αὐτοῖς ἡμῖν ἐσμέν· καὶ συζῆν δὲ μεθ´ ἑαυτῶν μάλιστα βουλόμεθα)· ὥστ´ εἰ μὲν ἐκ τῶν καθ´ ἕκαστα γνωρίζεται ἡ φιλία, τὰ δὲ καθ´ ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρχειν, δῆλόν ἐστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.

§ 48. Ἐπειδὴ γὰρ ἕτερος μὲν ὁ ἀδικῶν ἕτερος δὲ ὁ ἀδικούμενος, ὁ αὐτὸς δ´ εἷς ἐστιν ἕκαστος, διὰ τὸ τοιοῦτον οὐκ ἐδόκει εἶναι πρὸς αὑτὸν ἀδικία· ἔστι μέντοι, ὡς ἔφαμεν σκοποῦντες ἐπὶ τῶν τῆς ψυχῆς μερῶν, ἐπειδή ἐστι πλείω, ὅταν ταῦτα μὴ ὁμονοῶσιν, τότε εἶναι πρὸς αὑτὸν τὴν ἀδικίαν.

§ 49. Ὁμοίως οὖν τούτῳ καὶ ἡ φιλία δόξειεν ἂν εἶναι πρὸς αὑτόν. Ἐπειδὴ γὰρ ὁ φίλος ἐστίν, ὡς φαμέν, ὅταν βουλώμεθα σφόδρα φίλον εἰπεῖν, μία φαμὲν ψυχὴ ἡ ἐμὴ καὶ ἡ τούτου· ἐπεὶ οὖν ἐστι τῆς ψυχῆς πλείω μέρη, τότ´ ἔσται μία ψυχή, ὅταν συμφωνῶσι πρὸς ἄλληλα ὅ τε λόγος καὶ τὰ πάθη (οὕτω γὰρ μία ἔσται)· ὥστε μιᾶς γενομένης ἔσται πρὸς αὑτὸν φιλία.

§ 50. Αὕτη δ´ ἔσται ἡ πρὸς αὑτὸν φιλία ἐν τῷ σπουδαίῳ· τούτῳ γὰρ μόνῳ τὰ τῆς ψυχῆς εὖ ἔχουσιν μέρη πρὸς ἄλληλα τῷ μὴ διαφέρεσθαι, ἐπεὶ ὅ γε φαῦλος οὐδέποτ´ ἐστὶν αὐτὸς αὑτῷ φίλος, μάχεται γὰρ ἀεὶ ἑαυτῷ. Ὁ γοῦν ἀκρατής, ὅταν πράξῃ τι τῶν καθ´ ἡδονήν, μετ´ οὐ πολὺ μεταμελεῖται καὶ κακίζει αὐτὸς αὑτόν· ὁμοίως ἐπὶ τῶν ἄλλων κακιῶν ὁ φαῦλος ἔχει. Διατελεῖ γὰρ αὐτὸς αὑτῷ μαχόμενος καὶ ἐναντιούμενος.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ'.

§ 1. Ἔστιν δὲ φιλία καὶ ἐν ἰσότητι, οἷον ἡ μὲν τῶν ἑταίρων ἐν ἰσότητι ἀριθμῷ καὶ δυνάμει ἀγαθοῦ (οὐδέτερος γὰρ αὐτῶν ἐστιν ἄξιος θατέρου πλέον ἔχειν οὔτε κατ´ ἀριθμὸν ἀγαθῶν οὔτε κατὰ δύναμιν οὔτε κατὰ μέγεθος, ἀλλὰ τὸ ἴσον· ἴσοι γάρ τινες  ἐθέλουσιν εἶναι οἱ ἑταῖροι)·

§ 2. ἐν ἀνισότητι δὲ ἡ πατρὸς πρὸς υἱόν, καὶ ἀρχομένου καὶ ἄρχοντος, καὶ κρείττονος καὶ χείρονος, καὶ γυναικὸς καὶ ἀνδρός, καὶ ἁπλῶς ἐν οἷς ἐστιν ὁ τὴν τοῦ χείρονος καὶ κρείττονος τάξιν ἔχων ἐν τῇ φιλίᾳ.

§ 3. Αὕτη γάρ ἐστιν ἡ ἐν ἀνισότητι φιλία κατὰ λόγον. Οὐδέποτε γὰρ ἐπ´ ἀγαθοῦ δόσει οὐδεὶς ἴσον ἂν δοίη τῷ βελτίονι καὶ τῷ χείρονι, ἀλλὰ μεῖζον τῷ καθ´ ὑπεροχὴν ὄντι ἀεί. Τοῦτο δ´ ἴσον ἐστὶν τῷ λόγῳ· ἴσον γάρ πώς ἐστιν ὁ τὸ ἔλαττον ἔχων ἀγαθὸν χείρων ὢν τῷ μεῖζον ἔχοντι κρείττονι ὄντι.

§ 4. Τῶν δὲ φιλιῶν ἁπασῶν τῶν εἰρημένων τούτων μάλιστά πως ἐγγίνεται τὸ φιλεῖν ἐν τῇ συγγενικῇ, καὶ ταῦτα ἐν τῇ πατρὶ πρὸς υἱόν. Καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; Πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐεργέτηκέν πως τὸν υἱόν, ὁ δ´ υἱὸς χάριν ὀφείλει τῆς εὐεργεσίας;

§ 5. Αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ δόξειεν ἂν ὑπάρχειν· ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστήμας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.

§ 6. Λέγω δ´ οἷον [ἐστιν] ἔστι μὲν ὧν τὸ αὐτὸ τέλος τε καὶ ἐνέργεια, καὶ οὐκ ἄλλο τι παρὰ τὴν ἐνέργειαν τέλος, οἷον τῷ αὐλητῇ ἡ αὐτὴ ἐνέργεια καὶ τέλος (τὸ γὰρ αὐλεῖν καὶ τέλος αὐτῷ ἐστι καὶ ἐνέργεια), ἀλλ´ οὐ τῇ οἰκοδομικῇ (καὶ γὰρ ἕτερον τέλος παρὰ τὴν ἐνέργειαν)·

§ 7.  ἔστιν οὖν ἡ φιλία ἐνέργειά τις, οὐδὲν δέ ἐστιν ἄλλο τέλος παρὰ τὴν ἐνέργειαν τοῦ φιλεῖν, ἀλλὰ τοῦτο αὐτό. Ὁ μὲν οὖν πατὴρ ἐνεργεῖ πως ἀεὶ μᾶλλον παρὰ τὸ αὑτοῦ τι εἶναι ποίημα τὸν υἱόν. Τοῦτο δ´ ὁρῶμεν καὶ ἐπὶ τῶν ἄλλων ὄν· πάντες γὰρ πρὸς ὃ ἂν αὐτοὶ ποιήσωσιν, πρὸς τοῦτό πως καὶ εὖνοι εἰσίν.

§ 8. Ὁ οὖν πατὴρ εὐνοεῖ πως πρὸς τὸν υἱὸν αὑτοῦ ὄντα ποίημα, τῇ μνήμῃ καὶ τῇ ἐλπίδι ἀγόμενος· διὸ μᾶλλον φιλεῖ ὁ πατὴρ τὸν υἱὸν ἢ ὁ υἱὸς τὸν πατέρα.

§ 9. Δεῖ δὲ καὶ ὑπὲρ τῶν ἄλλων φιλιῶν τῶν λεγομένων καὶ δοκουσῶν ἐπισκέψασθαι εἰ εἰσὶν φιλίαι.

§ 10. Οἷον ἡ εὔνοια φιλία δοκεῖ. Ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἶναι ἡ εὔνοια φιλία (πολλοῖς γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος ἀγαθὸν εὖνοι γινόμεθα· ἆρ´ οὖν ἤδη καὶ φίλοι; Ἢ οὔ; Οὐ γὰρ εἴ τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον)·

§ 11. Ἀλλ´ ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δ´ ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ᾧ ἐστιν εὔνους.

Ἔστιν δ´ ἡ εὔνοια τοῦ ἤθους καὶ πρὸς τὸ ἦθος· οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλ´ ἄν τις ᾖ τὸ ἦθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.

§ 12. — Οὐκ ἔστιν δὲ  χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλ´ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.

§ 13. Ἡ δ´ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοιαν λάβῃς τὴν κυρίως λεγομένην. Εἰ γάρ τις Ἐμπεδοκλεῖ ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἃ κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ; Ἢ οὔ; Ἐπεὶ περί τι ἄλλο τοιοῦτον.

§ 14. Πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἡ ὁμόνοια ἐν τοῖς νοητοῖς ἀλλ´ ἐν τοῖς πρακτοῖς, καὶ ἐν τούτοις οὐχ ᾗ νοοῦσι ταὐτόν, ἀλλ´ ᾗ ἅμα τῷ ταὐτὸν νοεῖν προαίρεσιν ἔχουσιν περὶ ἃ νοοῦσιν ἐπὶ ταὐτά. Εἰ γὰρ ἐννοοῦσιν ἀμφότεροι ἄρχειν, ἀλλ´ ὃ μὲν αὑτὸν ὃ δ´ αὑτόν, ἆρά γε ἤδη ὁμονοοῦσιν; Ἢ οὔ; Ἀλλ´ εἰ κἀγὼ ἐμαυτὸν βούλομαι ἄρχειν κἀκεῖνος ἐμέ, οὕτως ἤδη ὁμονοοῦμεν.

§ 15. Ἔστι δὴ ὁμονοεῖν ἐν τοῖς πρακτοῖς μετὰ βουλήσεως ταὐτοῦ. Περὶ ἄρχοντος ἄρα κατάστασιν ἐν πρακτοῖς τοῦ αὐτοῦ ἐστιν ἡ ὁμόνοια ἡ κυρίως λεγομένη.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ'.

§ 1. Ἐπεὶ δ´ ἐστίν, ὡς φαμέν, αὐτῷ πρὸς αὑτὸν φιλία, πότερον ὁ σπουδαῖος ἔσται φίλαυτος ἢ οὔ; Ἔστιν δὲ φίλαυτος ὁ αὑτοῦ ἕνεκεν πάντα πράττων ἐν τοῖς κατὰ τὸ λυσιτελές. Ὁ μὲν οὖν φαῦλος φίλαυτος ἐστίν (αὐτὸς αὑτοῦ γὰρ ἕνεκεν πάντα πράττει)· ἀλλ´ οὐχ ὁ σπουδαῖος. Διὰ τοῦτο γάρ ἐστι σπουδαῖος, ὅτι ἄλλου ἕνεκεν τοῦτο πράττει· διὸ οὐκ ἔστιν φίλαυτος.

§ 2. Ἀλλ´ ὁρμῶσι μὲν ἅπαντες ἐπὶ τἀγαθά, καὶ οἴονται αὑτοῖς δεῖν μάλιστα ὑπάρχειν. Τοῦτο δέ ἐστι μάλιστα φανερὸν ἐπὶ πλούτου καὶ ἀρχῆς. Ὁ μὲν οὖν σπουδαῖος ἐκστήσεται τούτων ἄλλῳ, οὐχ ὡς οὐ προσῆκον αὑτῷ μάλιστα, ἀλλ´ ἂν ὁρᾷ ἄλλον δυνησόμενον μᾶλλον τούτοις αὑτοῦ χρῆσθαι· οἱ δ´ ἄλλοι τοῦτο οὐ ποιήσουσι δι´ ἄγνοιαν (οὐ γὰρ οἴονται κακῶς ἂν χρήσασθαι τοῖς τοιούτοις ἀγαθοῖς) ἢ διὰ φιλοτιμίαν τοῦ ἄρχειν.

§ 3. Ὁ δὲ σπουδαῖος οὐδέτερον τούτων πείσεται· διὸ οὐδὲ φίλαυτος κατά γε τὰ τοιαῦτα ἀγαθά. Ἀλλ´ εἰ ἄρα, κατὰ τὸ καλόν. Τούτου γὰρ μόνον ἄλλῳ οὐκ ἂν ἐκσταίη, τὰ δὲ συμφέροντα καὶ ἡδέα ἐκστήσεται.

§ 4. Τὴν μὲν οὖν κατὰ τὸ καλὸν αἵρεσιν φίλαυτος ἔσται· τὴν δὲ κατὰ τὸ συμφέρον καὶ καθ´ ἡδονὴν λεγομένην οὐκ ἔσται ὁ σπουδαῖος, ἀλλὰ ὁ φαῦλος.

ΚΕΦΑΛΑΙΟΝ ΙϚ

§ 1. Πότερον δέ ποτε ὁ σπουδαῖος φιλήσει αὐτὸς ἑαυτὸν μάλιστα ἢ οὔ; Ἔστι μὲν οὖν αὐτὸς αὑτὸν μάλιστα ὡς φιλήσει, ἔστι δ´ ὡς οὔ. Ἐπειδὴ γάρ φαμεν τὸν σπουδαῖον ἐκστήσεσθαι τῶν ἀγαθῶν τῶν κατὰ τὸ συμφέρον τῷ φίλῳ, τὸν φίλον μᾶλλον αὑτοῦ φιλήσει.

§ 2. Ναί, ἀλλ´ ᾗ τούτων ἐξιστάμενος τῷ φίλῳ αὑτῷ τὸ καλὸν περιποιεῖται, ταύτῃ ἐξίσταται τῶν τοιούτων. Ἔστι μὲν οὖν ὡς τὸν φίλον αὐτὸς αὑτοῦ μᾶλλον φιλεῖ, ἔστι δὲ ὡς αὐτὸς αὑτὸν μάλιστα· κατὰ μὲν γὰρ τὸ συμφέρον τὸν φίλον, κατὰ δὲ τὸ καλὸν καὶ ἀγαθὸν αὐτὸς αὑτὸν μάλιστα· αὑτῷ γὰρ ταῦτα περιποιεῖται κάλλιστα ὄντα.

§ 3. Ἔστι μὲν οὖν καὶ φιλάγαθος, οὐ φίλαυτος· μόνον γάρ, εἴπερ φιλεῖ αὐτὸς ἑαυτόν, ὅτι ἀγαθός. Ὁ δὲ φαῦλος φίλαυτος· οὐδὲν γὰρ ἔχει δι´ ὃ φιλήσει αὐτὸς ἑαυτὸν οἷον καλόν τι, ἀλλ´ ἄνευ τούτων αὐτὸς ἑαυτὸν φιλήσει, ᾗ αὐτός. Διὸ καὶ οὗτος ἂν κυρίως λέγοιτο φίλαυτος.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ'.

§ 1. Ἐχόμενον δ´ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, ἀλλ´ αὐτὸς ἑαυτῷ αὐτάρκης
ἔσται καὶ κατὰ τοῦτο. Λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί·

ὅταν δ´ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;

§ 2. Ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; Ἢ τότε καὶ μάλιστα; Τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται;

Οὐ γὰρ δὴ μόνος γε διάξει. Εἰ τοίνυν τούτων δεήσεται, ταῦτα δὲ μὴ ἐνδέχεται ἄνευ φιλίας, προσδέοιτ´ ἂν ὁ αὐτάρκης φιλίας.

§ 3. Ἡ μὲν οὖν ἐν τοῖς λόγοις εἰωθυῖα ὁμοιότης λαμβάνεσθαι ἐκ τοῦ θεοῦ οὔτ´ ἐκεῖ ὀρθῶς οὔτ´ ἂν ἐνταῦθα εἴη χρήσιμος· οὐ γὰρ εἰ ὁ θεός ἐστιν αὐτάρκης καὶ μηδενὸς δεῖται, διὰ τοῦτ´ οὐδ´ ἡμεῖς οὐδενὸς δεησόμεθα.

§ 4. Ἔστι γὰρ καὶ τοιοῦτός τις λόγος ἐπὶ τοῦ θεοῦ λεγόμενος. Ἐπεὶ γάρ, φησί, πάντα ἔχει τἀγαθὰ ὁ θεὸς καί ἐστιν αὐτάρκης, τί ποιήσει; Οὐ γὰρ καθευδήσει. Θεάσεται δή τι, φησίν· τοῦτο γὰρ κάλλιστον καὶ οἰκειότατον. Τί οὖν θεάσεται; Εἰ μὲν γὰρ ἄλλο τι θεάσεται, βέλτιον θεάσεταί τι αὑτοῦ. Ἀλλὰ τοῦτ´ ἄτοπον, τὸ τοῦ θεοῦ ἄλλο τι εἶναι βέλτιον. Αὐτὸς ἑαυτὸν ἄρα θεάσεται. Ἀλλ´ ἄτοπον· καὶ γὰρ ὁ ἄνθρωπος [ὃς] ἂν αὐτὸς ἑαυτὸν κατασκοπῆται, ὡς ἀναισθήτῳ ἐπιτιμῶμεν. Ἄτοπος οὖν, φησίν, ὁ θεὸς ἔσται αὐτὸς ἑαυτὸν θεώμενος.

§ 5. Τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω· ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλ´ ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ; Εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖός τις ὁ φίλος, * * τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον « ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ. »

§ 6. Ἐπεὶ οὖν ἐστι καὶ χαλεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δ´ αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ δὲ λανθάνομεν ταὐτὰ ποιοῦντες·

§ 7. τοῦτο δὲ γίνεται δι´ εὔνοιαν ἢ διὰ πάθος· πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ πρὸς τὸ κρίνειν ὀρθῶς)· ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν, ὁμοίως καὶ ὅταν αὐτοὶ αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν· ἔστι γάρ, ὡς φαμέν, ὁ φίλος ἕτερος ἐγώ.

§ 8. Εἰ οὖν ἡδὺ μὲν τὸ αὑτὸν εἰδέναι, τοῦτο δ´ οὐκ ἔστιν εἰδέναι ἄνευ ἄλλου φίλου, δέοιτ´ ἂν ὁ αὐτάρκης φιλίας πρὸς τὸ αὐτὸς αὑτὸν γνωρίζειν.

§ 9. Ἔτι δὲ καὶ εἴπερ ἐστὶν καλόν, ὥσπερ ἐστίν, τὸ εὖ ποιεῖν ἔχοντα τὰ παρὰ τῆς τύχης ἀγαθά, τίνα εὖ ποιήσει; Μετὰ τίνος δὲ συμβιώσεται; Οὐ γὰρ δὴ μόνος γε διάξει· τὸ γὰρ συμβιοῦν ἡδὺ καὶ ἀναγκαῖον. Εἰ τοίνυν ταῦτα καλὰ καὶ ἡδέα καὶ ἀναγκαῖα, ταῦτα δὲ μὴ ἐνδέχεται εἶναι ἄνευ φιλίας, προσδέοιτ´ ἂν ὁ αὐτάρκης φιλίας.

ΚΕΦΑΛΑΙΟΝ ΙΗ'.

§ 1. Πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους; Οὔτε δὴ πολλούς, ὡς ἁπλῶς εἰπεῖν, οὔτ´ ὀλίγους δεῖ [ἀεί]. Πολλῶν μὲν γὰρ ὄντων ἔργον ἐφ´ ἕκαστον μερίσαι τὸ φιλεῖν. Ἐφ´ ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. Οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλ´ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτ´ ἐπ´ ἀκοῆς, οὔτ´ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.

§  2. Ἐλλείπων οὖν τῷ φιλεῖν δι´ ἀδυναμίαν καὶ ἐγκλήματ´ ἄν τις ἔχοι δικαίως, καὶ οὐκ ἂν εἴη φίλος, μὴ φιλῶν γε ἀλλ´ ἢ τῷ γε λόγῳ· ἡ δὲ φιλία οὐ τοῦτο βούλεται.

§ 3. Ἔτι ἂν ὦσιν πολλοί, οὐκ ἔστιν παύσασθαι λυπούμενον· πολλῶν γὰρ ὄντων εἰκὸς ἀεὶ περὶ ἕνα γέ τινα συμβαίνειν τι ἀτύχημα, ὧν γινομένων ἀναγκαῖον λυπεῖσθαι. Οὔτ´ αὖ πάλιν ὀλίγους, ἕνα ἢ δύο, ἀλλὰ συμμέτρους τῷ καιρῷ καὶ τῇ αὐτοῦ ὁρμῇ πρὸς τὸ φιλεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΙΘ'.

§ 1. Μετὰ δὲ ταῦτα σκεπτέον ἂν εἴη πῶς δεῖ φίλῳ χρῆσθαι. Ἔστι δ´ οὐκ ἐν ἁπάσῃ φιλίᾳ ἡ σκέψις, ἀλλ´ ἐν ᾗ μάλιστα ἐγκαλοῦσιν ἀλλήλοις οἱ φίλοι. Οὐκ ἐγκαλοῦσι δὲ ἐν ταῖς ἄλλαις ὁμοίως, οἷον ἐν τῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν ἔγκλημα τοιοῦτον οἷον ἀξιοῦσιν ἐν ἐνίαις, ὥσπερ ἐγὼ σοί, οὕτως καὶ σὺ ἐμοί, εἰ δὲ μή, ἐνταῦθα τὸ σφοδρὸν ἔγκλημα·

§ 2. ἐν δὲ ἀνίσοις φίλοις οὐκ ἔστι τὸ ἴσον, ἔστι δὲ ἡ πατρὸς πρὸς υἱὸν φιλία ἐν ἀνίσῳ, ὁμοίως ἡ γυναικὸς πρὸς ἄνδρα ἢ οἰκέτου πρὸς δεσπότην, καὶ ὅλως δὲ χείρονος καὶ βελτίονος. Οὐχ ἕξουσιν δὴ τὰ τοιαῦτα ἐγκλήματα. Ἀλλ´ ἐν τοῖς ἴσοις φίλοις καὶ ἐν τῇ 〈τοι〉αύτῃ φιλίᾳ τὸ τοιοῦτον ἔγκλημα. Ὥστε σκεπτέον ἂν εἴη τὸ πῶς δεῖ χρῆσθαι φίλῳ ἐν τῇ ἐν ἴσοις φίλοις φιλίᾳ. * *.