retour à l'entrée du site   table des matières dE PROCOPE

ANECDOTES PAR LE SÉNATEUR PROCOPE DE CÉSARÉE

 ΠΡΟΚΟΠΙΟΥ  ΑΝΕΚΔΟΤΑ. 

(HISTOIRE SECRÈTE DE JUSTINIEN)

LIVRE IX DES HISTOIRES.

texte grec 

chapitres I - XIII      XIV - FIN

traduction française

ΚΕΦΑΛΑΙΟΝ ΙΔ'.

1. Πραγμάτων γὰρ ἦν ἀωρία πολλὴ, καὶ τῶν εἰωθότων οὐδὲν ἔμεινεν, ὧνπέρ μοι ὀλίγων ἐπιμνησθέντι, σιωπῇ δοτέον τὰ λοιπὰ, ξύμπαντα, ὡς μὴ ὁ λόγος ἀπέ ραντος εἴη. Πρῶτα μὲν γὰρ οὐδὲν ἐς βασιλικὸν ἀξίωμα ἐπιτηδείως ἔχον, οὔτε αὐτὸς εἶχεν, οὔτε ξυμφυλάσσειν ἠξίου· ἀλλὰ τήν τε γλῶτταν καὶ τὸ σχῆμα, καὶ τὴν διάνοιαν ἐβαρβάριζεν. Ὅσα τε γράφεσθαι πρὸς αὐτοῦ βούλοιτο, οὐ τῷ τὴν κοιαίστωρος ἔχοντι τιμὴν, ᾗπερ εἰώθει, ἐπέστελλε διοικεῖσθαι· ἀλλ' αὐτός τε τὰ πλεῖστα, καίπερ οὕτω τῆς γλώττης ἔχων, ἐκφέρειν ἠξίου, καὶ τῶν παρατυχόντων πολὺς ὅμιλος, ὥστε τοὺς ἐνθένδε ἠδικημένους οὐκ ἔχειν ὅτῳ ἐπικαλοῖεν. 

2. Τοῖς δὲ σηκρῆτις καλουμένοις, οὐκ ἀπεκέκριτο τὸ ἀξίωμα, ἐς τὸ τὰ βασιλέως ἀπόρρητα γράφειν, ἐφ' ᾧπερ τὸ ἀνέκαθεν ἐτετάχατο. λλὰ τά τε ἄλλα ἔγραφεν αὐτὸς ὡς εἰπεῖν ἅπαντα· καὶ εἴ που διατάσσειν τοὺς διαιτῶντας ἐν πόλει δεήσειεν, (ἠγνόουν) ὅποι ποτὲ αὐτοῖς τὰ ἐς τὴν γνῶσιν ἰτέον εἴη. Οὐ γὰρ εἴα τινὰ ἔν γε τῇ Ῥωμαίων ἀρχῇ γνώμῃ αὐτονόμῳ τὰς ψήφους διδόναι· ἀλλὰ αὐθαδιζόμενος ἀλογίστῳ τινὶ παρρησίᾳ, κρίσεις τε αὐτὸς τὰς ἐσομένας ἐρρύθμιζεν, ἀκοῆς λόγον πρός του τῶν διαφερομένων λαβὼν, καὶ ἀνάδικα εὐθὺς ἀβασανίστως τὰ δεδικασμένα ἐποίει, οὐ νόμῳ τινὶ ἢ δικαίῳ ἠγμένος, ἀλλ' ἀπαρακαλύπτως αἰσχροκερδείᾳ ἡσσώμενος. Δωρο δοκῶν γὰρ ὁ βασιλεὺς οὐκ ᾐσχύνετο, πᾶσαν αὐτοῦ τὴν αἰδῶ τῆς ἀπληστίας ἀφελομένης.

3. Πολλάκις δὲ τά τε τῇ συγκλήτῳ βουλῇ καὶ τῷ αὐτοκράτορι δεδοκιμασμένα, ἐς ἑτέραν τινὰ ἐτελεύτησε κρίσιν. Ἡ μὲν γὰρ βουλὴ ὥσπερ ἐν εἰκόνι ἐκάθητο, οὔτε τῆς ψήφου οὔτε τοῦ καλοῦ κυρία οὖσα· σχήματος δὲ μόνου καὶ νόμου ξυνειλεγμένη παλαιοῦ εἵνεκα· ἐπεὶ οὐδὲ φωνὴν ἀφεῖναί τινα ὁτῳοῦν τῶν ἐνταῦθα ξυνειλεγμένων τὸ παράπαν ἐξῆν· ἀλλ' ὅ τε βασιλεὺς καὶ ἡ σύνοικος ἐκ τοῦ ἐπὶ πλεῖστον διαλαγχάνειν μὲν ἀλλήλοιν τῶν διαφερομένων ἐσκήπτοντο· ἐνίκα δὲ τὰ ἐν σφίσιν αὐτοῖς ὑπὲρ τούτων ξυγκείμενα. Ἢν δέ τῳ δόξειεν οὐκ ἐν ἀσφαλεῖ εἶναι παρανενομηκότι νενικηκέναι· ὅδε καὶ ἄλλο τι χρυσίον τῷ βασιλεῖ τούτῳ προέμενος, νόμον εὐθὺς διεπράττετο ἀπ' ἐναντίας ἁπάντων ἐλθόντα τῶν πρόσθεν κειμένων. Ἢν δὲ καί τις ἕτερος τοῦτον δὴ τὸν νόμον τὸν ἀπολωλότα ἐπιζητοίη, αὖθις αὐτὸν μετακαλεῖν τε καὶ ἀντικαθιστάναι αὐτοκράτωρ, οὐδαμῆ ἀπηξίου.

4. Οὐδέν τε ἐν τῷ τῆς δυνάμεως βεβαίῳ εἱστήκει, ἀλλ' ἐπλανᾶτο περιφερομένη πανταχόσε ἡ τῆς δίκης ῥοπὴ· ὅπη ἂν αὐτὴν βαρήσας ὁ πλείων χρυσὸς ἀνθέλκειν ἰσχύοι· ἔκειτό τε ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς, καὶ ταῦτα ἐκ Παλατίου, καὶ προὐτίθετο οὐ δικαστικῆς μόνον, ἀλλὰ καὶ νομοθετικῆς πωλητήρια.  

5. Τοῖς δὲ αιφερενδαρίοις καλουμένοις οὐκέτι ἀπέχρη ἀνενεγκεῖν εἰς τὸν βασιλέα τὰς τῶν ἱκετευόντων δεήσεις, ἐς δὲ τὰς ἀρχὰς ἀναγγεῖλαι μόνον, ᾗπερ εἰώθει· ὅ τι ἂν αὐτῷ ἀμφὶ τῷ ἱκέτῃ δοκῇ· ἀλλὰ ξυμφορήσαντες ἐκ πάντων ἀνθρώπων τὸν ἄδικον λόγον, φενακισμοῖς μὲν τὸν Ἰουστινιανὸν καὶ παραγωγαῖς τισιν ἐξηπάτων· τοῖς ταῦτα ἐπιτηδεύουσιν ὑποκείμενον φύσει. Ἔξω δὲ αὐτίκα γενόμενοι, καὶ τῶν σφίσιν ὡμιληκότων τοὺς ἀντιδίκους καθείρξαντες, χρήματα οὐδενὸς ἀμυνομένου (ἀνεξελέγκτως) ἐπράσσοντο, ὅσα ἂν αὐτοῖς διαρκῆ εἴη.

6. Καὶ στρατιῶται οἱ τὴν ἐν Παλατίῳ φρουρὰν ἔχοντες, ἐν τῇ βασιλείῳ στοᾷ παρὰ τοὺς διαιτῶντας γενόμενοι, βιαίᾳ χειρὶ τὰς δίκας ἐσῆγον. Πάντες τε ὡς εἰπεῖν τὴν αὑτῶν ἐκλιπόντες τάξιν, ὁδοὺς τότε κατ' ἐξουσίαν ἐβάδιζον ἀπόρους τε καὶ ἀστιβήτους σφίσι τὰ πρότερα οὔσας· καὶ τὰ πράγματα πλημμελῶς πάντα ἐφέρετο, οὐδὲ ὀνόματός τινος ἰδίου μεταλαχόντα· ἐῴκει τε ἡ πολιτεία βασιλίδι παιζόντων παιδίων. Ἀλλὰ τὰ μὲν ἄλλα μοι παριτέον, ὥσπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον.

7. Λελέξεται δὲ ὅστις ἀνὴρ πρῶτος δικάζοντα δωροδοκεῖν τὸν βασιλέα τοῦτον ἀνέπεισε. Λέων ἦν τις, Κίλιξ μὲν γένος, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς. Οὗτος ὁ Λέων κράτιστος ἐγένετο κολάκων ἁπάντων, καὶ οἷος ταῖς τῶν ἀμαθῶν διανοίαις (τὸ) δόξαν ὑποβαλέσθαι. Πειθὼ γάρ οἵ τινα ξυναιρομένην ἐς τοῦ τυράννου τὴν ἀβελτερίαν ἐπὶ φθόρῳ τῶν ἀνθρώπων εἶχεν. Οὗτος (ὁ) ἀνὴρ πρῶτος Ἰουστινιανὸν ἀναπείθει ἀπεμπολεῖν χρημάτων τὰς δίκας.

8. Ἐπειδή τε κλέπτειν ὅδε ὁ ἀνὴρ τρόπῳ τῷ εἰρημένῳ ἔγνω, οὐκέτι ἀνίε·, ἀλλ' ὁδῷ προϊὸν τὸ κακὸν τοῦτο ἐπὶ μέγα ἐχώρει· ὅστις τε δίκην λαχεῖν ἄδικον τῶν τινι ἐπιεικῶν ἐν σπουδῇ εἶχεν· εὐθὺς παρὰ τὸν Λέοντα ᾖει· καὶ μοῖραν τῶν ἀντιλεγομένων τινὰ ὁμολογήσας τῷ τε τυράννῳ καὶ αὐτῷ κείσεσθαι, αὐτίκα νενικηκὼς, οὐ δέον, ἀπηλλάσσετο ἐκ τοῦ Παλατίου. Καὶ Λέων μὲν χρήματα ἐνθένδε περιβαλέσθαι μεγάλα κομιδῆ ἴσχυσε· χώρας τε πολλῆς κύριος γέγονε· Ῥωμαίοις δὲ τὴν πολιτείαν αἰτιώτατος γέγονεν ἐς γόνυ ἐλθεῖν.

9. Ἦν τε οὐδὲν τοῖς ξυμβεβηκόσιν ὀχύρωμα, οὐ νόμος, οὐχ ὅρκος, οὐ γράμματα, οὐ ποινὴ ξυγκειμένη, οὐκ ἄλλο τῶν πάντων οὐδὲν, ὅτι μὴ Λέοντι καὶ βασιλεῖ χρήματα προέσθαι. Οὐ μὴν οὐδὲ τοῦτο ἐν τῷ βεβαίῳ τῆς γνώμης τῆς τοῦ Λέοντος ἔμενεν, ἀλλὰ μισθαρνεῖν καὶ πρὸς τῶν ἐναντίων ἠξίου. Κλέπτων γὰρ ἀεὶ ἐφ' ἑκάτερα τῶν ἐπ' αὐτῷ προστεθαρρηκότων, ὀλιγωρεῖν τε καὶ ἀπ' ἐναντίας ἰέναι, οὐδαμῆ αἰσχύνην ὑπώπτευεν εἶναι. Οὐδὲν γὰρ αἰσχρὸν, εἰ μόνον τὸ κερδαίνειν προσῇ, ἐδόξαζέν οἱ αὐτῷ ἐπαμφοτερίζοντι ἔσεσθαι.  Ὁ μὲν οὖν Ἰουστινιανὸς τοιοῦτός τις ἦν.

ΚΕΦΑΛΑΙΟΝ ΙΕ'.

1. Θεοδώρα δὲ ἐν τῷ βεβαίῳ τῆς ἀπανθρωπίας ἐνδελεχέστατα ἐπεπήγει τὴν γνώμην. Ἄλλῳ μὲν γὰρ ἀναπεισθεῖσα ἢ ἀναγκασθεῖσα; εἰργάζετο οὐδὲν πώποτε· αὐτὴ δὲ τὰ δόξαντα ἐπετέλει αὐθαδιαζομένη δυνάμει τῇ πάσῃ, οὐδενὸς ἐξαιτεῖσθαι τὸν παραπεπτωκότα τολμῶντος. Οὐδὲ γὰρ χρόνου μῆκος, οὐ κολάσεως πλησμονὴ, οὐχ ἱκετείας τις μηχανὴ, οὐ θανάτου ἀπειλὴ· ὅτι δὴ ἐξ οὐρανοῦ πεσεῖται τῷ παντὶ γένει ἐπίδοξος οὖσα, καταθέσθαι αὐτήν τι τῆς ὀργῆς ἔπειθε. Καὶ συλλήβδην Θεοδώραν τῷ προσκεκρουκότι καταλλαγεῖσαν, οὐδείς ποτε εἶδεν, οὐδὲ ἐξ ἀνθρώπων ἀφανισθέντι· ἀλλὰ τοῦ τετελευτηκότος ὁ παῖς διαδεξάμενος τὸ τῆς βασιλίδος ἔχθος, ὥσπερ ἄλλο τι τοῦ πατρὸς, ἐς τριγένειαν παρέπεμπεν. Ὁ γὰρ θυμὸς αὐτῇ κινεῖσθαι μὲν εἰς ἀνθρώπων φθορὰν ἑτοιμότατος ἦν, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος.

2. Τὸ μέντοι σῶμα ἐθεράπευε, μειζόνως μὲν ἢ κατὰ τὴν χρείαν, ἐλασσόνως δὲ ἢ κατὰ τὴν αὐτῆς ἐπιθυμίαν. Ταχύτατα μὲν γὰρ ἐς τὸ βαλανεῖον εἰσῄει, ὀψιαίτατα δὲ ἀπαλλαγεῖσα, καὶ καταλουσαμένη, ἐς τὸ ἀκρατίζεσθαι ἐνθένδε ἐχώρει. Ἀκρατισαμένη δὲ, ἡσυχίαν ἦγεν. Ἀριστῶσα μέντοι, καὶ δεῖπνον αἱρουμένη ἐς πᾶσαν ἰδέαν ἐδωδίμων τε καὶ ποτῶν ἤρχετο· ὕπνοι τε αὐτῆς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο· ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν· νυκτερινοὶ δὲ ἄχρις ἡλίου ἀνίσχοντος. Εἰς πᾶσάν τε οὕτως ἀκρασίας ἐκπεπτωκυῖα τρίβον, ἐς τόσον ἡμέρας καιρὸν, ἅπασαν διοικεῖσθαι ἠξίου τὴν Ῥωμαίων ἀρχήν.

3. Καὶ ἤν τῳ ἐπιστείλειε πρᾶξίν τινα ὁ βασιλεὺς οὐκ αὐτῆς γνώμῃ, ἐς τοῦτο τύχης περιειστήκει τούτῳ δὴ τῷ ἀνθρώπῳ τὰ πράγματα· ὥστε οὐ πολλῷ ὕστερον, τῆς τε τιμῆς παραλυθῆναι ξὺν ὕβρει μεγάλῃ, καὶ ἀπολωλέναι θανάτῳ αἰσχίστῳ.

4. Τῷ μὲν οὖν Ἰουστινιανῷ ἅπαντα πράσσειν ῥᾴδιον ἦν· οὐχ ὅσον τῷ τῆς διανοίας εὐκόλῳ, ἀλλ' ὅτι καὶ ἄυπνος ἦν ἐπὶ πλεῖστον, ὥσπερ εἴρηται, καὶ εὐπρόσοδος πάντων μάλιστα. Πολλὴ γὰρ ἀνθρώποις ἐξουσία ἐγίνετο, καίτοι ἀδόξοις τε καὶ ἀφανέσι παντάπασιν οὖσιν· οὐχ ὅτι ἐντυχεῖν τῷ τυράννῳ τούτῳ, ἀλλὰ καὶ κοινολογεῖσθαι καὶ ἐξ ἀπορρήτων συγγίνεσθαι.

5. Παρὰ δὲ τὴν βασιλίδα, οὐδὲ τῶν ἀρχόντων τινὶ ὅτι μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ εἰσιτητὰ ἦν, ἀλλὰ προσήδρευον μὲν ἐς ἀεὶ ἅπαντες, ἀνδραποδώδη τινὰ προσεδρείαν ἐν δωματίῳ στενῷ τε καὶ πνιγηρῷ, τὸν ἅπαντα χρόνον.  Κίνδυνος γὰρ ἀπολελεῖφθαι τῶν ἀρχόντων τινὶ ἀνύποιστος ἦν. Ἵσταντο δὲ διηνεκὲς ἐπ' ἄκρων δακτύλων· καθυπέρτερον ἕκαστος τῶν πέλας διατεινόμενος τὸ πρόσωπον ἔχειν· ὅπως αὐτὸν ἔνδοθεν ἐξιόντες εὐνοῦχοι ὁρῷεν. Ἐκαλοῦντο δὲ αὐτῶν τινες μόλις τε καὶ ἡμέραις πολλαῖς ὕστερον· ἐσιόντες δὲ παρ' αὐτὴν ξὺν δέει πολλῷ, ὅτι τάχιστα ἀπηλλάσσοντο, προσκυνήσαντες μόνον, καὶ ταρσοῦ ἑκατέρου ποδὸς ἄκρῳ χείλει ἁψάμενοι. Φθέγγεσθαι γὰρ ἢ αἰτεῖσθαί τι, μὴ ἐκείνης ἐγκελευομένης, οὐδεμία παρρησία ἐγίνετο.

6. Ἐς δουλοπρέπειαν γὰρ ἡ πολιτεία ἦλθε, δουλοδιδάσκαλον αὐτὴν ἔχουσα. Οὕτω τε Ῥωμαίοις τὰ πράγματα διεφθείρετο, τοῦ μὲν τυράννου τῷ ἄγαν εὐήθει δοκοῦντι εἶναι· Θεοδώρας δὲ τῷ χαλεπῷ καὶ λίαν δυσκόλῳ. Ἐν μὲν γὰρ τῷ εὐήθει τὸ ἀβέβαιον ἦν· ἐν δὲ τῷ δυσκόλῳ τὸ ἄπρακτον. Ἐν τοῖς μὲν οὖν τῆς τε γνώμης αὐτοῖς καὶ τῆς διαίτης τὸ διαλλάσσον ἐφαίνετο· κοινὰ δὲ ἦν αὐτοῖς ἥ τε φιλοχρηματία, καὶ ἡ τῶν φόνων ἐπιθυμία, καὶ τὸ μηδενὶ ἀληθίζεσθαι. Ἄμφω γὰρ ἐπιτηδείως ἐς τὰ μάλιστα ψεύδεσθαι εἶχον

7. Καὶ ἢν μέν τις τῶν Θεοδώρᾳ προσκεκρουκότων ἁμαρτάνειν λέγοιτό τι, βραχύ τε καὶ λόγου οὐδαμῆ ἄξιον, αἰτίας εὐθὺς ἀναπλάσσουσα τῷ ἀνθρώπῳ οὐδὲν προσηκούσας, ἐς μέγα τι κακοῦ τὸ πρᾶγμα ᾖρεν. Ἐγκλημάτων τε ἠκούετο πλῆθος, καὶ καταλύσεως πέρι τῶν καθεστώτων ληίίζεσθαι δικαστήριον ἦν· καὶ δικασταὶ ξυνελέγοντο πρὸς αὐτῆς ἀγειρόμενοι, οἳ δὴ ἔμελλον διαμαχέσασθαι πρὸς ἀλλήλους, ὅστις ἂν αὐτῶν μᾶλλον τῶν ἄλλων ἀρέσκειν τῇ ἐς τὴν γνῶσιν ἀπανθρωπίᾳ τῇ βασιλίδι τὸ βούλημα ἱκανὸς γένοιτο. Οὕτω τε τοῦ παραπεπτωκότος τὴν μὲν οὐσίαν αὐτίκα ἐς τὸ δημόσιον ἀνάγραπτον ἐποίει· πικρότατα δὲ αὐτὸν αἰκισαμένη, καίπερ ἴσως εὐπατρίδην τὸ ἀνέκαθεν ὄντα· ἢ φυγῇ ζημιοῦν ἢ θανάτῳ οὐδαμῆ ἀπηξίου.

8. Ἢν δέ γε τῶν αὐτῇ ἐσπουδασμένων τινὶ ἐπὶ φόνοις ἀδίκοις, ἢ ἑτέρῳ τῳ τῶν μεγίστων ἀδικημάτων ἁλῶναι ξυμβαίνῃ, διασύρουσα καὶ χλευάζουσα τὴν τῶν κατηγόρων ὁρμὴν· σιωπᾶν τὰ προσπεσόντα οὔτι ἐθελουσίους ἠνάγκαζεν. Ἀλλὰ καὶ τῶν πραγμάτων τὰ σπουδαιότατα εἰς γελωτοποιίαν μεταβάλλειν, ὅταν αὐτῇ δοκῇ, ὥσπερ ἐν σκηνῇ καὶ θεάτρῳ ἔργον πεποίηται.

9. Καί ποτε ἦν τις τῶν πατρικίων γέρων τε καὶ χρόνον πολὺν ἐν ἀρχῇ γεγονὼς, (οὗπερ ἐγὼ τὸ ὄνομα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπέραντον τὴν ἐς αὐτὸν ὕβριν ποιήσωμαι), τῶν αὐτῇ ὑπηρετούντων τινὰ, ὀφείλοντά οἱ χρήματα μεγάλα εἰσπράξασθαι οὐχ οἷός τε ὢν, ἐσῆλθε παρ' αὐτὴν, τόν τε συμβαλόντα αἰτιασόμενος, καὶ δεηθησόμενος αὐτῷ βοηθῆσαι τὰ δίκαια. Ὅπερ ἡ Θεοδώρα προμαθοῦσα, τοῖς εὐνούχοις ἐπέστελλεν, ἐπειδὰν ὁ πατρίκιος πρὸς αὐτὴν ἵκοιτο, κυκλώσασθαι μὲν αὐτὸν ἅπαντας, ἐπακούειν δὲ αὐτῇ φθεγγομένῃ, ὑπειποῦσα ὅ τι αὐτοὺς ἀντιφθέγγεσθαι δεῖ. Ἐπεὶ δὲ ὁ πατρίκιος ἐς τὴν γυναικωνῖτιν (ἦλθε), προσεκύνησε μὲν ὥσπερ αὐτὴν προσκυνεῖν εἴθιστο· δεδακρυμένῳ δὲ ἐοικὼς·
« δέσποινα, » ἔφη, « χαλεπὸν πατρικίῳ ἀνδρὶ χρημάτων δεῖσθαι. Ἃ γὰρ τοῖς ἄλλοις συγγνώμην τε καὶ ἔλεον φέρει, ταῦτα ἐς ὕβριν τῷδε ξυμβαίνει τῷ ἀξιώματι ἀποκεκρίσθαι. Ἄλλῳ μὲν γὰρ ὁτῳοῦν ἀπορουμένῳ τὰ ἔσχατα, πάρεστιν αὐτὸ τοῦτο εἰπόντι τοῖς χρήσταις, ὄχλου τοῦ ἐνθένδε εὐθὺς ἀπηλλάχθαι· πατρίκιος δὲ ἀνὴρ, οὐκ ἔχων ὅθεν ἂν ἐκτῖσαι τοῖς χρήσταις τὰ ὀφλήματα, ἱκανὸς εἴη μάλιστα μὲν τοῦτο ἂν εἰπεῖν αἰσχυνθείη· εἰπὼν δὲ, οὐκ ἄν ποτε πείσαι, ὡς οὐχ οἷόν τε ὂν τῷδε πενίαν τῷ τάγματι ξυνοικίζεσθαι. ν δέ γε καὶ πείσῃ, τὰ πάντων αὐτῷ αἴσχιστά τε καὶ ἀνιαρότατα πεπονθέναι ξυμβήσεται. Οὐκοῦν, ὦ δέσποινα, εἰσί μοι χρῆσται, οἱ μὲν δανείσαντες τὰ σφέτερα αὐτῶν· οἱ δὲ παρ' ἐμοῦ δεδανεισμένοι. Καὶ τοὺς μὲν δανείσαντας ἐνδελεχέστατα ἐγκειμένους, οὐχ οἷός τέ εἰμι αἰδοῖ τοῦ ἀξιώματος ἀποκρούσασθαι· οἱ δέ γε ὀφείλοντες, οὐ γὰρ πατρίκιοι τυγχάνουσιν ὄντες· εἰς σκήψεις τινὰς ἀπανθρώπους χωροῦσιν. Ἀντιβολῶ τοί νυν καὶ ἱκετεύω, καὶ δέομαι βοηθῆσαί τέ μοι τὰ δίκαια, καὶ τῶν παρόντων ἀπαλλάξαι κακῶν.»
μὲν ταῦτα εἶπεν. Ἡ δὲ γυνὴ ἀπεκρίνατο ἐμμελῶς·
« Πατρίκιε ὁ δεῖνα »·
Καὶ ὁ τῶν εὐνούχων χορὸς ὑπολαβὼν ἀντεφθέγξατο·
« Μεγάλην κήλην ἔχεις . »
Αὖθις δὲ τοῦ ἀνθρώπου ἱκετεύσαντός τε, καὶ ῥῆσίν τινα ἐμφερῆ τοῖς ἔμπροσθεν εἰρημένοις εἰπόντος, κατὰ ταὐτὰ πάλιν ἥ τε γυνὴ ἀπεκρίνατο, καὶ ὁ χορὸς ἀντεφθέγξατο, ἕως ἂν ἀπειπὼν ὁ ταλαίπωρος προσεκύνησέ τε ᾗπερ εἰώθει καὶ ἀπιὼν οἴκαδε ᾤχετο.

10. Ἐν προαστείοις δὲ τοῖς ἐπιθαλαττίοις τὸ πλεῖστον τοῦ ἔτους, καὶ οὐχ ἥκιστα ἐν τῷ ἐπικαλουμένῳ Ἡρίῳ διατριβὴν εἶχε, καὶ ἀπ' αὐτοῦ τῶν ἑπομένων ὁ πολὺς ὅμιλος κακοπαθείᾳ πολλῇ εἴχετο. Τῶν τε (γὰρ) ἀναγκαίων ἐσπάνιζον, καὶ θαλαττίοις ὡμίλουν κινδύνοις· ἄλλως τε καὶ χειμῶνος, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἢ τοῦ κήτους ἐνταῦθά ποι ἐπισκήψαντος. Ἀλλ' αὐτοὶ τὰ πάντων ἀνθρώπων κακὰ οὐδὲν πρᾶγμα ᾤοντο εἶναι, ὅσον ἤν γε μόνον αὐτοῖς τρυφᾶν ἐξείη.

ΚΕΦΑΛΑΙΟΝ Ι ΣΤΙΓΜΑ'.

1. Ὁποῖος δὲ ὁ Θεοδώρας πρὸς τρόπος τοὺς προσκεκρουκότας ἐφαίνετο, αὐτίκα δηλώσω, ὀλίγων δηλονότι ἐπιμνησθεὶς, ὡς μὴ ἀτελεύτητα πονεῖν δόξαιμι.  Ἡνίκα Ἀμαλασοῦνθα τῆς ἐν Γότθοις ἀπαλλαξείουσα διατριβῆς, μεταμπίσχεσθαί τε τὸν βίον ἔγνω, καὶ τὴν ἐπὶ τὸ Βυζάντιον διενοεῖτο πορεύεσθαι· ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη· λογισαμένη ἡ Θεοδώρα, ὡς εὐπατρίδης τε ἡ γυνὴ καὶ βασιλὶς εἴη, καὶ ἰδεῖν μὲν εὐπρεπὴς ἄγαν, ἐπινοεῖν δὲ ὅ τι ἂν βούλοιτο γοργὸς μάλιστα, ὕποπτον δὲ αὐτῆς ποιησαμένη τό τε μεγαλοπρεπὲς καὶ διαφερόντως ἀρρενωπὸν· ἅμα δὲ καὶ τὸ τοῦ ἀνδρὸς ἐλαφρὸν δείσασα, οὐκ ἐπὶ μικροῖς τὴν ζηλοτυπίαν ἐξήνεγκεν, ἀλλ' ἐνεδρεύειν τὴν γυναῖκα, μέχρις ἐς θάνατον, ἐν βουλῇ ἔσχεν.

2. Αὐτίκα τοίνυν ἀναπείθει τὸν ἄνδρα, Πέτρον μόνον αὐτὸν ἅτε πρεσβεύσοντα, ἐς Ἰταλίαν πέμψαι. ᾯ δὴ στελλομένῳ βασιλεὺς μὲν ἐπέστελλεν, ἅπερ μοι ἐν τοῖς ἐγκαίροις δεδιήγηται λόγοις· ἵνα δή μοι τῶν πεπραγμένων ἐκπύστους ποιεῖσθαι τὰς ἀληθείας δέει τῆς βασιλίδος ἀδύνατα ἦν. Αὐτὴ δὲ τοῦτο ἐπήγγελλε μόνον, ὅτι τάχιστα τὴν γυναῖκα ἐξ ἀνθρώπων ἀφανιεῖν, ἐπ' ἐλπίδος ὀχεῖσθαι μεγάλων ἀγαθῶν, ἢν τὰ ἐπηγγελμένα ποιοίη, καταστησαμένη τὸν ἄνθρωπον. Καὶ ὃς ἐν Ἰταλίᾳ γενόμενος (οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὀκνηρῶς ἐς ἄδικον φόνον ἰέναι, ἀρχῆς τινος ἴσως ἢ χρημάτων ἐν ἐλπίδι κειμένων μεγάλων), οὐκ οἶδα ἥντινα Θευδάτῳ παραίνεσιν ποιησάμενος, διαχρήσασθαι τὴν Ἀμαλασοῦνθαν, ἀνέπεισε. Καὶ ἀπ' αὐτοῦ, ἔς τε τὸ τοῦ μαγίστρου ἀξίωμα ἦλθε, καὶ ἐπὶ πλεῖστον δυνάμεώς, καὶ μάλιστα πάντων ἔχθους. Τὰ μὲν οὖν κατὰ τὴν Ἀμαλασοῦνθαν ἐς τοῦτο ἐτελεύτα.

3. Ἦν δέ τις Ἰουστινιανῷ ἐπιστολογράφος, Πρίσκος ὀνόματι, ἄγαν πονηρὸς μὲν καὶ Παφλαγὼν, καὶ πρέπων τῷ προστάτῃ τὸν τρόπον ἀρέσκειν· λίαν δὲ πρὸς αὐτὸν εὐνοϊκῶς ἔχων, καὶ πρὸς αὐτοῦ τυγχάνειν τῶν ὁμοίων οἰόμενος· διὸ δὴ καὶ χρημάτων μεγάλων, ὧν κύριος ὑπῆρχεν, οὐκ ἐν δίκῃ τάχιστα γέγονε. Τοῦτον δὴ ἅτε ὀφρυάζοντά τε, καί οἱ ἀντιτείνειν πειρώμενον, ἡ Θεοδώρα ἐς τὸν ἄνδρα διέβαλε. Καὶ τὰ μὲν πρῶτα οὐδὲν ἤνυσεν· οὐ πολλῷ δὲ ὕστερον αὐτὴ μὲν τὸν ἄνθρωπον χειμῶνος μέσου εἰς ναῦν ἐμβιβάσασα· ὅπῃ ἐβούλετο ἔπεμψε· καὶ ἀποθρίξασα· ἱερέα οὔτι ἑκούσιον ἠνάγκασεν εἶναι. Αὐτὸς δὲ δόκησιν παρεχόμενος, ὅτι δὴ τῶν ποιουμένων οὐδὲν εἰδείη, Πρίσκον μὲν οὐ διηρευνᾶτο ὅπῃ γῆς εἴη οὐδὲ ἐν μνήμῃ τὸ λοιπὸν εἶχεν· ἀλλὰ σιωπῇ ὥσπερ ληθάργῳ ἁλοὺς καθῆστο, τὰ μέντοι χρήματα ὀλίγων οἱ ἀπολελειμμένων ἐληίίσατο πάντα.

4. Ὑποψίας δὲ συμπεσούσης αὐτῇ ἐρωτολήπτῳ εἶναι εἰς τῶν οἰκετῶν ἕνα, Ἀρεόβινδον ὄνομα, βάρβαρον μὲν γένος, εὐπρεπῆ δὲ καὶ νεανίαν· ὅνπερ ταμίαν αὐτὴ καταστησαμένη ἐτύγχανεν, ἀπολύσασθαι βουλομένη τὸ ἔγκλημα, καίπερ, ὥς φασι, τοῦ ἀνθρώπου δαιμονίως ἐρῶσα· ἐν μὲν τῷ παρόντι πικρότατα αὐτὸν ἀπ' οὐδεμιᾶς αἰτίας αἰκίζεσθαι ἔγνω· τὸ δὲ λοιπὸν οὐδέν τι ἀμφ' αὐτῷ ἔγνωμεν· οὐδέ τις αὐτὸν ἄχρι νῦν εἶδεν. Ἢν γάρ τι τῶν πρασσομένων ἀποκρύπτεσθαι αὐτῇ βουλομένῃ εἴη, τοῦτο δὴ ἄρρητόν τε καὶ ἀμνημόνευτον ἅπασιν ἔμεινε, καὶ οὔτε τῷ ἐπισταμένῳ ἀγγεῖλαι τῶν τινι ἀναγκαίων ἔτι ἐξῆν, οὔτε τῷ μανθάνειν βουλομένῳ πυνθάνεσθαι, κἂν πάνυ τις περίεργος ἦν.

5. Τοιοῦτο γὰρ δέος, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἐκ τυράννων οὐδενὸς γέγονεν· ἐπεὶ οὐδὲ λαθεῖν τινα τῶν προσκεκρουκότων οἷόν τε ἦν. Πλῆθος γὰρ κατασκόπων αὐτῇ τὰ λεγόμενα καὶ πρασσόμενα ἔν τε τῇ ἀγορᾷ καὶ ταῖς οἰκίαις ἐσήγγελλον. Ἡνίκα τοίνυν τοῦ παραπεπτωκότος τὴν κόλασιν ἐκφέρεσθαι οὐδαμῆ ἤθελεν, ἐποίει τάδε. Τὸν ἄνθρωπον μετακαλεσαμένη, ἤν τις τῶν λογίμων ἐτύγχανεν ὢν, μόνη τε αὐτὴ τῶν ὑπουργούντων τινὶ παραδοῦσα μόνῳ, ἐπήγγελλεν εἰς τὰς ἐσχατιὰς αὐτὸν μετακομίσαι τῆς Ῥωμαίων ἀρχῆς. Καὶ ὃς ἀωρὶ τῶν νυκτῶν κατακεκαλυμμένον αὐτὸν, καὶ δεθέντα, εἰς τὴν ναῦν ἐμβιβάσας, καὶ σὺν αὐτῷ γεγονὼς, οὗ οἱ πρὸς τῆς γυναικὸς ἐπετέτακτο, ἐνταῦθα παρεδίδου λαθραιότερον τῷ ἐς ταύτην τὴν ὑπουργίαν ἱκανῶς ἔχοντι· φυλάσσειν τε ὡς ἀσφαλέστατα ἐπιστείλας τὸν ἄνθρωπον, καὶ ἀπειπὼν μηδενὶ φράζειν, ἕως ἂν ἢ τὸν ταλαίπωρον ἡ βασιλὶς οἰκτίζηται, ἢ χρόνον πολὺν τῇ ἐνταῦθα κακοπαθείᾳ δυσθανατήσας τε καὶ καταμαρανθεὶς τελευτήσειεν, ἀπηλλάσσετο.

6. Καὶ Βασιανὸν δέ τινα Πράσινον, οὐκ ἀφανῆ νέον ὄντα, αὐτῇ διαλοιδορησάμενον δι' ὀργῆς ἔσχε. Διὸ δὴ ὁ Βασιανὸς (οὐ γὰρ ἀνήκοος ταύτης δὴ τῆς ὀργῆς ἐγεγόνει), ἐς τοῦ ἀρχαγγέλου τὸν νεὼν φεύγει. Ἡ δέ οἱ ἐπέστησεν αὐτίκα τὴν τῷ δήμῳ ἐφεστῶσαν ἀρχὴν, οὐδὲν μὲν τῆς λοιδορίας ἐπικαλεῖν ἐπαγγείλασα, ὅτι δὲ παιδεραστοίη ἐπενεγκοῦσα. Καὶ ἡ μὲν ἀρχὴ ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον ἀναστήσασα, ᾐκίζετο ἀνυποίστῳ τινὶ κολάσει· ὁ δὲ δῆμος ἅπας, ἐπεὶ ἐν τοιαύταις συμφοραῖς εἶδε σῶμα ἐλευθέριόν τε, καὶ ἀνειμένῃ ἄνωθεν διαίτῃ ἐντραφὲν, ἀπήλγησάν τε τὸ πάθος εὐθὺς, καὶ ξὺν οἰμωγῇ ἀνέκραγον οὐράνιον ὅσον ἐξαιτούμενοι τὸν νεανίαν. Ἡ δὲ αὐτὸν ἔτι μᾶλλον κολάσασα, καὶ τὸ αἰδοῖον ἀποτεμομένη διέφθειρεν ἀνεξελέγκτως, καὶ τὴν οὐσίαν ἐς τὸ δημόσιον ἀνεγράψατο. Οὕτως, ἡνίκα ὀργῴη τὸ γύναιον τοῦτο, οὔτε ἱερὸν ὀχυρὸν ἐγεγόνει, οὔτε νόμου του ἀπαγόρευσις, οὔτε πόλεως ἀντιβόλησις ἐξελέσθαι τὸν παραπεπτωκότα ἱκανὴ ἐφαίνετο οὖσα, οὔτε ἄλλο αὐτῇ ἀπήντα τῶν πάντων οὐδέν.

7. Καὶ Διογένην δέ τινα οἷα Πράσινον ὄντα δι' ὀργῆς ἔχουσα, ἄνδρα ἀστεῖον, καὶ ποθεινὸν ἅπασί τε καὶ αὐτῷ τῷ βασιλεῖ, οὐδέν τι ἧσσον, γάμων ἀνδρείων συκοφαντεῖν ἐν σπουδῇ εἶχε. Δύο γοῦν ἀναπείσασα τῶν αὐτοῦ οἰκετῶν, κατηγόρους τε καὶ μάρτυρας τῷ κεκτημένῳ ἐπέστησε. Τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου καὶ λαθραιότατα, ᾗπερ εἰώθει, ἀλλ' ἐν δημοσίῳ, δικαστῶν ρημένων πολλῶν τε καὶ οὐκ ἀδόξων, διὰ τὴν Διογένους δόξαν· ἐπεὶ οὐκ ἐδόκουν ἀκριβολογουμένοις τοῖς δικασταῖς, οἱ τῶν οἰκετῶν λόγοι ἀξιόχρεῳ ἐς τὴν κρίσιν εἶναι, ἄλλως τε καὶ παιδαρίων ὄντων.

8. Θεόδωρον τῶν Διογένει ἀναγκαίων τινὰ ἐν τοῖς εἰωθόσιν οἰκιδίοις καθεῖρξεν. Ἐνταῦθα πολλαῖς μὲν θωπείαις, πολλοῖς δὲ τὸν ἄνθρωπον αἰκισμοῖς περιῆλθεν. Ἐπεί τέ οἱ οὐδὲν προὐχώρει, νευρὰν βοείαν ἐς τοῦ ἀνθρώπου τὴν κεφαλὴν ἀμφὶ τὰ ὦτα περιελίξαντας τὴν νευρὰν στρέφειν τε καὶ σφίγγειν ἐκέλευε. Καὶ τοὺς μέν οἱ ὀφθαλμοὺς Θεόδωρος ἐκπεπηδηκέναι τὴν οἰκείαν λιπόντας χώραν ὑπώπτευεν· οὐδὲν μέντοι τῶν οὐ γεγονότων ἀναπλάσσειν ἔγνω. Διὸ δὴ οἱ μὲν δικασταὶ, ἅτε ἀμαρτυρήτου δίκης Διογένους ἀπέγνωσαν· ἡ δὲ πόλις ἑορτὴν ἀπ' αὐτοῦ πανδημεὶ ἦγεν.  Ἀλλὰ τοῦτο μὲν τῇδε ἐχώρησεν.

ΚΕΦΑΛΑΙΟΝ ΙΖ'

1. Ἐρρήθη δὲ ἀρχομένῳ μοι τοῦδε τοῦ λόγου, καὶ ὅσα Βελισάριόν τε, καὶ Φώτιον, καὶ Βούζην, αὐτῇ ἐργασθείη. Στασιῶται δὲ Βένετοι δύο, Κίλικες γένος, Καλλινίκῳ τῷ Κιλικίας Δευτέρας ἄρχοντι, σὺν θορύβῳ πολλῷ ἐπιστάντες, χειρῶν ἀδίκων ἐπ' αὐτὸν ἦρξαν· τόν τε αὐτοῦ ἱπποκόμον ἄγχιστά που ἑστῶτα, καὶ ἀμύνειν τῷ κεκτημένῳ πειρώμενον, ἔκτειναν, τοῦ τε ἄρχοντος καὶ τοῦ δήμου θεωμένου παντός. Καὶ ὁ μὲν τοὺς στασιώτας ἄλλων τε πολλῶν καὶ τοῦδε ἁλόντας τοῦ φόνου, ἐν δίκῃ ἀνεῖλεν· ἡ δὲ μαθοῦσα, ὅτι καὶ τοὺς Βενέτους προσποιεῖται, ἐνδεικνυμένη, ἔτι αὐτὸν τὴν ἀρχὴν ἔχοντα, ἐν τῷ τῶν φονέων τάφῳ, ἀνεσκολόπισεν οὐδενὶ λόγῳ. Βασιλεὺς δὲ κλάειν τε καὶ ὀδύρε&#