retour à l'entrée du site   table des matières dE PROCOPE

ANECDOTES PAR LE SÉNATEUR PROCOPE DE CÉSARÉE

 ΠΡΟΚΟΠΙΟΥ  ΑΝΕΚΔΟΤΑ. 

(HISTOIRE SECRÈTE DE JUSTINIEN)

LIVRE IX DES HISTOIRES.

texte grec

I - XIII      XIV -fin

traduction française

pour obtenir le texte français correspondant : cliquez sur le numéro du chapitre

1. Ὅσα μὲν οὖν Ῥωμαίων τῷ γένει ἐν τοῖς πολέμοις ἄχρι δεῦρο ξυνηνέχθη γενέσθαι, τῇδέ μοι δεδιήγηται, ᾗπερ δυνατὸν ἐγεγόνει τῶν πράξεων τὰς δηλώσεις ἁπάσας ἐπὶ καιρῶν τε καὶ χωρίων τῶν ἐπιτηδείων ἁρμοσαμένῳ· τὰ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται, ἐπεὶ ἐνταῦθα γεγράψεται πάντα, ὁπόσα δὴ τετύχηκε γενέσθαι πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς. Αἴτιον δὲ, ὅτι δὴ οὐχ οἷόν τε ἦν περιόντων ἔτι τῶν αὐτὰ εἰργασμένων ὅτῳ δεῖ ἀναγράφεσθαι τρόπῳ. Οὔτε γὰρ διαλαθεῖν πλήθη κατασκόπων οἷόν τε ἦν οὔτε φωραθέντα μὴ ἀπολωλέναι θανάτῳ οἰκτίστῳ· οὐδὲ γὰρ ἐπὶ τῶν συγγενῶν τοῖς γε οἰκειοτάτοις τὸ θαρρεῖν εἶχον. Ἀλλὰ καὶ πολλῶν τῶν ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρημένων ἀποκρύψασθαι τὰς αἰτίας ἠναγκάσθην. 

2. Τὰ τότε δ' οὖν τέως ἄρρητα μείναντα καὶ τῶν ἔμπροσθεν δεδηλωμένων ἐνταῦθά μοι τοῦ λόγου τὰς αἰτίας σημῆναι δεήσει. Ἀλλά μοι ἐς ἀγώνισιν ἑτέραν ἰόντι χαλεπήν τινα καὶ δεινῶς ἄμαχον, τῶν Ἰουστινιανῷ τε καὶ Θεοδώρᾳ βεβιωμένων βαμβαίνειν τε καὶ ἀναποδίζειν, ἐπὶ πλεῖστον ἐκεῖνο διαριθμουμένῳ ξυμβαίνει, ὅτι δή μοι ταῦτα ἐν τῷ παρόντι γεγράψεται, τὰ μήτε πιστὰ, μήτε εἰκότα φανησόμενα τοῖς ὄπισθεν γενησομένοις, ἄλλως τε ὁπηνίκα ἐπὶ μέγα ῥεύσας ὁ χρόνος, παλαιοτέραν τὴν ἀκοὴν ἀπεργάζεται, δέδοικα μὴ καὶ μυθολογίας ἀποίσομαι δόξαν, κἀν τοῖς τραγῳδοδιδασκάλοις τετάξομαι.

3. Ἐκείνῳ μέντοι τὸ θαρρεῖν ἔχων, οὐκ ἀποδειλιάσω τὸν ὄγκον τοῦ ἔργου, ὥς μοι οὐκ ἀμαρτύρητος ὁ λόγος ἐστίν. Οἱ γὰρ νῦν ἄνθρωποι δαημονέστατοι μάρτυρες τῶν πράξεων ὄντες, ἀξιόχρεῳ παραπομποὶ ἐς τὸν ἔπειτα χρόνον τῆς ὑπὲρ αὐτῶν πίστεως ἔσονται. Καίτοι με καὶ ἄλλο τι ἐς λόγον τόνδε ὀργῶντα πολλάκις ἐπὶ πλεῖστον ἀνεχαίτισε χρόνον.

 4.  Ἐδόξαζον γὰρ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις ἀξύμφορον ἔσεσθαι τοῦτό γε, ἐπεὶ τῶν ἔργων τὰ πονηρότατα μάλιστα ξυνοίσει ἄγνωστα χρόνῳ τῷ ὑστέρῳ εἶναι, ἢ τοῖς τυράννοις ἐς ἀκοὴν ἥκοντα, ζηλωτὰ γίνεσθαι.  Τῶν γὰρ κρατούντων ἀεὶ τοῖς πλείστοις εὔπορος ὑπὸ ἀμαθίας, ἡ ἐς τῶν προγεγενημένων τὰ κακὰ μίμησις,  καὶ πρὸς τὰ ἡμαρτημένα τοῖς παλαιοτέροις ῥᾷόν τε καὶ ἀπονώτερον, ἐς ἀεὶ τρέπονται. 

 5. Ἀλλά με ὕστερον, ἐς τῶνδε τῶν ἔργων τὴν ἱστορίαν τοῦτο ἤνεγκεν,  ὅτι δὴ τοῖς ἐς τὸ ἔπειτα τυραννήσουσιν ἔνδηλον ἔσται, ὡς μάλιστα μὲν, καὶ τὴν τίσιν αὐτοὺς τῶν ἁμαρτανομένων περιελθεῖν οὐκ ἀπεικὸς εἴη,  ὅπερ καὶ τοῖσδε τοῖς ἀνθρώποις ξυνηνέχθη παθεῖν·  ἔπειτα δὲ καὶ ἀνάγραπτοι αὐτῶν αἱ πράξεις, καὶ οἱ τρόποι ἐς ἀεὶ ἔσονται,  ἀπ'  αὐτοῦ τε ἴσως ὀκνηρότερον παρανομήσουσι.

6. Τίς γὰρ ἂν τὸν Σεμιράμιδος ἀκόλαστον βίον ἢ τὴν Σαρδαναπάλου καὶ Νέρωνος μανίαν, τῶν ἐπιγενομένων ἀνθρώπων ἔγνω,  εἰ μὴ τοῖς τότε γεγραφόσι τὰ μνημεῖα ταῦτα ἐλέλειπτο;  Ἄλλως τε καὶ τοῖς τὰ ὅμοια πεισομένοις,  ἂν οὕτω τύχοι,  πρὸς τῶν τυράννων οὐκ ἀκερδὴς αὕτη παντάπασιν ἡ ἀκοὴ ἔσται.  Παραμυθεῖσθαι γὰρ οἱ δυστυχοῦντες εἰώθασι τῷ μὴ μόνοις σφίσι τὰ δεινὰ ξυμπεσεῖν.

7. Διά τοι ταῦτα πρῶτα μὲν, ὅσα Βελισαρίῳ μοχθηρὰ εἴργασται, ἐρῶν ἔρχομαι·  ὕστερον δὲ καὶ ὅσα Ἰουστινιανῷ καὶ Θεοδώρᾳ μοχθηρὰ εἴργασται ἐγὼ δηλώσω.

ΚΕΦΑΛΑΙΟΝ Α'

1. Ἦν τῷ Βελισαρίῳ γυνὴ,  ἧς δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην,  πάππου μὲν καὶ πατρὸς ἡνιόχων,  ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ τὸ ἔργον τοῦτο ἐνδειξαμένων,  μητρὸς δὲ τῶν τινος ἐν θυμέλῃ πεπορνευμένων.  Αὕτη τὰ πρότερα μάχλον τινὰ βιώσασα βίον, καὶ τὸν τρόπον ἐξερρωγυῖα,  φαρμακεῦσί τε πατρῴοις πολλὰ ὡμιληκυῖα,  καὶ τὴν μάθησιν τῶν οἱ ἀναγκαίων ποιησαμένη,  ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονε,  μήτηρ ἤδη παίδων γενομένη πολλῶν.

   2. Εὐθὺς μὲν οὖν ἠξίου μοιχεύτρια τὸ ἐξ ἀρχῆς εἶναι,  ξυγκαλύπτειν μέντοι τοὔργον τοῦτο ἐν σπουδῇ εἶχεν,  οὐ καταδυομένη τοῖς οἰκείοις ἐπιτηδεύμασιν,  οὐδέ τι πρὸς τοῦ ξυνοικοῦντος δειμαίνουσα δέος, (οὔτε γὰρ αἰδῶ τινα ἔργου ὁτουοῦν ἔλαβε πώποτε, καὶ τὸν ἄνδρα μαγγανείαις πολλαῖς κατείληφεν),  ἀλλὰ τὴν ἐκ τῆς βασιλίδος ὑποπτεύουσα τίσιν.  Λίαν γὰρ ἐς αὐτὴν ἡ Θεοδώρα ἠγριαίνετό τε, καὶ ἐσεσήρει.  Ἐπεὶ δὲ αὐτὴν ἐν τοῖς ἀναγκαιοτάτοις ὑπουργήσασα χειροήθη πεποίηται,  πρῶτα μὲν Σιλβέριον διαχρησαμένη τρόπῳ, ᾧπερ ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται,  ὕστερον δὲ Ἰωάννην κατεργασαμένη τὸν Καππαδόκην,  ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη,  ἐνταῦθα δὴ ἀδεέστερόν τε καὶ οὐκέτι ἀποκρυπτομένη ἅπαντα ἐξαμαρτάνειν οὐδαμῆ ἀπηξίου.

3. Ἦν δέ τις νεανίας ἐκ Θρᾴκης  ἐν τῇ Βελισαρίου οἰκίᾳ,  Θεοδόσιος τοὔνομα,  δόξης γεγονὼς ἐκ πατέρων Εὐνομιανῶν καλουμένων.  Τοῦτον,  ἡνίκα ἐς Λιβύην ἀποπλεῖν ἔμελλεν,  ἔλουσε μὲν ὁ Βελισάριος τὸ θεῖον λουτρὸν, καὶ χερσὶν ἀνελόμενος ἐνθένδε οἰκείαις, εἰσποιητὸν ἐποιήσατο ξὺν τῇ γυναικὶ παῖδα·  ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος·  καὶ ἀπ'  αὐτοῦ ἡ Ἀντωνίνα τὸν Θεοδόσιονἅτε παῖδα ὄντα ἱερῷ λόγῳ, ἠγάπα τε ὡς τὸ εἰκὸς, κἀν τοῖς μάλιστα ἐπιμελομένη ἀμφ'  αὑτὴν εἶχεν.  Εὐθύς τε ἐρασθεῖσα αὐτοῦ ἐκτόπως, ἐν τῷ διάπλῳ τούτῳ, καὶ κατακορὴς γεγονυῖα τῷ πάθει, ἀπεσείσατο μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων δέος τε καὶ αἰδῶ ξύμπασαν·  ἐμίγνυτο δὲ αὐτῷ τὰ μὲν πρῶτα ἐν παραβύστῳ,  τελευτῶσα δὲ, καὶ οἰκετῶν καὶ θεραπαινίδων παρόντων.  Κάτοχος γὰρ ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανῶς ἐρωτόληπτος οὖσα, οὐδὲν ἔτι τοῦ ἔργου κώλυμα ἔβλεπε. 

4. Καί ποτε ὁ Βελισάριος  ἐπ'  αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι,  ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.  Ὁ μὲν γὰρ ἄμφω ἐν δωματίῳ καταγείῳ εὑρὼν ἐμεμήνει·  ἡ δὲ οὔτε ἀποδειλιάσασα οὔτε καταδυσαμένη τῷ ἔργῳ τούτῳ,  « Ἐνταῦθα, ἔφη,  τῶν λαφύρων τὰ τιμιώτατα σὺν τῷ νεανίᾳ κρύψουσα ἦλθον,  ὡς μὴ ἐς βασιλέα ἔκπυστα γένηται ».  Ἡ μὲν οὖν ταῦτα σκηπτομένη εἶπεν·  ὁ δὲ ἀναπεισθῆναι δόξας ἀφῆκε,  καίπερ τῷ Θεοδοσίῳ ἐκλελυμένον τὸν ἱμάντα ὁρῶν, τὸν ἀμφὶ τὰ αἰδοῖα τὰς ἀναξυρίδας ξυνδέοντα.  Ἔρωτι γὰρ τῆς ἀνθρώπου ἀναγκασθεὶς, ἐβούλετό οἱ τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν ὡς ἥκιστα ἀληθίζεσθαι.

5. Τῆς δὲ μαχλοσύνης ἀεὶ προϊούσης ἐς κακὸν ἄφατον, οἱ μὲν ἄλλοι θεώμενοι τὰ πραττόμενα, ἐν σιωπῇ εἶχον·  δούλη δέ τις, Μακεδονία ὄνομα, ἐν Συρακούσαις,  ἡνίκα Σικελίας ἐκράτησε Βελισάριος,  ὅρκοις δεινοτάτοις τὸν δεσπότην καταλαβοῦσα,  μή ποτε αὐτὴν τῇ κεκτημένῃ καταπροήσεσθαι,  τὸν πάντα αὐτῷ λόγον ἐξήνεγκε,  δύο παιδάρια πρὸς μαρτυρίαν παρασχομένη,  οἷς δὴ τὰ ἀμφὶ τὸν κοιτῶνα ὑπηρετεῖν ἐπιμελὲς ἦν.

6. Ταῦτα μαθὼν Βελισάριοςτῶν οἱ ἑπομένων τινὰς τὸν Θεοδόσιον ἐκέλευσε διαχειρίσασθαι.  Ὁ δὲ προμαθὼν εἰς Ἔφεσον φεύγει.  Τῶν γὰρ ἑπομένων οἱ πλεῖστοι, τῷ ἀβεβαίῳ τῆς τοῦ ἀνθρώπου γνώμης ἠγμένοι, ἀρέσκειν τὴν γυναῖκα μᾶλλον ἐν σπουδῇ εἶχον, ἢ τῷ ἀνδρὶ δοκεῖν εὐνοϊκῶς ἔχειν,  οἵ γε καὶ τὰ σφίσιν ἐπικείμενα τότε ἀμφ'  αὐτῷ προὔδοσαν.  Κωνσταντῖνος δὲ, Βελισάριον ὁρῶν περιώδυνον γεγονότα τοῖς ξυμπεσοῦσι,  τά τε ἄλλα ξυνήλγει καὶ τοῦτο ἐπεῖπεν ὡς· « Ἔγωγε θᾶσσον ἂν τὴν γυναῖκα ἢ τὸν νεανίαν κατειργασάμην » .  Ὅπερ Ἀντωνίνα μαθοῦσα,  κεκρυμμένως αὐτῷ ἐχαλέπαινεν,  ὅπως ἔγκοτον ἐνδείξηται τὸ εἰς αὐτὸν ἔχθος.  Ἦν γὰρ σκορπιώδης τε καὶ ὀργὴν σκοτεινή.

7. Οὐ πολλῷ δὲ ὕστερον, ἢ μαγγανεύσασα, ἢ θωπεύσασα πείθει τὸν ἄνδρα, ὡς οὐχ ὑγιὲς τὸ κατηγόρημα τὸ ταύτης γένοιτο·  καὶ ὃς Θεοδόσιον μὲν μελλήσει οὐδεμιᾷ μετεπέμψατο·  Μακεδονίαν δὲ καὶ τὰ παιδία τῇ γυναικὶ ἐκδοῦναι ὑπέστη.  Οὓς δὴ ἅπαντας πρῶτα τὰς γλώττας,  ὥσπερ λέγουσιν, ἀποτεμοῦσα,  εἶτα κατὰ βραχὺ κρεουργήσασα, καὶ θυλακίοις ἐμβεβλημένη, ἐς τὴν θάλατταν ὀκνήσει οὐδεμιᾷ, ἔρριψε,  τῶν τινος οἰκετῶν Εὐγενίου ὄνομα ὑπουργήσαντός οἱ ἐς ἅπαν τὸ ἄγος·  ᾧ δὴ καὶ τὸ ἐς Σιλβέριον εἴργασται μίασμα.

8. Καὶ Κωνσταντῖνον δὲ οὐ πολλῷ ὕστερον, Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει.  Τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι, ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.  Μέλλοντος γὰρ τοῦ ἀνθρώπου ἀφίεσθαι,  οὐ πρότερον ἀνῆκεν ἡ Ἀντωνίνα,  ἕως αὐτὸν τοῦ λόγου ἐτίσατο,  οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην.  Καὶ ἀπ'  αὐτοῦ ἔχθος μέγα περιεβάλλετο ὁ Βελισάριος,  ἔκ τε βασιλέως, καὶ τῶν ἐν Ῥωμαίοις λογίμων ἁπάντων. 

9. Ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.  Θεοδόσιος δὲ οὐκ ἔφη ἐς Ἰταλίαν ἀφίξεσθαι οἷός τε εἶναι,  ἵνα δὴ τότε διατριβὴν εἶχον Βελισάριός τε καὶ Ἀντωνίνα,  ἢν μὴ Φώτιος ἐκποδὼν γένηται.  Ὁ γὰρ Φώτιος πρόχειρος μὲν φύσει ἐς τὸ δάκνεσθαι ἦν·  ἤν τις αὐτοῦ παρ'  ὁτῳοῦν αὐτῆ δύνηται μᾶλλον·  ἐν μέντοι τοῖς ἀμφὶ Θεοδοσίῳ, καὶ δικαίως ἀποπνίγεσθαί οἱ ξυνέβαινεν·  ὅτι δὴ αὐτὸς μὲν καίπερ υἱὸς ὢν, ἐν οὐδενὶ ἐγίγνετο λόγῳ·  ὁ δὲ δυνάμει τε πολλῇ ἐχρῆτο, καὶ χρήματα μεγάλα περιεβάλλετο.  Λέγουσι γὰρ αὐτὸν ἐκ Καρχηδόνος τε καὶ Ῥαβέννης,  ἐς ἑκατὸν κεντηνάρια, ἐξ ἀμφοῖν Παλατίοιν συλήσαντα ἔχειν·  ἐπεὶ καὶ μόνῳ κατ'  ἐξουσίαν διαχειρίσαι ταῦτα ξυνέβη.

10Ἡ δὲ Ἀντωνίνα,  ἐπεὶ τὴν Θεοδοσίου γνώμην ἔμαθεν,  οὐ πρότερον ἀνῆκεν, ἐνεδρεύουσά τε τὸν παῖδα, καὶ φονίοις τισὶν ἐπιβουλαῖς αὐτὸν μετιοῦσα,  ἕως καταπράξασθαι ἴσχυσεν αὐτὸν μὲν ἐνθένδε ἀπαλλαγέντα ἐς Βυζάντιον ὁδῷ ἰέναι·  οὐκέτι φέρειν τὰς ἐνέδρας οἷόν τε ὄντα·  τὸν δὲ Θεοδόσιον ἐς τὴν Ἰταλίαν παρ'  αὐτὴν ἥκειν.  Οὗ δὴ κατακόρως τῆς τε τοῦ ἐρωμένου διατριβῆς, καὶ τῆς τοῦ ἀνδρὸς εὐηθείας ἀποναμένη, χρόνῳ ὕστερον ξὺν ἀμφοῖν ἐς Βυζάντιον ἧκεν.  Ἔνθα δὴ Θεοδόσιον ἐδεδίσσετο τὸ συνειδέναι, καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν.  Λήσειν γὰρ ἐς τὸ παντελὲς, οὐδαμῆ ᾤετο·  ἐπεὶ τὴν γυναῖκα ἑώρα, οὐκέτι τὸ πάθος ἐγκρυφιάζειν οἵαν τε οὖσαν,  οὐδὲ κεκρυμμένως ἐξερρωγέναι,  ἀλλὰ διαρρήδην μοιχαλίδα, εἶναί τε καὶ ὀνομάζεσθαι ὡς ἥκιστα ἀπαξιοῦσαν.

11. Διὸ δὴ αὖθις ἐς τὴν Ἔφεσον  ἀφικόμενος, καὶ ἀποθριξάμενος ᾗπερ εἴθισται, ἐνέγραψεν εἰς τοὺς μοναχοὺς καλουμένους αὑτόν.  Τότε  δὴ κατ'  ἄκρας ἐμάνη, καὶ τὴν ἐσθῆτα ξὺν τῇ διαίτῃ ἐς τρόπον μεταβαλοῦσα τὸν πένθιμον, περιῄει συχνὰ κατὰ τὴν οἰκίαν κωκύουσα,  ὀλολυγῇ τε κεχρημένη, ὠλοφύρετο οὐκ ἀπολελειμμένου τἀνδρὸς,  ὁποῖον αὐτῇ ἀγαθὸν ὠλώλει, ὡς πιστὸν,  ὡς εὔχαριν,  ὡς εὐνοϊκὸν,  ὡς δραστήριον.  Τελευτῶσα δὲ, καὶ τὸν ἄνδρα ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις, ἐκάθισεν.  Ἔκλαε γοῦν ὁ ταλαίπωρος, τὸν ποθεινὸν ἀνακαλῶν Θεοδόσιον.  Ὕστερον δὲ καὶ εἰς βασιλέα ἐλθὼν,  αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων,  ἀνέπεισε Θεοδόσιον μεταπέμψασθαι, ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον.

12. Ἀλλὰ Θεοδόσιος  ἀπεῖπε μηδαμῆ ἐνθένδε ἰέναι,  ὡς ἀσφαλέστατα ἐμπεδώσειν ἰσχυρισάμενος τὸ τῶν μοναχῶν ἐπιτήδευμα.  Ἦν δὲ ἄρα ὁ λόγος κατάπλαστος,  ὅπως ἐπειδὰν τάχιστα Βελισάριος  ἐκ Βυζαντίου  ἀποδημοίη,  αὐτὸς παρὰ τὴν Ἀντωνίναν ἀφίκηται λάθρα. Ὅπερ οὖν καὶ ἐγένετο. 

ΚΕΦΑΛΑΙΟΝ Β'

1. Αὐτίκα γὰρ Βελισάριος μὲν, ὡς Χοσρόῃ πολεμήσων, ξὺν τῷ Φωτίῳ ἐστέλλετο· Ἀντωνίνα δὲ αὐτοῦ ἔμεινεν, οὐκ εἰωθὸς αὐτῇ πρότερον τοῦτό γε. Τοῦ γὰρ μὴ κατὰ μόνας τὸν ἄνθρωπον καθιστάμενον ἐν αὑτῷ τε γενέσθαι, καὶ τῶν ἐκείνης μαγγανευμάτων ὀλιγωροῦντα, φρονῆσαί τι ἀμφ' αὐτῇ τῶν δεόντων, πανταχόσε τῆς γῆς ξὺν αὐτῷ στέλλεσθαι ἐπιμελές οἱ ἐγίνετο. Ὅπως δὲ καὶ αὖθις Θεοδοσίῳ παρὰ Ἀντωνίναν ἐσιτητὰ εἴη, Φώτιον ἐκποδών οἱ γενέσθαι ἐν σπουδῇ ἐποιεῖτο. Πείθει τοίνυν τῶν Βελισαρίῳ ἑπομένων τινὰς, ἐρεσχελεῖν τε αὐτὸν ἐς ἀεὶ, καὶ προπηλακίζειν, οὐδένα ἀνιέντας καιρόν· αὐτή τε γὰρ, γράφουσα ἐς ἡμέραν σχεδόν τι ἑκάστην, διέβαλλέ τε διηνεκὲς, καὶ ἐπὶ τῷ παιδὶ πάντα ἐκίνει. Οἷς δὴ ὁ νεανίας ἀναγκασθεὶς, διαβόλως ἔγνω τῇ μητρὶ χρῆσθαι· ἥκοντά τέ τινα ἐκ Βυζαντίου, ὃς δὴ ἀπήγγελλε Θεοδόσιον λάθρα ξὺν Ἀντωνίνῃ διατριβὴν ἔχειν, παρὰ Βελισάριον εὐθὺς εἰσάγει, φράζειν ἐπιστείλας τὸν πάντα λόγον.

2. Ἅπερ ἐπεὶ ὁ Βελισάριος ἔγνω, ὀξυθυμωθεὶς ὑπερφυῶς, παρὰ τοὺς Φωτίου πόδας ἐπὶ στόμα πίπτει, καὶ αὐτοῦ ἐδεῖτο τιμωρεῖν οἱ αὐτῷ, πάσχοντι ὑφ' ὧν ἥκιστα χρῆν ἀνόσια ἔργα· « Ὦ παῖ » λέγων « γλυκύτατε· πατέρα μὲν τὸν σὸν ὅστις ποτὲ ἦν, οὐδαμῆ οἶσθα, ἐπεί σε ὑπὸ τιτθοῦ τρεφόμενον ἔτι καταλιπὼν ξυνεμετρήσατο τὸν ἑαυτοῦ βίον. Οὐ μὴν οὐδέ του τῶν αὐτοῦ ὤνησαι. Ἦν γὰρ τὰ ἐς τὴν οὐσίαν οὐ λίαν εὐδαίμων. Ὑπ' ἐμοὶ δὲ καίπερ ὄντι πατρωῷ, τραφεὶς, τήν τε ἡλικίαν τηλικόσδε εἶ, ὡς σὸν εἶναι ἀμύνειν ἀδικουμένῳ μοι ἐς τὰ μάλιστα, ἔς τε ὑπάτων ἀξίωμα ἥκεις, καὶ πλούτου περιβέβλησαι τοσόνδε χρῆμα, ὥστε πατήρ τε καὶ μήτηρ, καὶ τὸ ξυγγενὲς ἅπαν, ἔγωγε καλοίμην ἂν, ὦ γενναῖε, καὶ εἴην δικαίως. Οὐχ αἵματι γὰρ, ἀλλὰ τοῖς ἔργοις εἰώθασι δῆτα σταθμᾶσθαι, τὴν ἐς ἀλλήλους στοργὴν, ἄνθρωποι. Ὥρα σοι τοίνυν, μὴ περιιδεῖν ἐμὲ μὲν, πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ, καὶ χρημάτων ἐστερημένον τοσούτων τὸ πλῆθος· τὴν δὲ μητέρα τὴν σὴν αἶσχος ἀναδουμένην, οὕτω δὴ μέγα πρὸς πάντων ἀνθρώπων. Ἐνθυμοῦ τε, ὡς αἱ τῶν γυναικῶν ἁμαρτάδες, οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ φέρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον συμβήσεται, ὡς φύσει τὸν τρόπον ταῖς γειναμέναις ἐοίκασιν. Οὑτωσί τε λογίζου περὶ ἐμοῦ, ὡς ἐγὼ τὴν γυναῖκα, τὴν ἐμαυτοῦ, πάνυ μὲν φιλῶ· καὶ ἤν μοι τίσασθαι τὸν διαφθορέα τῆς οἰκίας ἐξῇ, οὐδὲν αὐτὴν ἐργάσομαι φαῦλον· περιόντος δὲ Θεοδοσίου, ταύτῃ τὸ ἔγκλημα ἐπιχωρεῖν οὐκ ἂν δυναίμην. »

  3. Ταῦτα ἀκούσας ὁ Φώτιος, ὑπηρετήσειν μὲν ὡμολόγει ἐς ἅπαντα· δεδιέναι δὲ μή τι λάβοι ἐνθένδε κακὸν· τὸ θαρσεῖν ἐπὶ τῷ ἀβεβαίῳ τῆς Βελισαρίου γνώμης τά γε ἐς τὴν γυναῖκα οὐ σφόδρα ἔχων· ἄλλα τε γὰρ αὐτὸν πολλὰ, καὶ τὸ Μακεδονίας δυσωπεῖν πάθος. Διὸ δὴ, ἄμφω ἅπαντας ἀλλήλοιν ὠμοσάτην, ὅσοι δὴ ἐν Χριστιανοῖς δεινότατοι ὅρκοι εἰσί τε καὶ ὀνομάζονται, μήποτε ἀλλήλω καταπροήσεσθαι, ἄχρι τῶν ἐς τὸν ὄλεθρον φερόντων κινδύνων.

4. Ἐν μὲν οὖν τῷ παρόντι, τῷ ἔργῳ ἐγχειρεῖν ἔδοξε σφίσιν ἀξύμφορον εἶναι· ὁπηνίκα δὲ Ἀντωνίνα ἐκ Βυζαντίου ἀφίκηται, ἐς δὲ τὴν Ἔφεσον Θεοδόσιος ἴοι, τηνικάδε τοῦ χρόνου Φώτιον, ἐν τῇ Ἐφέσῳ γενόμενον, Θεοδόσιόν τε καὶ τὰ χρήματα, οὐδενὶ πόνῳ χειρώσασθαι. - Τότε μὲν οὖν, αὐτοί τε τὴν ἐσβολὴν παντὶ τῷ στρατῷ ἐς τὴν Περσίδα πεποίηνται χώραν· ἀμφί τε Ἰωάννῃ τῷ Καππαδόκῃ ἐν Βυζαντίῳ ξυνηνέχθη γενέσθαι, ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται. Ἔνθα δὴ τοῦτό μοι τῷ δέει σεσιώπηται μόνον, ὅτι γε οὐκ εἰκῆ τόν τε Ἰωάννην καὶ τὴν αὐτοῦ παῖδα, ἡ Ἀντωνίνα ἐξηπατήκει, ἀλλ' ὅρκων αὐτοὺς πλήθει, ὧνπερ οὐδὲν φοβερώτερον ἔν γε Χριστιανοῖς εἶναι δοκεῖ, πιστωσαμένη, μηδεμιᾷ δολερᾷ γνώμῃ ἐς αὐτοὺς χρῆσθαι.

5. Ταῦτά τε διαπεπραγμένη, καὶ πολλῷ ἔτι μᾶλλον ἐπὶ τῇ τῆς βασιλίδος θαρροῦσα φιλίᾳ, Θεοδόσιον μὲν ἐς Ἔφεσον στέλλει, αὐτὴ δὲ μηδὲν ὑποτοπάζουσα ἐναντίωμα, ἐπὶ τὴν ἕω κομίζεται. Ἄρτι δὲ Βελισαρίῳ τὸ Σισαυράνων φρούριον ἑλόντι, ὁδῷ ἰοῦσα, πρός του ἀγγέλλεται. Καὶ ὃς τἄλλα πάντα ἐν οὐδενὶ λόγῳ πεποιημένος, ὀπίσω ὑπῆγε τὸ στράτευμα. Ξυνηνέχθη γὰρ, ᾗπέρ μοι τὰ πρότερα δεδιήγηται, καὶ ἕτερα ἄττα ἐν τῷ στρατοπέδῳ γενέσθαι, ἅπερ αὐτὸν ἐς τὴν ἀναχώρησιν ὥρμα. Τοῦτο μέντοι πολλῷ ἔτι θᾶσσον ἐνταῦθα ἀνῆγεν. Ἀλλ' ὅπερ τοῦδε τοῦ λόγου ἀρχόμενος εἶπον, οὔ μοι ἀκίνδυνον τηνικάδε τοῦ χρόνου ἔδοξεν εἶναι, τὰς αἰτίας τῶν πεπραγμένων ἁπάσας εἰπεῖν.

6. Ἔγκλημά τε ἀπ' αὐτοῦ ἐγένετο Βελισαρίῳ πρὸς πάντων Ῥωμαίων· ὅτι δὴ τῆς πολιτείας τὰ καιριώτατα αὐτὸς, περὶ ἐλάσσονος πραγμάτων τῶν κατὰ τὴν οἰκίαν, πεποίηται. Ἀρχὴν μὲν γὰρ τῷ τῆς γυναικὸς πάθει ἐχόμενος, ὡς ἀπωτάτω γενέσθαι τῆς γῆς Ῥωμαίων, οὐδαμῆ ἤθελεν, ὅπως ἐπειδὰν τάχιστα πύθηται τὴν γυναῖκα ἐκ Βυζαντίου ἥκειν, ἀναστρέψας, αὐτίκα δὴ μάλα καταλαβεῖν τε, καὶ τίσασθαι οἷός τε εἴη.

7. Διὸ δὴ τοὺς μὲν ἀμφὶ Ἀρέθαν, Τίγριν ποταμὸν διαβαίνειν ἐκέλευσεν· οἵ γε οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διαπεπραγμένοι, ἐπ' οἴκου ἀπεκομίσθησαν· αὐτὸς δὲ οὐδὲ ἡμέρας ὁδῷ ἀπολελεῖφθαι ὅρων τῶν Ῥωμαίων ἐν σπουδῇ εἶχε. Φρούριον γὰρ τὸ Σισαυράνων, διὰ μὲν πόλεως Νισίβιδος ἰόντι, πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρὶ τῶν Ῥωμαϊκῶν ὁρίων διέχει. Ἑτέρωθι δὲ τούτου δὴ τοῦ μέτρου ξυμβαίνει τὸ μεταξὺ εἶναι. Καίτοι εἰ παντὶ τῷ στρατῷ Τίγριν ποταμὸν διαβῆναι κατ' ἀρχὰς ἤθελεν, οἶμαι ἂν αὐτὸν ξύμπαντα ληίίσασθαι τὰ ἐπὶ Ἀσσυρίας χωρία· καὶ μέχρι ἐς Κτησιφῶντα πόλιν, οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος σφίσιν, ἀφῖχθαι· καὶ τούς τε Ἀντιοχέων αἰχμαλώτους, ὅσοι τε Ῥωμαίων ἄλλοι ἐνταῦθα ὄντες ἐτύγχανον, διασωσάμενον ἐπανήκειν ἐς τὰ πάτρια ἤθη.

8. Ἔπειτα δὲ καὶ Χοσρόῃ αἰτιώτατος γέγονεν, ἀδεέστερον ἐπ' οἴκου ἀποκομίζεσθαι ἐκ τῆς Κολχίδος. Ὅντινα δὲ τρόπον τετύχηκε, τοῦτο αὐτίκα δηλώσω. Ἡνίκα Χοσρόης ὁ Καβάδου, εἰς γῆν ἐμβαλὼν τὴν Κολχίδα, τά τε ἄλλα διεπράξατο, ἅπερ μοι ἔμπροσθεν δεδιήγηται, καὶ Πέτραν εἷλε· πολλοὺς τοῦ Μήδων στρατοῦ διεφθάρθαι ξυνέβη, τῷ τε πολέμῳ καὶ ταῖς δυσχωρίαις. Δύσοδός τε γὰρ, ὥσπερ μοι εἴρηται, ἡ Λαζική ἐστι καὶ ὅλως κρημνώδης. Καὶ μὴν καὶ λοιμοῦ ἐπιπεσόντος σφίσι, τὸ πλεῖστον τοῦ στρατοῦ ἀπολωλέναι ξυνέπεσε· πολλοὺς δὲ αὐτῶν καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ διεφθάρθαι ξυνέβη. Ἐν τούτῳ δὲ καί τινες ἐκ γῆς τῆς Περσίδος ἐνταῦθα ἐπιχωριάζοντες, ἤγγελλον, ὡς Ναβέδην μὲν Βελισάριος ἀμφὶ πόλιν Νίσιβιν μάχῃ νικήσας, πρόσω χωροίη· πολιορκίᾳ δὲ τὸ Σισαυράνων ἑλὼν φρούριον, Βλησχάμην τε καὶ Περσῶν ἱππεῖς ὀκτακοσίους δορυαλώτους πεποίηται, στράτευμα δὲ ἄλλο Ῥωμαίων ξύν γε Ἀρέθᾳ, τῷ Σαρακηνῶν ἄρχοντι πέμψειεν, ὅπερ διαβὰν ποταμὸν Τίγριν, ξύμπαντα λεηλατήσειε τὰ ἐκείνῃ χωρία, πρότερον ἀδῄωτα ὄντα.

9. Ἐτύγχανε δὲ καὶ στράτευμα Οὔννων, ἐπὶ Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους, ὁ Χοσρόης στείλας, ὅπως τῇ ἐς αὐτοὺς ἀσχολίᾳ, μηδεμία τοῖς ταύτῃ Ῥωμαίοις τῶν ἐν Λαζικῇ πρασσομένων αἴσθησις γένηται. Τούτους τε τοὺς βαρβάρους ἀπήγγελλον ἕτεροι, Βαλεριανῷ καὶ Ῥωμαίοις ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντας, παρά τε πολὺ αὐτῶν ἡσσηθέντας τῇ μάχῃ, ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπολωλέναι. Ἅπερ οἱ Πέρσαι ἀκούσαντες, καὶ κακοπαθείᾳ μὲν τῇ ἐν Λαζοῖς κεκακωμένοι, δεδιότες δὲ μή τινι ἐν τῇ ἀποπορείᾳ ἐντυχόντες πολεμίων στρατῷ, ἐν κρημνοῖς καὶ χωρίοις λοχμώδεσιν ἅπαντες οὐδενὶ κόσμῳ διαφθαρεῖεν, περιδεεῖς ἀμφί τε παισὶ καὶ γυναιξὶ καὶ τῇ πατρίδι γεγενημένοι, εἴ τι καθαρὸν ἦν ἐν τῷ Μήδων στρατῷ, Χοσρόῃ ἐλοιδοροῦντο, ἐπικαλοῦντες ὡς ἔς τε τοὺς ὅρκους ἠσεβηκὼς, καὶ τὰ κοινὰ νόμιμα πάντων ἀνθρώπων ἐσβάλοι μὲν, ἐν σπονδαῖς, ἐς Ῥωμαίων τὴν γῆν οὐδὲν προσῆκον· ἀδικοίη δὲ πολιτείαν ἀρχαίαν τε καὶ ἀξιωτάτην πασῶν μάλιστα, ἧς τῷ πολέμῳ περιεῖναι οὐκ ἂν δύναιτο· ἔμελλον δὲ νεωτέροις ἐγχειρεῖν πράγμασιν. Οἷς δὴ ὁ Χοσρόης ξυνταραχθεὶς, εὕρετο τοῦ κακοῦ ἴασιν τήνδε. Γράμματα γὰρ αὐτοῖς ἀνελέξατο, ἅπερ ἔναγχος ἡ βασιλὶς τῷ Ζαβεργάνῃ ἐτύγχανε γράψασα. Ἐδήλου δὲ ἡ γραφὴ τάδε · « Ὅπως σε, ὦ Ζαβεργάνη, διὰ σπουδῆς ἔχω, εὔνουν σε οἰομένη τοῖς ἡμετέροις πράγμασιν εἶναι, οἶσθα ἐπὶ πρες βείᾳ οὐ πολλῷ πρότερον ἐς ἡμᾶς ἀφιγμένος. Οὐκοῦν [πράττοις] ἂν εἰκό[τα τῇ] δόξῃ, ἣν ἐπὶ σοὶ ἔχω, εἴ γε βασιλέα Χοσρόην εἰρην[αῖα] πείθοις ἐς πολιτείαν τὴν ἡμετέραν βουλεύεσθαι. Οὕτω γάρ σοι ἀγαθὰ μεγάλα πρὸς ἀνδρὸς ἀναδέχομαι τοὐμοῦ ἔσεσθαι· ὅς γε οὐδὲν ἂν ὅ τι καὶ ἄνευ γνώμης τῆς ἐμῆς πράξειεν.» Ταῦτα ὁ Χοσρόης ἀναλεξάμενος, ὀνειδίσας τε Περσῶν τοῖς λογίμοις εἰ πολιτείαν οἴονται εἶναι, ἣν γυνὴ διοικεῖται, τὴν τῶν ἀνδρῶν ὁρμὴν ἀναστέλλειν ἔσχεν. Ἀλλὰ καὶ ὣς ξὺν δέει πολλῷ ἐνθένδε ἀπῄει, τοὺς ἀμφὶ Βελισάριον οἰόμενος σφίσιν ἐμποδὼν στήσεσθαι. Οὐδενὸς δέ οἱ τῶν πολεμίων ὑπαντιάσαντος, ἄσμενος ἐς γῆν τὴν οἰκείαν ἀπεκομίσθη.

ΚΕΦΑΛΑΙΟΝ Γ'

1. Γενόμενος δὲ ὁ Βελισάριος ἐς γῆν τὴν Ῥωμαίων, εὑρίσκει τὴν γυναῖκα ἐκ Βυζαντίου ἀφικομένην. Καὶ αὐτὴν μὲν ἐν ἀτιμίᾳ ἐφύλασσε· πολλάκις τε διαχειρίσασθαι αὐτὴν ἐγχειρήσας, ἐμαλθακίσθη, ἐμοὶ μὲν δοκεῖ, ἔρωτος ἡσσηθεὶς διαπύρου τινός. Φασὶ δὲ αὐτὸν καὶ μαγγανείαις πρὸς τῆς γυναικὸς καταλαμβανόμενον. Ἐν τῷ παραυτίκα ἐκλύεσθαι.

 2. Φώτιος δὲ κατὰ τάχος ἐς τὴν Ἔφεσον στέλλεται, τῶν τινα εὐνούχων Καλλίγονον ὄνομα, προαγωγὸν τῆς κεκτημένης ὄντα, δεσμεύσας τε καὶ ξὺν αὑτῷ ἔχων· ὅσπερ αὐτῷ αἰκιζόμενος ἐν τῇ ὁδῷ ταύτῃ, ἅπαντα ἐξήνεγκε τὰ ἀπόρρητα. Καὶ Θεοδόσιος μὲν προμαθὼν, ἐς τὸ ἱερὸν Ἰωάννου καταφεύγει τοῦ ἀποστόλου· ὅπερ ἐνταῦθα ἁγιώτατόν ἐστι καὶ ἐπιεικῶς ἔντιμον. Ἀνδρέας δὲ, ὁ τῆς Ἐφέσου ἀρχιερεὺς, χρήμασίν οἱ ἀναπεισθεὶς, τὸν ἄνθρωπον ἐνεχείρισεν. Ἐν τούτῳ ἡ Θεοδώρα ἀμφὶ τῇ Ἀντωνίνῃ δειμαίνουσα, (ἠκηκόει γὰρ ὅσα δὴ αὐτῇ ξυνεπεπτώκει·) Βελισάριον ξὺν αὐτῇ ἐς Βυζάντιον μεταπέμπεται. Φώτιος δὲ ταῦτα ἀκούσας, Θεοδόσιον μὲν ἐς Κίλικας πέμπει, οὗ δὴ οἱ δορυφόροι τε καὶ ὑπασπισταὶ διαχειμάζοντες ἔτυχον· τοῖς παραπομποῖς ἐπιστείλας, λαθραιότατα μὲν τὸν ἄνδρα τοῦτον διακομίζειν· ἐς Κίλικας δὲ ἀφικομένοις (κεκρυμμένως), ἐς τὰ μάλιστα ἐν φυλακῇ ἔχειν, μηδενὶ αἴσθησιν παρεχομένοις, ὅποι γῆς εἴη. Αὐτὸς δὲ, ξύν τε Καλλιγόνῳ καὶ τοῖς Θεοδοσίου χρήμασιν ἁδροῖς τισιν οὖσιν, ἐς Βυζάντιον ἦλθεν.

 3. Ἐνταῦθα ἡ βασιλὶς ἐπίδειξιν πεποίηται ἐς πάντας ἀνθρώπους, ὅτι δὴ χάριτας φονίους εἰδείη, μείζοσί τε καὶ μιαρωτέροις ἀμείβεσθαι δώροις. Ἀντωνίνα μὲν γὰρ, ἕνα οἱ ἔναγχος τὸν Καππαδόκην ἐχθρὸν ἐνεδρεύσασα, προὔδωκεν· αὐτὴ δὲ πλῆθος ἐκείνῃ ἐγχειρίσασα ἀνδρῶν, ἀνεγκλήτων ἀνῄρηκε. Τῶν γὰρ Βελισαρίῳ καὶ Φωτίῳ ἐπιτηδείων, τινῶν μὲν τὰ σώματα αἰκισαμένη· (καὶ τοῦτο μόνον ἐπικαλέσασα, ὅτι ἐς τὼ ἄνδρε τούτω εὐνοϊκῶς ἔχοιεν, οὕτω διέθετο· ὥστε αὐτοῖς ἐς ὅ τί ποτε ἡ τύχη ἐτελεύτα οὔπω νῦν ἴσμεν·) ἄλλους δὲ φυγῇ ἐζημίωσε, ταὐτὸ τοῦτο ἐπενεγκοῦσα.

4. Ἕνα μέντοι τῶν Φωτίῳ ἐς τὴν Ἔφεσον ἐπισπομένων, Θεοδόσιον ὄνομα, καίπερ ἐς ἀξίωμα βουλῆς ἥκοντα, τὴν οὐσίαν ἀφελομένη, ἐν δωματίῳ καταγείῳ τε καὶ ὅλως ζοφώδει, ἔστησεν ἐπὶ φάτνης τινὸς, βρόχον οἱ τοῦ τραχήλου ἀναψαμένη ἐς τοσόνδε βραχὺν, ὥστε αὐτῷ δὴ ἐντετάσθαι, καὶ χαλαρὸν μηδαμῆ εἶναι. Ἑστηκὼς ἀμέλει διηνεκὲς ἐπὶ ταύτης δὴ τῆς φάτνης, ὁ τάλας ἤσθιέ τε καὶ ὕπνον ἡἡρεῖτο, καὶ τὰς ἄλλας ἤνυεν ἁπάσας τῆς φύσεως χρείας· ἄλλο τέ οἱ οὐδὲν ἐς τὸ τοῖς ὄνοις εἰκάζεσθαι, ὅ τι μὴ βρωμᾶσθαι ἐλέλειπτο. Χρόνος δὲ τῷ ἀνθρώπῳ οὐχ ἥσσων ἢ μηνῶν τεσσάρων, ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ἕως μελαγχολίας νόσῳ ἁλοὺς, μανείς τε ἐκτόπως, καὶ οὕτω δὴ ταύτης τῆς εἱρκτῆς ἀφεθεὶς, εἶτα ἀπέθανε.

 5. Καὶ Βελισάριον οὔτι ἑκούσιον Ἀντωνίνῃ τῇ γυναικὶ καταλλαγῆναι ἠνάγκασε. Φώτιον δὲ αἰκισμοῖς τε ἄλλοις ἀνδραποδώδεσι περιβαλοῦσα, καὶ ξάνασα κατά τε τοῦ νώτου καὶ τῶν ὤμων πολλὰς, ἐκλέγειν ἐκέλευεν, ὅποι ποτὲ γῆς Θεοδόσιός τε καὶ ὁ προαγωγὸς εἴη. Ὁ δὲ καίπερ ὑπὸ τῆς βασάνου κατατεινόμενος, τὰ ὀμωμοσμένα ἐμπεδοῦν ἔγνω, ἀνὴρ νοσώδης μὲν καὶ ἀνειμένος γεγονὼς πρότερον· ἐς δὲ τὴν ἀμφὶ τὸ σῶμα θεραπείαν ἐσπουδακὼς· ὕβρεώς τε γενόμενος ἢ ταλαιπωρίας τινὸς ἄπειρος. Οὐδὲν γοῦν αὐτὸς τῶν Βελισαρίου κεκρυμμένων ἐξεῖπεν.