Αἰλιανός,
Ποικίλη ἱστορία
Βιβλίον δεύτερον
1. Πῶς ὁ Σωκράτης ἐθάρσυνε τὸν Ἀλκιβιάδην, ὥστε μηκέτι μᾶλλον τοῦ πρέποντος εὐλαβεῖσθαι τὸν δῆμον 2. Περὶ γραφῶν ἐπαινουμένων κακῶς 3. Περὶ Ἀλεξάνδρος οὐκ ἐπαινέσαντος εἰκόνα κατὰ τὴν ἀξίαν 4. Περὶ ἔρωτος Χαρίτωνος καὶ Μελανίππου, καὶ Τυράννου εἰς αὐτοὺς συμπαθείας 5. Περὶ χρόνου ταμιεύσεως, καὶ τοῦ μὴ ἐᾶσαι Λακεδαιμονίους περιπατεῖν 6. Παράδειγμα, ὅτι οὐ δεῖ τοῖς πολλοῖς ἀρέσκειν 7. Περὶ τοῦ μὴ ἐκτιθέναι βρέφη Θηβαίους 8. Περὶ Ξενοκλέους καὶ Εὐριπίδου ἀγωνισαμένων 9. Περί τινων ἀποστατῶν Ἀθηναίων ψηφίματα 10. Τιμόθεος, Πλάτωνος διαλεγομένου ἀκούσας, ἧττον εὐδαίμονα ἑαυτὸν ἔκρινεν 11. Περὶ τῶν ῥηθέντων ὑπὸ Σωκράτους περὶ τῶν ὑπὸ τῶν Τριάκοντα σφαττομένων 12. Περὶ Θεμιστοκλέους παυσαμένου τῆς ἀσωτίας 13. Περὶ Σωκράτους κωμῳδουμένου ὑπὸ Ἀριστοφάνους 14. Περὶ πλατάνου ὑπὸ τοῦ Ξέρξου ἐρωμένης 15. Περὶ τῶν τοὺς τῶν Ἐφόρων θρόνους ἀσβόλῳ χρισαμένων 16. Περὶ Φωκίωνος 17. Περὶ Μάγων τῶν ἐν Πέρσαις σοφίας, καὶ Ὤχου 18. Περὶ δείπνων πολυτελῶν 19. Περὶ Ἀλεξάνδρου θεὸν ἑαυτὸν καλεῖσθαι βουλομένου 20. Περὶ Ἀντιγόνου βασιλέως πρᾳότητος 21. Περὶ Παυσανίου, Ἀγάθωνος τοῦ ποιητοῦ ἐρωμένου 22. Ὅτι ἐννομώτατοι Μαντινεῖς 23. Ὅτι Νικόδωρος, πύκτης ὤν, καὶ νομοθέτης ἐγένετο 24. Ὅτι ὁ Μίλων τὸ σῶμα ἰσχυρὸς ἦν, τὴν δὲ ψυχὴν οὐκ ἀνδρεῖος 25. Ὅτι ἡ ἕκτη τοῦ Θαργηλιῶνος δεξιὰ τοῖς Ἕλλησιν 26. Περὶ Ὑπερβορείου Ἀπόλλωνος, καὶ περί τινων παρὰ Πυθαγόρου θαυμασίων 27. Ὅτι Ἀννίκερις ἱππεὺς δεξιός· καὶ ὅτι, ὑπὲρ μικρῶν λίαν σπουδάζων, τὰ μεγάλα ὠλιγώρει 28. Ἀλεκτρυόνων ἀγὼν πόθεν ἀρχὴν ἔλαβεν 29. Τὴν τύχην πῶς ἐσήμανεν ὁ Πιττακός 30. Περὶ Πλάτωνος 31. Ὅτι μηδεὶς τῶν βαρβάρων ἄθεος 32. Περὶ Ἡρακλέους μετωνυμίας, καὶ χρησμοῦ Φοίβου ὑπὲρ αὐτοῦ 33. Περὶ ἀγαλμάτων ποταμῶν 34. Περὶ γήρως 35. Ὅτι ὁ ὕπνος θανάτου ἀδελφός, καὶ περὶ Γοργίου τελευτῆς 36. Περὶ Σωκράτους γηρῶντος, καὶ νοσοῦντος 37. Περὶ νόμου τοῦ τοὺς νοσούντας οἶνον πίνειν κωλύοντος 38. Ῥωμαίων καὶ ἄλλων τινῶν νόμος οἶνον μήτε παντί, μήτε ἡλικίᾳ πασῃ παραχωρῶν 39. Κρητῶν νόμος περὶ μαθημάτων 40. Ζῶα ἀλλοτρίως πρὸς οἶνον ἔχοντα, καὶ ἄλλως μεθύοντα 41. Φιλοπόται τινές, καὶ πολυπόται 42. Περὶ Πλάτωνος δόξης, καὶ περὶ ἰσονομίας 43. Τινὲς τῶν Ἑλλήνων ἄριστοι, πενέστατοι 44. Εἰκόνος τοῦ Θέωνος ζωγράφου ἔκφρασις
1 Πῶς ὁ Σωκράτης ἐθάρσυνε τὸν Ἀλκιβιάδην, ὥστε μηκέτι μᾶλλον τοῦ πρέποντος εὐλαβεῖσθαι τὸν δῆμον
Καὶ ταῦτα Σωκράτους πρὸς Ἀλκιβιάδην. Ὁ μὲν ἠγωνὶα, καὶ ἐδεδίει πάνυ σφόδρα εἰς τὸν δῆμον παρελθεῖν τὸ μειράκιον. Ἐπιθαρσύνων δὲ αὐτὸν, καὶ ἐγείρων ὁ Σωκράτης, Οὐ καταφρονεῖς, εἶπεν, ἐκείνου τοῦ σκυτοτόμου; τὸ ὄνομα εἰπὼν αὐτοῦ. Φήσαντος δὲ τοῦ Ἀλκιβιάδου, ὑπολαβὼν πάλιν ὁ Σωκράτης, Ἔτι δὲ ἐκείνου, τοῦ ἐν τοῖς κύκλοις κηρύττοντος; ἢ ἐκείνου τοῦ σκηνορράφου; Ὁμολογοῦντος δὲ τοῦ Κλεινίου μειρακίου, Οὐκοῦν, ἔφη ὁ Σωκράτης, ὁ δῆμος ὁ Ἀθηναίων ἐκ τοιούτων ἤθροισται· καὶ εἰ τῶν καθ᾿ ἕνα καταφρονεῖς, καταφρονητέον ἄρα καὶ τῶν ἠθροισμένων. Μεγαλοφρόνως ταῦτα ὁ τοῦ Σωφρονίσκου καὶ τῆς Φαιναρέτης, τὸν τοῦ Κλεινίου καὶ τῆς Δεινομάχης διδάσκων.
2 Περὶ γραφῶν ἐπαινουμένων κακῶς
Μεγαβύζου ποτὲ ἐπαινοῦντος γραφὰς εὐτελεῖς καὶ ἀτέχνους, ἑτέρας δὲ σπουδαίως ἐκπεπονημένας διαψέγοντος, τὰ παιδάρια τὰ τοῦ Ζεύξιδος, τὴν μηλίδα τρίβοντα, κατεγέλα. Ὁ τοίνυν Ζεῦξις ἔφατο, Ὅταν μὲν σιωπᾷς, ὦ Μεγάβυζε, θαυμάζει σε τὰ παιδάρια ταῦτα· ὁρᾷ γάρ σου τὴν ἐσθῆτα καὶ τὴν θεραπείαν τὴν περὶ σέ. Ὅταν γε μὴν τεχνικόν τι θέλῃς εὶπεῖν, καταφρονεῖ σου. Φύλαττε τοίνυν σεαυτὸν εἰς τοὺς ἐπαινουμένους, κρατῶν τῆς γλώττης, καὶ ὑπὲρ μηδενὸς τῶν μηδέν σοι προσηκόντων φιλοτεχνῶν.
3 Περὶ Ἀλεξάνδρος οὐκ ἐπαινέσαντος εἰκόνα κατὰ τὴν ἀξίαν
Ἀλέξανδρος θεασάμενος τὴν ἐν Ἐφέσῳ εἰκόνα ἑαυτοῦ, τὴν ὑπὸ Ἀπελλοῦ γραφεῖσαν, οὐκ ἐπῄνεσε κατὰ τὴν ἀξίαν τοῦ γράμματος. Εἰσαχθέντος δὲ τοῦ ἵππου, καὶ χρεμετίσαντος πρὸς τὸν ἵππον τὸν ἐν τῇ εἰκόνι, ὡς πρὸς ἀληθινὸν καὶ ἐκεῖνον, Ὦ βασιλεῦ, εἶπεν ὁ Ἀπελλῆς, ἀλλ᾿ ὅ γε ἵππος ἔοικέ σου γραφικώτερος εἶναι κατὰ πολύ.
4. Περὶ ἔρωτος Χαρίτωνος καὶ Μελανίππου, καὶ Τυράννου εἰς αὐτοὺς συμπαθείας
Φαλάριδος ὑμῖν ἔργον οὐ μάλα ἐκείνῳ σύνηθες εἰπεῖν
ἐθέλω. Τὸ δὲ ἔργον φιλανθρωπίαν ἄμαχον ὁμολογεῖ, καὶ διὰ τοῦτο ἀλλότριον ἐκείνου δοκεῖ. Χαρίτων ἦν Ἀκραγαντῖνος, φιλόκαλος ἄνθρωπος, καὶ περὶ τὴν ὥραν τὴν τῶν νέων ἐσπουδακὼς
δαιμονίως. Διαπύρως δὲ ἠράσθη μάλιστα Μελανίππου, Ἀκραγαντίνου καὶ ἐκείνου, καὶ τὴν ψυχὴν ἀγαθοῦ, καὶ τὸ κάλλος διαφέροντος.
Τοῦτον ἐλύπησέ τι Φάλαρις τὸν
Μελάνιππον. Δικαζομένῳ γὰρ αὐτῷ πρός τινα τῶν ἑταίρων αὐτοῦ τοῦ Φαλάριδος, προσέταξεν ὁ τύραννος τὴν γραφὴν καταθέσθαι.
Τοῦ δὲ μὴ πειθομένου, ὁ δὲ ἠπείλησε τὰ ἔσχατα δράσειν αὐτὸν μὴ ὑπακούσαντα.
Καὶ ἐκεῖνος μὲν παρὰ τὴν δίκην ἐκράτησεν τῇ ἀνάγκῃ προστάξαντος τοῦ Φαλάριδος· καὶ οἱ ἄρχοντες τὴν γραφὴν τοῦ ἀγῶνος ἠφάνισαν.
Βαρέως δ᾿ ἐπὶ τούτοις ὁ νεανίσκος ἤνεγκεν, ὑβρίσθαι λέγων, καὶ ὡμολόγει τὴν ὀργὴν τὴν ἑαυτοῦ πρὸς τὸν ἐραστὴν ὁ Μελάνιππος, καὶ ἠξίου κοινωνὸν αὐτὸν γενέσθαι τῆς ἐπιθέσεως τῆς κατ᾿ αὐτοῦ· καὶ ἄλλους δὲ ἔσπευδε προσλαβεῖν τῶν νεανίσκων, οὓς μάλιστα ᾔδει περὶ τὴν τοιαύτην πρᾶξιν θερμοτάτους.
Ὁρῶν δὲ αὐτὸν ὁ Χαρίτων ἐνθουσιῶντα, καὶ ὑπὸ τῆς ὀργῆς ἀναφλεγόμενον,
καὶ γινώσκων, ὅτι τῶν πολιτῶν οὐδεὶς αὐτοῖς συλλήψεται, δέει τῷ ἐκ τοῦ τυράννου, καὶ αὐτὸς ἔφη πάλαι τοῦτο ἐπιθυμεῖν, καὶ σπεύδειν ἐκ παντὸς τὴν πατρίδα ῥύσασθαι τῆς δουλείας τῆς καταλαβούσης· ἀσφαλὲς δὲ μὴ εἶναι πρὸς πολλοὺς τὰ τοιαῦτα ἐκφέρειν.
Ἠξίου δὴ τὸν Μελάνιππόν οἱ συγχωρῆσαι ἀκριβέστερον ὑπὲρ τούτων διασκέψασθαι, καὶ ἐᾶσαι παραφυλάξαι τὸν χρόνον τὸν ἐπιτήδειον εἰς τὴν πρᾶξιν.
Συνεχώρησε τὸ μειράκιον.
Ἐφ᾿ ἑαυτοῦ τοίνυν ὁ Χαρίτων βαλόμενος τὸ πᾶν τόλμημα, καὶ κοινωνὸν αὐτοῦ μὴ θελήσας παραλαβεῖν τὸν ἐρώμενον, ἵν᾿, εἰ καταφωραθείη, αὐτὸς ὑπέχοι τὴν δίκην, ἀλλὰ μὴ καὶ ἐκεῖνον εἰς ταὐτὰ ἐμβάλοι· ἡνίκα οἱ ἐδόκει καλῶς ἔχειν, ἐγχειρίδιον λαβὼν, ὡρμᾶτο ἐπὶ τὸν τύραννον.
Οὺ μὴν ἔλαθε· κατεφωράθη δέ, πάνυ σφόδρα ἀκριβῶς τῶν δορυφόρων τὰ τοιαῦτα φυλαττόντων.
Ἐμβληθεὶς δὲ ὑπὸ τοῦ Φαλάριδος εἰς τὸ δεσμωτήριον, καὶ στρεβλούμενος, ἵν᾿ εἴπῃ τοὺς συνεγνωκότας, ὁ δὲ ἐνεκαρτέρει καὶ ἐνήθλει ταῖς βασάνοις.
Ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ὁ Μελάνιππος ἧκεν ἐπὶ τὸν Φάλαριν, καὶ ὡμολόγησεν οὐ μόνον κοινωνὸς εἶναι τῷ Χαρίτωνι
τῆς βουλῆς, ἀλλὰ καὶ αὐτὸς ἄρξαι τῆς ἐπιβουλῆς.
Τοῦ δὲ πυνθανομένου τὴν αἰτίαν, εἶπε τὸν ἐξ ἀρχῆς λόγον, καὶ τὴν τῆς γραφῆς ἄρσιν, καὶ ἐπὶ τούτοις ὡμολόγει περιαλγῆσαι.
Θαυμάσας οὖν, ἀμφοτέρους ἀφῆκε τῆς τιμωρίας, προστάξας αὐθημερὸν ἀπελθεῖν μὴ μόνον τῆς Ἀκραγαντίνων πόλεως, ἀλλὰ καὶ τῆς Σικελίας· συνεχώρησε δὲ αὐτοις τὰ ἴδια δίκαια καρποῦσθαι.
Τούτους ὕστερον ἡ Πυθία, καὶ τὴν φιλίαν αὐτῶν, ὕμνησε διὰ τούτων τῶν ἐπῶν·
Θείας ἡγητῆρες ἐφημερίοις φιλότητος
Εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
τοῦ θεοῦ τὸν ἔρωτα αὐτῶν θείαν ὀνομάσαντος φιλίαν.
5. Περὶ χρόνου ταμιεύσεως, καὶ τοῦ μὴ ἐᾶσαι Λακεδαιμονίους περιπατεῖν
Λακεδαιμόνιοι δεινὴν ἐποιοῦντο τοῦ χρόνου τὴν φειδώ, ταμιευόμενοι πανταχόθεν αὐτὸν εἰς τὰ ἐπειγόμενα, καὶ μηδενὶ τῶν πολιτῶν ἐπιτρέποντες, μήτε ῥᾳστωνεύειν, μήτε ῥᾳθυμεῖν εἰς αὐτὸν, ὡς ἂν μὴ πρὸς τὰ ἔξω τῆς ὰρετῆς ἀναλισκόμενος, εἶτα μάτην διαφθείροιτο.
Μαρτύριον τούτου πρὸς τοῖς ἄλλοις καὶ τοῦτο.
Ἀκούσαντες οἱ
Ἔφοροι Λακεδαιμονίων τοὺς Δεκέλειαν καταλαβόντας περιπάτῳ χρῆσθαι δειλινῷ, ἐπέστειλαν
αὐτοῖς, Μὴ περιπατεῖτε· ὡς τρυφώντων αὐτῶν μᾶλλον, ἢ τὸ σῶμα ἐκπονοῦντων.
Δεῖν γὰρ Λακεδαιμονίους, οὐ διὰ τοῦ περιπάτου, ἀλλὰ διὰ τῶν γψμνασίων τὴν ὑγείαν πορίζεσθαι.
6. Παράδειγμα, ὅτι οὐ δεῖ τοῖς πολλοῖς ἀρέσκειν
Ἱππόμαχος, φασίν, ὁ γυμναστής, ἐπεὶ πάλαισμά τι ὁ ἀθλητὴς ὁ ὑπ᾿ αὐτῷ γυμναζόμενος ἐπάλαισεν, εἶτα ὁ πᾶς ὄχλος ὁ περιεστὼς ἐξεβόησε, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ, ὁ
Ἱππόμαχός,
φασιν, καὶ εἶπεν, Ἀλλὰ σύ γε κακῶς, καὶ οὐχ ὡς ἐχρῆν ἐποίησας, ὅπερ ἐχρῆν ἄμεινον γενέσθαι· οὐ γὰρ ἂν ἐπῄνεσαν οὗτοι τεχνικόν σε δράσαντά τι.
Αἰνιττόμενος, ὅτι τοὺς εὖ καὶ καλῶς ἕκαστα δρῶντας, οὐ τοῖς πολλοῖς, ἀλλὰ τοῖς ἔχουσιν νοῦν θεωρητικὸν δρωμένων ἀρέσκειν δεῖ.
Ἔοικε δὲ καὶ Σωκράτης τὴν τῶν πολλῶν ἐκφαυλίζειν κρίσιν ἐν τῇ συνουσίᾳ τῇ πρὸς Κρίτωνα, ὅτε ἀφίκετο ὁ Κρίτων εἰς τὸ δεσμωτήριον, καὶ δὴ ἔπειθεν αὐτὸν ἀποδρᾶναι, καὶ τὴν τῶν Ἀθηναίων τὴν κατ᾿ αὐτοῦ κρίσιν διαφθεῖραι.
7. Περὶ τοῦ μὴ ἐκτιθέναι βρέφη Θηβαίους
Νόμος οὗτος Θηβαϊκὸς, ὀρθῶς ἅμα καὶ φιλανθρώπως κείμενος ἐν τοῖς μάλιστα, Ὅτι οὐκ ἔξεστιν ἀνδρὶ Θηβαίῳ ἐκθεῖναι παιδίον, οὐδὲ εἰς ἐρημίαν αὐτὸ ῥῖψαι, θάνατον αὐτοῦ καταψηφισάμενον. Ἀλλ᾿ ἐὰν ᾖ πένης εἰς τὰ ἔσχατα ὁ τοῦ παιδὸς πατήρ, εἴτε ἄρρεν τοῦτο, εἴτε θῆλύ ἐστιν, ἐπὶ τὰς ἀρχὰς κομίζειν ἐξ ὠδίνων τῶν μητρῴων σὺν τοῖς σπαργάνοις αὐτό· Αἱ δὲ, παραλαβοῦσαι, ἀποδίδονται τὸ βρέφος τῷ τιμὴν ἐλαχίστην δόντι. ῥήτρα τε πρὸς αὐτὸν, καὶ ὁμολογία γίνεται, ἦ μὴν τρέφειν τὸ βρέφος, καὶ αὐξηθὲν ἔχειν δοῦλον, ἢ δούλην, θρεπτήρια αὐτοῦ τὴν ὑπηρεσίαν λαμβάνοντα.
8. Περὶ Ξενοκλέους καὶ Εὐριπίδου ἀγωνισαμένων
Κατὰ τὴν πρώτην καὶ ἐνενηκοστὴν Ὀλυμπιάδα, καθ᾿ ἣν ἐνίκα Ἐξαίνετος ὁ Ὰκραγαντῖνος στάδιον, ἀντηγωνίσαντο ἀλλήλοις, Ξενοκλῆς καὶ Εὐριπίδης. Καὶ πρῶτός γε ἦν Ξενοκλῆς, ὅστις ποτὲ οὗτός ἐστιν, Οἰδίποδι, καὶ Λυκάονι, καὶ Βάκχαις, καὶ Ἀθάμαντι Σατυρικῷ. Τούτου δεύτερος Εὐριπίδης ἦν, Ἀλεξάνδρῳ καὶ Παλαμήδῃ, καὶ Τρωσὶ, καὶ Σισύφῳ Σατυρικῷ. Γελοῖον δὲ, οὐ γὰρ; Ξενοκλέα μὲν νικᾶν, Εὐριπίδην δὲ ἡττᾶσθαι, καὶ ταῦτα τοιούτοις δράμασι. Τῶν δύο τοίνυν τὸ ἕτερον, ἢ ἀνόητοι ἦσαν οἱ τῆς ψήφου κύριοι καὶ ἀμαθεῖς, καὶ πόρρω κρίσεως ὀρθῆς, ἢ ἐδεκάσθησαν. Ἄτοπον δὲ ἑκάτερον, καὶ Ἀθηναίων ἥκιστα ἄξιον.
9. Περί τινων ἀποστατῶν Ἀθηναίων ψηφίματα
Οἵα ἐψηφίσαντο Ἀθηναῖοι, καὶ ταῦτα ἐν δημοκρατίᾳ; Αἰγινητῶν μὲν ἑκάστου τὸν μέγαν ὰποκόψαι τῆς χειρὸς δάκτυλον τῆς δεξιᾶς, ἵνα δόρυ μὲν βαστάζειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνειν δύνωνται. Μιτυληναίους δὲ ἡβηδὸν ἁποσφάξαι· καὶ τοῦτο ἐψηφίσαντο, εἰσηγησαμένου Κλέωνος τοῦ Κλεαινέτου. Τούς γε μὴν ἁλισκομένους αἰχμαλώτους Σαμίων στίζειν κατὰ τοῦ προσώπου, καὶ εἶναι τὸ στίγμα γλαῦκα καὶ τοῦτο Ἀττικὸν ψήφισμα. Οὐκ ἐβουλόμην δὲ αὐτὰ, οὔτε Ἀθήνησι κεκυρῶσθαι, οὔτε ὑπὲρ Ἀθηναίων λέγεσθαι, ὦ Πολιὰς Ἀθηνᾶ, καὶ Ἐλευθέριε Ζεῦ, καὶ οἱ Ἑλλήνων θεοὶ πάντες.
10. Τιμόθεος, Πλάτωνος διαλεγομένου ἀκούσας, ἧττον εὐδαίμονα ἑαυτὸν ἔκρινεν
Τιμόθεον ἀκούω τὸν Κόνωνο,ς τὸν Ἀθηναίων στρατηγόν, ὅτε ἐν ἀκμῇ τῆς εὐτυχίας ἦν, καὶ ᾕρει τὰς πόλεις ῥᾷστα, καὶ οὐκ εἶχον Ἀθηναῖοι ὅποι ποτὲ αὐτὸν κατάθωνται ὑπὸ θαύματος τοῦ περὶ τὸν ἄνδρα· ἀλλὰ τοῦτόν γε Πλάτωνι τῷ Ἀρίστωνος περιτυχόντα, βαδίζοντι ἔξω τοῦ τείχους μετά τινων γνωρίμων, καὶ ἰδόντα σεμνὸν μὲν ἰδεῖν τὸ πλάτος, ἵλεων δὲ τῷ προσώπῳ, διαλεγόμενον δὲ οὐχὶ περὶ εἰσφορᾶς χρημάτων, οὐδὲ ὑπὲρ τριήρων, οὐδὲ ὑπὲρ ναυτικῶν χρειῶν, οὐδὲ ὑπὲρ πληρωμάτων, οὐδὲ ὑπὲρ τοῦ δεῖν βοηθεῖν, οὐδὲ ὑπὲρ φόρου τοῦ τῶν συμμάχων, οὐδὲ ὑπὲρ τῶν νησιωτῶν, ἢ ὑπὲρ ἄλλου τινὸς τοιούτου φληνάφου· ὑπὲρ ἐκείνων δέ, ὧν ἔλεγε Πλάτων, καὶ ὑπὲρ ὧν εἴθιστο σπουδάζειν, ἐπιστάντα τὸν Τιμόθεον τὸν τοῦ Κόνωνος, εἰπεῖν, Ὦ τοῦ βίου, καὶ τῆς ὄντως εὐδαιμονίας. Ἐκ τούτων οὖν δῆλον, ὡς ἑαυτὸν οὐ πάνυ τι εὐδαίμονα ἀπέφαινεν ὁ Τιμόθεος, ὅτι μὴ ἐν τούτοις, ἀλλ᾿ ἐν τῇ παρ᾿ Ἀθηναίων δόξῃ καὶ τιμῇ ἦν.
11. Περὶ τῶν ῥηθέντων ὑπὸ Σωκράτους περὶ τῶν ὑπὸ τῶν Τριάκοντα σφαττομένων
Σωκράτης ἰδὼν κατὰ τὴν ἀρχὴν τῶν Τριάκοντα τοὺς ἐνδόξους ἀναιρουμένους, καὶ τοὺς βαθύτατα πλουτοῦντας ὑπὸ τῶν Τυράννων ἐπιβουλευομένους, Ἀντισθένει φασὶ περιτυχόντα εἰπεῖν, Μὴ τί σοι μεταμέλει, ὅτι μέγα καὶ σεμνὸν οὐδὲν ἐγενόμεθα ἐν τῷ βίῳ, καὶ τοιοῦτοι οἵους ἐν τῇ τραγῳδίᾳ τοὺς μονάρχας ὁρῶμεν, Ἀτρέας τε ἐκείνους, καὶ Θυέστας, καὶ Ἀγαμέμνονας, καὶ Αἰγίσθους; Οὗτοι μὲν γὰρ ἀποσφαττόμενοι, καὶ ἐκτραγῳδούμενοι, καὶ πονηρὰ δεῖπνα δειπνοῦντες καὶ ἐσθίοντες ἑκάστοτε ἐκκαλύπτονται· οὐδεὶς δὲ οὕτως ἐγένετο τολμηρὸς, οὐδὲ ἀναίσχυντος τραγῳδίας ποιητής, ὥστε εἰσαγαγεῖν εἰς δρᾶμα ἀποσφαττόμενον χοῖρον.
12. Περὶ Θεμιστοκλέους παυσαμένου τῆς ἀσωτίας
Θεμιστοκλέους τοῦ Νεοκλέους, οὐκ οἶδα εἰ ἐπαινεῖν χρὴ τοῦτο. Ἐπεὶ γὰρ τῆς ἀσωτίας ἐπαύσατο Θεμιστοκλῆς, ἀποκηρυχθεὶς ὑπὸ τοῦ πατρός, καὶ ὑπήρξατο πως τοῦ σωφρονεῖν, καὶ τῶν μὲν ἑταιρῶν ἀπέστη, ἤρα δὲ ἔρωτα ἕτερον, τὸν τῆς πολιτείας τῶν Ἀθηναίων, καὶ θερμότατα ἐπεχείρει ταῖς ἀρχαῖς, καὶ ἑαυτὸν ἔσπευδεν εἶναι πρῶτον, ἔλεγε, φασί, πρὸς τοὺς γνωρίμους, Τί δ᾿ ἂν ἐμοὶ δοίητε, ὃς οὔπω φθονοῦμαι; Ὅστις δὲ ἐρᾷ φθονεῖσθαι, τοῦτο δή που τὸ τοῦ Εὐριπίδου, Περιβλέπεσθαι σπεύδει. Ὅτι δὲ τοῦτο ἔστι κενόν, ὁ αὐτὸς Εὐριπίδης φησίν.
13. Περὶ Σωκράτους κωμῳδουμένου ὑπὸ Ἀριστοφάνους
Ἐπετίθεντο τῷ Σωκράτει καὶ ἐπεβούλευον οἱ ἀμφὶ τὸν Ἄνυτον, ὧν χάριν καὶ δι᾿ ἃς αἰτίας, λέλεκται πάλαι.
Ὑφορώμενοι δὲ τοὺς Ἀθηναίους, καὶ δεδιότες, ὅπως ποτὲ ἕξουσι πρὸς τὴν κατηγορίαν τοῦ ἀνδρός (πολὺ γὰρ ᾖν τὸ τοῦ Σωκράτους ὄνομα, διά τε τὰ ἄλλα, καὶ ὅτι τοὺς σοφιστὰς ἤλεγχεν, οὐδὲν ὑγιὲς ὄντας, οὐδέ τι σπουδαῖον ἢ εἰδότας ἢ λέγοντας)· ἐκ τούτων οὖν ἐβουλήθησαν πεῖραν
καθεῖναι ὑπὲρ τῆς κατ᾿ αὐτοῦ διαβολῆς.
Τὸ μὲν γὰρ ἄντικρυς ἀπενέγκασθαι γραφὴν κατ᾿ αὐτοῦ παραχρῆμα οὐκ ἐδοκίμαζον, δι᾿ ἃ προεῖπον, καὶ δι᾿ ἐκεῖνα δέ, μή ποτε ἄρα ἀγριάναντες οἱ φίλοι οἱ τοῦ Σωκράτους ἐξάψωσι κατ᾿ αὐτῶν τοὺς δικαστάς, εἶτά τι πάθωσι κακὸν ἀνήκεστον, ἅτε συκοφαντοῦντες ἄνδρα, οὐ μόνον οὐδενὸς αἴτιον κακοῦ τῇ πόλει, ἐκ δὲ τῶν ἐναντίων καὶ κόσμον ταῖς Ἀθήναις ὄντα. Τί οὖν ἐπινοοῦσιν; Ἀριστοφάνην τὸν τῆς κωμῳδίας ποιητήν, βωμολόχον ἄνδρα καὶ γελοῖον ὄντα,
καὶ εἶναι σπεύδοντα, ἀναπείθουσι κωμῳδῆσαι τὸν Σωκράτη, ταῦτα
δή που τὰ περιφερόμενα, Ὡς ἦν ἀδολέσχης, λέγων τε αὖ καὶ τὸν ἥττω λόγον ἀπέφαινε κρείττονα,
καὶ εἰσῆγε ξένους δαίμονας, καὶ οὐκ ᾔδει θεοὺς, οὐδ᾿ ἐτίμα, τὰ δὲ αὐτὰ ταῦτα καὶ τοὺς προσιόντας αὐτῷ ἐδίδασκέ τε, καὶ εἰδέναι ἀνέπειθεν.
Ὁ δὲ Ἀριστοφάνης, λαβόμενος ὑποθέσεως εὖ μάλα ἀνδρικῆς, ὑποσπείρας γέλωτα, καὶ τὸ ἐκ τῶν μέτρων αἱμύλον, καὶ τὸν ἄριστον τῶν Ἑλλήνων λαβὼν ὑπόθεσιν·
οὐ γὰρ οἱ κατὰ Κλέωνος ἦν τὸ δρᾶμα, οὐδὲ ἐκωμῴδει Λακεδαιμονίους, ἢ Θηβαίους, ἢ Περικλέα αὐτὸν, ἀλλ᾿ ἄνδρα τοῖς τε ἄλλοις θεοῖς φίλον, καὶ δὴ καὶ μάλιστα τῷ Ἀπόλλωνι· ἅτε οὖν ἄηθες πρᾶγμα καὶ ὅραμα παράδοξον ἐν σκηνῇ καὶ κωμῳδίᾳ Σωκράτης, πρῶτον μὲν ἐξέπληξεν ἡ κωμῳδίᾳ τῷ ἀδοκήτῳ τοὺς Ἀθηναίους.
Εἶτα
δὲ καὶ, φύσει φθονεροὺς ὄντας, καὶ τοῖς ἀρίστοις βασκαίνειν προῃρημένους, οὐ μόνον τοῖς ἐν τῇ πολιτείᾳ καὶ ταῖς ἀρχαῖς, ἀλλ᾿ ἔτι καὶ πλέον τοῖς εὐδοκιμοῦσιν, ἢ ἐν λόγοις ἀγαθοῖς, ἢ ἐν βίου σεμνότητι, ἄκουσμα ἔδοξεν ἥδιστον αἵδε αἱ Νεφέλαι, καὶ ἐκρότουν τὸν ποιητὴν, ὡς οὔποτε ἄλλοτε, καὶ ἐβόων νικᾶν, καὶ προσέταττον τοῖς κριταῖς ἄνωθεν Ἀριστοφάνην, ἀλλὰ μὴ ἄλλον, γράφειν.
Καὶ τὰ μὲν τοῦ δράματος τοιαῦτα.
Ὁ δὲ Σωκράτης σπάνιον μὲν ἐπεφοίτα τοῖς θεάτροις, εἴ ποτε δὲ Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητὴς ἠγωνίζετο καινοῖς τραγῳδοῖς, τότε γε ἀφικνεῖτο.
Καὶ Πειραιοῖ δὲ ἀγωνιζομένου τοῦ Εὐριπίδου, καὶ ἐκεῖ κατῄει· ἔχαιρε γὰρ τῷ ἀνδρὶ, δηλονότι διά τε τὴν σοφίαν αὐτοῦ, καὶ τὴν ἐν τοῖς μέτροις ἀρετήν.
Ἤδη δέ ποτε αὐτὸν ἐρεσχελῶν Ἀλκιβιάδης ὁ Κλεινίου, καὶ Κριτίας ὁ Καλλαίσχρου, καὶ κωμῳδῶν ἀκοῦσαι παρελθόντα εἰς τὸ θέατρον ἐξεβιάσαντο. Ὁ δὲ αὐτοῖς οὐκ ἠρέσκετο, ἀλλὰ δεινῶς κατεφρόνει
(ἅτε ἀνὴρ σώφρων, καὶ δίκαιος, καὶ ἀγαθὸς, καὶ ἐπὶ τούτοις σοφός) ἀνδρῶν κερτόμων, καὶ ὑβριστῶν, καὶ ὑγιὲς λεγόντων οὐδέν· ἅπερ ἐλύπει δεινῶς αὐτούς.
Καὶ ταῦτα οὖν τῆς κωμῳδίας ἦν αὐτῷ τὰ σπέρματα, ἀλλ᾿ οὐ μόνον ἃ παρὰ τοῦ Ἀνύτου καὶ Μελήτου ὡμολόγηται.
Εἰκὸς δὲ καὶ χρηματίσασθαι ὑπὲρ τούτων Ἀριστοφάνην.
Καὶ γὰρ βουλομένων, μᾶλλον δὲ ἐκ παντὸς συκοφαντῆσαι τὸν Σωκράτη σπευδόντων ἐκείνων, καὶ αὐτὸν
δὲ πένητα ἅμα καὶ κατάρατον ὄντα, τί παράδοξον ἦν, ἀργύριον λαβεῖν ἐπ᾿ οὐδενὶ ὑγιεῖ;
Καὶ ὑπὲρ μὲν τούτων αὐτὸς οἶδεν.
Εὐδοκίμει δ᾿ οὖν αὐτῷ τὸ δρᾶμα,
Καὶ γάρ τοι καὶ τὸ τοῦ Κρατίνου τοῦτο συνέβη, εἴ ποτε ἄλλοτε, καὶ τότε, τῷ θεάτρῳ νοσῆσαι τὰς φρένας.
Καὶ ἅτε ὄντων Διονυσίων, πάμπολύ τι χρῆμα τῶν Ἑλλήνων σπουδῇ τῆς θέας ἀφίκετο.
Περιφερομένου τοίνυν ἐν τῇ σκηνῇ τοῦ Σωκράτους, καὶ ὀνομαζομένου πολλάκις, οὐκ ἂν δὲ θαυμάσαιμι, εἰ καὶ βλεπομένου ἐν τοῖς ὑποκριταῖς (δῆλα γὰρ δὴ, ὅτι καὶ οἱ σκευοποιοὶ ἔπλασαν αὐτὸν ὡς ὅτι μάλιστα ἐξεικάσαντες), ἀλλ᾿ οἵ γε ξένοι (τὸν γὰρ κωμῳδούμενον ἠγνόουν), θροῦς παρ᾿ αὐτῶν
ἐπανίσταται, καὶ ἐζήτουν ὅστις ποτὲ οὗτος ὁ Σωκράτης ἐστίν.
Ὅπερ οὖν ἐκεῖνος αἰσθόμενος (καὶ γάρ τοι καὶ παρῆν οὐκ ἄλλως οὐδὲ ἐκ τύχης, εἰδὼς δὲ ὅτι κωμῳδοῦσιν αὐτὸν· καὶ δὴ καὶ ἐν καλῷ τοῦ θεάτρου ἐκάθητο)· ἵνα οὖν λύσῃ τὴν τῶν ξένων ἀπορίαν, ἐξαναστὰς, παρ᾿ ὅλον τὸ δρᾶμα, ἀγωνιζομένων τῶν ὑποκριτῶν, ἑστὼς ἐβλἑπετο.
Τοσοῦτον ἄρα περιῆν τῷ Σωκράτει τοῦ κωμῳδίας καὶ Ἀθηναίων καταφρονεῖν.
14. Περὶ πλατάνου ὑπὸ τοῦ Ξέρξου ἐρωμένης
Γελοῖος ἐκεῖνος ὁ Ξέρξης ᾖν εἴ γε θαλάσσης μὲν καὶ γῆς κατεφρόνει τῆς Διὸς τέχνης, ἑαυτῷ δὲ εἰργάζετο καινὰς ὁδοὺς, καὶ πλοῦν ἀήθη, δεδούλωτο δὲ πλατάνῳ, καὶ ἐθαύμαζε τὸ δένδρον. Ἐν Λυδίᾳ γοῦν, φασιν, ἰδὼν φυτὸν εὐμέγεθες πλατάνου, καὶ τὴν ἡμέραν ἐκείνην κατέμεινεν, οὐδέν τι δεόμενος, καὶ ἐχρήσατο σταθμῷ τῇ ἐρημίᾳ τῇ περὶ τὴν πλάτανον. Ἀλλὰ καὶ ἐξῆψεν αὐτῆς κόσμον πολυτελῆ, στρεπτοῖς καὶ ψελλίοις τιμῶν τοὺς κλάδους, καὶ μελεδωνὸν αὐτῇ κατέλιπεν, ὥσπερ ἐρωμένῃ φύλακα καὶ φρουρόν. Ἐκ δὲ τούτων τι τῷ δένδρῳ καλὸν ἀπήντησεν; Ὁ μὲν γὰρ κόσμος ὁ ἐπίκτητος, καὶ μηδὲν αὐτῷ προσήκων, ἄλλως ἐκρέματο, καὶ συνεμάχετο εἰς ὥραν οὐδέν. Ἐπεὶ τοῦ φυτοῦ κάλλος ἐκεῖνό ἐστιν, εὐγενεῖς οἱ κλάδοι, καὶ ἡ κόμη πολλὴ καὶ στερεὸν τὸ πρέμνον καὶ αἱ ῥίζαι ἐν βάθει καὶ διασείοντες οἱ ἄνεμοι, καὶ ἀμφιλαφὴς ἡ ἐξ αὐτοῦ σκιὰ, καὶ ἀναστρέφουσαι αἱ ὧραι, καὶ ὕδωρ τὸ μὲν διὰ τῶν ὀχετῶν ἐκτρέφον, τὸ δὲ ἐξ οὐρανοῦ ἐπάρδον· χλαμύδες δὲ αἱ Ξέρξου, καὶ χρυσὸς ὁ τοῦ βαρβάρου, καὶ τὰ ἄλλα δῶρα, οὔτε πρὸς τὴν πλάτανον, οὔτε πρὸς ἄλλο δένδρον εὐγενὲς ἦν.
15. Περὶ τῶν τοὺς τῶν Ἐφόρων θρόνους ἀσβόλῳ χρισαμένων
Κλαζομενίων τινὲς εἰς τὴν Σπάρτην ἀφικόμενοι, καὶ ὔβρει καὶ ἀλαζονείᾳ χρώμενοι, τοὺς τῶν Ἐφόρων θρόνους, ἔνθα εἰώθασι καθήμενοι χρηματίζειν, καὶ τῶν πολιτικῶν ἔκαστα διατάττειν, ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν. Μαθόντες δὲ οἱ Ἔφοροι οὐκ ἠγανάκτησαν, ἀλλὰ τὸν δημόσιον κήρυκα καλέσαντες, προσέταξαν αὐτὸν δημοσίᾳ κηρύξαι τοῦτο δὴ τὸ θαυμαζόμενον, Ἐξέστω Κλαζομενίοις ἀσχημονεῖν.
16. Περὶ Φωκίωνος
Φωκίωνος δὲ τοῦ Φώκου καὶ τοῦτο ἔγωγε ἔγνων καλόν· παρελθὼν γὰρ εἰς τοὺς Ἀθηναίους, ἐκκλησίας οὔσης, ἐπεί τι αὐτοῖς ἐμέμφετο ἀγνωμονοῦσι, πάνυ σφόδρα πεπαιδευμένως καὶ πληκτικῶς εἶπε, Βούλομαι μᾶλλόν τι ὑφ᾿ ὑμῶν παθεῖν κακὸν αὐτὸς, ἢ αὐτός τι ὑμᾶς κακῶς δρᾶσαι.
17. Περὶ Μάγων τῶν ἐν Πέρσαις σοφίας, καὶ Ὤχου
Ἡ τῶν ἐν Πέρσαις Μάγων σοφία, τά τε ἄλλα οἶδεν, ὁπόσα αὐτοῖς εἰδέναι θέμις, καὶ οὖν καὶ μαντεύεσθαι. Οἵπερ οὖν καὶ προεῖπον τὴν τοῦ Ὤχου περὶ τοὺς ὑπηκόους ἀγριότητα, καὶ τὸ φονικὸν αὐτοῦ, διά τινων ἀπορρήτων συμβόλων καταγνόντες τοῦτο. Ὅτε γὰρ Ἀρταξέρξου, τοῦ πατρὸς αὐτοῦ, τελευτήσαντος, εἰς τὴν βασιλείαν τῶν Περσῶν ὁ Ὦχος παρῆλθεν, οἱ Μάγοι προσέταξαν τῶν εὐνούχων τινὶ, τῶν πλησίον παρεστώτων, φυλάξαι τὸν Ὦχον, τῆς τραπέζης παρατεθείσης, τίνι πρῶτον τῶν παρακειμένων ἐπιχειρεῖ. Καὶ ὁ μὲν εἱστήκει τηρῶν τοῦτο· ὁ δὲ Ὦχος, τὰς χεῖρας ἐκτείνας, τῇ μὲν δεξιᾷ τῶν μαχαιρίων τῶν παρακειμένων ἓν ἔλαβε, τῇ δὲ ἑτέρᾳ τὸν μέγιστον τῶν ἄρτων προσειλκύσατο, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τῶν κρεῶν, εἶτα τέμνων, ἤσθιεν ἀφειδῶς. Ἅπερ ἀκούσαντες οἱ Μάγοι, δύο ταῦτα ἐμαντεύσαντο, εὐετηρίαν τὴν ἐξ ὡρῶν, καὶ εὐφορίαν τὴν παρὰ τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον, καὶ πολλοὺς φόνους. καὶ οὐ διεψεύσαντο.
18. Περὶ δείπνων πολυτελῶν
Τιμόθεος ὁ Κόνωνος, στρατηγὸς τῶν Ἀθηναίων, ἀποστάς ποτε τῶν δείπνων τῶν πολυτελῶν καὶ τῶν ἑστιάσεων τῶν στρατηγικῶν ἐκείνων, παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημίᾳ συμπόσιον, καὶ ἑστιαθεὶς ἀφελῶς ἅμα, καὶ μουσικῶς ἔφη πρὸς τοὺς οἰκείους ἐπανελθὼν, Ὅτι ἄρα οἱ παρὰ Πλάτωνι δειπνοῦντες, καὶ τῇ ὑστεραίᾳ καλῶς διάγουσιν. Ἐκ δὴ τούτου διέβαλε Τιμόθεος τὰ πολυτελῆ δεῖπνα, καὶ φορτικὰ, ὡς πάντως εἰς τὴν ὑστερείαν οὐκ εὐφραίνοντα. λόγος δὲ, καὶ ἐκεῖνος ἀδελφὸς τῷ προειρημένῳ, καὶ ταὐτὸν νοῶν, οὐ μὴν τὰ αὐτὰ λέγων, περίεισιν, ὅτι ἄρα τῇ ὑστεραίᾳ ὁ Τιμόθεος περιτυχὼν τῷ Πλάτωνι εἶπεν, Ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν, ἢ εἰς τὴν παροῦσαν.
19. Περὶ Ἀλεξάνδρου θεὸν ἑαυτὸν καλεῖσθαι βουλομένου
Ἀλέξανδρος, ὅτε ἐνίκησε Δαρεῖον, καὶ τὴν Περσῶν ἀρχὴν κατεκτήσατο, μέγα ἐφ᾿ ἑαυτῷ φρονῶν, καὶ ὑπὸ τῆς εὐτυχίας, τῆς περιλαβούσης αὐτὸν τότε, ἐκθεούμενος, ἐπέστειλε τοῖς Ἕλλησι, θεὸν αὐτὸν ψηφίσασθαι. Γελοίως γε· οὐ γὰρ ἅπερ οὖν ἐκ τῆς φύσεως οὐκ εἶχε, ταῦτα ἐκ τῶν ἀνθρώπων αἰτῶν ἐκεῖνος ἐκέρδαινεν. Ἄλλοι μὲν οὖν ἄλλα ἐψηφίσαντο· Λακεδαιμόνιοι δὲ ἐκεῖνα, Ἐπειδὴ Ἀλέξανδρος βούλεται θεὸς εἶναι, ἔστω θεός· Λακωνικῶς τε ἅμα, καὶ κατὰ τὸν ἐπιχώριόν σφισι τρόπον, ἐλέγξαντες τὴν ἔμπληξιν οἱ Λακεδαιμόνιοι τοῦ Ἀλεξάνδρου.
20. Περὶ Ἀντιγόνου βασιλέως πρᾳότητος
Ἀντίγονόν φασι τὸν βασιλέα δημοτικὸν καὶ πρᾶον γενέσθαι. Καὶ ὅτῳ μὲν σχολὴ τὰ κατ᾿ αὐτὸν εἰδέναι, καὶ αὐτὰ ἕκαστα ἐξετάζειν ὑπὲρ τοῦ ἀνδρός, εἴσεται ἑτέρωθεν· Εἰρήσεται δ᾿ οὖν αὐτοῦ καὶ πάνυ πρᾶον, καὶ ἄτυφον, ὃ μέλλω λέγειν. Ὁ Ἀντίγονος οὗτος, ὁρῶν τὸν υἱὸν τοῖς ὑπηκόοις χρώμενον βιαιότερόν τε καὶ θρασύτερον, Οὐκ οἶσθα, εἶπεν, ὦ παῖ, τὴν βασιλείαν ἡμῶν ἔνδοξον εἶναι δουλείαν; Καὶ τὰ μὲν τοῦ Ἀντιγόνου πρὸς τὸν παῖδα πάνυ ἡμέρως ἔχει καὶ φιλανθρώπως. Ὅτῳ δὲ οὐ δοκεῖ ταύτῃ, ἀλλ᾿ ἐκεῖνός γε οὐ δοκεῖ μοι βασιλικὸν ἄνδρά τε εἰδέναι, οὐδὲ πολιτικόν, τυραννικῷ δὲ συμβιῶσαι μᾶλλον.
21. Περὶ Παυσανίου, Ἀγάθωνος τοῦ ποιητοῦ ἐρωμένου
Ἀγάθωνος ἤρα τοῦ ποιητοῦ Παυσανίας ὁ ἐκ Κεραμέων. Καὶ τοῦτο μὲν διατεθρύληται· ὃ δὲ μὴ εἰς πάντας πεφοίτηκεν, ἀλλ᾿ ἐγὼ ἐρῶ. Εἰς Ἀρχελάου ποτὲ ἀφίκοντο, ὅ τε ἐραστὴς καὶ ὁ ἐρώμενος οὗτοι. Ἦν δὲ ἄρα ὁ Ἀρχέλαος ἐρωτικὸς οὐχ ἧττον ἢ καὶ φιλόμουσος. Ἐπεὶ τοίνυν ἑώρα διαφερομένους πρὸς ἀλλήλους τόν τε Παυσανίαν καὶ τὸν Ἀγάθωνα πολλάκις, οἰόμενος τὸν ἐραστὴν ὑπὸ τῶν παιδικῶν παρορᾶσθαι, ἤρετο ἄρα τὸν Ἀγάθωνα ὁ Ἀρχέλαος, τί βουλόμενος οὕτω πυκνὰ ἀπεχθάνεται τῷ πάντων μάλιστα φιλοῦντι αὐτόν. Ὁ δὲ, Ἐγώ σοι, ἔφη, φράσω, βασιλεῦ. Οὔτε γάρ εἰμι πρὸς αὐτὸν δύσερις, οὔτε ἀγροικίᾳ πράττω τοῦτο· εἰ δέ τι καὶ ἐγὼ ἠθῶν ἐπαΐω τῇ τε ἄλλῃ, καὶ ἐκ ποιητικῆς, ἥδιστον εὑρίσκω εἶναι τοῖς ἐρῶσι πρὸς τὰ παιδικὰ ἐκ διαφορᾶς καταλλάσσεσθαι, καὶ πεπίστευκα, οὐδὲν αὐτοῖς οὕτως ἀπάντᾶν τερπνόν. Τούτου γοῦν τοῦ ἡδέος πολλάκις αὐτῷ μεταδίδωμι, ἐρίζων πρὸς αὐτὸν πλεονάκις. Εὐφραίνεται γὰρ καταλυομένου μου τὴν πρὸς αὐτὸν ἔριν συνεχῶς. Ὁμαλῶς δὲ καὶ συνήθως προσιόντος οὐκ εἴσεται τὴν διαφορότητα. Ἐπῄνεσε ταῦτα ὁ Ἀρχέλαος, ὡς λόγος. Ἤρα δέ, φασι, τοῦ αὐτοῦ Ἀγάθωνος τούτου καὶ Εὐριπίδης ὁ ποιητής, καὶ τὸν Χρύσιππον τὸ δρᾶμα αὐτῷ χαριζόμενος λέγεται διαφροντίσαι. Καὶ εἰ μὲν σαφὲς τοῦτο, ἀποφήνασθαι οὐκ οἶδα, λεγόμενον δ᾿ οὖν αὐτὸ οἶδα ἐν τοῖς μάλιστα.
22. Ὅτι ἐννομώτατοι Μαντινεῖς
Ἐννομωτάτους γενέσθαι καὶ Μαντινέας ἀκούω οὐδὲν ἧττον Λοκρῶν, οὐδὲ Κρητῶν, οὐδὲ Λακεδαιμονίων αὐτῶν, οὐδ᾿ Ἀθηναίων. Σεμνὸν γάρ τι χρῆμα καὶ τὸ Σόλωνος ἐγένετο, εἰ καὶ μετὰ ταῦτα Ἀθηναῖοι κατὰ μικρὸν τῶν νόμων τινὰς, τῶν ἐξ αὐτοῦ γραφέντων αὐτοῖς, διέφθειραν.
23. Ὅτι Νικόδωρος, πύκτης ὤν, καὶ νομοθέτης ἐγένετο
Νικόδωρος δὲ ὁ πύκτης ἐν τοῖς εὐδοκιμωτάτοις Μαντινέων γενόμενος, ἀλλὰ ὀψὲ τῆς ἡλικίας καὶ μετὰ τὴν ἄθλησιν νομοθέτης αὐτοῖς ἐγένετο, μακρῷ τοῦτο ἄμεινον πολιτευσάμενος τῇ πατρίδι τῶν κηρυγμάτων τῶν ἐν τοῖς σταδίοις. Φασὶ δὲ αὐτῷ Διαγόραν τὸν Μήλιον συνθεῖναι τοὺς νόμους, ἐραστὴν γενόμενον. Εἶχόν τι καὶ περαιτέρω ὑπὲρ Νικοδώρου εἰπεῖν· ὡς δ᾿ ἂν μὴ δοκοίην καὶ τὸν ἔπαινον τὸν τοῦ Διαγόρου προσπαραλαμβάνειν, εἰς τοσοῦτον διηνύσθω τὰ τοῦ λόγου. Θεοῖς γὰρ ἐχθρὸς Διαγόρας, καὶ οὔ μοι ἥδιον ἐπὶ πλέον μεμνῆσθαι αὐτοῦ.
24. Ὅτι ὁ Μίλων τὸ σῶμα ἰσχυρὸς ἦν, τὴν δὲ ψυχὴν οὐκ ἀνδρεῖος
Ἤδη τινὲς τὴν Μίλωνος τοῦ Κροτωνιάτου περιφερομένην ῥώμην ἐξέβαλον, τοιαῦτα ὑπὲρ αὐτοῦ λέγοντες. Μίλωνος τούτου τὴν ῥοιάν, ἣν ἐν τῇ χειρὶ κατεῖχεν, οὐδεὶς τῶν ἀντιπάλων ἐλεῖν ἐδύνατο· ἡ δὲ ἐρωμένη αὐτοῦ, ῥᾷστα αὐτὴν ἐξῄρει, φιλονικοῦσα πρὸς αὐτὸν πολλάκις. Ἐκ δὴ τούτου νοεῖν ἔσται, ὅτι ὁ Μίλων ἰσχυρὸς μὲν τὸ σῶμα ἦν, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν.
25. Ὅτι ἡ ἕκτη τοῦ Θαργηλιῶνος δεξιὰ τοῖς Ἕλλησιν
Τὴν ἕκτην τοῦ μηνὸς τοῦ Θαργηλιῶνος πολλῶν καὶ ἀγαθῶν αἰτίαν γενέσθαι λέγουσιν, οὐ μόνον τοῖς Ἀθηναίοις, ἀλλὰ καὶ ἄλλοις πολλοῖς. αὐτίκα γοῦν Σωκράτης ἐν ταύτῃ ἐγένετο· καὶ Πέρσαι δὲ ἡττήθησαν τῇ ἡμέρᾳ ταύτῃ· καὶ Ἀθηναῖοι δὲ τῇ Ἀγροτέρᾳ ἀποθύουσι τὰς χιμαίρας τὰς τριακοσίας, κατὰ τὴν εὐχὴν τοῦ Μιλτιάδου δρῶντες τοῦτο. Τοῦ δ᾿ αὐτοῦ μηνὸς ἕκτῃ ἱσταμένου, καὶ τὴν ἐν Πλαταιαῖς μάχην φασὶ γενέσθαι καὶ νικῆσαι τοὺς Ἕλληνας· τὴν γὰρ προτέραν ἧτταν αὐτῶν, ἧς ἐμνήσθην , ἐπ᾿ Ἀρτεμισίῳ γεγονέναι. Καὶ τὴν ἐν Μυκάλῃ δὲ τῶν Ἑλλήνων νίκην οὐκ ἄλλης ὡμολόγηται δῶρον ἡμέρας γενέσθαι, ἢ ταύτης, εἴγε κατὰ τὴν αὐτὴν ἐνίκων καὶ ἐν Πλαταιαῖς καὶ ἐν Μυκάλῃ. Καὶ Ἀλέξανδρον δὲ τὸν Μακεδόνα, τὸν Φιλίππου παῖδα, τὰς πολλὰς μυριάδας τὰς τῶν βαρβάρων φθεῖραι καὶ αὐτὸν λέγουσιν ἕκτῃ ἱσταμένου, ὅτε καὶ Δαρεῖον καθεῖλεν Ἀλέξανδρος. Καὶ ὁμολογοῦσι τοῦ αὐτοῦ μηνὸς πάντα. Καὶ αὐτὸν δὲ τὸν Ἀλέξανδρον καὶ γενέσθαι, καὶ ἀπελθεῖν τοῦ βίου τῇ αὐτῇ ἡμέρᾳ, πεπίστευται.
26. Περὶ Ὑπερβορείου Ἀπόλλωνος, καὶ περί τινων παρὰ Πυθαγόρου θαυμασίων
Ἀριστοτέλης λέγει ὑπὸ τῶν Κροτωνιατῶν τὸν Πυθαγόραν Ἀπόλλωνα Ὑπερβόρειον προσαγορεύεσθαι. Κἀκεῖνα δὲ προσεπιλέγει ὁ τοῦ Νικομάχου, ὅτι τῆς αὐτῆς ἡμέρας ποτὲ κατὰ τὴν αὐτὴν ὥραν, καὶ ἐν Μεταποντίῳ ὤφθη ὑπὸ πολλῶν, καὶ ἐν Κρότωνι, τῷ ἀγῶνι ἐξανιστάμενος, ἔνθα καὶ τῶν μηρῶν ὁ Πυθαγόρας παρέφηνε τὸν ἕτερον χρυσοῦν. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ὑπὸ τοῦ Κόσα ποταμοῦ διαβαίνων προσερρήθη· καὶ πολλούς φησιν ἀκηκοέναι τὴν πρόσρησιν ταύτην.
27. Ὅτι Ἀννίκερις ἱππεὺς δεξιός· καὶ ὅτι, ὑπὲρ μικρῶν λίαν σπουδάζων, τὰ μεγάλα ὠλιγώρει
Ἀννίκερις ὁ Κυρηναῖος ἐπὶ τῇ ἱππείᾳ μέγα ἐφρόνει, καὶ ἁρμάτων ἐλάσει. Καὶ οὖν ποτε καὶ ἐβουλήθη Πλάτωνι ἐπιδείξασθαι τὴν τέχνην. Ζεύξας οὖν τὸ ἅρμα, περιήλασεν ἐν Ἀκαδημίᾳ δρόμους παμπόλλους, οὕτως ἀκριβῶς φυλάττων τοῦ δρόμου τὸν στοῖχον, ὡς μὴ παραβαίνειν τὰς ἁρματοτροχίας, ἀλλ᾿ ἀεὶ κατ᾿ αὐτὸν ἰέναι. Οἱ μὲν οὖν ἄλλοι πάντες, ὥσπερ εἰκὸς, ἐξεπλάγησαν· ὁ δὲ Πλάτων, τὴν ὑπερβάλλουσαν αὐτοῦ σπουδὴν διέβαλεν, εἰπών, Ἀδύνατόν ἐστι τὸν εἰς μικρὰ οὕτω, καὶ οὐδενὸς ἄξια, τοσαύτην φροντίδα κατατιθέμενον, ὑπὲρ μεγάλων τινῶν σπουδάσαι· Πᾶσαν γὰρ αὐτῷ τὴν διάνοιαν εἰς ἐκεῖνα ἀποτεθεῖσαν ἀνάγκη ὀλιγωρεῖν τῶν ὄντως θαυμάζεσθαι δικαίων.
28. Ἀλεκτρυόνων ἀγὼν πόθεν ἀρχὴν ἔλαβεν
Μετὰ τὴν κατὰ τῶν Περσῶν νίκην, Ἀθηναῖοι νόμον ἔθεντο, ἀλεκτρυόνας ἀγωνίζεσθαι δημοσίᾳ ἐν τῷ θεάτρῳ μιᾶς ἡμέρας τοῦ ἔτους. Πόθεν δὲ τὴν ἀρχὴν ἔλαβεν ὅδε ὁ νόμος ἐρῶ. Ὅτε Θεμιστοκλῆς ἐπὶ τοὺς βαρβάρους ἐξῆγε τὴν πολιτικὴν δύναμιν, ἀλεκτρυόνας ἐθεάσατο μαχομένους· οὐδὲ ἀργῶς αὐτοὺς εἶδεν· ἐπέστησε δὲ τὴν στρατιὰν, καὶ ἔφη πρὸς αὐτούς, Ἀλλ᾿ οὗτοι μὲν, οὔτε ὑπὲρ πατρίδος, οὔτε ὑπὲρ πατρῴων θεῶν, οὐδὲ μὴν ὑπὲρ γονικῶν ἠρίων κακοπαθοῦσιν, οὐδὲ ὑπὲρ δόξης, οὐδὲ ὑπὲρ ἐλευθερίας, οὐδὲ ὑπὲρ παὶδων, ἀλλ᾿ ὑπὲρ τοῦ μὴ ἡττηθῆναι ἑκάτερος, μηδὲ εἶξαι θατέρῳ τὸν ἕτερον. Ἅπερ οὖν εἰπὼν ἐπέρρωσε τοὺς Ἀθηναίους. Τὸ τοίνυν γενόμενον αὐτοῖς σύνθημα τότε εἰς ἀρετὴν ἐβουλήθη διαφυλάττειν καὶ εἰς τὰ ὅμοια ἔργα ὑπόμνησιν.
29. Τὴν τύχην πῶς ἐσήμανεν ὁ Πιττακός
Πιττακὸς ἐν Μιτυλήνῃ κατεσκεύασεν τοῖς ἱεροῖς κλίμακα, εἰς οὐδεμίαν μὲν χρῆσιν ἐπιτήδειον, αὐτὸ δὲ τοῦτο, ἀνάθημα εἶναι· αἰνιττόμενος τὴν ἐκ τῆς τύχης ἄνω καὶ κάτω μετάπτωσιν τρόπον τινὰ, τῶν μὲν εὐτυχούντων ἀνιόντων, κατιόντων δὲ τῶν δυστυχούντων.
30. Περὶ Πλάτωνος
Πλάτων ὁ Ἀρίστωνος τὰ πρῶτα ἐπὶ ποιητικὴν ὥρμησε, καὶ ἡρωϊκὰ ἔγραφε μέτρα. Εἶτα αὐτὰ κατέπρησεν ὑπεριδὼν αὐτῶν, ἐπεὶ τοῖς Ὁμήρου αὐτὰ ἀντικρίνων ἑώρα κατὰ πολὺ ἡττώμενα. Ἐπέθετο οὖν τραγῳδίᾳ, καὶ δὴ καὶ τετραλογίαν εἰργάσατο, καὶ ἔμελλεν ἀγωνιεῖσθαι, δοὺς ἤδη τοῖς ὑποκριταῖς τὰ ποιήματα. Πρὸ τῶν Διονυσίων δὲ παρελθὼν ἤκουσε Σωκράτους, καὶ ἅπαξ αἱρεθεὶς ὑπὸ τῆς ἐκείνου σειρῆνος, τοῦ ἀγωνίσματος οὐ μόνον ἀπέστη τότε, ἀλλὰ καὶ τελέως τὸ γράφειν τραγῳδίαν ἀπέρριψε, καὶ ἀπεδύσατο ἐπὶ φιλοσοφίαν.
31. Ὅτι μηδεὶς τῶν βαρβάρων ἄθεος
Καὶ τίς οὐκ ἂν ἐπῄνεσε τὴν τῶν βαρβάρων σοφίαν; εἴ γε μηδεὶς αὐτῶν εἰς ἀθεότητα ἐξέπεσε, μηδὲ ἀμφιβάλλουσι περὶ θεῶν, ἆρά γέ εἰσιν, ἢ οὔκ εἰσιν, καὶ ἆρά γε ἡμῶν φροντίζουσιν, ἢ οὔ. Οὐδεὶς γοῦν ἔννοιαν ἔλαβε τοιαύτην οἵαν Εὐήμερος ὁ Μεσσήνιος, ἢ Διογένης ὁ Φρὺξ, ἢ Ἵππων, ἢ Διαγόρας ἢ Σωσίας, ἢ Ἐπίκουρος, οὔτε Ἰνδὸς, οὔτε Κελτὸς, οὔτε Αἰγύπτιος. Λέγουσι δὲ τῶν βαρβάρων οἱ προειρημένοι, καὶ εἶναι θεοὺς, καὶ προνοεῖν ἡμῶν, καὶ προσημαίνειν τὰ μέλλοντα, καὶ διὰ ὀρνίθων καὶ διὰ συμβόλων, καὶ διὰ σπλάγχνων, καὶ δι᾿ ἄλλων τινῶν μαθημάτων τε, καὶ διδαγμάτων· ἅπερ οὖν ἐστι τοῖς ἀνθρώποις διδασκαλία ἐκ τῆς παρὰ τῶν θεῶν εἰς αὐτοὺς προνοίας. Καὶ δι᾿ ὀνείρων δὲ λέγουσι, καὶ δι᾿ αὐτῶν τῶν ἀστέρων πολλὰ προδηλοῦσθαι. Καὶ ὑπὲρ τούτων ἰσχυρὰν ἔχοντες τὴν πίστιν, θύουσί τε καθαρῶς καὶ ἁγνεύουσιν ὁσίως, καὶ τελετὰς τελοῦσι, καὶ ὀργίων φυλάττουσι νόμον, καὶ τὰ ἄλλα πράττουσιν, ἐξ ὧν, ὅτι τοὺς θεοὺς ἰσχυρῶς καὶ σέβουσι, καὶ τιμῶσιν, ὡμολόγηται.
32. Περὶ Ἡρακλέους μετωνυμίας, καὶ χρησμοῦ Φοίβου ὑπὲρ αὐτοῦ
Λέγουσί τινες λόγοι Πυθικοὶ τὸν Ἡρακλῆν, τὸν Διὸς καὶ Ἀλκμήνης παῖδα, ἀπὸ γενεᾶς Ἡρακλῆν
οὐ
κεκλῆσθαι· χρόνῳ δὲ ὕστερον ἐλθόντα εἰς Δελφοὺς, διά τινα αἰτίαν δεόμενον χρησμοῦ, μήτε, ὧν ἧκε χάριν, ἀμοιρῆσαι, προσακοῦσαι δὲ ἐκείνοις καὶ ἰδίᾳ παρὰ τοῦ θεοῦ ταῦτα·
Ἡρακλῆ δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει·
Ἧρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις.
33. Περὶ ἀγαλμάτων ποταμῶν
Τὴν τῶν ποταμῶν ῥύσιν, καὶ τὰ ῥεῖθρα αὐτῶν ὁρῶμεν· ὅμως δὲ οἱ τιμῶντες αὐτοὺς, καὶ τὰ ἀγάλματα αὐτῶν ἐργαζόμενοι, οἱ μὲν ἀνθρωπομόρφους αὐτοὺς ἱδρύσαντο, οἱ δὲ βοῶν εἶδος αὐτοῖς περιέθηκαν. Βουσὶ μὲν οὖν εἰκάζουσιν, οἱ Στυμφάλιοι μὲν τὸν Ἐρασῖνον, καὶ τὴν Μετώπην, Λακεδαιμόνιοι δὲ τὸν Ἐυρώταν, Σικυώνιοι δὲ καὶ Φλιάσιοι τὸν Ἀσωπόν· Ἀργεῖοι δὲ, τὸν Κηφισσόν. Ἐν εἴδει δὲ ἀνδρῶν Ψωφίδιοι τὸν Ἐρύμανθον, τὸν δὲ Ἀλφειὸν Ἡραιεῖς· Χερρονήσιοι δὲ οἱ ἀπὸ Κνίδου, καὶ αὐτοὶ τὸν ποταμὸν ὁμοίως. Ἀθηναῖοι δὲ τὸν Κηφισσὸν ἄνδρα μὲν δεικνύουσι ἐν τιμῇ, κέρατα δὲ ὑποφαίνοντα. Καὶ ἐν Σικελίᾳ δὲ Συρακούσιοι μὲν τὸν Ἄναπον ἀνδρὶ εἴκασαν, τὴν δὲ Κυάνην πηγὴν γυναικὸς εἰκόνι ἐτίμησαν· Αἰγεσταῖοι δὲ τὸν Πόρπακα, καὶ τὸν Κριμησὸν, καὶ τὸν Τελμησσὸν ἀνδρῶν εἴδει τιμῶσιν· Ἀκραγαντῖνοι δὲ τὸν ἐπώνυμον τῆς πόλεως ποταμὸν παιδὶ ὡραίῳ εἰκάσαντες, θύουσιν. Οἱ δὲ αὐτοὶ καὶ ἐν Δελφοῖς ἀνέθεσαν, ἐλέφαντος διαγλύψαντες ἄγαλμα, καὶ ἐπέγραψαν τὸ τοῦ ποταμοῦ ὄνομα· καὶ παιδός ἐστι τὸ ἄγαλμα.
34. Περὶ γήρως
Ἐπίχαρμόν φασι, πάνυ σφόδρα πρεσβύτην ὄντα, μετά τινων ἡλικιωτῶν ἐν λέσχῃ καθήμενον, ἐπεὶ ἕκαστος τῶν παρόντων ἔλεγεν, ὁ μέν τις, Ἐμοὶ πέντε ἔτη ἀπόχρη βιῶναι, ἄλλος δέ, Ἐμοὶ τρία, τρίτου δὲ εἰπόντος, Ἐμοί γε τέτταρα, ὑπολαβὼν ὁ Ἐπίχαρμος, Ὦ βέλτιστοι, εἶπε, τί στασιάζετε καὶ διαφέρεσθε ὑπὲρ ὀλίγων ἡμερῶν; πάντες γὰρ οἱ συνελθόντες κατά τινα δαίμονα, ἐπὶ δυσμαῖς ἐσμεν· ὥστε ὥρα πᾶσιν ἡμῖν τὴν ταχίστην ἀνάγεσθαι, πρὸ τοῦ τινος καὶ ἀπολαῦσαι κακοῦ πρεσβυτικοῦ.
35. Ὅτι ὁ ὕπνος θανάτου ἀδελφός, καὶ περὶ Γοργίου τελευτῆς
Γοργίας ὁ Λεοντῖνος ἐπὶ τέρματι ὢν τοῦ βίου, καὶ γεγηρακὼς εὖ μάλα, ὑπό τινος ἀσθενείας καταληφθείς, κατ᾿ ὀλίγον εἰς ὕπνον ὑπολισθαίνων ἔκειτο. Ἐπεὶ δέ τις αὐτὸν παρῆλθε τῶν ἐπιτηδείων ἐπισκοπούμενος, καὶ ἤρετο, τί πράττοι; ὁ Γοργίας ἀπεκρίνατο, Ἤδη με ὁ ὕπνος ἄρχεται παρακατατίθεσθαι τῷ ἀδελφῷ.
36. Περὶ Σωκράτους γηρῶντος, καὶ νοσοῦντος
Σωκράτης δὲ, καὶ αὐτὸς βαθύτατα γηρῶν, εἶτα νόσῳ περιπεσών, ἐπεί τις αὐτὸν ἠρώτησε, πῶς ἔχει; Καλῶς, εἶπε, πρὸς ἀμφότερα· ἐὰν μὲν γὰρ ζῶ, ζηλωτὰς ἕξω πλείονας· ἐὰν δὲ ἀποθάνω, ἐπαινέτας πλείονας.
37. Περὶ νόμου τοῦ τοὺς νοσούντας οἶνον πίνειν κωλύοντος
Ζαλεύκου τοῦ Λοκροῦ, πολλοὶ μέν εἰσι ἄλλοι νόμοι κάλλιστα καὶ εἰς δέον κείμενοι, καὶ οὗτος δὲ οὐχ ἥκιστα. Εἴ τις Λοκρῶν τῶν Ἐπιζεφυρίων νοσῶν ἔπιεν οἶνον ἄκρατον, μὴ προστάξαντος τοῦ θεραπεύοντος, εἰ καὶ περιεσώθη, θάνατος ἡ ζημία ἦν αὐτῷ, ὅτι μὴ προσταχθὲν αὐτῷ ὁ δὲ ἔπιεν.
38. Ῥωμαίων καὶ ἄλλων τινῶν νόμος οἶνον μήτε παντί, μήτε ἡλικίᾳ πασῃ παραχωρῶν
Νόμος καὶ οὗτος Μασσαλιωτικός, γυναῖκας μὴ ὁμιλεῖν οἴνῳ, ἀλλ᾿ ὑδροποτεῖν πᾶσαν γυναικῶν ἡλικίαν. Λέγει δὲ Θεόφραστος καὶ παρὰ Μιλησίοις τὸν νόμον τοῦτον ἰσχύειν, καὶ πείθεσθαι αὐτῷ τὰς Ἰάδας, τὰς Μιλησίων γυναῖκας. Τί δὲ οὐκ ἂν εἴποιμι καὶ τὸν Ῥωμαίων νόμον; καὶ πῶς οὐκ ὀφλήσω δικαίως ἀλογίαν; εἰ τὰ μὲν Λοκρῶν, καὶ Μασσαλιωτῶν, καὶ τὰ Μιλησίων διὰ μνήμης ἐθέμην, τὰ δὲ τῆς ἐμαυτοῦ πατρίδος ἀλόγως ἐάσω. Οὐκοῦν καὶ Ῥωμαίοις ἦν ἐν τοῖς μάλιστα νόμος ὅδε ἐρρωμένος. Οὔτε ἐλευθέρα γυνὴ ἔπιεν ἂν οἶνον, οὔτε οἰκέτις, οὐδὲ μὴν τῶν εὖ γεγονότων οἱ ἀφ᾿ ἥβης μέχρι πέντε καὶ τριάκοντα ἐτῶν.
39. Κρητῶν νόμος περὶ μαθημάτων
Κρῆτες δὲ τοὺς παῖδας τοὺς ἐλευθέρους μανθάνειν ἐκέλευον τοὺς νόμους μετά τινος μελῳδίας, ἵνα ἐκ τῆς μουσικῆς ψυχαγωγῶνται, καὶ εὐκολώτερον αὐτοὺς τῇ μνήμῃ παραλαμβάνωσι· καὶ ἵνα μή, τι τῶν κεκωλυμένων πράξαντες, ἀγνοίᾳ πεποιηκέναι ἀπολογίαν ἔχωσι. Δεύτερον δὲ μάθημα ἔταξαν, τοὺς τῶν θεῶν ὕμνους μανθάνειν. Τρίτον, τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἐγκώμια.
40. Ζῶα ἀλλοτρίως πρὸς οἶνον ἔχοντα, καὶ ἄλλως μεθύοντα
Πᾶν μὲν, ὅσον ἄλογόν ἐστιν, ἀλλοτρίως πρὸς οἶνον πέφυκε, μάλιστα δὲ τῶν ζῴων ἐκεῖνα, ὅσα σταφυλῆς ἢ γιγάρτων ὑπερπλησθέντα μεθύει. Καὶ οἱ κόρακες δὲ, τὴν καλουμένην Οἰνοῦτταν βοτάνην ὅταν φάγωσι, καὶ οἱ κύνες δὲ, καὶ αὐτοὶ βακχεύονται. Πίθηκος δὲ, καὶ ἐλέφας, ἐὰν οἴνου πίωσιν, ὁ μὲν τῆς ἀλκῆς ἐπιλανθάνεται ,ὁ ἐλέφας, ὁ δὲ τῆς πανουργίας· καί εἰσιν αἱρεθῆναι πάνυ ἀσθενεῖς.
41. Φιλοπόται τινές, καὶ πολυπόται
Φιλοπόται δὲ λέγονται γενέσθαι Διονύσιος ὁ Σικελίας τύραννος, καὶ Νυσαῖος καὶ οὗτος τύραννος, καὶ Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱός, καὶ Ἱππαρῖνος Διονυσίου ὢν υἱὸς καὶ οὗτος, καὶ Τιμόλαος ὁ Θηβαῖος, καὶ Χαρίδημος ὁ Ὠρείτης, καὶ Ἀρκαδίων, καὶ Ἐρασίξενος,
καὶ Ἀλκέτας ὁ Μακεδὼν, καὶ Διότιμος ὁ Ἀθηναῖος.
Οὗτός τοι καὶ
χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην, ἀδιαλείπτως ἐχώρει τὸν εἰσχεόμενον οἶνον.
Κλεομένης δὲ ὁ Λακεδαιμόνιος, οὐ μόνον φασὶν, ὅτι πολυπότης ἦν· ἀλλὰ γὰρ προστιθέασιν αὐτῷ καὶ τοῦτο δήπου τὸ Σκυθικὸν κακόν, ὅτι ἀκρατοπότης ἐγένετο.
Καὶ Ἴωνα δὲ τὸν Χῖον τὸν ποιητὴν, καὶ αὐτόν φασι περὶ τὸν οἶνον ἀκρατῶς ἔχειν.
Καὶ Ἀλέξανδρος δὲ ὁ Μακεδὼν ἐπὶ Καλανῷ τῷ Βραχμᾶνι, τῷ Ἰνδῶν σοφιστῇ, ὅτε ἑαυτὸν ἐκεῖνος κατέπρησεν, ἀγῶνα μουσικῆς, καὶ ἱππικῶν, καὶ ἀθλητῶν διέθηκε.
Χαριζόμενος δὲ τοῖς Ἰνδοῖς, καί τι ἐπιχώριον αὐτῶν ἀγώνισμα εἰς τιμὴν τοῦ Καλανοῦ συγκατηρίθμησε τοῖς ἄθλοις τοῖς προειρημένοις.
Οἰνοποσίας γοῦν ἀγωνίαν προὔθηκε, καὶ ἦν τῷ μὲν τὰ πρῶτα φερομένῳ, τάλαντον τὸ γέρας, τῷ δὲ δευτέρῳ τριάκοντα μναῖ· τῷ γε μὴν τρίτῳ δέκα.
Ὁ δὲ τὰ νικητήρια ἀναδησάμενος ἐν αὐτοῖς ἦν Πρόμαχος.
Καὶ ἐκ Διονυσίου δὲ τῇ τῶν Χοῶν ἑορτῇ προὔκειτο ἆθλον τῷ πιόντι πλέον, στέφανος χρυσοῦς.
Καὶ ἐνίκησε Ξενοκράτης ὁ Χαλκηδόνιος, καὶ τὸν στέφανον λαβών, ὅτε ἐπανῄει μετὰ τὸ δεῖπνον, τῷ Ἑρμῇ τῷ πρὸ τῶν θυρῶν ἑστῶτι ἐπέθηκεν αὐτὸν, κατὰ τὸ ἔθος τῶν ἔμπροσθεν ἡμερῶν· καὶ γὰρ καὶ τοὺς
ἀνθίνους, καὶ τοὺς ἐκ τῆς μυρρίνης, καὶ τὸν ἐκ τοῦ κιττοῦ, καὶ τὸν ἐκ τῆς δάφνης, ἐνταῦθα ἀνέπαυσε, καὶ ἀπέλιπε.
Καὶ Ἀνάχαρσις δὲ πάμπολυ, φασίν, ἔπιε παρὰ Περιάνδρῳ, τοῦτο μὲν καὶ οἴκοθεν ἑαυτῷ ἐπαγόμενος τὸ ἐφόδιον· Σκυθῶν γὰρ ἴδιον τὸ πίνειν ἄκρατον.
Καὶ Λακύδης δὲ, καὶ Τίμων, οἱ φιλόσοφοι, καὶ τούτους φασὶ πάμπολυ πιεῖν.
Καὶ Μυκερῖνος δὲ ὁ Αἰγύπτιος, ὅτε αὐτῷ τὸ ἐκ
Βούτης μαντεῖον ἀφίκετο, προλέγον τὴν τοῦ βίου στενοχωρίαν, εἶτα ἐβουλήθη σοφίσασθαι τὸ λόγιον ἐκεῖνος, διπλασιάζων τὸν χρόνιον καὶ ταῖς ἡμέραις προστιθεὶς τὰς νύκτας, διετέλει καὶ αὐτὸς ἀγρυπνῶν καὶ πίνων ἅμα.
Τίθει μετὰ τούτων καὶ Ἄμασιν τὸν Αἰγύπτιον, ἐπεί τοι καὶ Ἡρόδοτος ἱκανὸς τεκμηριῶσαι. Καὶ Νικοτέλην δὲ τὸν Κορίνθιον οὐ χρὴ ἀπὸ τούτων τάττειν, καὶ Σκόπαν τὸν Κρέοντος υἱόν.
Καὶ Ἀντίοχον τὸν βασιλέα φασὶν οἰνεραστὴν γενέσθαι· διὰ ταῦτά τοι καὶ τὴν βασιλείαν αὐτῷ διῴκουν Ἄριστός τε, καὶ Θεμίσων, οἱ Κύπριοι, αὐτὸς δὲ διὰ τὴν πολυποσίαν ἐπεγέγραπτο τῇ ἀρχῇ ἄλλως.
Καὶ ὁ Ἐπιφανὴς δὲ κληθεὶς Ἀντίοχος ὁ Ῥωμαίοις δοθεὶς ὅμηρος, καὶ οὗτος ἀκρατῶς ἐδίψε οἴνου πίνειν.
Καὶ ὁ ὁμώνυμος δὲ τούτου Ἀντίοχος, ὁ
Μήδοις πρὸς Ἀρσάκην πολεμήσας, καὶ οὗτος ἦν τοῦ πίνειν δοῦλος.
Καὶ ὁ Μέγας δὲ καλούμενος Ἀντίοχος, καὶ οὗτος σὺν τούτοις τετάχθω.
Καὶ Ἄγρωνα δὲ τὸν Ἰλλυριῶν βασιλέα ἀπέκτεινεν ἡ πρὸς τὸν οἶνον ἄδικος ὁρμή, καὶ αὐτῷ πλευρῖτιν ἐνειργάσατο. καὶ ἕτερος Ἰλλυριῶν βασιλεὺς Γένθιος, πίνειν καὶ οὗτος εἴθιστο ἀκρατῶς.
Τόν γε μὴν Καππαδόκων βασιλέα Ὀροφέρνην τί τοῦτον ἐάσομεν, καὶ ἐκεῖνον πιεῖν γενόμενον δεινόν;
Εἰ δὲ χρὴ καὶ γυναικῶν μνημονεῦσαι, ἄτοπον μὲν γυνὴ φιλοπότις, καὶ πολυπότις ἔτι πλέον, εἰρήσθω δ᾿ οὖν καὶ περὶ τούτων. Κλεώ, φασιν, εἰς ἅμιλλαν ἰοῦσα, οὐ γυναιξὶ μόναις, ἀλλὰ καὶ τοῖς ἀνδράσι τοῖς συμπόταις, δεινοτάτη πιεῖν ἦν, καὶ ἐκράτει πάντων, αἴσχιστόν γε τοῦτο φερομένη τὸ νικητήριον, ὥς γε ἐμοὶ κριτῇ.
42. Περὶ Πλάτωνος δόξης, καὶ περὶ ἰσονομίας
Ἡ Πλάτωνος δόξα, καὶ ὁ τῆς κατ᾿ αὐτὸν ἀρετῆς λόγος, καὶ εἰς Ἀρκάδας ἀφίκετο, καὶ Θηβαίους. Καὶ οὖν καὶ ἐδεήθησαν αὐτοῦ, πρέσβεις ἀποστείλαντες, σὺν τῇ ἀνωτάτω σπουδῇ, ἀφικέσθαι σφίσι τὸν ἄνδρα, οὐκ ἐπὶ μόνῃ τῇ τῶν νέων προστασίᾳ, οὐδ᾿ ἵνα αὐτοῖς συγγένηται ἐπὶ τοῖς λόγοις τοῖς κατὰ φιλοσοφίαν, ἀλλὰ γὰρ, καὶ τὸ ἔτι τούτων μεῖζον, νομοθέτην αὐτὸν ἐκάλουν. Οὔκουν ἔμελλον ἀτυχήσειν τοῦ ἀνδρός· καὶ γὰρ ἥσθη ὁ τοῦ Ἀρίστωνος τῇ κλήσει, καὶ δὴ καὶ ἔμελλεν ὑπακούσεσθαι. Ἤρετο μέντοι τοὺς ἥκοντας, Πῶς ἔχουσι πρὸς τὸ ἴσον ἔχειν ἅπαντες; Ἐπεὶ δὲ ἔμαθε παρ᾿ αὐτῶν, ὅτι καὶ πάνυ ἀλλοτρίως, οὐδὲ πείσει αὐτοὺς τιμᾶν τὴν ἰσονομίαν, ἀπείπατο τὴν πρὸς αὐτοὺς ἐπιδήμιαν.
43. Τινὲς τῶν Ἑλλήνων ἄριστοι, πενέστατοι
Πενέστατοι ἐγένοντο οἱ ἄριστοι τῶν Ἑλλήνων, Ἀριστείδης ὁ Λυσιμάχου, καὶ Φωκίων ὁ Φώκου, καὶ Ἐπαμεινώνδας ὁ Πολύμνιδος, καὶ Πελοπίδας ὁ Θηβαῖος, καὶ Λάμαχος ὁ Ἀθηναῖος, καὶ Σωκράτης ὁ Σωφρονίσκου, καὶ Ἐφιάλτης δὲ ὁ Σοφωνίδου καὶ ἐκεῖνος.
44. Εἰκόνος τοῦ Θέωνος ζωγράφου ἔκφρασις
Θέωνος τοῦ ζωγράφου πολλὰ μὲν καὶ ἄλλα ὁμολογεῖ τὴν χειρουργίαν ἀγαθὴν οὖσαν, ἀτὰρ οὖν καὶ τόδε τὸ γράμμα· Ὁπλίτης ἐστὶν ἐκβοηθῶν, ἄφνω τῶν πολεμίων εἰσβαλλόντων καὶ δῃούντων ἅμα, καὶ κειρόντων τὴν γῆν. Ἐναργῶς δὲ καὶ πάνυ ἐκθύμως ὁ νεανίας ἔοικεν ὁρμῶντι εἰς τὴν μάχην. Καὶ εἶπες ἂν αὐτὸν ἐνθουσιᾶν, ὥσπερ ἐξ Ἄρεος μανέντα. Γοργὸν μὲν αὐτῷ βλέπουσιν οἱ ὀφθαλμοί· τὰ δὲ ὅπλα ἁρπάσας, ἔοικεν, ᾗ ποδῶν ἔχει ἐπὶ τοὺς πολεμίους ᾄττειν. Προβάλλεται δὲ ἐντεῦθεν ἤδη τὴν ἀσπίδα, καὶ γυμνὸν ἐπισείει τὸ ξίφος, φονῶντι ἐοικὼς, καὶ σφαγὴν βλέπων, καὶ ἀπειλῶν δι᾿ ὅλου τοῦ σχήματος, ὅτι μηδενὸς φείσεται. Καὶ πλέον οὐδὲν περιείργασται τῷ Θέωνι, οὐ λοχίτης, οὐ ταξίαρχος, οὐ λοχαγὸς, οὐχ ἱππεὺς, οὐ τοξότης· ἀλλ᾿ ἀπέχρησέν οἱ καὶ ὁ εἰς ὁπλίτης οὗτος πληρῶσαι τὴν τῆς εἰκόνος ἀπαίτησιν. Οὐ πρότερόν γε μὴν ὁ τεχνίτης ἐξεκάλυψε τὴν γραφὴν, οὐδὲ ἔδειξε τοῖς ἐπὶ τὴν θέαν συνειλεγμένοις, πρὶν ἢ σαλπιγκτὴν παρεστήσατο, καὶ προσέταξεν αὐτῷ τὸ παρορμητικὸν ἐμπνεῦσαι μέλος, διάτορόν τε καὶ γεγωνὸς ὅτι μάλιστα, καὶ οἷον εἰς τὴν μάχην ἐγερτήριον. Ἅμα τε οὖν τὸ μέλος ἠκούετο τραχὺ, καὶ φοβερὸν, καὶ οἷον εἰς ὁπλιτῶν ἔξοδον ταχέως ἐκβοηθούντων μελῳδοῦσῃ σάλπιγγι, καὶ ἐδείκνυτο ἡ γραφὴ, καὶ ὁ στρατιώτης ἐβλέπετο, τοῦ μέλους ἐναργεστέραν τὴν φαντασίαν τοῦ ἐκβοηθοῦντος ἔτι καὶ μᾶλλον παραστήσαντος.