RETOUR À L’ENTRÉE DU SITE ALLER A LA TABLE DES MATIÈRES D'ÉLIEN

Αἰλιανός, 

Ποικίλη ἱστορία

Βιβλίον πρῶτον

1. Περὶ πολύποδος 2. Περὶ φαλάγγων 3. Περὶ Αἰγυπτίων βατράχων 4. Περὶ κυνὸς Αἰγυπτίου 5. Περὶ θαλαττίας ἀλώπεκος 6. Περὶ χελωνῶν θαλαττίων 7. Περὶ ἀγρίων συῶν 8. Περὶ φαλαγγίου 9. Περὶ λέοντος νοσοῦντος 10. Πῶς αἱ βεβλημέναι ἐν Κρήτῃ αἶγες θεραπεύονται 11. Ὅτι μαντικοὶ οἱ μῦες 12. Περὶ μυρμήκων 13. Περὶ Γέλωνος 14. Περὶ κύκνου 15. Περὶ περιστερῶν 16. Περὶ Σωκράτους, ὅτε τὸ κώνειον ἔπιεν 17. Περὶ τῶν σμικροτάτων τεθρίππων, καὶ ἐλεγείου 18. Περὶ τρυφωσῶν γυναικῶν 19. Περὶ τῆς τῶν Συβαριτῶν, καὶ Κολοφωνίων, καὶ Κορινθίων τρυφῆς 20. Περὶ Διονυσίου συλήσαντος τὰ τῶν θεῶν 21. Ἰσμηνίας, αἰσχύνης χωρὶς, πῶς Περσῶν βασιλεῖ προσεκύνησεν 22. Δῶρα τὰ διδόμενα παρὰ Περσῶν βασιλέως τοῖς πρεσβευταῖς 23. Περὶ Γοργίου καὶ Πρωταγόρου 24. Περὶ φιλονεικίας Ἡρακλέους, καὶ Λεπρέου 25. Περὶ Ἀλεξάνδρου μεγαλοφροσύνης εἰς τὸν Φωκίωνα, καὶ τούτου εἰς ἐκεῖνον 26. Περὶ Ἀγλαΐδος τῆς ἀδδηφάγου 27. Περὶ ἀδδηφαγίας πολλῶν 28. Περὶ τῶν παρὰ Ῥοδίοις τιμωμένων ὄψων 29. Ὅτι ὄϊς λέοντα ἔτεκεν 30. Ὅτι Γαλέτης οὐ μᾶλλον διὰ τὴν μορφήν, ἢ διὰ τὴν σύνεσιν, ὑπὸ τοῦ Πτολεμαίου λίαν ἠράσθη 31. Περσικὸς νόμος, περὶ τοῦ δῶρου προσφέρειν τῷ βασιλεῖ 32. Περὶ δεδωρημένου ὕδατος τῷ Περσῶν βασιλεῖ 33. Περὶ μεγάλης ῥοιᾶς τῷ αὐτῷ δεδωρημένης 34. Περὶ πατρὸς υἱοῦ θάνατον καταγινώσκεσθαι ζητοῦντος

1. Περὶ πολύποδος

Δεινοὶ κατὰ κοιλίαν εἰσὶν οἱ πολύποδες, καὶ πᾶν ὁτιοῦν φαγεῖν ἄμαχοι. Πολλάκις οὖν οὐδὲ ἀλλήλων ἀπέχονται, ἀλλά τῷ μείζονι ὁ βραχύτερος ἁλοὺς καὶ ἐμπεσὼν τοῖς ἀνδρειοτέροις θηράτροις, τοῖς καλουμένοις τοῦ ἰχθύος πλοκάμοις, εἶτα αὐτῷ γίνεται δεῖπνον. λλοχῶσι δὲ οἱ πολύποδες καὶ τοὺς ἰχθῦς τὸν τρόπον τοῦτον. πὸ ταῖς πέτραις κάθηνται, καὶ ἑαυτοὺς εἰς τὴν ἐκεινων μεταμορφοῦσι χροιὰν, καὶ τοῦτο εἶναι δοκοῦσιν, ὅπερ οὖν καὶ πεφύκασιν αἱ πέτραι. οἱ τοίνυν ἰχθῦς προσνέουσιν οἱονεὶ τῇ πέτρᾳ τοῖς πολύποσιν, οἱ δὲ ἀφυλάκτους ὄντας αὐτοὺς περιβάλλουσι ταῖς ἐξ ἑαυτῶν ἄρκυσι, ταῖς πλεκτάναις.

2. Περὶ φαλάγγων

Ὑφαντικὴν, καὶ ὑφαίνειν, καὶ δῶρα Ἐργάνης δαίμονος, οὖτε ἴσασιν αἱ φάλαγγες οὖτε εἰδέναι βούλονται. τί ποτ’ ἂν καὶ χρήσαιτο τῷ τοιῷδε ἐσθήματι τὸ τοιοῦτον θηρίον; τὸ δὲ ἀράχριου πάγη, καὶ οἱονεὶ κύρτος ἐστὶ τοῖς ἐμπίπτουσι. Καὶ ἡ μὲν ἀρκυωρεῖ πάνυ σφόδρα ἀτρεμοῦσα, καὶ ἔοικεν ἀκινήτῳ. Καὶ τὸ μὲν ἐνέπεσεν, ὅ τί ποτέ ἐστι τὸ ἐμπεσόν, ἡ δὲ ἔχει δαῖτα. Τοσοῦτον δ’ ἐμπίπτει, ὅσον καὶ τὸ ὕφασμα κατέχειν δυνατόν ἐστι, καὶ ἐκείνῃ δειπνεῖν ἀπόχρη. 

3. Περὶ Αἰγυπτίων βατράχων 

Σοφόν τι ἄρα χρῆμα ἦν γένος βατράχων Αἰγυπτίων, καὶ οὖν καὶ τῶν ἄλλων ὑπερφέρουσι κατὰ πολύ. ὰν γὰρ ὕδρῳ περιπέσῃ, Νείλου θρέμματι, βάτραχος, καλάμου τρύφος ἐνδακὼν, πλάγιον φέρει, καὶ ἀπρὶξ ἔχεται, καὶ οὐκ ἀνίησι κατὰ τὸ καρτερόν. δὲ ἀμηχανεῖ καταπιεῖν αὐτὸν αὐτῷ καλάμῳ· οὐ γὰρ οἱ χωρεῖ περιλαβεῖν τοσοῦτον τὸ στόμα, ὅσον ὁ κάλαμος διείργει. Καὶ ἐκ τούτου περιγίνονται τῆς ῥώμης τῶν ὕδρων οἱ βάτραχοι τῇ σοφίᾳ. 

4. Περὶ κυνὸς Αἰγυπτίου

Καὶ ἐκεῖνο δὲ κυνὸς Αἰγυπτίου τι σοφόν. Οὐκ ἀθρόως, οὐδὲ ἀνέδην, οὐδὲ ἐλευθέρως ἐκ τοῦ ποταμοῦ πίνουσιν, ἐπικύπτοντες ἅμα, καὶ ὅσον διψῶσι λάπτοντες· ὑφορῶνται γὰρ τὰ ἐν αὐτῷ θηρία. Παραθέουσι δὲ τὴν ὄχθην, καὶ παρακλέπτοντες πίνουσιν, ὅσον ἁρπάσαι, πάλιν καὶ πάλιν. Εἶτα οὕτως ἐκ διαλειμμάτων ἐκορέσθησαν, οὐ μὴν ἀπώλοντο, καὶ οὖν καὶ ἠκέσαντο τὸ δίψος.

5. Περὶ θαλαττίας ἀλώπεκος 

Ἡ ἀλώπηξ, οὐ μόνον τὸ χερσαῖον θηρίον δολερόν ἐστιν, ἀλλὰ καὶ ἡ θαλαττία πανοῦργός ἐστι. Τὸ μὲν γὰρ δέλεαρ οὐχ ὑφορᾶται, οὐδὲ μὴν φυλάττεται διὰ τὴν ἀκρασίαν τοῦτο· τοῦ δὲ ἀγκίστρου καταφρονεῖ καὶ πάνυ ἡ ἀλώπηξ. Πρὶν ἢ γὰρ τὸν ἀσπαλιέα σπάσαι τὸν κάλαμον, δὲ ἀνέθορε, καὶ ἀπέκειρε τὴν ὁρμιὰν, καὶ νήχεται αὖθις. Πολλάκις δ᾿ οὖν καὶ δύο καὶ τρία κατέπιεν ἄγκιστρα· ὁ δ’ ἁλιεὺς ἐκείνην οὐκ ἐδείπνησε, προϊοῦσαν τῆς θαλάσσης. 

6. Περὶ χελωνῶν θαλαττίων

Αἱ χελῶναι αἱ θαλάττιαι ἐν τῇ γῇ τίκτουσι. Τεκοῦσαι δὲ, παραχρῆμα κατέχωσαν ἐν τῇ γῇ τὰ ᾠά· εἶτα, ὑποστρέψασαι ὀπίσω εἰς ἤθη τὰ ἑαυτῶν, νήχονται. Εἰσι δὲ εἰς τοσοῦτον λογιστικαί, ὥστε ἐφ᾿ ἑαυτῶν ἐκλογίζεσθαι τὰς ἡμέρας τὰς τετταράκοντα, ἐν αἷς τὰ ἔγγονα αὐταῖς, τῶν ᾠῶν συμπαγέντων, ζῷα γίνεται. ποστρέψασαι οὖν αὖθις εἰς τὸν χῶρον, ἐν ᾧ κατέθεντο κρύψασαι τὰ ἑαυτῶν βρέφη, ἀνώρυξαν τὴν γῆν, ἣν ἐπέβαλον, καὶ κινουμένους ἤδη τοὺς νεοττοὺς, καὶ ἕπεσθαι δυναμένους αὐταῖς ἀπάγουσιν. 

7. Περὶ ἀγρίων συῶν

Ἦσαν ἄρα οἱ σῦς οἱ ἄγριοι ἰατρικῆς οὐκ ἀπαίδευτοι, καὶ θεραπείας ἅμα. Οὗτοι γοῦν, ὅταν αὑτοὺς λαθόντες ὑοσκυάμου φάγωσι, τὰ ἐξόπισθεν ἐφέλκουσι, παρειμένως ἔχοντες οὕτως αὐτῶν. Εἶτα σπώμενοι, ὅμως ἐπὶ τὰ ὕδατα παραγίνονται, καὶ ἐνταῦθα τῶν καρκίνων ἀναλέγουσι, καὶ ἐσθίουσι προθυμότατα. Γίνονται δὲ αὐτοῖς οὗτοι τοῦ πάθους φάρμακον, καὶ ἐργάζονται ὑγιεῖς αὐτοὺς αὖθις. 

8. Περὶ φαλαγγίου

Φαλάγγιον ἐλάφοις τοσοῦτόν ἐστι κακὸν, ὅσον καὶ ἀνθρώποις· καὶ κινδυνεύουσιν ἀπολέσθαι διὰ ταχέων. ὰν μέντοι κιττοῦ γεύσωνται, ἐλύπησεν αὐτοὺς τὸ δῆγμα οὐδέν· δεῖ δὲ εἶναι τὸν κιττὸν ἄγριον. 

9. Περὶ λέοντος νοσοῦντος

Λέοντα δὲ νοσοῦντα τῶν μὲν ἄλλων οὐδὲν ὀνίνησι· φάρμακον δέ ἐστιν αὐτῷ τῆς νόσου, βρωθεὶς πίθηκος. 

10. Πῶς αἱ βεβλημέναι ἐν Κρήτῃ αἶγες θεραπεύονται

Οἱ Κρῆτές εἰσι τοξεύειν ἀγαθοί · καὶ οὖν καὶ τὰς αἶγας βάλλουσιν ἐπ᾿ ἄκροις νεμομένας τοῖς ὄρεσιν. Αἱ δὲ βληθεῖσαι παραχρῆμα τῆς δικτάμνου βοτάνης διέτραγον, καὶ ἅμα τῷ γεύσασθαι, ὅλα ἐκείναις τὰ βέλη ἐκπίπτει.

11. Ὅτι μαντικοὶ οἱ μῦες

Ἦσαν δ᾿ ἄρα μαντικώτατοι τῶν ζῷων καὶ μύες· γηρώσης γὰρ οἰκίας ἤδη καὶ μελλούσης κατολισθαίνειν, αἰσθάνονται πρῶτοι · καὶ ἀπολιπόντες τὰς μυωπίας αὑτῶν, καὶ τὰς ἐξ ἀρχῆς διατριβὰς, ᾗ ποδῶν ἔχουσιν, ἀποδιδράσκουσι, καὶ μετοικίζονται. 

12. Περὶ μυρμήκων

Ἔχουσι δὲ καὶ οἱ μύρμηκες, ὡς ἀκούω, μαντικῆς τινα αἴσθησιν. ὅταν γὰρ μέλλῃ λιμός ἔσεσθαι, δεινῶς εἰσι φιλόπονοι πρὸς τὸ θησαυρίσαι, καὶ ἑαυτοῖς ἀποταμιεύσασθαι τοὺς πυροὺς, καὶ τὰ λοιπὰ τῶν σπερμάτων, ὅσα μυρμήκων δεῖπνόν ἐστιν. 

13. Περὶ Γέλωνος

Ὁ Συρακούσιος Γέλων ὄναρ ἐβέβλητο κεραυνῷ, καὶ διὰ τοῦτο ἐβόα, οὐκ ἀμυδρὸν, οὐδ᾿ ἀσθενὲς, ὡς ἐν ὀνείρῳ, ἀλλ᾿ ἀνδρικῶς, ἅτε δεινῶς ἐκπλαγεὶς ὑπὸ τοῦ δέους. δὲ κῦων, ὅσπερ οὖν αὐτῷ παρεκάθευδεν, ἐκ τῆς βοῆς διεταράχθη, καὶ περιβὰς αὐτὸν, ὑλάκτει πὰνυ σφοδρῶς ἀπειλητικὸν, καὶ σύντονον. Καὶ ἐκ τούτων ό Γέλων ἅμα τε ἀφυπνίσθη, καὶ τοῦ δέους ἀφείθη. 

14. Περὶ κύκνου

Λέγει Ἀριστοτέλης τὸν κύκνον καλλίπαιδα εἶναι, καὶ πολύπαιδα· ἔχειν γε μὴν καὶ θυμόν. Πολλάκις γοῦν εἰς ὀργὴν καὶ μάχην προελθόντες, καὶ ἀλλήλους ἀπέκτειναν οἱ κύκνοι. Λέγει δὲ ὁ αὐτὸς, καὶ μάχεσθαι τοὺς κύκνους τοῖς ἀετοῖς· ἀμύνεσθαί γε μὴν αὐτούς, ἀλλ᾿ οὐκ ἄρχειν ἀδίκων. τι δέ εἰσι φιλῳδοί, τοῦτο μὲν ἤδη καὶ τεθρύληται. γὼ δὲ ᾄδοντος κύκνου οὐκ ἤκουσα, ἴσως δὲ οὐδὲ ἄλλος· πεπίστευται δ᾿ οὖν, ὅτι ᾄδει. Καὶ λέγουσί γε αὐτὸν μάλιστα ἐκεῖνον εἶναι τὸν χρόνον εὐφωνότατόν τε, καὶ ᾠδικώτατον, ὅταν ᾖ περὶ τὴν καταστροφὴν τοῦ βίου. Διαβαίνουσι δὲ καὶ πέλαγος, καὶ πέτονται καὶ κατὰ θαλάσσης, καὶ αὐτοῖς οὐ κάμνει τὸ πτερόν. 

15. Περὶ περιστερῶν

Ἐκ διαδοχῆς φασιν ἐπῳαζειν τὰς περιστεράς. Εἶτα τῶν νεοττῶν γενομένων, ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ἀπελαύνων αὐτῶν τὸν φθόνον, φασίν, ἵνα μὴ βασκανθῶσι ,δι᾿ ἄρα τοῦτο. Τίκτει δὲ ᾠὰ δύο ἡ θήλεια, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ πάντως, το δὲ δεύτερον, θῆλυ.  Τίκτουσι δὲ αἱ περιστεραὶ κατὰ πᾶσαν ὥραν τοῦ ἔτους. νθεν τοι καὶ δεκάκις τοῦ ἔτους ὠδίνουσι. Λόγος δέ τις περίεισιν Αἰγύπτιος, λέγων δωδεκάκις τὰς ἐν Αἰγύπτῳ τίκτειν. Λέγει δὲ Ἀριστοτέλης καὶ διάφορον εἶναι τῆς περιστερᾶς τὴν πελειάδα· τὴν μὲν γὰρ περιστερὰν εἶναι μείζονα, τὴν δὲ πελειάδα βραχυτέραν· καὶ τὴν μὲν περιστερὰν τιθασὸν εἶναι, τὴν δὲ οὔ. Λέγει δὲ ὁ αὐτὸς, μὴ πρότερον ἀναβαίνειν τὸν ἀρρενα τὴν θήλειαν, πρὶν ἢ φιλήσ αὐτήν· μὴ γὰρ ἀνέχεσθαι τὰς θηλείας τὴν τῶν ἀρρένων ὁμιλίαν, τοῦ φιλήματος ἔρημον. Προστίθησι τούτοις καὶ ἐκεῖνα, ὅτι καὶ αἱ θήλειαι ἀλλήλας ἀναβαίνουσιν, ὅταν τῆς πρὸς ἄρρενα μίξεως ἀτυχήσωσι· καὶ οὐδὲν μὲν εἰς ἀλλήλας προΐενται, τίκτουσι δὲ ᾠά, ἐξ ὧν νεοττοὶ οὐ γίνονται αὐταῖς. Εἰ δέ τι Καλλιμάχῳ χρὴ προσέχειν, φάσσαν, καὶ πυραλλίδα, καὶ περιστερὰν, καὶ τρυγόνα φησὶ μηδὲν ἀλλήλαις ἐοικέναι.
Ἰνδοὶ δέ φασι λόγοι, περιστερὰς ἐν Ἰνδοῖς γίνεσθαι μηλίνας τὴν χρόαν. Χάρων δὲ ὁ Λαμψακηνὸς περὶ τὸν Ἄθω φανῆναι περιστερὰς λευκὰς λέγει, ὅτε ἐνταῦθα ἀπώλοντο αἱ τῶν Περσῶν τριήρεις, περικάμπτουσαι τὸν Ἄθω. 
Ἐν Ἔρυκι δὲ τῆς Σικελίας ἔνθα ἐστὶν ὁ τῆς Ἀφροδίτης νεὼς, σεμνός τε καὶ ἅγιος, ἔνθα κατά τινα καιρὸν θύουσιν οἱ Ἐρυκινοὶ τὰ Ἀναγώγια, καὶ λέγουσι τὴν Ἀφροδίτην εἰς Λιβύην ἀπὸ τῆς Σικελίας ἀνάγεσθαι, ἀφανεῖς ἐκ τοῦ χώρου αἱ περιστεραὶ γίνονται, ὥσπεροὖν τῇ θεῷ συναποδημοῦσαι. Κατά γε μὴν τὸν λοιπὸν χρόνον πάμπολύ τι πλῆθος τῶνδε τῶν ὀρνίθων ἐπιπολάζειν τῷ ναῷ τῆς θεοῦ ὡμολόγηται. 
Ἀχαϊκοὶ δὲ αὖ πάλιν λέγουσι λόγοι, καὶ τὸν Δία αὐτὸν μεταβαλεῖν τὴν μορφὴν εἰς περιστεράν, ἐρασθέντα παρθένου, Φθίας ὄνομα. ν Αἰγίῳ δὲ ᾤκει ἡ Φθία αὕτη. 

16. Περὶ Σωκράτους, ὅτε τὸ κώνειον ἔπιεν

Ὅτε ἧκεν ἡ ναῦς ἐκ Δήλου, καὶ ἔδει Σωκράτην ἀποθνῄσκειν, ἀφίκετο εἰς τὸ δεσμωτήριον Ἀπολλόδωρος, ὁ τοῦ Σωκράτους ἑταῖρος, χιτῶνά τε αὐτῷ φέρων ἐρίων πολυτελῆ καὶ εὐήτριον καὶ ἱμάτιον τοιοῦτο. Καὶ ἠξίου ἐδύντα αὐτὸν τὸν χιτῶνα, καὶ θοἰμάτιον περιβαλόμενον, εἶτα οὕτω πιεῖν τὸ φάρμακον. λεγε γὰρ αὐτῷ, καλῶν ἐνταφίων μὴ ἀμοιρήσειν, εἰ ἐν αὐτοῖς ἀποθάνοι· καὶ γὰρ οὖν καὶ προκεῖσθαι σὺν τῷ κόσμῳ τὸν νεκρὸν οὐ πάνυ τι ἀδόξως. Ταῦτα τὸν Σωκράτην ὁ Ἀπολλόδωρος. δὲ οὐκ ἠνέσχετο, ἀλλ᾿ ἔφη πρὸς τοὺς ἀμφὶ τὸν Κρίτωνα, καὶ Σιμμίαν, καὶ Φαίδωνα. Καὶ πῶς ὑπὲρ ἡμῶν καλῶς Ἀπολλόδωρος οὕτω δοξάζει, εἴγε αὐτὸς πεπίστευκεν, ὅτι μετὰ τὴν ἐξ Ἀθηναίων φιλοτησίαν, καὶ τὸ τοῦ φαρμάκου πόμα, ἔτι οὕτως ὄψεται Σωκράτην; Εἰ γὰρ οἴεται τὸν ὀλίγον ὕστερον ἐρριμμένον ἐν ποσὶ καὶ κεισόμενόν γ' ἐμὲ εἶναι, δῆλός ἐστί με οὐκ εἰδώς.

17. Περὶ τῶν σμικροτάτων τεθρίππων, καὶ ἐλεγείου

Ταῦτα ἄρα ἐστὶ τὰ θαυμαζόμενα Μυρμηκίδου τοῦ Μιλησίου, καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου, τὰ μικρὰ ἔργα. Τέθριππα μὲν ἐποίησαν ὑπὸ μυίας καλυπτόμενα, καὶ ἐν σησάμῳ δίστιχον ἐλεγεῖον χρυσοῖς γράμμασιν ἐπέγραψαν. ν, ἐμοὶ δοκεῖν, ὁ σπουδαῖος οὐδέτερον ἐπαινέσεται· τί γὰρ ἄλλο ἐστὶ ταῦτα, ἢ χρόνου παρανάλωμα; 

18. Περὶ τρυφωσῶν γυναικῶν

Πῶς δὲ οὐ διέρρεον ὑπὸ τρυφῆς αί πολλαὶ τῶν τότε γυναικῶν; πὶ μὲν γὰρ τῆς κεφαλῆς στεφάνην ἐπετίθεντο ὑψηλήν, τοὺς δὲ πόδας σανδάλοις ὑπεδοῦντο, ἐκ δὲ τῶν ὤτων αὐταῖς ἐνώτια μακρὰ ἀπεκρέμαντο· τῶν δὲ χιτώνων τὰ περὶ τοὺς ὤμους ἄχρι τῶν χειρῶν οὐ συνέρραπτον, ἀλλὰ περόναις χρυσαῖς, καὶ ἀργυραῖς, συνεχέσι κατελάμβανον. Καὶ ταῦτα αἱ πάνυ παλαιαί. Τῶν δὲ Ἀττικῶν γυναικῶν τὴν τρυφὴν Ἀριστοφάνης λεγέτω. 

19. Περὶ τῆς τῶν Συβαριτῶν, καὶ Κολοφωνίων, καὶ Κορινθίων τρυφῆς

Ὁ μὲν δημώδης λόγος καὶ εἰς πάντας ἐφοιτήσας λέγει, Συβαρίταις καὶ αὐτῇ τῇ Συβάρει αἰτίαν τῆς ἀπωλείας γενέσθαι τὴν πολλὴν τρυφήν. δὲ οὐκ ἔστι τοῖς πολλοῖς γνώριμα, ταῦτ' ἐγὼ ἐρῶ. Κολοφωνίους φασὶ καὶ αὐτοὺς διὰ τὴν πάνυ τρυφὴν ἀπολέσθαι· καὶ γάρ τοι καὶ οὗτοι ἐσθῆτι πολυτελεῖ ἐθρύπτοντο, καὶ τραπέζης ἀσωτίᾳ καὶ ὑπὲρ τὴν χρείαν χρώμενοι ὕβριζον. Καὶ ἡ τῶν Βακχιαδῶν δὲ τῶν ἐν Κορίνθῳ ἀρχή, ἐπὶ μέγα δυνάμεως προελθοῦσα, ὅμως, διὰ τὴν τρυφὴν τὴν ἔξω τοῦ μέτρου, καὶ αὐτὴ κατελύθη. 

20. Περὶ Διονυσίου συλήσαντος τὰ τῶν θεῶν

Διονύσιος ἐξ ἁπάντων τῶν ἐν Συρακούσαις ἱερῶν ἐσύλησε τὰ χρήματα. Τοῦ δὲ ἀγάλματος τοῦ Διὸς περιεῖλε τὴν ἐσθῆτα καὶ τὸν κόσμον, ὃς ἦν, φασι, χρυσίου πέντε καὶ ὀγδοήκοντα ταλάντων. κνούντων δὲ τῶν δημιουργῶν ἅψασθαι, δε πρῶτος ἔκρουσε τὸ ἄγαλμα. Καὶ τὸ ἄγαλμα δὲ τοῦ Ἀπόλλωνος περιεσύλησεν, ἔχον καὶ αὐτὸ χρυσοῦς βοστρύχους, κελεύσας ἀποκεῖραί τινα αὐτ. Πλεύσας δὲ εἰς Τυρρηνούς, τὰ τοῦ Ἀπόλλωνος, καὶ τῆς Λευκοθέας ἅπαντα ἐσύλησε χρήματα, τὴν παρακειμένην ἀργυρᾶν τῷ Ἀπόλλωνι τράπεζαν κελεύσας ἀφελεῖν, γαθοῦ Δαίμονος τῷ θεῷ διδόντας πρόποσιν. 

21. Ἰσμηνίας, αἰσχύνης χωρὶς, πῶς Περσῶν βασιλεῖ προσεκύνησεν

Ἰσμηνίου τοῦ Θηβαίου σοφὸν ἅμα καὶ Ἑλληνικὸν οὐκ ἂν ἀποκρυφαίμην ἔργον. Πρεσβεύων οὗτος ὑπὲρ τῆς πατρίδος πρὸς  βασιλέα τῶν Περσῶν ἀφίκετο μὲν, ἐβούλετο δὲ αὐτὸς, ὑπὲρ ὧν ἧκεν, ἐντυχεῖν τῷ Πέρσῃ. φατο οὖν πρὸς αὐτὸν ὁ χιλίαρχος, ὁ καὶ τὰς ἀγγελίας εἰσκομίζων τῷ βασιλεῖ, καὶ τοὺς δεομένους εἰσάγων. λλ᾿, ὦ ξένε Θηβαῖε» (ἔλεγε δὲ ταῦτα περσίζων δι᾿ ἑρμηνέως, Τιθραύστης δὲ ἦν ὄνομα τῷ χιλιάρχῳ), νόμος ἐστὶν ἐπιχώριος Πέρσαις, τὸν εἰς ὀφθαλμοὺς ἐλθόντα τοῦ βασιλέως μὴ πρότερον λόγου μεταλαγχάνειν, πρὶν ἢ προσκυνῆσαι αὐτόν. Εἰ τοίνυν αὐτὸς δι᾿ ἑαυτοῦ συγγενέσθαι θέλεις αὐτῷ, ὥρα σοι, τὰ ἐκ τοῦ νόμου δρᾶν· εἰ δὲ μή, τὸ αὐτό σοι τοῦτο καὶ δι᾿ ἡμῶν ἀνυσθήσεται, καὶ μὴ προσκυνήσαντι. τοίνυν Ἰσμηνίας,  γε με, εἶπε, καὶ προσελθὼν καὶ ἐμφανὴς τῷ βεσαιλεῖ γενόμενος, περιελόμενος τὸν δακτύλιον, ἔρριψεν ἀδήλως παρὰ τοὺς πόδας, ὃν ἔτυχε φορῶν, καὶ ταχέως ἐπικύψας, ὡς δὴ προσκυνῶν, πάλιν ἀνείλετο αὐτόν· καὶ δόξαν μὲν ἀπέστειλε τῷ Πέρσῃ προσκυνήσας, οὐ μὴν ἔδρασεν οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων. Πάντα δ᾿ οὖν ὅσα ἠβουλήθη κατεπράξατο, οὐδὲ ἠτύχησέ τι ἐκ τοῦ Πέρσου. 

22. Δῶρα τὰ διδόμενα παρὰ Περσῶν βασιλέως τοῖς πρεσβευταῖς

Δῶρα τὰ ἐκ βασιλέως διδόμενα τοῖς παρ᾿ αὐτὸν ἥκουσι πρεσβευταῖς, εἴτε παρὰ τῶν Ἑλλήνων ἀφίκοιντο εἴτε ἑτέρωθεν, ταῦτ᾿ ἦν. Τάλαντον μὲν ἑκάστῳ Βαβυλώνιον ἐπισήμου ἀργυρίου, ταλαντιαῖαι δὲ φιάλαι δύο ἀργυραῖ. Δύναται δὲ τὸ τάλαντον τὸ Βαβυλώνιον δύο καὶ ἑβδομήκοντα μνᾶς Ἀττικάς. Ψέλλιά τε καὶ ἀκινάκην ἐδίδου, καὶ στρεπτόν· χιλίων δαρεικῶν ἄξια ταῦτα. Καὶ στολὴν ἐπ᾿ αὐτοῖς Μηδικήν· ὄνομα δὲ τῇ στολῇ δωροφορική.

23. Περὶ Γοργίου καὶ Πρωταγόρου

Ἐν τοῖς Ἕλλησι τοῖς πάλαι, μακρᾷ τῇ δόξῃ διέπρεπε Γοργίας ὁ Λεοντῖνος Φιλολάου, καὶ Πρωταγόρας Δημοκρίτου· τῇ δὲ σοφίᾳ τοσοῦτον ἐλείποντο, ὅσον ἀνδρῶν παῖδες. οικε γάρ πως ἡ δόξα μὴ πάνυ τι ἀκριβὲς, μήτε ὁρᾶν, μήτε ἀκούειν· ἔνθεν τοι καὶ πολλὰ σφάλλεται, καὶ τὰ μὲν καταχαρίζεται, τὰ δὲ ψεύδεται.

24. Περὶ φιλονεικίας Ἡρακλέους, καὶ Λεπρέου

Καύκωνος τοῦ Ποσειδῶνος, καὶ Ἀστυδαμείας τῆς Φόρβαντος, γίνεται παῖς Λεπρέας, ὅσπερ οὖν συνεβούλευσε τῷ Αὐγέᾳ δῆσαι τὸν Ἡρακλῆ, ὅτε αὐτὸν ἀπῄται τὸν ὐπὲρ τοῦ ἄθλου μισθὸν Ἡρακλῆς. ν οὖν, οἷα εἰκὸς, πολέμιος τῷ Ἡρακλεῖ ὁ Λεπρέας ἐκ τῆς τοιαύτης συμβουλῆς. Χρόνῳ δὲ ὕστερον ὁ μὲν τοῦ Διὸς παῖς εἰς Καύκωνας ἀφίκετο· δεηθείσης δὲ τῆς Ἀστυδαμείας, διαλύεται τὴν πρὸς τὸν Λεπρέα ὁ Ἡρακλῆς ἔχθραν. Φιλονεικία δ᾿ οὖν αὐτοῖς ἐμπίπτει νεανικὴ, καὶ ἐρίζουσιν ἀλλήλοις περὶ δίσκου, καὶ ὕδατος ἀντλήσεως, καὶ τίς καταδειπνήσει ταῦρον πρότερος· καὶ ἐν πᾶσι τούτοις ἡττᾶται Λεπρέας. Καὶ ὑπὲρ πολυποσίας ἀγὼν αὐτοῖς ἐγένετο, καὶ ἐνταῦθα πάλιν ὁ Ἡρακλῆς ἐκράτει. Διανιώμενος δὲ ὁ Λεπρέας, λαβὼν ὅπλα, εἰς μονομαχίαν προκαλεῖται τὸν Ἡρακλῆ. Καὶ οῦν καὶ ἔτισε δίκας ὑπὲρ τῶν παῤ Αὐγέᾳ· μαχόμενος γὰρ ὰποθνῄσκει. 

25. Περὶ Ἀλεξάνδρου μεγαλοφροσύνης εἰς τὸν Φωκίωνα, καὶ τούτου εἰς ἐκεῖνον

Ἀλέξανδρος ὁ Φιλίππου (εἰ δέ τῳ δοκεῖ, ὁ τοῦ Διός, ἐμοὶ γὰρ οὐδὲν διαφέρει) Φωκίωνι μόνῳ, φασί, τῷ Ἀθηναίων στρατηγῷ γράφων, προσετίθει τὸ χαίρειν· οὕτως ἄρα ᾑρήκει τὸν Μακεδόνα ὁ Φωκίων. λλὰ καὶ τάλαντα αὐτῷ ἀργυρίου ἔπεμψεν ἑκατὸν, καὶ πόλεις τέτταρας ὠνόμασεν, ὧν ἠξίου μίαν, ἣν βούλεται, προελέσθαι αὐτόν, ἵνα ἔχοι καρποῦσθαι τὰς ἐκεῖθεν προσόδους. σαν δὲ αἱ πόλεις αἵδε, Κίος, Ἐλαία, Μύλασα, Πάταρα. μὲν οὖν Ἀλέξανδρος μεγαλοφρόνως ταῦτα καὶ μεγαλοπρεπῶς· ἔτι γε μὴν μεγαλοφρονέστερον ὁ Φωκίων, μήτε τὸ ἀργύριον προσιέμενος, μήτε τὴν πόλιν. ς δὲ μὴ δοκοίη πάντῃ ὑπερφρονεῖν τοῦ Ἀλεξάνδρου, ἐτίμησεν αὐτὸν κατὰ τοῦτο· τοὺς ἐν τῇ ἄκρᾳ τῇ ἐν Σάρδεσι δεδεμένους ἄνδρας ἠξίωσεν αὐτὸν ἀφεῖναι ἐλευθέρους αὐτῷ, Ἐχεκρατίδην τὸν σοφιστὴν, καὶ Ἀθηνόδωρον τὸν Ἴμβριον, καὶ Δημάρατον, καὶ Σπάρτωνα· ἀδελφὼ δὲ ἄρα ἤστην οὗτοι Ῥοδίω.

26. Περὶ Ἀγλαΐδος τῆς ἀδδηφάγου

Γυναῖκα ἀκούω σαλπίσαι, καὶ τοῦτο ἔργον ἔχειν ἅμα καὶ τέχνην, Ἀγλαΐδα ὄνομα, τὴν Μεγακλέους παῖδα. Περίθετον δὲ εἶχε κόμην, καὶ λόφον ἐπὶ τῆς κεφαλῆς. Καὶ ὁμολογεῖ Ποσείδιππος ταῦτα. Δεῖπνον δὲ ἦν ἄρα αὐτῇ κρεῶν μὲν μναῖ δώδεκα, ἄρτων δὲ χοίνικες τέτταρες, ἔπινε δὲ οἴνου χοᾶ. 

27. Περὶ ἀδδηφαγίας πολλῶν

Ἀδηφάγους λέγουσιν ἀνθρώπους γεγεονέναι Πιτυρέα τὸν Φρύγα, καὶ Κάμβλητα τὸν Λυδὸν, καὶ Θῦον τὸν Παφλαγόνα, καὶ Χαρίδαν, καὶ Κλεώνυμον, καὶ Πείσανδρον, καὶ Χάριππον, καὶ Μιθριδάτην τὸν Ποντικὸν, καὶ Καλαμόδρυν τὸν Κυζικηνὸν, καὶ Τιμοκρέοντα τὸν Ῥόδιον, τὸν ἀθλητὴν ἅμα καὶ ποιητήν, καὶ Καντίβαριν τὸν Πέρσην, καὶ Ἐρυσίχθονα τὸν Μυρμιδόνος· ἔνθεν τοι καὶ Κάνθων ἐκλήθη οὗτος. Λέγεται δὲ καὶ ἐν Σικελίᾳ Ἀδδηφαγίας ἱερὸν εἶναι ,καὶ Σιτοῦς ἄγαλμα Δήμητρος. μολογεῖ δὲ καὶ Ἀλκμὰν ὁ ποιητὴς ἑαυτὸν πολυβορώτατον γεγονέναι. Καὶ Κτησίαν δέ φησί τινα Ἀναξίλας, ὁ τῆς κωμῳδίας ποιητὴς, πολλὰ ἐσθίειν. 

28. Περὶ τῶν παρὰ Ῥοδίοις τιμωμένων ὄψων

Ἀλλὰ ἔγωγε ὑμῖν ἐθέλω εἰπεῖν Ῥόδιον δόξαν. ν Ῥόδῳ φασὶ τὸν μὲν εἰς τοὺς ἰχθῦς ὁρῶντα, καὶ θαυμάζοντα αὐτοὺς, καὶ ὄντα τῶν ἄλλων ὀψοφαγίστατον, ἀλλὰ τοῦτόν γε ὡς ἐλευθέριον ὑπὸ τῶν δημοτῶν ἐπαινεῖσθαι· τόν γε μὴν πρὸς τὰ κρέα ἀπονεύοντα, ὡς φορτικὸν καὶ γάστριν διαβάλλουσι Ῥόδιοι. Εἴτε δὲ ἐκεῖνοι ὀρθῶς, εἴτε οὗτοι φλαύρως, ὑπερφρονῶ τοῦτο ἐξετάζειν. 

29. Ὅτι ὄϊς λέοντα ἔτεκεν

Λέγουσι Κῴων παῖδες ἐν Κῷ τεκεῖν, ἔν τινι ποίμνῃ Νικίου τοῦ τυράννου, ὄιν· τεκεῖν δὲ οὐκ ἄρνα, ἀλλὰ λέοντα. Καὶ οὖν καὶ τὸ σημεῖον τοῦτο τῷ Νικίππ τὴν τυραννίδα τὴν μέλλουσαν αὐτῷ μαντεύσασθαι, ἰδιώτῃ ἔτι ὄντι. 

30.  Ὅτι Γαλέτης οὐ μᾶλλον διὰ τὴν μορφήν, ἢ διὰ τὴν σύνεσιν, ὑπὸ τοῦ Πτολεμαίου λίαν ἠράσθη

Πτολεμαῖος ὁ βασιλεὺς ἐρώμενον εἶχε Γαλέτην ὄνομα, ἰδεῖν κάλλιστον. μείνων δὲ ἦν ἄρα τούτῳ τῷ μειρακίῳ ἡ γνώμη τῆς μορφῆς. Πολλάκις γοῦν αὐτῷ καὶ ὁ Πτολεμαῖος ἐμαρτύρει, καὶ ἔλεγεν, ἀγαθὴ κεφαλή, κακοῦ μὲν οὐδεπώποτε οὐδενὶ γέγονας αἴτιος, πολλοῖς δὲ καὶ πολλὰ ἀγαθὰ προὐξένησας. μὲν ἵππευε σὺν τῷ βασιλεῖ τὸ μειράκιον. δὼν δὲ πόρρωθεν ἀγομένους τινὰς ἐπὶ θανάτῳ, οὐ ῥᾳθύμως εἶδεν· ἀλλ᾿ ἔφη πρὸς τὸν Πτολεμαῖον, βασιλεῦ, ἐπεὶ κατά τινα δαίμονα τῶν ἀγομένων ἀγαθὸν ἐπὶ ἵππ ἐτύχομεν ὄντες, φέρε, εἴ σοι δοκεῖ, τὴν ἔλασιν ἐπιτείναντες, καὶ συντονώτερον ἐπιδιώξαντες, Διόσκοροι τοῖς δειλαίοις γενώμεθα, 
Σωτῆρες ἔνθα, κἀγαθοὶ παραστάται,
τοῦτο δὴ τὸ λεγόμενον ἐπὶ τῶν θεῶν τούτων. δὲ ὑπερησθεὶς αὐτοῦ τῇ χρηστότητι, καὶ τὸ φιλοίκτιρμον ὑπερφιλήσας, καὶ ἐκείνους ἔσωσε, καὶ ἐπὶ πλέον προσέθηκε τῷ φίλτρῳ τοῦ κατ᾿ αὐτὸν ἔρωτος. 

31. Περσικὸς νόμος, περὶ τοῦ δῶρου προσφέρειν τῷ βασιλεῖ

Νόμος οὗτος Περσικὸς ἐν τοῖς μάλιστα ὑπ᾿ αὐτῶν φυλαττόμενος· ὅταν εἰς Πέρσας ἐλαύνῃ βασιλεύς, πάντες αὐτῷ Πέρσαι κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστός προσκομίζει. τε δὲ ὄντες ἐν γεωργίᾳ, καὶ περὶ γῆν πονούμενοι, καὶ αὐτουργοὶ πεφυκότες, οὐδὲν τῶν ὑβρισμένων, οὐδὲ τῶν ἄγαν πολυτελῶν, προσφέρουσιν, ἀλλ᾿ ἢ βοῦς, ἢ ὄις, οἱ δὲ σῖτον, καὶ οἶνον ἄλλοι. Παρεξιόντι δ᾿ αὐτῷ, καὶ παρελαύνοντι, ταῦτα ὑπὸ ἑκάστου πρόκειται, καὶ ὀνομάζεται δῶρα, καὶ δοκεῖ τούτῳ. Οἱ δὲ ἔτι τούτων ἐνδεέστεροι τὸν βίον, καὶ γάλα, καὶ φοίνικας αὐτῷ, καὶ τυρὸν προσφέρουσι, καὶ τρωκτὰ ὡραῖα, καὶ τὰς ἄλλας ἀπαρχὰς τῶν ἐπιχωρίων. 

32. Περὶ δεδωρημένου ὕδατος τῷ Περσῶν βασιλεῖ

Λόγος οὖν καὶ Περσικός. Φασὶν ἄνδρα Πέρσην, ᾧ ὄνομα ἦν Σιναίτης, πόρρω τῆς ἐπαύλεως τῆς ἑαυτοῦ ἐντυχεῖν Ἀρταξέρξῃ τῷ ἐπικαλουμένῳ Μνήμονι. ποληφθέντα οὖν θορυβηθῆναι δέει τοῦ νόμου, καὶ αἰδοῖ τοῦ βασιλέως. Οὐκ ἔχων δὲ ὅ τι χρήσαιτο τῷ παρόντι, ἡττηθῆναι τῶν ἄλλων Περσῶν μὴ φέρων, μηδὲ ἄτιμος δόξαι, τῷ μὴ δωροφορῆσαι βασιλέα· ἄλλ᾿ οὗτός γε πρὸς τὸν ποταμὸν τὸν πλησίον παραρρέοντα, ᾧ Κῦρός ἐστιν ὄνομα, ἐλθὼν σὺν σπουδῇ, καὶ ᾗ ποδῶν εἶχε μάλιστα, ἐπικύψας ἀμφοτέραις ταῖς χερσὶν ἀρυσάμενος τοῦ ὕδατος, Βασιλεῦ (φησιν) Ἀρταξέρξη, δι᾿ αἰῶνος βασιλεύοις· νῦν μὲν οὖν σε, ὅπῃ τε καὶ ὅπως ἔχω, τιμῶ, ὡς ἂν μὴ ἀγέραστος, τὸ γοῦν ἐμὸν καὶ τὸ κατ᾿ ἐμὲ παρέλθῃς. Τιμῶ δέ σε Κύρου ποταμοῦ ὕδατι· ὅταν δὲ ἐπὶ τὸν σταθμὸν τὸν σὸν παραγένῃ, οἴκοθεν, ὡς ἂν μάλιστα ἐμαυτοῦ κράτιστα καὶ πολυτελέστατα κομίσαιμι, οὕτω τιμήσω σε, καὶ δὴ οὐδὲν ἐλάττων γενήσομαί τινος τῶν ἄλλων τῶν ἤδη σε δεξιωσαμένων τοῖς δώροις.  πὶ τούτοις ὁ Ἀρταξέρξης ἥσθη, καὶ, Δέχομαι ἡδέως, φησὶν, ἄνθρωπε, τὸ δῶρον, καὶ τιμῶ γε αὐτὸ τῶν πάνυ πολυτελῶν, καὶ ἰσοστάσιον ἐκείνοις λέγω· πρῶτον μέν, ὅτι ὕδωρ ἐστὶ τὸ πάντων ἄριστον, δεύτερον δέ, ὅτι Κύρου ὄνομα ἐν ἑαυτῷ φέρει. Καὶ σὺ δέ μοι καταλύοντι ἐν τῷ σταθμῷ πάντως ἐπιφάνηθι. Ταῦτα εἰπὼν προσέταξε τοὺς εὐνούχους λαβεῖν τὸ ἐξ αὐτοῦ δῶρον. Οἱ δὲ τὴν ταχίστην προσδραμόντες, εἰς χρυσῆν φιάλην ἐδέξαντο ἐκ τῶν χειρῶν αὐτοῦ τὸ ὕδωρ. λθὼν δὲ, ἔνθα κατέλυεν, ὁ βασιλεὺς, ἔπεμψε τῷ ἀνδρὶ τῷ Πέρσῃ στολὴν Περσικὴν καὶ φιάλην χρυσῆν καὶ χιλίους δαρεικούς· καὶ προσέταξε τὸν κομίζοντα αὐτὰ εἰπεῖν τῷ λαμβανόντι, Κελεύει σε βασιλεὺς, ἐκ μὲν τούτου τοῦ χρυσίου εὐφραίνειν τὴν σεαυτοῦ ψυχήν, ἐπεὶ καὶ σὺ τὴν ἐκείνου εὔφρανας, μὴ αὐτὴν ἀγέραστον, μηδὲ ἄτιμον ἐάσας, ἀλλ᾿ ὡς ἤδη ἐχώρει ταύτῃ τιμήσας· βούλεται δέ σε καὶ τῇ φιάλῃ ταύτῃ ἀρυόμενον πίνειν ἐξ ἐκείνου τοῦ ὕδατος. 

33. Περὶ μεγάλης ῥοιᾶς τῷ αὐτῷ δεδωρημένης

Ῥοιὰν ἐπὶ λίκνου μεγίστην ὁ Μίσης Ἀρταξέρξῃ τῷ βασιλεῖ ἐλαύνοντι τὴν Περσίδα προσεκόμισε. Τὸ μέγεθος οὖν αὐτῆς ὑπερεκπλαγεὶς ὁ βασιλεὺς, κ ποίου παραδείσου, φησὶ, λαβὼν φέρεις μοι τὸ δῶρον τοῦτο; Τοῦ δὲ εἰπόντος, ὅτι οἴκοθεν, καὶ ἐκ τῆς αὑτοῦ γεωργίας, ὑπερήσθη· καὶ δῶρα μὲν αὐτῷ βασιλικὰ ἔπεμψε καὶ ἐπεῖπε, Νὴ τὸν Μίθραν, ἀνὴρ οὗτος ἐκ τῆς ἐπιμελείας ταύτης δυνήσεται καὶ πόλιν, κατά γε τὴν ἐμὴν κρίσιν, ἐκ μικρᾶς μεγάλην ποιῆσαι. οικε δὲ ὁ λόγος ὁμολογεῖν οὗτος, ὅτι πάντα ἐκ τῆς ἐπιμελείας, καὶ τῆς διαρκοῦς φροντίδος, καὶ τῆς σπουδῆς τῆς ἀνελλιποῦς, καὶ τῶν κατὰ φύσιν δύναιτο ἂν κρείττονα γενέσθαι. 

34. Περὶ πατρὸς υἱοῦ θάνατον καταγινώσκεσθαι ζητοῦντος

Ἀνὴρ γένει Μάρδος, ὄνομα Ῥακώκης, παῖδας εἶχεν ἑπτά. λλὰ τούτων ὁ νεώτατος ἐκαλεῖτο Καρτώμης· κακὰ δὲ πολλὰ τοὺς ἄλλους εἰργάζετο. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο αὐτὸν ὁ πατὴρ παιδεύειν, καὶ ῥυθμίζειν λόγῳ· ἐπεὶ δὲ οὐκ ἐπείθετο, τῶν δικαστῶν τῶν περιχώρων ἀφικομένων, ἔνθα ᾤκει ὁ τοῦ νεανίσκου πατήρ, ἀλλ᾿ ἐκεῖνός γε συλλαβὼν τὸ παιδίον, καὶ τὼ χεῖρε ὀπίσω περιαγαγὼν αὐτοῦ, πρὸς τοὺς δικαστὰς ἤγαγε· καὶ ὅσα αὐτῷ τετόλμητο πάντα ὰκριβῶς κατηγόρησε καὶ ᾔτει παρὰ τῶν δικαστῶν ἀποκτεῖναι, τὸν νεανίσκον. Οἱ δὲ ἐξεπλάγησαν, καὶ αὐτοὶ μὲν ἐφ᾿ ἑαυτῶν οὐκ ἔκριναν τὴν καταδικάζουσαν ἀγαγεῖν ψῆφον· ἀμφοτέρους δὲ ἐπὶ τὸν βασιλέα τῶν Περσῶν τὸν Ἀρταξέρξην ἤγαγον. Τὰ αὐτὰ δὲ λέγοντος τοῦ Μάρδου ὑπολαβὼν ὁ βασιλεὺς ἔφη, Εἶτα τολμήσεις τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ τὸν υἱὸν ἀποθνῄσκοντα ὑπομεῖναι; δὲ ἔφη, Πάντων μάλιστα· ἐπεὶ καὶ ἐν τῷ κήπῳ, ὅταν τῶν φυομένων θριδακινῶν τὰς ἐκφύσεις τὰς πικρὰς ἀποκλῶ καὶ ἀφαιρῶ, οὐδὲν ἡ μήτηρ αὐτῶν ἡ θριδακίνη λυπεῖται, ἀλλὰ θάλλει μᾶλλον καὶ μείζων καὶ γλυκίων γίνεται· μα καὶ ἐγώ, ὦ βασιλεῦ, τὸν βλάπτοντα τὴν ἐμὴν οἰκίαν καὶ τὸν τῶν ἀδελφῶν βίον, εἶπε, θεωρῶν ἀπολλύμενον, καὶ τῆς κακουργίας τῆς εἰς αὐτοὺς παυόμενον, καὶ αὐτὸς αὐξηθήσομαι, καὶ τοῖς λοιποῖς τοῖς κατὰ γένος συνέσομαι τὰ αὐτὰ ἐμοὶ εὖ πάσχουσιν. ν ἀκούσας Ἀρταξέρξης ἐπῄνεσε μὲν τὸν Ῥακώκην, καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα, εἰπὼν πρὸς τοὺς παρόντας, ὅτι ὁ περὶ τῶν ἰδίων παίδων οὕτω δικαίως ἀποφαινόμενος, πάντως καὶ ἐν τοῖς ἀλλοτρίοις ἀκριβὴς ἔσται δικαστὴς, καὶ ἀδέκαστος· ἀφῆκε δὲ καὶ τὸν νεανίαν τῆς παρούσης τιμωρίας, ἀπειλῶν αὐτῷ θανάτου τρόπον βαρύτατον, ἐὰν ἐπὶ τοῖς φθάσασιν ἀδικῶν φωραθῇ ἕτερα.