RETOUR À L’ENTRÉE DU SITE ALLER à LA TABLE DES MATIÈRES DE DIODORE

HISTOIRE UNIVERSELLE DE DIODORE DE SICILE

traduite en français par Monsieur l'Abbé TERRASSON

Tome quatrième

LIVRE QUINZIÈME.

Paris 1744

traduction française seule

texte bilingue

 

 

1. Παρ' ὅλην τὴν πραγματείαν εἰωθότες χρῆσθαι τῇ συνήθει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαθοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύλους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέψεσθαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάθεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς. [2] Διὸ καὶ τῇ γραφῇ παρόντες ἐπ' ἐκείνους τοὺς χρόνους, ἐν οἷς Λακεδαιμόνιοι περὶ Λεῦκτρα παραδόξως ἡττηθέντες μεγάλῃ περιέπεσον συμφορᾷ, καὶ πάλιν περὶ Μαντίνειαν πταίσαντες ἀνελπίστως ἀπέβαλον τὴν τῶν ῾Ελλήνων ἡγεμονίαν, ἡγούμεθα δεῖν τὴν ὑπόστασιν τῆς γραφῆς διαφυλάττειν καὶ τὴν ἁρμόττουσαν ἐπιτίμησιν τοῖς Λακεδαιμονίοις ποιήσασθαι. [3] Τίς γὰρ ἂν οὐχ ἡγήσαιτο κατηγορίας αὐτοὺς ἀξίους ὑπάρχειν, οἵτινες παρὰ τῶν προγόνων παραλαβόντες ἡγεμονίαν κάλλιστα τεθεμελιωμένην, καὶ ταύτην διὰ τὴν ἀρετὴν τῶν προγόνων διαφυλαχθεῖσαν ἔτη πλείω τῶν πεντακοσίων, οἱ τότε Λακεδαιμόνιοι διὰ τὴν ἑαυτῶν ἀβουλίαν καταλυθεῖσαν ἐπεῖδον, οὐκ ἀλόγως. οἱ μὲν γὰρ πρὸ αὐτῶν βεβιωκότες πολλοῖς πόνοις καὶ μεγάλοις κινδύνοις τὴν τηλικαύτην κατεκτήσαντο δόξαν, ἐπιεικῶς καὶ φιλανθρώπως προσφερόμενοι τοῖς ὑποτεταγμένοις· οἱ δὲ μεταγενέστεροι βιαίως καὶ χαλεπῶς χρώμενοι τοῖς συμμάχοις, ἔτι δὲ πολέμους ἀδίκους καὶ ὑπερηφάνους ἐνιστάμενοι πρὸς τοὺς ῞Ελληνας, οὐκ ἀλόγως ἀπέβαλον τὴν ἀρχὴν διὰ τὰς ἰδίας ἀβουλίας. [4] Έν γὰρ ταῖς συμφοραῖς αὐτῶν τὸ μῖσος τῶν ἀδικουμένων ἔλαβε καιρὸν ἀμύνασθαι τοὺς προηδικηκότας, καὶ τοῖς ἐκ προγόνων ἀνικήτοις γεγονόσι τοσαύτη καταφρόνησις ἐπηκολούθησεν, ὅσην εἰκός ἐστι γενέσθαι κατὰ τῶν ἀναιρούντων τὰς τῶν προγόνων ἀρετάς. [5] Τοιγαροῦν Θηβαῖοι μὲν οἱ πρότερον ἐπὶ πολλὰς γενεὰς τοῖς κρείττοσιν ὑποτεταγμένοι, τότε τούτους ἀνελπίστως νικήσαντες ἡγεμόνες κατέστησαν τῶν ῾Ελλήνων, Λακεδαιμόνιοι δὲ μετὰ τὴν ἀφαίρεσιν τῆς ἡγεμονίας οὐδέποτ' ἐδυνήθησαν ἀναλαβεῖν τὸ τῶν προγόνων ἀξίωμα. [6] Ἡμεῖς δὲ τούτοις ἀρκούντως ἐπιτετιμηκότες ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβησόμεθα πρὸς... τῇ γραφῇ χρόνους. Ἡ μὲν οὖν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως τεσσαρεσκαιδεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν ῾Ρηγίνων ἀνδραποδισμὸν ὑπὸ Διονυσίου καὶ τὴν ἅλωσιν τῆς ῾Ρώμης ὑπὸ Γαλατῶν, ἥτις ἐγένετο κατὰ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Περσῶν στρατείας εἰς Κύπρον ἐπ' Εὐαγόραν τὸν βασιλέα· ἐν ταύτῃ δὲ τὴν ἀρχὴν ἀπὸ τούτου τοῦ πολέμου ποιησάμενοι καταλήξομεν ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Φιλίππου τοῦ ᾿Αμύντου βασιλείας.
2. Ἐπ' ἄρχοντος γὰρ ᾿Αθήνησι Μυστιχίδου ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς κατέστησαν, Μάρκον Φούριον, ἔτι δὲ Γάιον καὶ Αἰμίλιον. Ἐπὶ δὲ τούτων ᾿Αρταξέρξης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπ' Εὐαγόραν τὸν Κύπρου βασιλέα. Πολὺν δὲ χρόνον ἀσχοληθεὶς περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς συνεστήσατο δύναμιν ναυτικήν τε καὶ πεζὴν μεγάλην· τὸ μὲν γὰρ πεζὸν στράτευμα μυριάδων ἦν τριάκοντα σὺν ἱππεῦσι, τριήρεις δὲ κατεσκεύασε πλείους τῶν τριακοσίων. [2] Στρατηγοὺς δ' ἀπέδειξε τῆς πεζῆς δυνάμεως ᾿Ορόνταν κηδεστήν, τῆς δὲ ναυτικῆς Τιρίβαζον, ἄνδρα μεγάλης ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Πέρσαις. Οὗτοι δὲ παραλαβόντες τὰς δυνάμεις ἐν Φωκαίᾳ καὶ Κύμῃ κατήντησαν εἰς Κιλικίαν, καὶ περαιωθέντες εἰς Κύπρον ἐνεργῶς διῴκουν τὸν πόλεμον. [3] Ὁ δ' Εὐαγόρας πρὸς μὲν τὸν ῎Ακοριν τὸν Αἰγυπτίων βασιλέα, πολέμιον ὄντα Περσῶν, συμμαχίαν ἐποιήσατο καὶ δύναμιν ἀξιόλογον παρ' αὐτοῦ προσελάβετο, παρ' ῾Εκατόμνου δὲ τοῦ Καρίας δυνάστου, λάθρᾳ συμπράττοντος αὐτῷ, χρημάτων ἔλαβε πλῆθος εἰς διατροφὴν ξενικῶν δυνάμεων· ὁμοίως δὲ καὶ [πρὸς] τοὺς ἄλλους τοὺς ἀλλοτρίως ἔχοντας πρὸς Πέρσας, τοὺς μὲν λαθραίως, τοὺς δὲ καὶ φανερῶς ἐπεσπάσατο κοινωνήσοντας τοῦ Περσικοῦ πολέμου. [4] Ἐκυρίευε δὲ κατὰ μὲν τὴν Κύπρον τῶν πόλεων σχεδόν τι πασῶν, κατὰ δὲ τὴν Φοινίκην Τύρου καί τινων ἑτέρων. Εἶχε δὲ τριήρεις μὲν ἐνενήκοντα, καὶ τούτων ὑπῆρχον Τύριαι μὲν εἴκοσι, Κύπριαι δ' ἑβδομήκοντα, στρατιώτας δ' ἰδίους μὲν ἑξακισχιλίους, παρὰ δὲ τῶν συμμάχων πολλῷ τούτων πλείους. Πρὸς δὲ τούτοις μισθοφόρους πολλοὺς ἐξενολόγει, ἔχων χρημάτων δαψίλειαν. Ἒπεμψε δ' αὐτῷ καὶ ὁ τῶν ᾿Αράβων βασιλεὺς στρατιώτας οὐκ ὀλίγους καὶ ἄλλοι τινὲς οἱ ἐν ὑποψίαις ὄντες τῷ τῶν Περσῶν βασιλεῖ.
3. Οὗτος μὲν οὖν τοσαύτας ἀφορμὰς ἔχων τεθαρρηκότως συγκατέβαινεν εἰς τὸν πόλεμον. Καὶ πρῶτον μὲν λῃστρικὰς ἔχων ναῦς οὐκ ὀλίγας ἐφήδρευσε ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς, καὶ τὰς μὲν αὐτῶν διέφθειρεν ἐν θαλάττῃ, τὰς δὲ διεκώλυσεν, ἐνίας δὲ ἀφείλατο. Διὸ καὶ τῶν ἐμπόρων μὴ τολμώντων εἰς τὴν Κύπρον παρακομίζειν σῖτον, μεγάλων δὲ δυνάμεων ἠθροισμένων εἰς τὴν νῆσον, ταχὺ σιτοδεία κατέσχε τὸ τῶν Περσῶν στρατόπεδον. [2] Τῆς δ' ἀπορίας γενομένης εἰς στάσιν, οἱ μισθοφόροι τῶν Περσῶν ἐπὶ τοὺς ἡγεμόνας ὁρμήσαντες καί τινας ἀνελόντες ταραχῆς καὶ στάσεως ἐνέπλησαν τὸ στρατόπεδον. Μόγις δ' οἱ στρατηγοὶ τῶν Περσῶν καὶ ὁ τῆς ναυτικῆς δυνάμεως ἡγούμενος, ὀνομαζόμενος δὲ Γλῶ, κατέπαυσαν τὴν στάσιν. [3] Πλεύσαντες δὲ τῷ παντὶ στόλῳ καὶ σίτου πλῆθος ἐκ τῆς Κιλικίας παρακομίσαντες, πολλὴν παρεῖχον τῆς τροφῆς δαψίλειαν. Τῷ δ' Εὐαγόρᾳ σίτου πλῆθος ἱκανὸν ὁ βασιλεὺς ῎Ακορις ἐκ τῆς Αἰγύπτου παρεκόμισε, καὶ χρήματα καὶ τὴν ἄλλην παρασκευὴν ἱκανὴν ἐξέπεμψεν. [4] Ὁ δ' Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ ᾿Ακόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας. Ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίαν. Διὸ καὶ τοῦ βασιλικοῦ στόλου παραπλέοντος εἰς Κίτιον, ἀπροσδοκήτως ἐπιπλεύσας ταῖς ναυσὶ [συντεταγμέναις] πολλὰ τῶν Περσῶν ἐπλεονέκτει. [5] Ἐπέβαλε γὰρ συντεταγμέναις ναυσὶν ἐπὶ ἀσυντάκτους, καὶ προβεβουλευμένοις ἀνδράσι πρὸς ἀπροσδοκήτους ἀγωνιζόμενος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει τὴν νίκην προκατεσκεύασεν· ἀθρόαις γὰρ ταῖς τριήρεσιν ἐπιπλεύσας ἐπὶ διεσπαρμένας καὶ τεταραγμένας, ἃς μὲν διέφθειρεν, ἃς δ' ἐχειροῦτο. [6] Ὅμως δὲ τοῦ τε ναυάρχου τῶν Περσῶν Γλῶ καὶ τῶν ἄλλων ἡγεμόνων γενναίως ὑποστάντων, ἐγένετο ναυμαχία καρτερά, καθ' ἣν ὁ Εὐαγόρας τὸ μὲν πρῶτον ὑπερεῖχεν, ὕστερον δὲ τοῦ Γλῶ μετὰ τοῦ βάρους ἐπενεχθέντος καὶ γενναίως ἀγωνισαμένου συνέβη φυγεῖν τοὺς περὶ τὸν Εὐαγόραν καὶ πολλὰς τῶν τριήρων ἀποβαλεῖν. 
4. Οἱ δὲ Πέρσαι τῇ ναυμαχίᾳ νικήσαντες εἰς Κίτιον πόλιν ἀμφοτέρας τὰς δυνάμεις ἤθροισαν. Ἐκ ταύτης δ' ὁρμώμενοι πολιορκίαν συνεστήσαντο πρὸς τῇ Σαλαμῖνι, καὶ τὴν πόλιν ἐπόρθουν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. [2] Καὶ Τιρίβαζος μὲν μετὰ τὴν ναυμαχίαν διαβὰς εἰς Κιλικίαν, κἀκεῖθεν πορευθεὶς πρὸς τὸν βασιλέα, τήν τε νίκην ἀπήγγειλε καὶ δισχίλια τάλαντα πρὸς τὸν πόλεμον ἀπεκόμισεν· Εὐαγόρας δὲ πρὸ μὲν τῆς ναυμαχίας παρὰ θάλατταν πεζῇ συμβαλὼν μέρει τῆς πεζῆς δυνάμεως προετέρησε καὶ πρὸς τὸ μέλλον εὐθαρσὴς καθειστήκει, τῇ δὲ ναυμαχίᾳ πταίσας καὶ συγκλεισθεὶς εἰς πολιορκίαν ἀθύμως εἶχεν. [3] Ὅμως δὲ κρίνας ἔχεσθαι τοῦ πολέμου, Πνυταγόραν μὲν τὸν υἱὸν ἀπέλιπεν ἡγεμόνα τῶν ὅλων ποιήσας ἐν τῇ Κύπρῳ, αὐτὸς δ' ἀναλαβὼν δέκα τριήρεις νυκτὸς ἔλαθε τοὺς πολεμίους ἐκπλεύσας ἐκ τῆς Σαλαμῖνος. Κομισθεὶς δ' εἰς τὴν Αἴγυπτον καὶ συντυχὼν τῷ βασιλεῖ, παρεκάλεσεν αὐτὸν ἐρρωμένως ἀντέχεσθαι τοῦ πολέμου καὶ κοινὸν ἡγεῖσθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον. 
5. Ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν ἔγνωσαν στρατεύειν ἐπὶ τὴν Μαντίνειαν, οὐδὲν φροντίσαντες τῶν γεγενημένων σπονδῶν, διὰ τοιαύτας αἰτίας. Προϋπαρχούσης τοῖς ῞Ελλησι κοινῆς εἰρήνης τῆς ἐπὶ ᾿Ανταλκίδου, καθ' ἣν αἱ πόλεις ἅπασαι τὰς μὲν φρουρὰς ἀπετρίψαντο, τὴν δ' αὐτονομίαν καθ' ὁμολογίαν παρέλαβον, Λακεδαιμόνιοι φύσει φιλαρχοῦντες καὶ πολεμικοὶ ταῖς αἱρέσεσιν ὄντες, τὴν εἰρήνην ὥσπερ βαρὺ φορτίον οὐχ ὑπέμενον, τὴν δὲ προγεγενημένην τῆς ῾Ελλάδος δυναστείαν ἐπιποθοῦντες μετέωροι ταῖς ὁρμαῖς ὑπῆρχον πρὸς καινοτομίαν. [2] Εὐθὺς οὖν τὰς μὲν πόλεις συνετάραττον καὶ διὰ τῶν ἰδίων φίλων στάσεις ἐγκατεσκεύαζον ἐν αὐταῖς, ὧν ἔνιαι πιθανὰς ἀφορμὰς αὐτοῖς παρέσχοντο τῆς ταραχῆς. Ἀπολαβοῦσαι γὰρ τὰς αὐτονομίας λόγον ἀπῄτουν παρὰ τῶν ἐπεστατηκότων ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας· πικρῶν δὲ τῶν ἐλέγχων γινομένων διὰ τὸ μνησικακεῖν τοὺς δήμους, καὶ πολλῶν φυγαδευομένων, ἀπέδειξαν ἑαυτοὺς βοηθοὺς τοῖς καταστασιαζομένοις. [3] Ὑποδεχόμενοι δὲ τούτους καὶ μετὰ δυνάμεως ἐκπέμποντες ἐπὶ τὰς καθόδους, κατεδουλοῦντο τὸ μὲν πρῶτον τὰς ἀσθενεστέρας πόλεις, μετὰ δὲ ταῦτα καὶ τὰς ἀξιολογωτέρας καταπολεμοῦντες ὑπηκόους ἐποίουν, οὐδὲ δύο ἔτη φυλάξαντες τὰς κοινὰς σπονδάς. Πλησιόχωρον δ' ὁρῶντες οὖσαν τὴν τῶν Μαντινέων πόλιν καὶ πλήθουσαν ἀνδρῶν ἀλκίμων, ὑπώπτευσαν αὐτῆς τὴν αὔξησιν τὴν γινομένην ἐκ τῆς εἰρήνης, καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἔσπευδον ταπεινῶσαι. [4] Διὸ καὶ τὸ μὲν πρῶτον πρέσβεις ἀποστείλαντες πρὸς τὴν Μαντίνειαν προσέταττον τὰ μὲν τείχη καθελεῖν, αὐτοὺς δὲ μετοικῆσαι πάντας εἰς τὰς ἀρχαίας πέντε κώμας, ἐξ ὧν εἰς τὴν Μαντίνειαν τὸ παλαιὸν συνῴκησαν· οὐδενὸς δὲ αὐτοῖς προσέχοντος, δύναμιν ἐκπέμψαντες ἐπολιόρκουν τὴν πόλιν. [5] Οἱ δὲ Μαντινεῖς εἰς τὰς ᾿Αθήνας πρέσβεις ἀποστείλαντες ἠξίουν ἑαυτοῖς βοηθῆσαι. Οὐ προαιρουμένων δὲ τῶν ᾿Αθηναίων παραβαίνειν τὰς κοινὰς συνθήκας, ὅμως καθ' αὑτοὺς ὑποστάντες τὴν πολιορκίαν εὐρώστως ἠμύνοντο τοὺς πολεμίους. καὶ τὰ μὲν κατὰ τὴν ῾Ελλάδα τοῦτον τὸν τρόπον καινῶν πολέμων ἀρχὴν ἐλάμβανεν. 
6. Κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν. Διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν ποιημάτων ἐπιστάτας καὶ διορθωτὰς εἶχεν. Ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν ἢ τοῖς ἐν πολέμῳ κατωρθωμένοις. [2] Τῶν δὲ συνόντων αὐτῷ ποιητῶν Φιλόξενος ὁ διθυραμβοποιός, μέγιστον ἔχων ἀξίωμα κατὰ τὴν κατασκευὴν τοῦ ἰδίου ποιήματος, κατὰ τὸ συμπόσιον ἀναγνωσθέντων τῶν τοῦ τυράννου ποιημάτων μοχθηρῶν ὄντων ἐπηρωτήθη περὶ τῶν ποιημάτων τίνα κρίσιν ἔχοι. Ἀποκριναμένου δ' αὐτοῦ παρρησιωδέστερον, ὁ μὲν τύραννος προσκόψας τοῖς ῥηθεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φθόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπάγειν εἰς τὰς λατομίας. [3] Τῇ δ' ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον. Προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προενεγκαμένου, καὶ ἐπερωτῶντος ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν; ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δ' ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας. [4] Τότε μὲν οὖν διὰ τὴν εὐτραπελίαν τῶν λόγων μειδιάσας ὁ Διονύσιος ἤνεγκε τὴν παρρησίαν, τοῦ γέλωτος τὴν μέμψιν ἀμβλύνοντος· μετ' ὀλίγον δὲ τῶν γνωρίμων ἅμα καὶ τοῦ Διονυσίου παραιτουμένων τὴν ἄκαιρον παρρησίαν, ὁ Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν. ἔφη γὰρ διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήθειαν καὶ τὴν εὐδόκησιν τοῦ Διονυσίου, καὶ οὐ διεψεύσθη. [5] Τοῦ γὰρ τυράννου προενεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάθη, καὶ ἐρωτήσαντος ποῖά τινα φαίνεται τὰ ποιήματα; εἶπεν οἰκτρά, διὰ τῆς ἀμφιβολίας ἀμφότερα τηρήσας. Ὁ μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ εἶναι ἐλεεινὰ καὶ συμπαθείας πλήρη, τὰ δὲ τοιαῦτα εἶναι ποιητῶν ἀγαθῶν ἐπιτεύγματα, ὅθεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο· οἱ δ' ἄλλοι τὴν ἀληθινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσθαι διελάμβανον. 
7. Παραπλήσιον δὲ συνέβη καὶ περὶ Πλάτωνα τὸν φιλόσοφον γενέσθαι. μεταπεμψάμενος γὰρ τὸν ἄνδρα τοῦτον τὸ μὲν πρῶτον ἀποδοχῆς ἠξίου τῆς μεγίστης, ὁρῶν αὐτὸν παρρησίαν ἔχοντα ἀξίαν τῆς φιλοσοφίας· ὕστερον δ' ἔκ τινων λόγων προσκόψας αὐτῷ παντελῶς ἀπηλλοτριώθη, καὶ προαγαγὼν εἰς τὸ πρατήριον ὡς ἀνδράποδον ἀπέδοτο μνῶν εἴκοσι. Ἀλλὰ τοῦτον μὲν οἱ φιλόσοφοι συνελθόντες ἐξηγόρασαν καὶ ἐξαπέστειλαν εἰς τὴν ῾Ελλάδα, φιλικὴν νουθεσίαν ἐπιφθεγξάμενοι, διότι δεῖ τὸν σοφὸν τοῖς τυράννοις ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν· [2] Ὁ δὲ Διονύσιος τῆς εἰς τὰ ποιήματα σπουδῆς οὐκ ἀφιστάμενος εἰς μὲν τὴν ᾿Ολυμπιακὴν πανήγυριν ἐξαπέστειλε τοὺς εὐφωνοτάτους τῶν ὑποκριτῶν διαθησομένους ἐν τοῖς ὄχλοις μετ' ᾠδῆς τὰ ποιήματα. Οὗτοι δὲ τὸ μὲν πρῶτον διὰ τὴν εὐφωνίαν ἐξέπληττον τοὺς ἀκούοντας, μετὰ δὲ ταῦτα ἀναθεωρήσεως γενομένης κατεφρονήθησαν καὶ πολὺν ἀπηνέγκαντο γέλωτα. [3] Ὁ δὲ Διονύσιος ἀκούσας τὴν τῶν ποιημάτων καταφρόνησιν ἐνέπεσεν εἰς ὑπερβολὴν λύπης· αἰεὶ δὲ μᾶλλον τοῦ πάθους ἐπίτασιν λαμβάνοντος, μανιώδης διάθεσις κατέσχε τὴν ψυχὴν αὐτοῦ, καὶ φθονεῖν αὐτῷ φάσκων ἅπαντας τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας. καὶ πέρας ἐπὶ τοσοῦτο προῆλθε λύττης καὶ παρακοπῆς, ὥστε τῶν φίλων πολλοὺς μὲν ἐπὶ ψευδέσιν αἰτίαις ἀνελεῖν, οὐκ ὀλίγους δὲ καὶ ἐφυγάδευσεν· ἐν οἷς ἦν Φίλιστος καὶ Λεπτίνης ὁ ἀδελφός, ἄνδρες διαφέροντες ἀνδρείᾳ καὶ πολλὰς καὶ μεγάλας χρείας ἐν τοῖς πολέμοις αὐτῷ παρεσχημένοι. [4] Οὗτοι μὲν οὖν φυγόντες εἰς Θουρίους τῆς ᾿Ιταλίας, καὶ παρὰ τοῖς ᾿Ιταλιώταις μεγάλης ἀποδοχῆς τυγχάνοντες, ὕστερον δεηθέντος τοῦ Διονυσίου διηλλάγησαν, καὶ κατελθόντες εἰς τὰς Συρακούσας εἰς τὴν προϋπάρξασαν εὔνοιαν ἀποκατεστάθησαν· ὁ δὲ Λεπτίνης ἔγημε τὴν Διονυσίου θυγατέρα. Ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 
8. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Δεξιθέου ῾Ρωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Λουκρήτιον καὶ Σερούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Εὐαγόρας μὲν ὁ τῶν Σαλαμινίων βασιλεὺς ἧκεν εἰς Κύπρον ἐξ Αἰγύπτου, κομίζων χρήματα παρὰ ᾿Ακόριδος τοῦ βασιλέως Αἰγύπτου ἐλάττονα τῶν προσδοκηθέντων. καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην ἐνεργῶς, καὶ ὑπὸ τῶν συμμάχων καταλειπόμενος, ἠναγκάσθη πρεσβεῦσαι περὶ συλλύσεως. [2] Ὁ δὲ Τιρίβαζος τῶν ὅλων ἔχων τὴν ἡγεμονίαν ἔφησε συγχωρῆσαι τὴν σύλλυσιν, ἐὰν Εὐαγόρας ἐκχωρήσῃ πασῶν τῶν κατὰ τὴν Κύπρον πόλεων, αὐτῆς δὲ μόνης τῆς Σαλαμῖνος βασιλεύων τελῇ τῷ Περσῶν βασιλεῖ κατ' ἐνιαυτὸν φόρον ὡρισμένον καὶ ποιῇ τὸ προσταττόμενον ὡς δοῦλος δεσπότῃ. [3] Ὁ δ' Εὐαγόρας, καίπερ βαρείας οὔσης τῆς αἱρέσεως, τὰ μὲν ἄλλα πάντα συνεχώρει, τὸ δ' ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον ἀντέλεγεν, ἔφη δὲ αὑτὸν ὡς βασιλέα βασιλεῖ δεῖν ὑποτετάχθαι. οὐ συγχωροῦντος δὲ τοῦ Τιριβάζου, ᾿Ορόντης ὁ ἕτερος στρατηγός, φθονῶν τῇ δόξῃ τοῦ Τιριβάζου, γράμματα λάθρᾳ πρὸς τὸν ᾿Αρταξέρξην ἔπεμψε κατὰ τοῦ Τιριβάζου. [4] Κατηγόρει δ' αὐτοῦ πρῶτον μὲν ὅτι δυνάμενος ἑλεῖν τὴν Σαλαμῖνα τοῦτο μὲν οὐ συντελεῖ, πρεσβείας δὲ προσδέχεται παρ' αὐτοῦ καὶ συλλαλεῖ περὶ κοινοπραγίας, ὁμοίως δὲ καὶ πρὸς Λακεδαιμονίους συντίθεται συμμαχίαν ἰδίᾳ, φίλος ὢν αὐτῶν· ὡς καὶ Πυθώδε τινὰς ἔπεμψεν ἐρησομένους τὸν θεὸν περὶ τῆς ἐπαναστάσεως, τὸ δὲ μέγιστον, ὅτι τοὺς ἡγεμόνας τῶν δυνάμεων ἰδίους εὐνοίαις κατασκευάζει, τιμαῖς καὶ δωρεαῖς, ἔτι δ' ἐπαγγελίαις προσαγόμενος. [5] Ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν καὶ πιστεύσας ταῖς διαβολαῖς, ἔγραψε τῷ ᾿Ορόντῃ συλλαβεῖν τὸν Τιρίβαζον καὶ πρὸς ἑαυτὸν ἀποστεῖλαι. Οὗ πράξαντος τὸ προσταχθέν, ὁ μὲν Τιρίβαζος ἀναχθεὶς ὡς τὸν βασιλέα καὶ κρίσεως τυχεῖν ἀξιώσας κατὰ μὲν τὸ παρὸν παρεδόθη εἰς φυλακήν, μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἔχοντος πόλεμον πρὸς Καδουσίους καὶ τὴν κρίσιν ἀναβαλλομένου, διείλκετο τὰ περὶ τοῦ δικαστηρίου. 
9. Ὁ δ' ᾿Ορόντης διαδεξάμενος τὴν ἡγεμονίαν τῶν ἐν τῇ Κύπρῳ δυνάμεων, καὶ τὸν Εὐαγόραν πάλιν τεθαρρηκότως ὁρῶν ὑπομένοντα τὴν πολιορκίαν, πρὸς δὲ τούτοις τῶν στρατιωτῶν χαλεπῶς ὑπομενόντων τὴν σύλληψιν τοῦ Τιριβάζου, καὶ διὰ τοῦτο ἀπειθούντων καὶ τὴν πολιορκίαν ἐγκαταλειπόντων, δείσας ᾿Ορόντης τὸ τῆς περιστάσεως παράλογον, ἐξέπεμψε πρὸς τὸν Εὐαγόραν τοὺς διαλεξομένους περὶ τῆς συλλύσεως καὶ κελεύσοντας συντίθεσθαι τὴν εἰρήνην, ἐφ' οἷς ἐκεῖνος ἠξίου συντίθεσθαι πρὸς Τιρίβαζον. [2] Ὁ μὲν οὖν Εὐαγόρας παραδόξως ἐξωσιοῦτο τὴν ἅλωσιν, καὶ συνέθετο τὴν εἰρήνην, ὥστε βασιλεύειν τῆς Σαλαμῖνος καὶ τὸν ὡρισμένον διδόναι φόρον κατ' ἐνιαυτὸν καὶ ὑπακούειν ὡς βασιλεὺς βασιλεῖ προστάττοντι. Ὁ μὲν οὖν Κυπριακὸς πόλεμος δεκαετὴς σχεδὸν γεγενημένος καὶ τὸ πλέον τοῦ χρόνου περὶ παρασκευὰς ἀσχοληθείς, διετῆ χρόνον τὸν ἐπὶ πᾶσι συνεχῶς πολεμηθεὶς τοῦτον τὸν τρόπον κατελύθη. [3] Ὁ δὲ τοῦ στόλου τὴν ναυαρχίαν ἔχων Γλῶς, γεγαμηκὼς τοῦ Τιριβάζου τὴν θυγατέρα, περίφοβος ὢν μήποτε συνεργεῖν δόξας τῷ Τιριβάζῳ περὶ τῆς ὑποθέσεως τύχῃ τιμωρίας ὑπὸ τοῦ βασιλέως, ἔγνω καινῇ πραγμάτων ἐπιβολῇ τὰ καθ' ἑαυτὸν ἀσφαλίζεσθαι. εὐπορῶν δὲ χρημάτων καὶ στρατιωτῶν, ἔτι δὲ τοὺς τριηράρχους ταῖς εὐνοίαις ἰδίους πεποιημένος, διέγνω τοῦ βασιλέως ἀφίστασθαι. [4] Εὐθὺς οὖν πρὸς μὲν ῎Ακοριν τὸν βασιλέα τῶν Αἰγυπτίων διαπρεσβευσάμενος συμμαχίαν συνέθετο κατὰ τοῦ βασιλέως, πρὸς δὲ τοὺς Λακεδαιμονίους γράφων ἐπῇρε κατὰ τοῦ βασιλέως, καὶ χρημάτων πλῆθος ἐπηγγέλλετο δώσειν καὶ τὰς ἄλλας ἐπαγγελίας μεγάλας ἐποιεῖτο, ὑπισχνούμενος συμπράξειν αὐτοῖς τὰ κατὰ τὴν ῾Ελλάδα καὶ τὴν ἡγεμονίαν αὐτοῖς τὴν πάτριον συγκατασκευάσειν. [5] Οἱ δὲ Σπαρτιᾶται καὶ πάλαι μὲν διεγνώκεισαν ἀνακτᾶσθαι τὴν ἡγεμονίαν, τότε δὲ συνετάραττον ἤδη τὰς πόλεις καὶ πᾶσιν ὑπῆρχον φανεροὶ τὰς πόλεις καταδουλούμενοι. Πρὸς δὲ τούτοις ἀδοξοῦντες ἐπὶ τῷ δοκεῖν ἐν τῇ πρὸς τὸν βασιλέα συνθέσει τοὺς κατὰ τὴν ᾿Ασίαν ῞Ελληνας ἐκδότους πεποιηκέναι, μετεμέλοντο τοῖς πεπραγμένοις καὶ πρόφασιν εὔλογον ἐζήτουν τοῦ πρὸς τὸν ᾿Αρταξέρξην πολέμου. διόπερ ἄσμενοι συνέθεντο πρὸς τὸν Γλῶ τὴν συμμαχίαν. 
10. ᾿Αρταξέρξης δὲ καταλύσας τὸν πρὸς Καδουσίους πόλεμον προέθηκε κρίσιν Τιριβάζῳ, καὶ δικαστὰς τρεῖς ἀπέδωκε τῶν μάλιστα εὐδοκιμούντων παρὰ τοῖς Πέρσαις. Κατὰ τούτους δὲ τοὺς χρόνους ἕτεροι δικασταὶ δόξαντες κακῶς κρίνειν ζῶντες ἐξεδάρησαν, καὶ ὑπὲρ τῶν δικαστικῶν δίφρων περιταθέντων τῶν δερμάτων ἐπὶ τούτων ἐδίκαζον οἱ δικασταί, παρ' ὀφθαλμοὺς ἔχοντες παράδειγμα τῆς ἐν τῷ κακῶς κρίνειν τιμωρίας. [2] Οἱ μὲν οὖν κατηγοροῦντες τὴν ἐπιστολὴν ἀναγνόντες τὴν πεμφθεῖσαν ὑπὸ τοῦ ᾿Ορόντου, ταύτην ἱκανῶς ἔφασαν ἔχειν πρὸς κατηγορίαν· ὁ δὲ Τιρίβαζος πρὸς μὲν τὴν κατὰ τὸν Εὐαγόραν διαβολὴν [ἀνεγίγνωσκε] τὴν ὑπ' ᾿Ορόντου γεγενημένην.... ὑπακούσειν ὡς βασιλέα βασιλεῖ προήνεγκεν· ἑαυτὸν δὲ τὴν εἰρήνην συντεθεῖσθαι, ὥστε ὑπακούειν Εὐαγόραν τῷ βασιλεῖ ὡς δοῦλον δεσπότῃ· περὶ δὲ τῶν χρησμῶν ἔφησε μὴ χρηματίζειν τὸν θεὸν καθόλου περὶ θανάτου, καὶ τούτου μάρτυρας παρείχετο πάντας τοὺς παρόντας ῞Ελληνας. Περὶ δὲ τῆς φιλίας τῆς πρὸς Λακεδαιμονίους ἀπελογεῖτο, λέγων οὐκ ἐπὶ τῷ ἰδίῳ συμφέροντι, ἀλλ' ἐπὶ τῷ τοῦ βασιλέως λυσιτελεῖ πεποιῆσθαι τὴν φιλίαν· καὶ διὰ ταύτης παρεδείκνυε τῶν μὲν Λακεδαιμονίων παρῃρῆσθαι τοὺς κατὰ τὴν ᾿Ασίαν ῞Ελληνας, τῷ δὲ βασιλεῖ παραδεδόσθαι ἐκδότους. Ἐπὶ τελευτῆς δὲ τῆς ἀπολογίας ὑπέμνησε τοὺς δικαστὰς ὧν τὸν βασιλέα πρότερον ἦν εὐεργετηκώς. [3] Λέγεται δὲ πολλὰς μὲν καὶ ἄλλας χρείας ἐνδεδεῖχθαι τῷ βασιλεῖ, μίαν δὲ μεγίστην, ἐξ ἧς αὐτὸν θαυμασθῆναι συνέβη καὶ μέγιστον γενέσθαι φίλον· κατὰ γάρ τινα κυνηγίαν ἐφ' ἅρματος ὀχουμένου τοῦ βασιλέως δύο λέοντας ἐπ' αὐτὸν ὁρμῆσαι, καὶ τῶν μὲν ἵππων τῶν ἐν τῷ τεθρίππῳ δύο διασπάσαι, τὴν δ' ὁρμὴν ἐπ' αὐτὸν ποιεῖσθαι τὸν βασιλέα· καθ' ὃν δὴ καιρὸν ἐπιφανέντα τὸν Τιρίβαζον τοὺς μὲν λέοντας ἀποκτεῖναι, τὸν δὲ βασιλέα ἐκ τῶν κινδύνων ἐξελέσθαι. [4] Ἔν τε τοῖς πολέμοις ἀνδρείᾳ διενεγκεῖν φασὶν αὐτὸν καὶ κατὰ τὰς συμβουλὰς οὕτως εὐστοχεῖν, ὥστε τὸν βασιλέα χρώμενον ταῖς ἐκείνου παραγγελίαις μηδέποτε διαμαρτεῖν. Τοιαύτῃ δ' ἀπολογίᾳ χρησάμενος ὁ Τιρίβαζος ἀπελύθη τῶν ἐγκλημάτων ὡμολογημένως ὑπὸ πάντων τῶν δικαστῶν. 
11. Ὁ δὲ βασιλεὺς καθ' ἕνα τῶν δικαστῶν προσκαλούμενος ἐπηρώτησε, τίσι δικαίοις προσσχὼν ἕκαστος ἀπέλυσε τὸν κατηγορούμενον. Ὁ μὲν οὖν πρῶτος ἔφησε, θεωρῶν τὰ μὲν ἐγκλήματα ἀμφισβητούμενα, τὰς δ' εὐεργεσίας ὁμολογουμένας οὔσας· ὁ δὲ δεύτερος ἔφησε, καὶ τιθεμένων ἀληθινῶν τῶν ἐγκλημάτων, ὅμως τὰς εὐεργεσίας μείζους εἶναι τῆς ἁμαρτίας· ὁ δὲ τρίτος εἶπεν ὅτι τὰς μὲν εὐεργεσίας οὐ τίθεται πρὸς λόγον διὰ τὸ τὰς περὶ αὐτῶν χάριτας καὶ τιμὰς πολλαπλασίας ἀπειληφέναι παρὰ τοῦ βασιλέως τὸν Τιρίβαζον, αὐτῶν δὲ τῶν ἐγκλημάτων κατ' ἰδίαν θεωρουμένων μὴ φαίνεσθαι τούτοις ἔνοχον εἶναι τὸν κατηγορούμενον. [2] Ὁ δὲ βασιλεὺς τοὺς μὲν δικαστὰς ἐπῄνεσεν, ὡς δικαίως κεκρικότας, τὸν δὲ Τιρίβαζον ταῖς νομιζομέναις μεγίσταις τιμαῖς ἐκόσμησεν. Τοῦ δὲ ᾿Ορόντου καταγνοὺς ὡς ψευδῆ κατηγορίαν πεπλακότος ἔκ τε τῶν φίλων ἐξέκρινε καὶ ταῖς ἐσχάταις ἀτιμίαις περιέβαλεν. Καὶ τὰ μὲν κατὰ τὴν ᾿Ασίαν ἐν τούτοις ἦν. 
12. Κατὰ δὲ τὴν ῾Ελλάδα Λακεδαιμονίων πορθούντων Μαντίνειαν, τὸ μὲν θέρος διετέλεσαν οἱ Μαντινεῖς γενναίως ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους· ἐδόκουν γὰρ ἀνδρείᾳ διαφέρειν τῶν ᾿Αρκάδων, καὶ διὰ τοῦθ' οἱ Λακεδαιμόνιοι πρότερον εἰώθεισαν ἐν ταῖς μάχαις τούτους παραστάτας ἔχειν καὶ πιστοτάτους τῶν συμμάχων· τοῦ δὲ χειμῶνος ἐνστάντος, καὶ τοῦ παρὰ τὴν Μαντίνειαν ποταμοῦ μεγάλην αὔξησιν ἐκ τῶν ὄμβρων λαβόντος, οἱ Λακεδαιμόνιοι τὸ ῥεῦμα τοῦ ποταμοῦ διαλαβόντες μεγάλοις χώμασιν ἀπέστρεψαν τὸν ποταμὸν εἰς τὴν πόλιν καὶ πάντα τὸν σύνεγγυς τόπον ἐποίησαν λιμνάζειν. [2] Διὸ καὶ τῶν οἰκιῶν πιπτουσῶν καταπλαγέντες οἱ Μαντινεῖς ἠναγκάσθησαν τὴν πόλιν παραδοῦναι τοῖς Λακεδαιμονίοις. Οἱ δὲ παραλαβόντες ἄλλο μὲν οὐθὲν κακὸν εἰργάσαντο τοὺς Μαντινεῖς, προσέταξαν δὲ εἰς τὰς ἀρχαίας κώμας μετοικισθῆναι. Διόπερ ἠναγκάσθησαν τὴν μὲν ἰδίαν πατρίδα κατασκάπτειν, εἰς δὲ τὰς κώμας μετοικῆσαι. 
13. Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἔγνω κατὰ τὸν ᾿Αδρίαν πόλεις οἰκίζειν. Τοῦτο δὲ ἔπραττε διανοούμενος τὸν ᾿Ιόνιον καλούμενον πόρον ἰδιοποιεῖσθαι, ἵνα τὸν ἐπὶ τὴν ῎Ηπειρον πλοῦν ἀσφαλῆ κατασκευάσῃ καὶ πόλεις ἔχῃ ἰδίας εἰς τὸ δύνασθαι ναυσὶ καθορμισθῆναι. Ἔσπευδε γὰρ ἄφνω μεγάλαις δυνάμεσιν ἐπιπλεῦσαι τοῖς κατὰ τὴν ῎Ηπειρον τόποις καὶ συλῆσαι τὸ ἐν Δελφοῖς τέμενος, γέμον πολλῶν χρημάτων. [2] Διὸ καὶ πρὸς ᾿Ιλλυριοὺς ἐποιήσατο συμμαχίαν δι' ᾿Αλκέτου τοῦ Μολοττοῦ, ὃς ἐτύγχανε φυγὰς ὢν καὶ διατρίβων ἐν ταῖς Συρακούσαις. Τῶν δ' ᾿Ιλλυριῶν ἐχόντων πόλεμον, ἐξαπέστειλεν αὐτοῖς συμμάχους στρατιώτας δισχιλίους καὶ πανοπλίας ῾Ελληνικὰς πεντακοσίας. Οἱ δ' ᾿Ιλλυριοὶ τὰς μὲν πανοπλίας ἀνέδωκαν τοῖς ἀρίστοις τῶν στρατιωτῶν, τοὺς δὲ στρατιώτας κατέμιξαν τοῖς ἰδίοις στρατιώταις. [3] Πολλὴν δὲ δύναμιν ἀθροίσαντες ἐνέβαλον εἰς τὴν ῎Ηπειρον καὶ κατῆγον τὸν ᾿Αλκέταν ἐπὶ τὴν τῶν Μολοττῶν βασιλείαν. Οὐδενὸς δ' αὐτοῖς προσέχοντος, τὸ μὲν πρῶτον ἐπόρθησαν τὴν χώραν, μετὰ δὲ ταῦτα τῶν Μολοττῶν ἀντιταττομένων ἐγένετο μάχη καρτερά, καθ' ἣν νικήσαντες οἱ ᾿Ιλλυριοὶ κατέκοψαν τῶν Μολοττῶν πλείους τῶν μυρίων πεντακισχιλίων. Τοιαύτῃ δὲ συμφορᾷ τῶν ᾿Ηπειρωτῶν περιπεσόντων, Λακεδαιμόνιοι πυθόμενοι τὰ συμβεβηκότα συμμαχίαν ἐξέπεμψαν τοῖς Μολοττοῖς, δι' ἧς τοῦ πολλοῦ θράσους ἔπαυσαν τοὺς βαρβάρους. [4] Ἅμα δὲ τούτοις πραττομένοις Πάριοι κατά τινα χρησμὸν ἀποικίαν ἐκπέμψαντες εἰς τὸν ᾿Αδρίαν ἔκτισαν ἐν αὐτῷ νῆσον τὴν ὀνομαζομένην Φάρον, συμπράξαντος αὐτοῖς Διονυσίου τοῦ τυράννου. Οὗτος γὰρ ἀποικίαν ἀπεσταλκὼς εἰς τὸν ᾿Αδρίαν οὐ πολλοῖς πρότερον ἔτεσιν ἐκτικὼς ἦν τὴν πόλιν τὴν ὀνομαζομένην Λίσσον. [5] Ἐκ ταύτης οὖν ὁρμώμενος Διονύσιος ... σχολὴν ἄγων κατεσκεύασε νεώρια διακοσίαις τριήρεσι, καὶ τεῖχος περιέβαλε τῇ πόλει τηλικοῦτο τὸ μέγεθος, ὥστε τῇ πόλει γενέσθαι τὸν περίβολον μέγιστον τῶν ῾Ελληνίδων πόλεων. Κατεσκεύασε δὲ καὶ γυμνάσια μεγάλα παρὰ τὸν ῎Αναπον ποταμόν, θεῶν τε ναοὺς κατεσκεύασε καὶ τἄλλα τὰ συντείνοντα πρὸς αὔξησιν πόλεως καὶ δόξαν.
14. Τοῦ δ' ἐνιαυσίου χρόνου διεληλυθότος ᾿Αθήνησι μὲν ἦρχε Διοτρέφης, ἐν ῾Ρώμῃ δ' ὕπατοι κατεστάθησαν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος, παρὰ δ' ᾿Ηλείοις ᾿Ολυμπιὰς ἤχθη ἐνενηκοστὴ ἐνάτη, καθ' ἣν ἐνίκα στάδιον Δίκων Συρακόσιος. Ἐπὶ δὲ τούτων Πάριοι μὲν τὴν Φάρον οἰκίσαντες τοὺς [τε] προενοικοῦντας βαρβάρους ἔν τινι χωρίῳ καθ' ὑπερβολὴν ὀχυρῷ ὄντι εἴασαν κατοικεῖν ἀσινεῖς, αὐτοὶδὲ παρὰ θάλατταν κτίσαντες πόλιν ἐτείχισαν. [2] Μετὰ δὲ ταῦτα τῶν προοικούντων ἐν τῇ νήσῳ βαρβάρων δυσχεραινόντων ἐπὶ τῇ παρουσίᾳ τῶν ῾Ελλήνων, καὶ μεταπεμπομένων τοὺς πέραν κατοικοῦντας ᾿Ιλλυριούς, μικροῖς πλοίοις πολλοῖς διέβησαν εἰς τὴν Φάρον, ὄντες ὑπὲρ τοὺς μυρίους, καὶ τοὺς ῞Ελληνας πορθοῦντες πολλοὺς ἀνῄρουν. Ὁ δ' ἐν τῇ Λίσσῳ καθεσταμένος ἔπαρχος ὑπὸ Διονυσίου τριήρεις πλείους ἔχων ἐπέπλευσε τοῖς τῶν ᾿Ιλλυριῶν πλοιαρίοις, καὶ τὰ μὲν βυθίσας, τὰ δὲ χειρωσάμενος, ἀπέκτεινε τῶν βαρβάρων πλείους τῶν πεντακισχιλίων, ἐζώγρησε δὲ περὶ δισχιλίους. [3] Διονύσιος δὲ χρημάτων ἀπορούμενος ἐστράτευσεν ἐπὶ Τυρρηνίαν, ἔχων τριήρεις ἑξήκοντα, πρόφασιν μὲν φέρων τὴν τῶν λῃστῶν κατάλυσιν, τῇ δ' ἀληθείᾳ συλήσων ἱερὸν ἅγιον, γέμον μὲν ἀναθημάτων πολλῶν, καθιδρυμένον δ' ἐν ἐπινείῳ πόλεως ᾿Αγύλλης Τυρρηνίδος· τὸ δ' ἐπίνειον ὠνομάζετο Πύργοι. [4] Καταπλεύσας δὲ νυκτὸς καὶ τὴν δύναμιν ἐκβιβάσας, ἅμ' ἡμέρᾳ προσπεσὼν ἐκράτησε τῆς ἐπιβολῆς· ὀλίγων γὰρ ὄντων ἐν τῷ χωρίῳ φυλάκων, βιασάμενος αὐτοὺς ἐσύλησε τὸ ἱερὸν καὶ συνήθροισεν οὐκ ἔλαττον ταλάντων χιλίων. Τῶν δὲ ᾿Αγυλλαίων ἐκβοηθησάντων, μάχῃ τε ἐκράτησεν αὐτῶν καὶ πολλοὺς αἰχμαλώτους λαβὼν καὶ τὴν χώραν πορθήσας ἐπανῆλθεν εἰς τὰς Συρακούσας. Ἀποδόμενος δὲ τὰ λάφυρα συνήγαγεν οὐκ ἐλάττω ταλάντων πεντακοσίων. Εὐπορήσας δὲ χρημάτων, ἐμισθοῦτο στρατιωτῶν παντοδαπῶν πλῆθος, καὶ δύναμιν ἀξι̥